0345-0407 - Iohannes Chrysostomus - De occursu domini
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De occursu domini, de deipara et Symeone

[00001]    ΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα, λόγος.

50.807

[00002]    Οὐ μόνον φορεῖ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλὰ καὶ κατὰ νόμον περιτέμνεται, ἵνα περιέλῃ τῆς Ἰουδαϊκῆς ἀπιστίας τὴν πρόφασιν.

[00003]    Ἔρχεται γὰρ πρὸς νόμον ὑπὲρ νόμου, ἵνα τοὺς μαθητὰς ἐλευθερώσῃ διὰ τῆς πίστεως τοῦ νόμου·

[00004]    καὶ λαμβάνει σάρκα, καὶ περιτέμνεται μετὰ Ἰουδαίων.

[00005]    Ἐκοινώνησε σαρκὸς, ἐκοινώνησε καὶ περιτομῆς·

[00006]    ἐβεβαίωσε τὴν συγγένειαν, ἵνα μὴ ἀρνήσωνται τὸν ἐρχόμενον ἐκ σπέρματος ∆αυῒδ Χριστὸν, ὃν καὶ προσεδόκων·

[00007]    ἔδειξε τὸ τεκμήριον τῶν συγγενείας.

[00008]    Εἰ γὰρ καὶ περιτεμνομένου αὐτοῦ ἔλεγον·

[00009]    Οὐκ οἴδαμεν πόθεν ἐστίν·

[00010]    εἰ μὴ περιετμήθη κατὰ σάρκα, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις.

[00011]    Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, ἦν Ἰησοῦς ἐκδεχόμενος τὴν αὔξησιν τοῦ ὀργάνου.

[00012]    Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι ὀκτώ·

[00013]    κελεύει γὰρ ὁ νόμος, τῇ ὀγδόῃ περιτέμνειν, καὶ ἐὰν ἀπαντήσῃ ἡ ὀγδόη, παρέρχεται εἰς μέσον ὁ ἰατρὸς καὶ μεταχειρίζεται τὸ σιδήριον, καὶ ἐργάζεται τὴν τέχνην·

[00014]    καὶ ἀργεῖ τὸ σάββατον διὰ τὴν περιτομήν.

[00015]    Ἐρωτήσωμεν τοίνυν Ἰουδαίους·

[00016]    Ἄνεσις τὸ σάββατον·ἀργία τελεία ἡ ἡμέρα·

[00017]    τίνος ἕνεκεν ἐκβάλλει ἡ ὀγδόη τὴν ἑβδόμην;

[00018]    διὰ τί ἡ ὀγδόη γίνεται ἐπάνω τῆς ἑβδόμης;

[00019]    Ἀλλὰ Ἰουδαῖοι μὲν τὰ Ἰουδαϊκὰ οὐκ οἴδασιν·ἡ δὲ Ἐκκλησία τοῦ Χριστοῦ τὸν Χριστὸν οἶδε καὶ τὰ Ἰουδαϊκὰ μαθήματα.

[00020]    Περιτέμνεται γὰρ τὸ παιδίον

[00021]    [50.808] τῇ ὀγδόῃ, ἐπειδὴ ἔμελλε τῇ ὀγδόῃ ἡ ἀνάστασις, ἤγουν ἡ Κυριακὴ περιτομὴ εἶναι παντὸς τοῦ κόσμου.

[00022]    ∆ιὰ τί γὰρ μὴ προσέταξε Μωϋσῆς περιτέμνειν τῇ ἕκτῃ;

[00023]    διὰ τί μὴ τῇ ἐννάτῃ ἢ τῇ δεκάτῃ;

[00024]    Φανερὰ τοίνυν ἡ ὀγδόη καθ' ἣν ἀνίσταται ὁ Κύριος.

[00025]    Εἴ τις οὖν μὴ πιστεύει τῇ ἀναστάσει, ἀπερίτμητός ἐστι τῇ καρδίᾳ, διὰ τῆς ἀπιστίας ἀλλοτριούμενος τοῦ Θεοῦ.

[00026]    Ἡ δὲ περιτομὴ, τῆς πίστεως ἀληθής ἐστι γνῶσις καὶ αἴσθησις.

[00027]    ∆ιὰ τοῦτο, ἀγαπητὲ, ἡ περιτομὴ τοῖς πιστοῖς λόγῳ ἁγίου βαπτίσματος παραδίδοται·

[00028]    τὸ δὲ ἅγιον βάπτισμα τύπος ἐστὶ τῆς Χριστοῦ ἀναστάσεως.

[00029]    Μετάβα τοίνυν ἀπὸ σαρκὸς εἰς τὸ πνεῦμα, καὶ ἀπὸ τοῦ σωματικοῦ εἰς τὴν ἀναγωγὴν τοῦ πνεύματος, καὶ εὑρήσεις ἐκεῖ μὲν σαρκικὴν περιτομὴν, ἐνταῦθα δὲ πνευματικὴν, καὶ τῶν ἁμαρτημάτων κάθαρσιν.

[00030]    Ὀγδόη δέ ἐστιν ἡ περιτομή·

[00031]    ἡ δὲ ὀγδόη ἐστὶ καὶ ἡ ἀνάστασις·

[00032]    τῆς δὲ ἀναστάσεως τύπος τὸ βάπτισμα·

[00033]    ἀπὸ τῶν μικρῶν εἰς τὰ μείζονα, ἀπὸ τῶν σωματικῶν εἰς τὰ πνευματικώτερα.

[00034]    Ἔλθωσι τοιγαροῦν οἱ Ἰουδαῖοι καὶ προκόψωσιν·

[00035]    δεῖ γὰρ προκόψαι ἀπὸ τῶν σαρκικῶν, καὶ μὴ ἐν αὐτοῖς ἐναπομεῖναι.

[00036]    Ὁ μὲν οὖν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μὴ ἐλθὼν καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, μετὰ Ἰουδαίων περιετμήθη, Φησὶν οὖν ὁ εὐαγγελιστής·

[00037]    Ἐπληρώθησαν αὐτῷ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

[00038]    Ἡμεῖς μὲν γὰρ καλούμεθα μετὰ τὸ τεχθῆναι, Ἰησοῦς δὲ καλεῖται πρὸ τοῦ τεχθῆναι·

[00039]    ἦν γὰρ πρὸ τοῦ συλληφθῆναι.

