Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πνευματικὴν [112]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πνευματικὴν


000-00-00 Serial Number=0289320171
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00078]  Οὐ τούτοις δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον αὐτῷ μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὐτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα.
000-00-00 Serial Number=0721559167
Ad illuminandos catecheses Ante [Go Back]  
 [00315]  καὶ γὰρ ἔχεις ἱμάτιον μέγιστον, ἔχεις τράπεζαν πνευματικὴν, ἔχεις τὴν δόξαν τὴν ἄνω, καὶ πάντα σοι ὁ Χριστὸς γίνεται, καὶ τράπεζα, καὶ ἱμάτιον, καὶ οἶκος, καὶ κεφαλὴ, καὶ ῥίζα.
000-00-00 Serial Number=0196753800
Ad populum Antiochenum Ante [Go Back]  
 [04706]  Ἐπειδὰν σύνεσιν πνευματικὴν δεξώμεθα, ἐπειδὰν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας καταντήσωμεν οἱ πάντες, τότε ἡμῖν ἐγχειρίζει πάντα, ἅπερ ὑπέσχετο·
 [06130]  τοῦτο ἑτέρως διὰ παντὸς ποιεῖτε τοῦ χρόνου, μὴ τοῖς ἄνθεσιν, ἀλλ' ἀρετῇ στεφανούμενοι, τὸ φῶς τὸ ἀπὸ τῶν ἔργων ἅπτοντες κατὰ τὴν ψυχὴν τὴν ὑμετέραν, εὐφροσύνην εὐφραινόμενοι πνευματικὴν, καὶ τῷ Θεῷ διηνεκῶς ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦντες μὴ διαλείπωμεν, μηδ' ὅτι μόνον ἔλυσε τὰ δεινὰ, ἀλλ' ὅτι καὶ συνεχώρησεν αὐτὰ γενέσθαι, καὶ πολλὴν αὐτῷ χάριν ὁμολογῶμεν·
000-00-00 Serial Number=0892935038
Adversus Judaeos Ante [Go Back]  
 [01266]  Εὐλογητὸς ὁ Θεὸς, ὁ τοσαύτην ὑμῖν περὶ τὴν πνευματικὴν ἀκρόασιν ἐπιθυμίαν ἐνθείς.
000-00-00 Serial Number=0126595914
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00298]  διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς σύναξιν ἐπιτελοῦμεν, τὴν πνευματικὴν ὑμῖν παρατιθέμενοι τράπεζαν, ποιοῦντες ὑμᾶς ἀπολαύειν θείων λογίων, ἀλείφοντες ὑμᾶς καθ' ἑκάστην ἡμέραν, καθοπλίζοντες ὑμᾶς κατὰ τοῦ διαβόλου·
000-00-00 Serial Number=0396499515
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00132]  Καὶ δὴ ἐπὶ τὴν πνευματικὴν νύμφην ἀπὸ τῆς γυναικὸς ἐπιφέρων τοὺς ἐπαίνους ὁ τὸ μυστικὸν ᾆσμα γεγραφὼς τὴν σιωπὴν αὐτῆς θαυμάζων, καὶ τὸ τοῦ σχήματος αὐστηρὸν ἐπαινεῖ, θάμβος ὀνομάζων αὐτό·
000-00-00 Serial Number=0861630023
Caritatem secundum deum rem esse deo digna Ante [Go Back]  
 [00049]  οὕτω καὶ ἡμεῖς εἰς τὸν ἐκείνων τύπον δύο χοροὺς συστησάμενοι, καὶ ἀντιφωνοῦντες ἀλλήλοις, τὴν πνευματικὴν ᾄδομεν μελῳδίαν.
000-00-00 Serial Number=0079214573
Catecheses ad illuminandos Ante [Go Back]  
 [00034]  καὶ ἡμᾶς δὲ νῦν εὔκαιρον πρὸς τοὺς ἐπιποθήσαντας τὸν τοῦ Χριστοῦ ζυγὸν καὶ εἰς τὴν πνευματικὴν ταύτην στρατολογίαν ἐπιδραμόντας ταῦτα βοᾶν καὶ λέγειν πρὸς ἕκαστον τῶν ἐνταῦθα παρόντων, μικρὸν ὑπαλλάξαντας τὸ προφητικὸν λόγιον·
 [00603]  [4.6] Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, οἱ εἰς τὸν οὐρανὸν σήμερον πολιτογραφηθέντες, οἱ εἰς τὴν ἑστίασιν ταύτην τὴν πνευματικὴν κληθέντες καὶ τῆς τραπέζης τῆς βασιλικῆς ἀπολαύειν μέλλοντες, ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν προθυμίαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε.
 [00672]  Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς οἵ τε νῦν μεμυημένοι καὶ οἱ πάλαι ταύτης τῆς χάριτος ἀξιωθέντες δίκαιοι ἂν εἴημεν, εἰς τὴν σύγκλητον τὴν πνευματικὴν ἅπαξ ἀπογραψάμενοι, μὴ τὰ αὐτὰ τοῖς ἄλλοις μετιέναι·
 [00880]  Εἰ γὰρ καὶ ἀναίσχυντός ἐστι καὶ ἰταμὸς καὶ θηρίου παντὸς πικρότερος, ἀλλ' ὁρῶν ὑμῶν τὴν παντευχίαν τὴν πνευματικὴν καὶ τὴν ἰσχὺν τὴν παρὰ τοῦ Πνεύματος ὑμῖν δεδομένην, ἀκριβέστερον τὴν οἰκείαν ἀσθένειαν καταμανθάνων μετὰ πολλῆς τῆς αἰσχύνης ἀφίσταται, σφόδρα καταγνοὺς ἑαυτοῦ καὶ γινώσκων ὡς ἀνηνύτοις ἐπιχειρεῖ.