[00040]    Ἰησοῦς δὲ ἐκλήθη, ἐπειδὴ σωτῆρος εἶχε [50.809] τὸ ἔργον.

[00041]    Καὶ ὅτε ἐπληρώθησαν.

[00042]    φησὶν, αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, κατὰ τὸν νόμον Μωϋσέως.

[00043]    Τίνος καθαρισμοῦ;

[00044]    Τῆς Μαρίας καὶ τοῦ Ἰωσήφ·

[00045]    ἐκέλευσε γὰρ ὁ νόμος τὴν νεοτόκον γυναῖκα καθαρίζεσθαι, καὶ τηρεῖν τὰς ἡμέρας, καὶ ἀπρόϊτον εἶναι.

[00046]    Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωϋσέως καίτοι οὐκ ἀνάγκην εἶχεν ἡ Παρθένος, ἀλλ' ὅμως ὁ νόμος ἐπληροῦτο, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα, παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.

[00047]    Ὅπου καθαρισμὸς σωματικὸς, Κατὰ τὸν νόμον, φησὶν, Μωϋσέως·

[00048]    ὅπου παράστασις τοῦ ἁγίου, Καθὼς γέγραπται, φησὶν, ἐν νόμῳ Κυρίου·

[00049]    οὐχ ὅτι καὶ ὁ νόμος Μωϋσέως οὐκ ἦν νόμος Κυρίου·

[00050]    ὅσα γὰρ λαλεῖ προφήτης Πνεύματι ἁγίῳ διαλεγόμενος, οὐκ αὐτὸς λαλεῖ ἀλλ' ὁ Κύριος ὑποβάλλει·

[00051]    ὅμως δὲ καὶ ὁ καθαρισμὸς ἐπειδὴ τύπον εἶχε σωματικὸν, λέγει, Μωϋσέως νόμον·

[00052]    ἐπειδὴ δὲ τὸ πρωτότοκον παρίστατο, λέγει, κατὰ τὸν νόμον Κυρίου, τιμῶν τὸ γεννώμενον·

[00053]    Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου·

[00054]    πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται.

[00055]    Ὁ λόγος οὖν οὗτος καὶ ὁ νόμος ὅλος καὶ ἡ αἰτία τοῦ νόμου διὰ τὸν μέλλοντα διανοίγειν μήτραν ἐτίθετο.

[00056]    Ὅλα γὰρ τὰ πρωτότοκα τῶν ζώων καὶ τῶν ἀνθρώπων οὐδέποτε διήνοιξαν μήτραν, ἀλλ' ἦν πρωτότοκα μόνον·

[00057]    ὃν δὲ Παρθένος ἐγέννησεν, αὐτὸς μόνος διήνοιξε μήτραν.

[00058]    Ὅρα μοι τοίνυν ὅλου τοῦ νόμου τὴν διατύπωσιν διὰ τὸν μέλλοντα μόνον ἐκ παρθένου γεννᾶσθαι.

[00059]    Πόθεν δὲ Ἰουδαίοις ταύτην νοῆσαι δυνατὸν ἦν;

[00060]    σαρκικοὶ γὰρ ὑπάρχοντες, τὰ νοήματα τῆς πνευματικῆς παρακολουθήσεως πλεῖστον ὅσον ἀπέχουσι νοῆσαι.

[00061]    Εἶτα ἀνέρχονται τοῦ δοῦναι θυσίαν, Κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν.

[00062]    Ἐγένετο δὲ καὶ ταῦτα τυπικῶς κατὰ τὸν νόμον, ἵνα μηδὲν ἐλλείψῃ εἰς συμπλήρωσιν τοῦ νόμου.

[00063]    Ταῦτα αἰνίγματά εἰσι νομικά·

[00064]    ἔλθωμεν δὲ εἰς τὴν εὐαγγελικὴν ἐξήγησιν·

[00065]    Καὶ ἰδοὺ ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών·

[00066]    καὶ ὁ ἄνθρωπος ἐκεῖνος δίκαιος καὶ εὐλαβής·

[00067]    καὶ ἦν Πνεῦμα Θεοῦ ἐπ' αὐτόν.

[00068]    Οὗτος ἦν κεχρηματισμένος ὑπὸ τοῦ ἁγίου Πνεύματος μὴ πρότερον τελέσαι τὸν βίον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου.

[00069]    Πρεσβύτης ἦν ὁ Συμεὼν, καὶ ἐξεδέχετο τὴν εὐαγγελίαν·

[00070]    ἔμενεν ἐν τῷ ναῷ, ἔσω ἐκεῖνο λέγων παρ' ἑαυτῷ·

[00071]    Ὅπου ἐὰν γεννηθῇ, πάντως ἐνταῦθα ἀπαντᾷ.

[00072]    Οὗτος ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν κατ' ἐκείνην τὴν ὥραν, ὅτε οἱ γονεῖς τὸν παῖδα προσῆγον.

[00073]    Πολλάκις μὲν γὰρ ἤρχετο, ἀλλὰ κατ' ἰδίαν πρόφασιν·

[00074]    τότε δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος χειραγωγηθεὶς εὐκαίρως ἔρχεται πρὸς τὴν ἀποπλήρωσιν τῆς ἐπαγγελίας.

[00075]    Οὗτος ἐδέξατο ἐν ταῖς ἀγκάλαις αὐτοῦ τὸν Ἰησοῦν, καὶ εὐλόγησε τὸν Θεὸν, καὶ εἶπε·

[00076]    Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ.

[00077]    Πόθεν ἀπολύεις;

[00078]    Ἐκ τοῦ βιωτικοῦ σκάμματος·

[00079]    λυπηρὰ γὰρ τὰ πράγματα, δεσμωτήριον ὁ βίος.

[00080]    Ἐκεῖνος μὲν οὖν ἀπολυθῆναι ἤθελεν·

[00081]    εἴ τις δὲ ζημίαν ἡγεῖται τὴν ἐντεῦθεν ἀναχώρησιν, οὗτος οὐδέπω τέλειός ἐστιν τὴν πίστιν.

[00082]    Ὅμως ἔλεγε·

[00083]    Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ.

[00084]    Ὁ γὰρ μέλλων ποιεῖν εἰρήνην τῷ κόσμῳ παρεγένετο·

[00085]    ὁ εἰρηνοποιὸς ἐλήλυθεν, ὁ συνάπτων τὸν οὐρανὸν τῇ γῇ, καὶ κατασκευάζων τὴν γῆν οὐρανὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, παραγέγονε.

[00086]    Συμεὼν βοᾷ·

[00087]    Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ·

[00088]    ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, φησί.

[00089]    Τί ἐστιν ὃ λέγει;

[00090]    Πρότερον μὲν γὰρ ἐπίστευον τῇ διανοίᾳ, καὶ τῷ λογισμῷ ἐγίνωσκον·

[00091]    νῦν δὲ εἶδον καὶ οἱ ὀφθαλμοί μου·

[00092]    καὶ ὃ τῇ καρδίᾳ προσεδόκησα, ἰδοὺ εἶδον οἱ ὀφθαλμοί μου τετελειωμένον.

[00093]    Τί δέ;

[00094]    Εἶδον, φησὶ, τὸ σωτήριόν σου.

[00095]    Ποῖον;

[00096]    Ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, οὐ τοῦ λαοῦ τοῦ ἑνὸς, οὐδὲ τοῦ Ἰσραὴλ μόνον, ἀλλὰ κατὰ πρόσωπον πάντων τῶν λαῶν·

[00097]    καθολικῶς γὰρ ὁ τεχθεὶς διδάσκαλος.

[00098]    Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

[00099]    ∆ιὰ τί φῶς;

[00100]    Ἐπειδήπερ τὰ ἔθνη ἐν σκότει ὑπῆρχον·

[00101]    ἐπειδὴ τὰ ἐσκοτισμένα ἔθνη ἐφωτί [50.810] ζετο.

[00102]    Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

[00103]    Ὧδε δόξα, κἀκεῖ ἀποκάλυψις·

[00104]    ἐκεῖ διδασκαλίας ἀρχὴ, ἐνταῦθα δὲ ἀκόλουθος μάθησις.

[00105]    ∆όξαν λαοῦ σου Ἰσραήλ.

[00106]    Ἀλλὰ πάντως ἐρεῖ τις·

[00107]    Καὶ ποῦ εἰσὶν οἱ Ἰσραηλῖται;

[00108]    Ἔχεις Πέτρον, ἔχεις Παῦλον, ἔχεις Ἰωάννην, ἔχεις τοὺς τρισχιλίους, ἔχεις τοὺς πεντακισχιλίους, ἔχεις τὴν τῆς Ἱερουσαλὴμ Ἐκκλησίαν, ἔχεις τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας·

[00109]    ἐν γὰρ τοῖς πεπιστευκόσιν ἦν τὸ ἔθνος.

[00110]    Εἰ μὴ γὰρ ὁ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν.

[00111]    Καὶ γὰρ λέγει ὁ Θεός·

[00112]    Εἶτα κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.

[00113]    Οὕτως ἐν τῷ λαῷ ἐφυλάττετο τὸ σπέρμα τῆς πίστεως, καὶ οὐκ ἀπώλετο ὅλος ὁ λαός·

[00114]    μὴ γένοιτο! οὐδὲ διεφθάρησαν πάντες οἱ Ἰουδαῖοι·

[00115]    ἐπειδὴ καὶ νῦν ἐν ταύτῃ τῇ μακαρίᾳ καταστάσει καὶ κλήσει πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.

[00116]    Ἐκάλεσε γὰρ ὁ Χριστὸς πᾶσαν τὴν οἰκουμένην, καὶ παρεσκεύασε τὴν ἁγίαν τοῦ Εὐαγγελίου ἑστίασιν.

[00117]    Ἀλλ' ὅταν ἔλθῃ ἐν τῇ δευτέρᾳ παρουσίᾳ, εἰσέρχεται καὶ ποιεῖ ἐκλογὴν, καὶ περιεργάζεται τοὺς ἀνακειμένους·

[00118]    κἂν εὕρῃ τῶν ἀνακειμένων τινὰ μὴ ἔχοντα ἔνδυμα γάμου, λέγει αὐτῷ·

[00119]    Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε, μὴ ἔχων ἔνδυμα γάμου, Καὶ ἀποβαλεῖ αὐτὸν, καθὼς ἠκούσαμεν ἐν τοῖς Εὐαγγελίοις.

[00120]    Ὥστε κἀκεῖ γέγονεν ἐκλογὴ, καὶ ἐνταῦθα γενήσεται ἐκλογή.

[00121]    Μὴ γὰρ ἐπειδὴ ἐκλήθημεν, ὀφείλομεν ἀπεντεῦθεν ἤδη αὐθαδιάζεσθαι, ὡς δὴ τὸ τέλειον κατεσχηκότες;

[00122]    τῶν γὰρ πρώτων τὸ πτῶμα, ἡμῶν ἀσφάλεια γενέσθω.

[00123]    Οὕτως, ἀγαπητὲ, καὶ ὁ λαὸς οὐχ ἅπας ἀπώλετο, οὐδ' ὅλος διεφθάρη, οὐδ' ὅλος ἠπίστησεν, οὐδ' ὅλος ἐδίωξε τοὺς ἀποστόλους, ἀλλ' ἐπίστευσαν διὰ τῶν ἀποστόλων ἅμα τρισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων·

[00124]    καὶ ἐγένετο ἐν Ἱερουσαλὴμ μυρίανδρος Ἐκκλησία μηδέπω τοῦ ναοῦ καταστραφέντος, μηδέπω τῶν Ἰουδαίων ἐκβληθέντων, μηδέπω τῆς Ἱερουσαλὴμ κατενεχθείσης.

[00125]    Ὠκοδομήθη Ἐκκλησία, καὶ ἐγένετο τοῦ Ἰωάννου τὰ ῥήματα ἀλήθεια ἐναργής·

[00126]    Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.

[00127]    Ὁ τοίνυν Συμεὼν προφήτης.