 [00890]  Ἰδοὺ γάρ τινες τῶν ἀκηκοότων τῆς παρ' ἡμῶν διδασκαλίας παρασυρέντες σήμερον καὶ τὴν ἀκρόασιν ταύτην τὴν πνευματικὴν καταλιπόντες ἐκεῖ δεδραμήκασι, πάντα ὑφ' ἓν ἀπὸ τῆς διανοίας τῆς ἑαυτῶν ῥίψαντες, τῆς ἁγίας τεσσαρακοστῆς τὴν μνήμην, τῆς ἀναστασίμου ἡμέρας τὴν σωτήριον ἑορτήν, τῶν θείων μυστηρίων τὴν φρικτὴν καὶ ἀπόρρητον κοινωνίαν, τῆς ἡμετέρας διδασκαλίας τὴν συνέχειαν.
 [00894]  Τὸν αὐτὸν δὴ τρόπον καὶ διδάσκαλος, ἐπειδὰν θεάσηται μετὰ τὴν πολλὴν ἐπιμέλειαν καὶ τὴν συνεχῆ διδασκαλίαν τοὺς μαθητευομένους ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένοντας, οὐκ ἄν ποτε δύναιτο μετὰ τῆς αὐτῆς προθυμίας τὴν πνευματικὴν διδασκαλίαν προΐεσθαι, καίτοι γε ἐνταῦθα οὐδὲ τῆς ἀμοιβῆς τῶν πόνων αὐτῷ ἐλαττουμένης ἀπὸ τῆς ῥᾳθυμίας τῶν ἀκροατῶν.
 [01003]  Ὅτι γὰρ γάμος πνευματικός ἐστι τὰ ἐνταῦθα τελούμενα, ὅρα πῶς καθάπερ ἐπὶ τῶν γάμων τούτων τῶν ἀνθρωπίνων μέχρις ἑπτὰ ἡμερῶν αἱ παστάδες εἰσὶ τεταμέναι, οὕτω καὶ ἡμεῖς ἐν τοσαύταις ἡμέραις τὴν παστάδα ταύτην τὴν πνευματικὴν ὑμῖν τείνομεν, τὴν τράπεζαν ὑμῖν παρατιθέντες τὴν μυστικήν, τὴν μυρίων γέμουσαν ἀγαθῶν.
 [01167]  Φέρε δὴ σήμερον λοιπὸν ἐπειδὴ λαμπρότερον ἡμῖν τὸ θέατρον ἀπειργάσαντο οἱ ἀπὸ τῆς χώρας πρὸς ἡμᾶς συρρεύσαντες, καὶ ἡμεῖς δαψιλεστέραν αὐτοῖς τράπεζαν παραθῶμεν τὴν πνευματικὴν τὴν πολλῆς ἀγάπης γέμουσαν ἣν περὶ ἡμᾶς ἐπεδείξαντο.
 [01169]  Εἰ γὰρ αὐτοὶ τοσοῦτον ὁδοῦ μῆκος διανύσαι οὐκ ὤκνησαν ὥστε διὰ τῆς ἑαυτῶν παρουσίας πολλὴν ἡμῖν παρασχεῖν τὴν εὐφροσύνην, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον δαψιλεστέραν αὐτοῖς σήμερον παραθεῖναι τὴν πνευματικὴν ταύτην τροφήν, ἵν' ἐφόδια λαβόντες ἱκανὰ οὕτως ἐντεῦθεν οἴκαδε ἐπανέλθωσιν.
000-00-00 Serial Number=0275032699
Contra ludos et theatra Ante [Go Back]  
 [00028]  τότε σὺ καταλιπὼν ἐκκλησίαν καὶ θυσίαν πνευματικὴν, καὶ ἀδελφῶν σύλλογον, καὶ νηστείας τὸ σεμνὸν, αἰχμάλωτος ὑπὸ τοῦ διαβόλου πρὸς τὴν θεωρίαν ἀπηνέχθης ἐκείνην;
 [00038]  Μετ' ἐκεῖνα, τῆς ὀργῆς λυθείσης, καὶ πέλαγος περάσαντες, καὶ κυμάτων κατατολμήσαντες, ἐπὶ τοὺς κορυφαίους ἐτρέχομεν, τὸν Πέτρον τὴν κρηπῖδα τῆς πίστεως, τὸν Παῦλον τὸ σκεῦος τῆς ἐκλογῆς, πανήγυριν ἐπιτελοῦντες πνευματικὴν, καὶ τοὺς ἄθλους αὐτῶν ἀνακηρύττοντες, τὰ τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν δαιμόνων.
000-00-00 Serial Number=0079362988
De Anna i Ante [Go Back]  
 [00010]  ἐπεὶ οὖν μέλλομεν παρατιθέναι τράπεζαν νῦν πνευματικὴν, ἀναμνησθῶμεν αὐτῆς, καὶ τῶν ἐξ αὐτῆς ἁπάντων ἐγγενομένων ἡμῖν ἀγαθῶν.
000-00-00 Serial Number=0678518116
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00082]  ∆ιὰ τοῦτο καὶ πνευματικὴν πέτραν ἐκάλεσε, καὶ ἀκολουθεῖν ἔφη·
000-00-00 Serial Number=0282114744
De Lazaro Ante [Go Back]  
 [00004]  Τὴν χθὲς ἡμέραν, ἑορτὴν οὖσαν σατανικὴν, ἐποιήσατε ὑμεῖς ἑορτὴν πνευματικὴν, μετὰ πολλῆς τῆς εὐνοίας τοὺς παρ' ἡμῶν δεξάμενοι λόγους, καὶ τὸ πλέον ἐνταῦθα τῆς ἡμέρας διατρίψαντες, καὶ μέθην μεθυσθέντες σωφροσύνης γέμουσαν, καὶ μετὰ τοῦ Παύλου χορεύσαντες.