[00128]    ὑπάρχων λέγει·

[00129]    ∆όξαν λαοῦ σου Ἰσραήλ.

[00130]    ∆όξα γὰρ ἦν τῶν προσδοκώντων ἡ ἀπάντησις τοῦ προσδοκωμένου·

[00131]    καὶ δοξάζουσιν ὅ τε Ἰωσὴφ καὶ ἡ Μαρία τὰ λεγόμενα·

[00132]    ἄγγελος εὐηγγελίσατο, μάγοι ἐπέγνωσαν, ποιμένες ἤκουον, στρατιαὶ ἀγγέλων ἐχόρευον, ἀστὴρ ἐμήνυσεν ἄνωθεν, Συμεὼν προφητεύει, Ἄννα θυγάτηρ Φανουὴλ προφητεύει, ἡ γῆ ἠγάλλετο, ὁ οὐρανὸς δι' ἀστέρος ἐφθέγξατο, μάγοι τὸν τύραννον ἠρνήσαντο, οἱ ποιμένες τὸν ἀρχιποιμένα προσεκύνησαν, τὰ πάντα ἐπέγνω, ἡ μήτηρ ᾔδει, ὁ Ἰωσὴφ ἤκουσεν, ἔτρεμον ἐπὶ τοῖς πράγμασι, συνῆκαν δὲ καὶ τῶν πραγμάτων τὴν ἔκβασιν.

[00133]    Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ·

[00134]    Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.

[00135]    Τίνων εἰς πτῶσιν;

[00136]    ∆ηλονότι τῶν ἀπιστούντων, τῶν ἀντιλεγόντων, τῶν σταυρούντων.

[00137]    Τίνων εἰς ἀνάστασιν;

[00138]    Τῶν ἐπιγινωσκόντων καὶ εὐγνωμόνως ὁμολογούντων.

[00139]    Καὶ εἰς σημεῖον ἀντιλεγόμενον.

[00140]    Ποῖον σημεῖον ἀντιλεγόμενον;

[00141]    Τὸ σημεῖον τοῦ σταυροῦ, ὃ οἶδεν ἡ Ἐκκλησία σωτήριον τοῦ κόσμου, ᾧ ἐχθραίνουσιν οἱ Ἰουδαῖοι, ὅπερ πολλάκις καὶ ὁ οὐρανὸς ἐκήρυξεν.

[00142]    Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα νικήσῃ ἡ ἀλήθεια·

[00143]    ἄνευ γὰρ ἀντιλογίας ὁλόκληρος οὐ γίνεται νίκη.

[00144]    Ἔδει τοίνυν τὴν ἀντιλογίαν εἰσαχθῆναι, ἵνα ὁ δικαστὴς μακροθυμίᾳ τὴν ψῆφον δι' ὅλου τοῦ αἰῶνος προσενέγκῃ.

[00145]    ∆ιό φησι·

[00146]    Καὶ εἰς σημεῖον ἀντιλεγόμενον·

[00147]    ἀντιλέγουσι δὲ οἱ ἀπιστοῦντες.

[00148]    Καὶ σὺ δὲ, φησὶ, δοκεῖς εἶναι μήτηρ·

[00149]    ἆρα οὖν σὺ ἀπείραστος γενήσῃ, ἐπειδὴ ὡμολόγησας εἶναι μήτηρ, ἐπειδὴ ἔτεκες αὐτὸν, ἐπειδὴ ἔδοξας αὐτῷ κιχρᾷν σου τὴν μήτραν;

[00150]    ἐγένετο γάρ σου ἡ κοιλία ἄγγος τῆς ἐνεργείας τοῦ Πνεύματος.

[00151]    Ἆρα οὖν ἀπείραστος γε [50.811] νήσῃ, ἐπειδὴ γέγονας Θεοτόκος, ἐπειδὴ ἀπειρόγαμος οὖσα συνέλαβες, ἐπειδὴ κατεσκευάσθης μήτηρ τοῦ σοῦ δημιουργοῦ;

[00152]    ἆρα σὺ ἀπείραστος γενήσῃ;

[00153]    Οὐδὲ σὺ ἀπείραστος ἔσῃ, ἀλλὰ Καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.

[00154]    ∆ιὰ τί, ὦ Κύριε;

[00155]    τί γὰρ ἐγὼ ἥμαρτον;

[00156]    Ἥμαρτες μὲν οὐδέν·

[00157]    ὅταν δὲ ἴδῃς αὐτὸν ἐν σταυρῷ κρεμάμενον, ὅταν ἴδῃς αὐτὸν πάσχοντα ὑπὲρ τοῦ κόσμου, ὅταν ἴδῃς αὐτοῦ τὰς χεῖρας ἡπλωμένας ἐν τῷ σταυρῷ, καὶ ἐν τῷ ξύλῳ προσηλωμένας, τότε ἄρχῃ ἀμφιβάλλειν καὶ λέγειν·

[00158]    Οὗτός ἐστι περὶ οὗ ἄγγελός μοι διελέχθη;

[00159]    οὗτός ἐστιν ἐφ' οὗ γέγονε τῆς ἐμῆς συλλήψεως τὸ θαῦμα;

[00160]    Παρθένος ἤμην καὶ τέτοκα καὶ ἔμεινα παρθένος.

[00161]    ∆ιὰ τί οὗτος σταυροῦται;

[00162]    Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.

[00163]    Ὥστε οὐδεὶς ἀπείραστος γέγονε, κατὰ τὴν προφητείαν τοῦ δικαίου Συμεών.

[00164]    Πέτρος ὁ κορυφαῖος τῶν μαθητῶν τρὶς ἠρνήσατο·

[00165]    οἱ ἄλλοι μαθηταὶ καταλιπόντες αὐτὸν ἔφυγον.

[00166]    Οὐδὲ γὰρ χρείαν εἶχεν ὁ ποιμὴν προστασίας προβάτων, λύκους ἐκδιώκων·

[00167]    οὐδὲ ὁ ἀγωνιστὴς εἶχε χρείαν τῶν βοηθούντων, ἀλλὰ πάντες ἀνεχώρησαν·

[00168]    Χριστὸς δὲ μόνος ἦν ὡσεὶ κριὸς κρεμάμενος.

[00169]    ∆ιῆλθε τοίνυν καὶ αὐτῆς τὴν ψυχὴν ῥομφαία·

[00170]    τὸ πειρατήριον, καὶ ἡ ἀμφιβολία·

[00171]    Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.

[00172]    Ὥστε πάσχει ὁ Ἰησοῦς εἰς ἔλεγχον τῆς ἀπιστίας, εἰς σύστασιν τῆς τῶν πιστευόντων εὐγνωμοσύνης.

[00173]    Ἀντιλέγεται δὲ τὸ σημεῖον, ἵνα ἐλεγχθῶσιν οἱ διὰ πονηρίαν ἀντιλέγοντες.

[00174]    Εἰ γὰρ πάντα τρόπον ἀναντίῤῥητος ἦν παρὰ ἀνθρώποις ἡ ἀλήθεια, ἀδόκιμος ἔμελλεν εἶναι καὶ ἡ εὐσέβεια·

[00175]    ἡ δὲ συγχώρησις τῆς ἀντιλογίας δοκιμὴν ποιεῖ τῇ αἱρέσει τῆς ἀληθείας.

[00176]    Ἀντιλέγεται τὸ σημεῖον·

[00177]    ἐπεὶ πῶς ἂν ἐδοκιμάσθησαν μάρτυρες ἐν διωγμοῖς;

[00178]    πῶς ἂν ἠγωνίσαντο, νικηταὶ διὰ τῆς καρτερίας ἀναδεικνύμενοι;

[00179]    Ὅρα ὅσον ὠφέλησεν ἡ ἀντιλογία, ὅτι κατεσκεύασεν οὐ πιστοὺς ἁπλῶς, ὡς ἄν τις εἴποι, ἀλλὰ καὶ μάρτυρας ἕως βασάνων καὶ [50.812] θανάτου προελθόντας, καὶ δεῖγμα τῆς τοῦ Χριστοῦ χάριτος διὰ τῆς αὐτῶν καρτερίας παρασχόντας.

[00180]    Ὅταν οὖν Συμεὼν λέγῃ·

[00181]    Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον, νοητέον, ὅτι οὔτε τὴν πτῶσιν ἐργάζεται, οὔτε τὴν ἀνάστασιν βίᾳ προσάγει·

[00182]    ἀλλὰ κεῖται μὲν εἰς πτῶσιν τοῖς προσκόπτουσι τῷ λίθῳ τοῦ προσκόμματος·

[00183]    εἰς ἀνάστασιν δὲ τοῖς ἐκ προαιρέσεως πιστεύουσι·

[00184]    κεῖται γάρ·

[00185]    ὥσπερ ἄν τις εἴποι·

[00186]    Τὸ φῶς ἀνατέλλει, ἵνα οἱ ὑγιαίνοντες βλέπωσιν·

[00187]    οἱ δὲ τοὺς ὀφθαλμοὺς ἀλγοῦντες, ἐπὶ πλεῖον φύγωσι τοῦ φέγγους τὰς αὐγάς.

[00188]    Πῶς δ' ἂν οἱ μὲν ἔπεσον ἄξιοι ὄντες τοῦ διελεγχθῆναι, οἱ δὲ ἀνέστησαν ἐλπίδας ἀγαθὰς ἔχοντες ἐκ προαιρέσεως, εἰ μὴ τὸ σημεῖον ἀντελέγετο;

[00189]    Πῶς λέγει Συμεὼν, Καὶ εἰς σημεῖον ἀντιλεγόμενον;

[00190]    Ἵνα μὴ ξενίσῃ τοὺς πιστεύοντας ἡ ἀντιλογία.

[00191]    Ὅτι δὲ καὶ ἡ κατὰ Θεὸν ἀλήθεια ἀντιλέγεται, δῆλον ὅτι τοῦ Θεοῦ συγχωροῦντος·

[00192]    οὐδεὶς γὰρ ἂν ἠδύνατο ἀντειπεῖν, εἰ μὴ Θεὸς συνεχώρει·

[00193]    ἀναγκαία δὲ ἡ συγχώρησις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.

[00194]    Ἔσται γὰρ καιρὸς ὅτε οὐκ ἔτι ἀντίῤῥησις·

[00195]    ὅταν γὰρ τὸ σημεῖον προλάμψῃ ἀπ' οὐρανῶν, τότε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Χριστὸς Κύριος εἰς δόξαν Θεοῦ Πατρός.

[00196]    Ἕως μὲν γὰρ τὸ σημεῖον αὐτὸ μόνον ὑποφαίνεται, καὶ σημεῖον αὐτὸ μόνον ἐστὶν, καὶ τοῦ σημαινομένου ὁρωμένου οὐδαμοῦ, ἀντιλέγεται τὸ σημεῖον·

[00197]    ἐπειδὰν δὲ αὐτὸς ὁ σημαινόμενος ἀποκαλυφθῇ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, οὐκ ἔτι τολμᾷ τις ἀντειπεῖν τῷ σημείῳ, τοῦ σημαινομένου τρανεῖ τῇ θεότητι παραγενομένου κατὰ τῶν ἀντειπόντων.

[00198]    Τότε οἱ μὲν δεξάμενοι τὸ σημεῖον δοξασθήσονται ὑπὸ τοῦ σημανθέντος.