 [00341]  Οὐ γὰρ διέῤῥηξεν αὐτῶν τὰς γαστέρας, οὐδὲ εἰς μέθην ἐξέβαλεν, ἀλλὰ πληρώσας αὐτῶν τὴν χρείαν, πρὸς τὴν πνευματικὴν ἦγε [48.975] τροφήν.
 [02564]  Βούλομαι τῆς συνήθους ἅψασθαι πάλιν διδασκαλίας, καὶ τὴν πνευματικὴν ὑμῖν παραθεῖναι τράπεζαν·
 [02569]  Νυνὶ δὲ ὅταν θεασώμεθα, ὅτι μετὰ τὰς τοσαύτας ἡμῶν παραινέσεις, μετὰ τὰς τοσαύτας νουθεσίας καὶ ἐπιπλήξεις (οὐδὲ γὰρ ἐπαυσάμεθα συνεχῶς ὑμᾶς ὑπομιμνήσκοντες τοῦ φοβεροῦ δικαστηρίου καὶ τῶν εὐθυνῶν τῶν ἀπαραιτήτων, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀσβέστου, καὶ τοῦ σκώληκος τοῦ ἀτελευτήτου), τινὲς τῶν ταῦτα ἀκουόντων (οὐδὲ γὰρ κατὰ πάντων ἐκφέρω τὴν ψῆφον, μὴ γένοιτο), πάντων τούτων ἐπιλαθόμενοι, πάλιν ἐπὶ τὴν σατανικὴν θεωρίαν τῆς ἱπποδρομίας ἑαυτοὺς ἐκδεδώκασι, ποίᾳ λοιπὸν προσδοκίᾳ τῶν αὐτῶν ἁψόμεθα πόνων, καὶ τὴν διδασκαλίαν αὐτοῖς ταύτην τὴν πνευματικὴν παραθήσομεν, ὁρῶντες μηδὲν πλέον αὐτοὺς ἐντεῦθεν καρπουμένους, ἀλλ' ἁπλῶς συνηθείᾳ τινὶ κατακολουθοῦντας, καὶ κροτοῦντας μὲν τὰ παρ' ἡμῶν λεγόμενα, καὶ δεικνύντας ἡμῖν ὡς μεθ' ἡδονῆς δέχονται τοὺς ἡμετέρους λόγους, καὶ μετὰ τοῦτο πάλιν ἐπὶ τὸν ἱππόδρομον τρέχοντας, καὶ μείζονας τοὺς κρότους ἐπὶ τοὺς ἡνιόχους ἐπιδεικνυμένους καὶ ἀκάθεκτον τὴν μανίαν, καὶ μετὰ πολλοῦ τοῦ τόνου συντρέχοντας, καὶ πρὸς ἀλλήλους πολλάκις διαπληκτιζομένους καὶ λέγοντας, ὅτι ὁ μὲν τῶν ἵππων οὐ καλῶς ἔδραμεν, ὁ δὲ ὑποσκελισθεὶς κατέπεσεν, καὶ ὁ μὲν τούτῳ τῷ ἡνιόχῳ ἑαυτὸν προσνέμει, ὁ δὲ τῷ ἑτέρῳ·
 [02596]  ἡμεῖς μὲν, ἐπειδὴ εἰς τοῦτο ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, καθ' ἑκάστην ἡμέραν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν εἰς ὕψος ἐγείρομεν, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ὑμᾶς ἐνάγειν σπουδάζομεν·
000-00-00 Serial Number=0955638826
De Melchisedech Ante [Go Back]  
 [00027]  ∆υσερμήνευτός σοι τῷ τὴν πνευματικὴν ἔχοντι σοφίαν;
000-00-00 Serial Number=0419624686
De continentia Ante [Go Back]  
 [00018]  Οὐκοῦν ἐπειδὴ πάντες ἡμεῖς ἀγέλη Χριστοῦ, ἔστι δὲ πῶλος ἐν ἡμῖν ἀγαθὸς ὁ σωφρονέστατος Ἰωσὴφ τοῖς οὐρανίοις σκιρτήμασιν ἐπὶ τὸν ζῆλον τὸν ἑαυτοῦ τοὺς ὁμοδούλους παρακαλῶν, συγχορεύσωμεν τῷ καλῷ νεανίσκῳ τὴν πνευματικὴν χορείαν ἐπαινοῦντες αὐτοῦ τὴν σωφροσύνην μὴ λόγοις μόνον, ἀλλὰ καὶ τῇ μιμήσει τῶν ἔργων.
000-00-00 Serial Number=0761492789
De diabolo tentatore Ante [Go Back]  
 [00391]  Εὐλόγησον δὴ ἡμᾶς, ὦ πάτερ, εὐλογίαν πνευματικὴν, καὶ ἣν πάντες εὐχόμεθα λαβεῖν ἀεὶ, καὶ τὴν οὐ σοὶ μόνον, ἀλλὰ καὶ ἐμοὶ καὶ τούτοις πᾶσι χρησίμην·
000-00-00 Serial Number=0971911430
De incomprehensibili dei natura Ante [Go Back]  
 [00293]  Μετὰ δὲ τοὺς πρὸς ἐκείνους ἀγῶνας πάλιν διεδέξατο πατέρων παρουσία πνευματικῶν πολλῶν πολλαχόθεν ἐνταῦθα ἀφιγμένων, καὶ οὐδὲ τότε εὔκαιρον ἦν, ἁπάντων ἐκείνων καθάπερ τινῶν ποταμῶν εἰς τὴν πνευματικὴν ταύτην ῥεόντων θάλασσαν, τὸν ἡμέτερον ἐκτείνεσθαι λόγον·
 [01166]  Καὶ σκόπει μοι προφητῶν σύνεσιν καὶ πνευματικὴν σοφίαν.
000-00-00 Serial Number=0320086658
De mutatione nominum Ante [Go Back]  
 [00089]  οὕτω δὴ καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ' ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ταύτην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις;
 [00141]  οὕτω καὶ ἡμεῖς ἐποιήσαμεν, λαβόντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, ἐκαλέσαμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν·
000-00-00 Serial Number=0274767518
De nativitate Ante [Go Back]  
 [00025]  Σήμερον αἱ ἐκκλησίαι τῶν ὀρθοδόξων καθάπερ λειμῶνες ῥόδων καὶ κρίνων καὶ ἴων τὴν πνευματικὴν αὐτῶν εὐωδίαν τῷ θεῷ ἀναπέμπουσιν.
000-00-00 Serial Number=0600605309
De occursu domini Ante [Go Back]  
 [00029]  Μετάβα τοίνυν ἀπὸ σαρκὸς εἰς τὸ πνεῦμα, καὶ ἀπὸ τοῦ σωματικοῦ εἰς τὴν ἀναγωγὴν τοῦ πνεύματος, καὶ εὑρήσεις ἐκεῖ μὲν σαρκικὴν περιτομὴν, ἐνταῦθα δὲ πνευματικὴν, καὶ τῶν ἁμαρτημάτων κάθαρσιν.
000-00-00 Serial Number=0490950823
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00003]  Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν.
000-00-00 Serial Number=0903837621
De paenitentia sermo 2 Ante [Go Back]  
 [00181]  δεῦτε, οἱ δι' ἐμὲ πτωχεύσαντες τὴν πνευματικὴν πτωχείαν·
000-00-00 Serial Number=0350907207
De prophetiarum obscuritate Ante [Go Back]  
 [00024]  ∆υσερμήνευτός σοι τῷ πνευματικὴν ἔχοντι σοφίαν, τῷ τὰ ἀπόῤῥητα ῥήματα ἀκούσαντι, τῷ πρὸς τρίτον ἁρπαγέντι οὐρανόν;
000-00-00 Serial Number=0140008509
De sancta Droside martyre Ante [Go Back]  
 [00004]  τούτους καὶ ὁ καλὸς ποιμὴν οὗτος μιμούμενος, τὴν ἱερὰν ταύτην ἀγέλην, καὶ τὴν πνευματικὴν τοῦ Χριστοῦ ποίμνην πρὸς τὰς τῶν ἁγίων νομὰς ἤγαγε ταύτας τὰς πνευματικάς.
000-00-00 Serial Number=0819274426
De sancta pentecoste Ante [Go Back]  
 [00066]  εὐφροσύνην δὲ πνευματικὴν καὶ νοερὰν οὐδὲν ἄλλο ποιεῖ, ἀλλ' ἢ συνειδὸς πράξεων ἀγαθῶν·
000-00-00 Serial Number=0329267204
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00133]  ἐάν τε ἀκούσῃς, ἐάν τε μὴ ἀκούσῃς, οὐ παύσομαί σοι ἐπᾴδων ᾠδὴν πνευματικὴν, καταντλῶν τὰ τραύματα, ἵνα μὴ ἀκούσω κατὰ τὴν ἡμέραν ἐκείνην·
000-00-00 Serial Number=0093417287
De terrae motu Ante [Go Back]  
 [00002]  Εἰ καὶ ἡμᾶς ἡ ἀῤῥωστία ἐκώλυσε χορεῦσαι μεθ' ὑμῶν τὴν χορείαν τὴν πνευματικὴν, ἀλλ' ὑμᾶς ὁ κόπος τῆς ὁδοιπορίας οὐκ ἐξέλυσεν.
000-00-00 Serial Number=0106081784
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00567]  ἵν', ὅταν μέλλῃς ἁρπάζειν, ἢ πλεονεκτεῖν, ἢ τύπτειν ἕτερον, ἀναμνησθῇς ὅτι ταύτας μέλλεις ἀντὶ συνηγόρων πρὸς τὸν Θεὸν πέμπειν, καὶ διὰ τούτων τὴν θυσίαν ἀναφέρειν ἐκείνην τὴν πνευματικὴν, καὶ μὴ καταισχύνῃς αὐτὰς, μηδὲ ἀπαῤῥησιάστους ἐργάσῃ, τῇ διακονίᾳ τῆς πονηρᾶς ἐργασίας.
 [01430]  Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, λαμβάνοντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, καλοῦμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν·
 [06203]  οὕτω καὶ οἱ τὴν πνευματικὴν ὁδεύοντες ὁδὸν, ἂν μικρὸν ῥᾳθυμήσωσι, κατακρημνίζονται.
 [07234]  οὕτω δὴ καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ' ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ἐκείνην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις;
 [07587]  Εἰ τοίνυν Παῦλος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι·
 [08137]  Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην [63.817] ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι·
 [08157]  Εἰ τοίνυν Παῦλος, ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ τῆς γῆς φαινόμενος, καθ' ἑκάστην [63.817] ἐσπούδαζε τὴν ἡμέραν κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι·
 [08388]  Οὐ τούτῳ δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὑτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα.
000-00-00 Serial Number=0590244055
Expositiones in Psalmos Ante [Go Back]  
 [01135]  Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ οὐδὲν γὰρ κωλύει πάλιν εἰς αὐτὸν καταφυγεῖν τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τοῦτο ἐστεφάνωσε, τὸ ἐν καιρῷ πειρασμοῦ καὶ νόσου καὶ πενίας ἀπερίτρεπτον φανῆναι τὴν γνώμην, ἄσειστον τὴν διάνοιαν, τὸ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
 [07168]  Ἐπεὶ οὖν ἐδέχοντο τὴν πνευματικὴν χάριν, τοιαῦτα καὶ ἠρεύγοντο.
000-00-00 Serial Number=0258789957
Fragmenta in Job Ante [Go Back]  
 [00181]  Τό γε μὴν τῇ τῶν ζώων ἐν διαφόρῳ γένει καταγραφῇ, πνευματικὴν θεωρίαν ἐπάγειν, ὀνειροκριτικὸν ἅμα καὶ περιττόν.