[00199]    οἱ δὲ ἀντειπόντες τῷ σημείῳ κατακριθήσονται ὑπὸ τοῦ δηλωθέντος·

[00200]    καὶ ἔσται τότε τὸ τέλος τῆς ἀντιλογίας, τέλος τῆς πλάνης, τέλος τῆς ἀμφιβολίας, τέλος τῆς ἀπιστίας, ἀρχὴ δὲ βραβείων καὶ στεφάνων·

[00201]    ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00202]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De occursu domini
Litterarum Omnium Conspectus: 132 Litterae, quae repetitae sunt in 11,005 occasionibus



α

0945 

754   

Α

0913 

2   

β

0946 

37   

Β

0914 

1   

γ

0947 

249   

Γ

0915 

1   

δ

0948 

220   

Δ

0916 

0   

ε

0949 

614   

Ε

0917 

10   

ζ

0950 

13   

Ζ

0918 

0   

η

0951 

168   

Η

0919 

2   

θ

0952 

126   

Θ

0920 

10   

ι

0953 

491   

Ι

0921 

1   

κ

0954 

323   

Κ

0922 

36   

λ

0955 

307   

Λ

0923 

0   

μ

0956 

338   

Μ

0924 

11   

ν

0957 

950   

Ν

0925 

6   

ξ

0958 

29   

Ξ

0926 

0   

ο

0959 

738   

Ο

0927 

11   

π

0960 

302   

Π

0928 

25   

ρ

0961 

386   

Ρ

0929 

0   

ς

0962 

399   

΢

0930 

0   

σ

0963 

430   

Σ

0931 

12   

τ

0964 

830   

Τ

0932 

14   

υ

0965 

201   

Υ

0933 

1   

φ

0966 

54   

Φ

0934 

5   

χ

0967 

76   

Χ

0935 

13   

ψ

0968 

15   

Ψ

0936 

0   

ω

0969 

141   

Ω

0937 

0   

8164 

3   

 

  

0   

8165 

11   

8172 

   



 ά 

 8049 

 104 

 έ 

 8051 

 143 

 ή 

 8053 

 77 

 ί 

 8055 

 175 

 ό 

 8057 

 145 

 ύ 

 8059 

 52 

 ώ 

 8061 

 28 

 ὰ 

 8048 

 105 

 ὲ 

 8050 

 63 

 ὴ 

 80852 

 94 

 ὶ 

 8054 

 124 

 ὸ 

 8056 

 120 

 ὺ 

 8058 

 20 

 ὼ 

 8060 

 16 

 ᾶ 

 8118 

 6 

   

   

 0 

 ῆ 

 8134 

 60 

 ῖ 

 8150 

 79 

   

   

 0 

 ῦ 

 8166 

 122 

 ῶ 

 8182 

 74 

 ἀ 

 7936 

 133 

 ἐ 

 7952 

 148 

 ἠ 

 7968 

 7 

 ἰ 

 7984 

 55 

 ὀ 

 8000 

 18 

 ὐ 

 8016 

 82 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 8 

 ἑ 

 7953 

 6 

 ἡ 

 7969 

 48 

 ἱ 

 7985 

 25 

 ὁ 

 8001 

 35 

 ὑ 

 8017 

 14 

 ὡ 

 8033 

 7 

 ἂ 

 7938 

 10 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 2 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 1 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 5 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 15 

 ἔ 

 7956 

 39 

 ἤ 

 7972 

 7 

 ἴ 

 7988 

 11 

 ὄ 

 8004 

 3 

 ὔ 

 8020 

 4 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 4 

 ἕ 

 7957 

 4 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 10 

 ὅ 

 8005 

 30 

 ὕ 

 8021 

 3 

 ὥ 

 8037 

 2 

 ἆ 

 7942 

 2 

   

   

 0 

 ἦ 

 7974 

 13 

 ἶ 

 7990 

 20 

   

   

 0 

 ὖ 

 8022 

 9 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 0 

   

   

 0 

 ὗ 

 8023 

 12 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 3 

 ᾳ 

 8115 

 11 

   

   

 0 

 ῃ 

 8131 

 30 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 14 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 21 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 26 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De occursu domini
Verborum Omnium Conspectus: 964Verba, quae repetita sunt in 1,238,625 occasionibus



ἀγαθὰς [00188]
ἀγαπητὲ [00027] [00123]
ἄγγελός [00158]
ἄγγελος [00132]
ἀγγέλου [00037]
ἀγγέλων [00132]
ἄγγος [00150]
ἁγίαν [00116]
ἅγιον [00028] [00054]
ἁγίου [00027] [00048] [00068] [00074]
ἁγίῳ [00050]
ἀγκάλαις [00075]
ἀγωνιστὴς [00167]
ἀδόκιμος [00174]
αἱ [00011] [00012] [00042] [00046]
αἰνίγματά [00063]
αἱρέσει [00175]
αἴσθησις [00026]
αἰτία [00055]
αἰῶνας [00201]
αἰῶνος [00144]
αἰώνων [00201]
ἀκόλουθος [00104]
ἀλγοῦντες [00187]
ἀλήθεια [00125] [00142] [00174] [00191]
ἀληθείας [00175]
ἀληθής [00026]
ἀλλ [00046] [00050] [00056] [00123]
Ἀλλ [00117]
ἀλλὰ [00002] [00036] [00073] [00096] [00153] [00167] [00179] [00182]
Ἀλλὰ [00019] [00106]
ἄλλοι [00165]
ἀλλοτριούμενος [00025]
ἅμα [00123]
ἁμαρτημάτων [00029]
Ἀμήν [00202]
ἀμφιβάλλειν [00157]
ἀμφιβολία [00170]
ἀμφιβολίας [00200]
ἂν [00010] [00068] [00110] [00110] [00171] [00177] [00178] [00188] [00192]
ἄν [00179] [00185]
ἀναγκαία [00193]
ἀνάγκην [00046]
ἀναγωγὴν [00029]
ἀναδεικνύμενοι [00178]
ἀνακειμένους [00117]
ἀνακειμένων [00118]
ἀναντίῤῥητος [00174]
ἀναστάσει [00025]
ἀναστάσεως [00028] [00032]
ἀνάστασιν [00134] [00137] [00181] [00181] [00183]
ἀνάστασις [00021] [00031]
ἀνατέλλει [00186]
ἀναχώρησιν [00081]
ἄνδρας [00112]
ἀνέρχονται [00061]
Ἄνεσις [00016]
ἀνέστησαν [00188]
ἄνευ [00143]
ἀνεχώρησαν [00167]
ἀνήγαγον [00046]
ἀνθρώποις [00174]
ἄνθρωπος [00065] [00066]
ἀνθρώπων [00056]
ἀνίσταται [00024]
Ἄννα [00132]
ἀντειπεῖν [00192] [00197]
ἀντειπόντες [00199]
ἀντειπόντων [00197]
ἀντελέγετο [00188]
ἀντιλέγεται [00191] [00196]
Ἀντιλέγεται [00142] [00173] [00176]
ἀντιλεγόμενον [00134] [00139] [00140] [00146] [00181] [00189]
ἀντιλέγοντες [00173]
ἀντιλεγόντων [00136]
ἀντιλέγουσι [00147]
ἀντιλογία [00179] [00190]
ἀντιλογίαν [00144]
ἀντιλογίας [00143] [00175] [00200]
ἀντίῤῥησις [00194]
ἄνωθεν [00132]
ἄξιοι [00188]
ἀπ [00195]
ἀπαντᾷ [00071]
ἀπαντήσῃ [00013]
ἀπάντησις [00130]
ἅπας [00123]
ἀπείραστος [00149] [00151] [00152] [00153] [00163]
ἀπειρόγαμος [00151]
ἀπεντεῦθεν [00121]
ἀπερίτμητός [00025]
ἀπέχουσι [00060]
ἀπιστίας [00002] [00025] [00172] [00200]
ἀπιστοῦντες [00147]
ἀπιστούντων [00136]
ἁπλῶς [00179]
ἀποβαλεῖ [00119]
ἀποκαλυφθῇ [00197]
ἀποκαλυφθῶσιν [00171]
ἀποκάλυψιν [00098] [00102]
ἀποκάλυψις [00103]
ἀπολύεις [00076] [00077] [00083] [00087]
ἀπολυθῆναι [00080]
ἀποπλήρωσιν [00074]
ἀποστόλους [00123]
ἀποστόλων [00123]
ἀπρόϊτον [00045]
ἀπώλετο [00113] [00123]
ἆρα [00149] [00152]
Ἆρα [00151]
ἀργεῖ [00014]
ἀργία [00016]
ἄρνησις [00010]
ἀρνήσωνται [00006]
ἄρσεν [00054]
ἀρχὴ [00104] [00200]
ἄρχῃ [00157]
ἀρχιποιμένα [00132]
ἀστέρος [00132]
ἀστὴρ [00132]
ἀσφάλεια [00122]
αὐγάς [00187]
αὐθαδιάζεσθαι [00121]
αὐξάνειν [00126]
αὔξησιν [00011]
αὐτῆς [00153] [00162] [00169] [00171]
αὐτὸ [00196] [00196]
αὐτοῖς [00035]
αὐτὸν [00037] [00046] [00119] [00149] [00157] [00157] [00165]
αὐτόν [00067]
αὐτὸς [00050] [00057] [00197]
αὐτοῦ [00008] [00037] [00075] [00133] [00157] [00197]
αὐτοὺς [00133]
αὐτῷ [00037] [00118] [00149]
αὐτῶν [00010] [00042] [00179]