 [00492]  Ἐπεὶ καὶ τὸν μακάριον Ἰὼβ τοῦτο μάλιστα λαμπρὸν ἀπέφηνε, τοῦτο ἀνεκήρυξε, τὸ ἐν καιρῷ πειρασμοῦ, καὶ νόσου, καὶ πενίας, ἀπερίτρεπτον φανῆναι καὶ ἄσειστον τὴν διάνοιαν, τὰ εὐχαριστήρια τῷ Θεῷ ἀνενεγκεῖν ῥήματα, καὶ τὴν πνευματικὴν ἐκείνην θυσίαν.
000-00-00 Serial Number=0827554107
Fragmenta in Proverbia Ante [Go Back]  
 [01799]  Εἶτα κατὰ πνευματικὴν θεωρίαν, τὴν ἀνθρωπότητα νόει, παραλαμβανομένην ἐκ τοῦ κατ' ἀντικρὺ τόπου τοῦ παραδείσου, ἵνα ἀγαλματοφοροῦσα εἰς τὸν παράδεισον εἰσέλθῃ.
000-00-00 Serial Number=0585556090
Homilia de capto Eutropio Ante [Go Back]  
 [00926]  Ἔδωκεν αὐτῇ ἁμαρτημάτων συγχώρησιν, κολάσεως ἄφεσιν, δικαιοσύνην, ἁγιασμὸν, ἀπολύτρωσιν, σῶμα δεσποτικὸν, τράπεζαν θείαν, πνευματικὴν, νεκρῶν ἀνάστασιν.
000-00-00 Serial Number=0356166840
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00078]  Ποίας γὰρ ἡμέρας οὐ γέγονε φαιδροτέρα ἡ νὺξ αὕτη, ἐν τοσαύτῃ χαρᾶς ὑπερβολῇ σκιρτώντων ἁπάντων, χαρὰν ἐχόντων πνευματικὴν, τοσούτων ἐκχυθέντων δήμων, καὶ τὴν ὁδὸν καὶ τὴν ἀγορὰν ἐπικλυσάντων;
 [00118]  Ἐπεὶ οὖν καὶ εἰς τὴν ἐπιοῦσαν ἐκταθῆναι δεῖ τὴν πανήγυριν ἡμῖν τὴν πνευματικὴν, τὴν αὐτὴν σπουδὴν πάλιν ἐπιδειξώμεθα, ἵνα ὥσπερ σήμερον τὴν φιλόχριστον ταύτην μετὰ τῆς πόλεως εἴδομεν, οὕτως αὔριον τὸν θεοφιλῆ βασιλέα μετὰ τοῦ στρατοπέδου θεασώμεθα παραγινόμενον, καὶ τὴν αὐτὴν προσάγοντα τῷ Θεῷ θυσίαν τὴν ἀπὸ τῆς εὐλαβείας, τὴν ἀπὸ τοῦ ζήλου, τὴν ἀπὸ τῆς πίστεως·
000-00-00 Serial Number=0597984493
Homilia in martyres Ante [Go Back]  
 [00040]  Ἐννόησον ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων ἀκρόασιν, μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας.
000-00-00 Serial Number=0149081826
In Acta apostolorum Ante [Go Back]  
 [01872]  ∆ιὰ τοῦτο καὶ ἅγιος οὗτος ὁ κορυφαῖος τοῦ μακαρίου χοροῦ, ὁ ἐραστὴς τοῦ Χριστοῦ, ὁ σφοδρὸς μαθητὴς, ὁ τὰς κλεῖς πιστευθεὶς τῶν οὐρανῶν, ὁ τὴν ἀποκάλυψιν δεξάμενος τὴν πνευματικὴν, καταστείλας αὐτοὺς τῷ φόβῳ, καὶ δείξας μεγάλων ἠξιωμένους, καὶ ποιήσας ἀξιοπίστους, τότε καὶ περὶ ἐκείνου διαλέγεται.
 [09999]  Ἐπὶ τὴν πνευματικὴν ἀνάγει μαρτυρίαν αὐτούς.
000-00-00 Serial Number=0853638947
In Eutropium Ante [Go Back]  
 [00022]  ∆ιὸ ταύτην τὴν πνευματικὴν ῥῆσιν ἐπᾴδομεν συνεχῶς ἐπιλέγοντες·
000-00-00 Serial Number=0103920221
In Genesim sermo 3 Ante [Go Back]  
 [00070]  τὸν θύσαντα ἀντὶ Θεοῦ τοῖς γλυπτοῖς, ἢ τὸν ἀπὸ τῶν βωμῶν καὶ τῶν ξοάνων ἐξαρπαγέντα, καὶ εἰς υἱοθεσίαν πνευματικὴν ἀνακραθέντα;
000-00-00 Serial Number=0948718488
In Joannem Ante [Go Back]  
 [00033]  Τούτῳ τῷ ἀποστόλῳ αἱ ἄνωθεν δυνάμεις παρεστήκασιν, ἐκπληττόμεναι τὸ κάλλος αὐτοῦ τῆς ψυχῆς καὶ τὴν σύνεσιν, καὶ τὴν ὥραν τῆς ἀρετῆς, δι' ἧς καὶ αὐτὸν ἐπεσπάσατο τὸν Χριστὸν, καὶ τὴν πνευματικὴν εἴληφε χάριν.
 [01786]  Οὐδὲ γὰρ διὰ τοῦτο ἡμᾶς ἐπὶ τὴν πνευματικὴν ταύτην καὶ φρικτὴν τῶν μυστηρίων ἐκάλεσε κοινωνίαν, ἵνα μετὰ τῆς προτέρας εἰσερχώμεθα κακίας, ἀλλ' ἵνα ἀποδυσάμενοι τὴν αἰσχρότητα, μεταμφιασώμεθα ἃ τοὺς ἐν τοῖς βασιλείοις ἑστιωμένους ἠμφιάσθαι χρή.