Βάαλ [00112]
βάπτισμα [00028] [00032]
βαπτίσματος [00027]
βασάνων [00179]
βίᾳ [00181]
βίον [00068]
βίος [00079]
βιωτικοῦ [00078]
βλέπωσιν [00186]
βοᾷ [00086]
βοηθούντων [00167]
βραβείων [00200]


γάμου [00118] [00119]
γὰρ [00003] [00008] [00013] [00020] [00022] [00035] [00038] [00039] [00045] [00050] [00056] [00060] [00073] [00079] [00084] [00090] [00097] [00109] [00110] [00111] [00116] [00121] [00122] [00130] [00143] [00155] [00166] [00174] [00192] [00194] [00195] [00196]
γάρ [00150] [00184]
γε [00151]
γέγονας [00151]
γέγονε [00159] [00163]
γέγονεν [00120]
γέγραπται [00046] [00048] [00053]
γενέσθω [00122]
γενήσεται [00120]
γενήσῃ [00149] [00152]
γεννᾶσθαι [00058]
γεννηθῇ [00071]
γεννώμενον [00052]
γένοιτο [00114] [00201]
γένωνται [00193]
γῆ [00132]
γῇ [00085]
γῆν [00085]
γίνεται [00018] [00143]
γλῶσσα [00195]
γνῶσις [00026]
Γόμοῤῥα [00110]
γονεῖς [00072]
γόνυ [00112] [00195]
γυναῖκα [00045]
γυναικῶν [00123]


δ [00188]
∆αυῒδ [00006]
δὲ [00019] [00026] [00028] [00029] [00031] [00032] [00038] [00040] [00051] [00052] [00057] [00059] [00062] [00064] [00074] [00081] [00091] [00104] [00115] [00126] [00132] [00142] [00147] [00148] [00157] [00162] [00168] [00171] [00173] [00175] [00183] [00187] [00188] [00191] [00193] [00197] [00199] [00200]
δέ [00030] [00093]
δεῖ [00035] [00126]
δεῖγμα [00179]
δεκάτῃ [00023]
δεξάμενοι [00198]
δεσμωτήριον [00079]
∆έσποτα [00076] [00083] [00087]
δευτέρᾳ [00117] [00197]
δὴ [00121]
δῆλον [00191]
∆ηλονότι [00136]
δηλωθέντος [00199]
δημιουργοῦ [00151]
δι [00132] [00144]
∆ιὰ [00022] [00027] [00099] [00154] [00161]
διὰ [00003] [00014] [00018] [00023] [00025] [00055] [00058] [00085] [00123] [00173] [00178] [00179]
διαλεγόμενος [00050]
διαλογισμοί [00171]
διανοίᾳ [00090]
διανοίγειν [00055]
διανοῖγον [00054]
διατύπωσιν [00058]
διδασκαλίας [00085] [00104]
διδάσκαλος [00097]
διελεγχθῆναι [00188]
διελεύσεται [00153] [00162] [00171]
διελέχθη [00158]
διεφθάρη [00123]
διεφθάρησαν [00114]
∆ιῆλθε [00169]
διήνοιξαν [00056]
διήνοιξε [00057]
δίκαιος [00066]
δικαίου [00163]
δικαστὴς [00144]
∆ιό [00145]
διωγμοῖς [00177]
δοκεῖς [00148]
δοκιμὴν [00175]
δόκιμοι [00193]
∆όξα [00130]
δόξα [00103] [00201]
δοξάζουσιν [00131]
∆όξαν [00105] [00129]
δόξαν [00098] [00102] [00195]
δοξασθήσονται [00198]
δοῦλόν [00076] [00083] [00087]
δοῦναι [00061]
δυνατὸν [00059]
δύο [00061]