 [04365]  Ἤκουσε γεννήσεως πνευματικῆς, καὶ οὐκ ἐνόησε πνευματικὴν, ἀλλ' εἰς τὴν ταπεινότητα τῆς σαρκὸς καθείλκυσε τὸ εἰρημένον, καὶ μέγα δόγμα οὕτω καὶ ὑψηλὸν τῆς φυσικῆς ἀκολουθίας ἐξήρτησεν.
000-00-00 Serial Number=0564897418
In Kalendas Ante [Go Back]  
 [00242]  Ἂν ἐθέλωμεν προσέχειν, διὰ παντὸς τοῦ βίου τὴν πνευματικὴν ταύτην ἐμπορευσόμεθα πραγματείαν, κἂν πρίασθαί τι, κἂν ἀποδόσθαι δέῃ·
000-00-00 Serial Number=0452139437
In Psalmos 101-107 Ante [Go Back]  
 [01791]  ∆ιὰ τούτων γὰρ, ὥσπερ διά τινων νεφε λῶν, τὴν πνευματικὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρει·
000-00-00 Serial Number=0020576954
In Psalmum 094 Ante [Go Back]  
 [00004]  Καὶ ἡμᾶς ὁ μελῳδὸς ∆αυῒδ διὰ τῆς πυκτίδος πανηγυρικὸν ἠχήσας μέλος, ἐπὶ τὴν πνευματικὴν ταύτην εὐωχίαν ἤγαγε σήμερον.
000-00-00 Serial Number=0312273681
In Psalmum 145 Ante [Go Back]  
 [00233]  ἀλλ' ἐν τοῖς δεσμοῖς ὢν, ἐν τῷ ξύλῳ ὢν, ἐν ταῖς πληγαῖς, εὐθέως αὐτὸν ἐμυ σταγώγησε, καὶ μετ' ἐκείνου τὴν οἰκίαν ἅπασαν, καὶ μετὰ τὸ πνευματικὸν λουτρὸν, καὶ μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, παρέθηκεν αὐτῷ καὶ τὴν σαρκικήν.
000-00-00 Serial Number=0383655667
In Samaritanam Ante [Go Back]  
 [00049]  Θήραν εἶχε πνευματικὴν, δι' ἣν καὶ ἀπῆλθεν εἰς τὸν τόπον, ἐξ οὗ εἶχε τὴν θήραν ἑλκύσαι.
 [00066]  Καὶ διὰ τοῦτο ὥραν ἕκτην ἀπῆλθεν ὁ Κύριος, ὅτε ἐγίνωσκεν, ὅτι ἀπέρχεται κομίσαι τὸ ὕδωρ, καὶ δύναται θηρεῦσαι τὴν πνευματικὴν ταύτην θήραν.
 [00079]  δι' ὑδάτων βούλο μαι θηρεῦσαι τὴν πνευματικὴν ταύτην ἁλείαν.
000-00-00 Serial Number=0517593205
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00248]  ἐμπορίαν πνευματικὴν ἐμπορευσώμεθα, μηδὲν πλέον τῆς χρείας ἐπιζητῶμεν.
000-00-00 Serial Number=0509030104
In diem natalem Ante [Go Back]  
 [00276]  σὺ κράζεις, εἰπέ μοι, καὶ θορυβῇ πρὸς τὴν πνευματικὴν ταύτην ἐστίασιν;
000-00-00 Serial Number=0042470872
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00279]  Ὁ δὲ Θεὸς τῶν οἰκτιρμῶν καὶ Πατὴρ πάσης παρακλήσεως, παρακαλέσει τὰς καρδίας πάντων ἡμῶν, καὶ τῶν τὰ τοιαῦτα ὀδυνωμένων, καὶ τῶν ἑτέρᾳ λύπῃ κατεχομένων, καὶ ἀθυμίας ἀπαλλαγῆναι δῴη πάσης, καὶ πνευματικὴν καρπώσασθαι χαρὰν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν·
 [03507]  ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ ἐπειγώμεθα πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, καὶ πνευματικὴν συναγαγεῖν ἐμπορίαν (ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, ὅτι Ἡ ἀγάπη τοῦ Θεοῦ συνέχει ἡμᾶς·
 [04509]  Ἀλλ' οὔτε ὁ τὴν πολιτικὴν ἀρχὴν μετιὼν, οὔτε ὁ τὴν πνευματικὴν, δυνήσονται καλῶς ταύτας μεταχειρίζειν, εἰ μὴ πρότερον ἑαυτῶν ἄρξαιεν, ὡς χρὴ, καὶ τοὺς ἑκατέρους νόμους τῆς πολιτείας φυλάξαιεν μετὰ ἀκριβείας ἁπάσης.
 [07835]  Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν τὴν πνευματικὴν, εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινε δὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήμους πίστιν ἔχοντας, λύων τὴν ἀπορίαν φησὶν, Εἰ μή τι ἀδόκιμοί ἐστε, εἰ μὴ βίον διεφθαρμένον ἔχετε.
000-00-00 Serial Number=0856394172
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01945]  τουτέστι, τὴν γνῶσιν, ἣν ἔχομεν περὶ τῶν κατὰ τὴν πίστιν πραγμάτων, πνευματικὴν ἔχομεν, ὥστε εἰκότως ὑπ' οὐδενὸς ἀνακρινόμεθα.
 [03828]  Ἐπειδὴ δὲ τὰ χρώματα τῆς ἀληθείας ἔλαβε καὶ τὴν πνευματικὴν ἐμπειρίαν, οὐκέτι ἀνδρὸς ἐγένοντο αἱ χεῖρες αὗται, ἀλλὰ πνευματικαὶ, καθ' ἑκάστην ἡμέραν δεσμούμεναι ἁλύσεσι·
 [09787]  ὅτι χάριν ἔλαβε πνευματικὴν ὁ ἀδελφός;
 [09802]  ἵνα πνευματικὴν ἀναλαβόντες ἰσχὺν, καὶ τὸν παρόντα διανύσωμεν ἀγῶνα, καὶ τῶν μελλόντων ἐπιτύχωμεν στεφάνων·
000-00-00 Serial Number=0359387457
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03255]  ἐπὶ γὰρ τὴν τράπεζαν αὐτοῦ τὴν πνευματικὴν οὐκ ἀπαξιοῖ καλεῖν αὐτοὺς, καὶ μεταδοῦναι τῆς εὐωχίας ἐκείνης·
000-00-00 Serial Number=0453618050
In epistulam ad Colossenses Ante [Go Back]  
 [04245]  καὶ πολλῷ θαυμασιώτερον, τὴν διάχυσιν ἐπιστρέψει τὴν διαῤῥέουσαν καὶ ψυχρὰν ἐπιθυμίαν, καὶ ἐπὶ τὴν πνευματικὴν μεταστήσει.
000-00-00 Serial Number=0048794925
In epistulam ad Ephesios Ante [Go Back]  
 [02230]  Εἰσῆλθεν εἰς δεσμωτήριον ἡ Παύλου ἅλυσις, καὶ ἐκκλησίαν εἰργάσατο πάντα τὰ ἐκεῖ, καὶ σῶμα Χριστοῦ πάντας ἐποίησε, καὶ τράπεζαν ἔθηκε τὴν πνευματικὴν, καὶ ὠδῖνας ἔτεκεν, ἐφ' αἷς ἄγγελοι χαίρουσι.
000-00-00 Serial Number=0567158341
In epistulam ad Romanos Ante [Go Back]  
 [02492]  ∆εικνὺς γὰρ αὐτοῦ τὴν μεγαλόνοιαν καὶ τὴν πνευματικὴν διάνοιαν, οὐχ ἁπλῶς εἶπε, Τῷ πιστεύοντι, ἀλλὰ, Τῷ πιστεύοντι ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ.
 [03207]  Ἵν' οὖν διὰ τῆς πείρας μάθωμεν τὴν πνευματικὴν ταύτην εὐφροσύνην καὶ τὸν μακάριον βίον καὶ τὸν θησαυρὸν τῶν μυρίων ἀγαθῶν, πάντα ἀφέντες ἐκείνης ἐχώμεθα τῆς ἀγάπης, καὶ εἰς εὐφροσύνην ἡμετέραν καὶ εἰς δόξαν τοῦ ποθουμένου Θεοῦ·
 [03813]  Μάθε παρὰ τοῦ καλοῦ φυτουργοῦ, τοῦ τὰ τοιαῦτα ἀκριβῶς ἐπισταμένου, καὶ τὴν ἄμπελον τὴν πνευματικὴν θεραπεύοντος, καὶ τὴν οἰκουμένην γεωργοῦντος ἅπασαν.
 [04740]  Πάλιν κἀνταῦθα τὴν πνευματικὴν διάνοιαν λέγει, ὥσπερ οὖν καὶ προϊών φησιν, Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος·
000-00-00 Serial Number=0287885964
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00029]  καὶ ἅπερ σήμερον γράφων Ῥωμαίοις διελέγετο, ταῦτα εἰς μέσον ἀγαγόντες ἀναπολήσωμεν, καὶ διὰ μακροῦ τοῦ χρόνου τὴν ἑστίασιν τὴν πνευματικὴν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ.
 [00156]  Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες τοῦτο ποιοῦσιν, ἀλλ' ὁ κοινὸς ∆εσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπορεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπομονῆς λαβεῖν τὸν μισθόν.
000-00-00 Serial Number=0735749483
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00213]  Τί γὰρ δεῖ τῆς τῶν λόγων κατασκευῆς, τῶν πραγμάτων βοώντων, καὶ ἡλίου φανερώτερον δεικνύντων τὰ ἀγαθὰ, ἃ μετὰ τὴν ὠδῖνα τῆς Παρθένου τὴν θαυμαστὴν ἐκείνην, καὶ πνευματικὴν, καὶ τὴν οἰκονομίαν, καὶ τὴν σάρκωσιν, τὴν οἰκουμένην κατέλαβεν ἅπασαν;
000-00-00 Serial Number=0249519765
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00025]  ∆ιὰ τοῦτο, ὅσον ὠδυνήθην τότε, τοσοῦτον νῦν χαίρω, ὁρῶν τὴν ἄμπελον ἡμῖν τὴν πνευματικὴν τῷ καρπῷ βριθομένην.
 [00046]  Πηγὴν εὑρόντες πνευματικὴν ἐκ τῆς Παύλου σοφίας ἐξιοῦσαν, ὥσπερ ὑπό τινος φλεβὸς τῆς ῥήσεως χειραγωγούμενοι, πρὸς τὴν ῥίζαν αὐτὴν ἀναβῶμεν τοῦ νοήματος.
 [00268]  Ῥῆσις ἦν ἀποστολικὴ, πολλὴν ἡμῖν τότε παρασχοῦσα τροφὴν πνευματικὴν, ἧς μέρος μὲν ἐνεθήκαμεν ὑμῶν τῇ διανοίᾳ, μέρος δὲ εἰς τὴν παροῦσαν ἡμέραν ἀνεβαλλόμεθα, ὥστε μὴ τῷ πλήθει τῶν λεγομένων καταχῶσαι τῆς μνήμης τῆς ὑμετέρας τὴν δύναμιν.
 [00769]  ἐπειδὴ γὰρ τοὺς ἐκ τῆς οἰκουμένης ἁπάσης κατὰ διαφόρους καιροὺς εὐδοκιμηκότας ἐπὶ κοινήν τε καὶ πνευματικὴν εὐωχίαν ἐκάλεσε, τοὺς ἤδη φθάσαντας καὶ προαπελθόντας κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν' οὕτω κοινῇ παραγενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται.
000-00-00 Serial Number=0073626399
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00108]  ὑμεῖς δὲ ἐπὶ τὴν πνευματικὴν ταύτην μέλλοντες ἀπαντᾷν ὑπηρεσίαν, περιορᾶτε τοὺς ὁμοδούλους τοῦ κέρδους ἀποστερουμένους.
000-00-00 Serial Number=0692554057
In infirmos Ante [Go Back]  
 [00004]  ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμενος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ νῦν ἔκτεινόν σου τὴν ἀόρατον καὶ πνευματικὴν δεξιὰν καὶ ἀνάστησον τὸ πλάσμα σου ἐκ τῆς πλάνης ταύτης.
000-00-00 Serial Number=0999528408
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00077]  Κατάλιπε τὴν σωματικὴν ματαίαν ἐλπίδα, καὶ περίβλεψαι τὴν πνευματικὴν μερίδα·
000-00-00 Serial Number=0274833381
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00002]  Πάλιν ὁ ἡμέτερος Ἰωάννης, ὦ Ἐφέσιοι, μᾶλλον δὲ πάσης τῆς οἰκουμένης διδάσκαλος, τὴν πνευματικὴν σαγήνην ἐξήπλωσε, καὶ πάντας ἡμᾶς ἐκ διαφόρων τόπων συνήγαγεν, οὐχ ἵνα αὐτὸν στεφάνοις ῥόδων τιμήσωμεν, ἀλλ' ἵνα αὐτὸν ἀγαθοῖς ἔργοις καὶ δικαίοις σεμνύνωμεν.
000-00-00 Serial Number=0797734380
In parabolam de filio prodigo Ante [Go Back]  
 [00188]  Ἐπίστασθε τὴν πνευματικὴν εὐφροσύνην, οἱ ταύτης γευσάμενοι καὶ μεμνημένοι τῶν φρικτῶν μυστηρίων, τῶν λειτουργῶν τῆς θείας ἱερουργίας, τῶν μιμουμένων τὰς τῶν ἀγγέλων πτέρυγας ταῖς λεπταῖς ὀθόναις ταῖς ἐπὶ τῶν ἀριστερῶν ὤμων κειμέναις, καὶ ἐν τῇ ἐκκλησίᾳ περιτρεχόντων καὶ βοώντων·
000-00-00 Serial Number=0370083630
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00018]  Μὴ τοίνυν ἀποκάμωμεν πρὸς τὴν πνευματικὴν ταύτην εὐπορίαν·
000-00-00 Serial Number=0667379141
In principium Actorum Ante [Go Back]  
 [00134]  ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευματικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑμετέραν ἀκρόασιν.
 [00258]  ἀλλ' ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν οἱ πιστεύσαντες ἅπαντες.
 [00733]  ἐκτεινόμενον γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν ποιεῖ·
 [00913]  Εἰκότως ἄρα ὑπατείαν πνευματικὴν ἐκαλέσαμεν τὴν ἀποστολήν.
000-00-00 Serial Number=0419962823
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00143]  Μάθε τοίνυν τὴν παντευχίαν αὐτῶν τὴν πνευματικὴν, καὶ μέγιστα κερδάνας ἀναχωρήσεις ἐντεῦθεν.
000-00-00 Serial Number=0166301131
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00094]  [26] Τὸ δὲ δὴ Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ φησι μὲν ὁ μακάριος Ἰωάννης καὶ σωματικῶς πεφυλάχθαι, μὴ κατεαγέντων αὐτοῦ τῶν σκελῶν, ἔχει δὲ καὶ τὴν πνευματικὴν δήλωσιν, ὅτι τὸ στερρὸν τὸ ἐν αὐτῷ διέμενεν ἀήττητον, καὶ διὰ τοῦτο φθορὰ τοῦ σώματος οὐχ ἥψατο, στερροτάτην καὶ ἀσύντριπτον σχόντος τὴν ὑποβάθραν, διὰ τὸ θείως καὶ μὴ σαρκικῶς συστῆναι τὸ σῶμα καὶ θεῖαν ἐσχηκὸς τὴν γέννησιν μὴ ὑποκεῖσθαι τῇ τῶν ἀνθρώπων φθορᾷ.
000-00-00 Serial Number=0102518141
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00126]  [17.3] Ἐγὼ δὲ οὐδὲ τούτοις τοῖς λόγοις ἀπιστῶ, νομίζω δέ, ὃ καὶ μᾶλλον πεπίστευκα, διὰ τὴν τοῦ πάσχα πνευματικὴν ἑορτὴν ἀρχὴν καὶ κεφαλὴν καὶ πρώτην ἡγεμονίαν παντὸς τοῦ χρόνου καὶ αἰῶνος νενομίσθαι τόνδε τὸν μῆνα τοῦ πάσχα ἐν ᾧ τὸ μέγα τοῦτο τελεσιουργεῖται καὶ ἱερουρ γεῖται μυστήριον, ἵνα ὡς ὁ Κύριος τῶν πάντων νοητῶν τε καὶ ἀοράτων πρωτόγονός ἐστι καὶ πρωτότοκος ἀπ' ἀρχῆς, οὕτως καὶ ὅδε ὁ μὴν ὁ τὴν ἱερὰν τετιμημένος τελετὴν πρῶτος γεγένηται τοῦ ἐνιαυτοῦ καὶ παντὸς αἰῶνος ἀρχή.
 [00205]  εἰκόνα σωματικῶς ἐμορφοῦτο, πνευματικὴν μὲν ἔχων τὴν ἀνατολήν, σωματικὴν δὲ προσλαμβάνων τὴν μόρφωσιν.
000-00-00 Serial Number=0205671310
In venerabilem crucem sermo Ante [Go Back]  
 [00021]  Βούλομαι σήμερον ὑμῖν τράπεζαν παραθεῖναι πνευματικὴν, οὐ σῶμα τρέφουσαν, ἀλλὰ πνεῦμα τειχίζουσαν, μᾶλλον δὲ καὶ σῶμα τρέφουσαν, καὶ ψυχὴν ἀποσμήχουσαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»