ἐὰν [00013] [00071]
ἑαυτῷ [00070]
ἑβδόμην [00017]
ἑβδόμης [00018]
ἐβεβαίωσε [00006]
ἐγένετο [00124] [00125] [00150]
Ἐγένετο [00062]
ἐγεννήθημεν [00110]
ἐγέννησεν [00057]
ἐγίνωσκον [00090]
ἐγκατέλιπεν [00110]
ἐγὼ [00155]
Ἔδει [00144]
ἔδειξε [00007]
ἐδέξατο [00075]
ἐδίωξε [00123]
ἐδοκιμάσθησαν [00177]
ἔδοξας [00149]
ἔθνη [00100] [00101]
ἔθνος [00109]
ἐθνῶν [00098] [00102]
Εἰ [00008] [00110] [00174]
Εἴ [00025]
εἰ [00010] [00188] [00192]
εἴ [00081]
Εἶδον [00094]
εἶδον [00088] [00091] [00092]
εἶναι [00021] [00045] [00148] [00149] [00174]
εἶπε [00075] [00133]
εἴποι [00179] [00185]
εἰρημένον [00061]
εἰρήνῃ [00076] [00083] [00087]
εἰρήνην [00084]
εἰρηνοποιὸς [00085]
εἰς [00001] [00001] [00013] [00029] [00029] [00033] [00033] [00046] [00062] [00064] [00072] [00098] [00102] [00134] [00134] [00135] [00137] [00139] [00146] [00172] [00172] [00181] [00181] [00182] [00183] [00189] [00195] [00201]
ΕΙΣ [00001]
εἰσαχθῆναι [00144]
εἰσέρχεται [00117]
εἰσῆλθες [00119]
εἰσι [00063]
εἰσὶν [00107]
Εἶτα [00061] [00112]
εἶχε [00040] [00051] [00167]
εἶχεν [00046] [00166]
ἐκ [00006] [00058] [00171] [00183] [00188]
Ἐκ [00078]
Ἐκάλεσε [00116]
ἔκαμψαν [00112]
ἐκβάλλει [00017]
ἔκβασιν [00132]
ἐκβληθέντων [00124]
ἐκδεχόμενος [00011]
ἐκδιώκων [00166]
ἐκεῖ [00029] [00104]
ἐκείνην [00072]
ἐκεῖνο [00070]
Ἐκεῖνον [00126]
ἐκεῖνος [00066]
Ἐκεῖνος [00080]
ἐκέλευσε [00045]
ἐκήρυξεν [00141]
Ἐκκλησία [00019] [00124] [00125] [00141]
Ἐκκλησίαν [00108]
ἐκλεκτοί [00115]
ἐκλήθη [00037] [00040]
ἐκλήθημεν [00121]
ἐκλογὴ [00120]
ἐκλογή [00120]
ἐκλογὴν [00117]
ἐκοινώνησε [00005]
Ἐκοινώνησε [00005]
ἕκτῃ [00022]
ἐλαττοῦσθαι [00126]
ἔλεγε [00082]
ἔλεγον [00008]
ἐλεγχθῶσιν [00173]
ἔλεγχον [00172]
ἐλευθερώσῃ [00003]
ἐλήλυθεν [00085]
ἔλθῃ [00117]
ἔλθωμεν [00064]
ἐλθὼν [00036]
Ἔλθωσι [00034]
ἐλλείψῃ [00062]
ἐλπίδας [00188]
ἐμαυτῷ [00112]
ἐμὲ [00126]
ἔμεινα [00160]
ἔμελλε [00021]
ἔμελλεν [00174]
ἔμενεν [00070]
ἐμήνυσεν [00132]
ἐμῆς [00159]
ἐν [00035] [00037] [00046] [00048] [00053] [00061] [00065] [00070] [00072] [00075] [00076] [00083] [00087] [00100] [00109] [00113] [00115] [00117] [00119] [00124] [00134] [00157] [00157] [00157] [00177] [00181] [00197] [00201]
ἐναπομεῖναι [00035]
ἐναργής [00125]
ἔνδυμα [00118] [00119]
ἕνεκεν [00017]
ἐνεργείας [00150]
ἐννάτῃ [00023]
ἑνὸς [00096]
ἐνταῦθα [00029] [00071] [00104] [00120]
ἐντεῦθεν [00081]
ἐξ [00108]
ἐξεδέχετο [00069]
ἐξήγησιν [00064]
ἐξομολογήσεται [00195]
ἐπ [00067]
ἐπαγγελίας [00074]
ἐπάνω [00018]
ἐπέγνω [00132]
ἐπέγνωσαν [00132]
ἐπεὶ [00177]
ἐπειδὰν [00197]
ἐπειδὴ [00021] [00040] [00051] [00052] [00101] [00115] [00121] [00149] [00149] [00149] [00151] [00151] [00151]
Ἐπειδήπερ [00100]
ἔπεσον [00188]
ἐπὶ [00132] [00187]
ἐπιγείων [00195]
ἐπιγινωσκόντων [00138]
ἐπίστευον [00090]
ἐπίστευσαν [00123]
ἐπιτυχεῖν [00201]
ἐπληροῦτο [00046]
ἐπληρώθησαν [00011] [00012] [00041] [00046]
Ἐπληρώθησαν [00037]
ἐπουρανίων [00195]
ἑπτακισχιλίους [00112]
ἐργάζεται [00013] [00181]
ἔργον [00040]
ἐρεῖ [00106]
ἔρχεται [00074]
Ἔρχεται [00003]
ἐρχόμενον [00006]
Ἐρωτήσωμεν [00015]
ἔσῃ [00153]
ἐσκοτισμένα [00101]
ἔσται [00200]
Ἔσται [00194]
ἐστὶ [00028] [00031]
ἐστι [00025] [00026] [00158]
ἑστίασιν [00116]
ἐστὶν [00196]
ἐστίν [00009]
ἐστιν [00030] [00081] [00089] [00159]
ἔσχεν [00010]
ἔσω [00070]
Ἑταῖρε [00119]
ἔτεκες [00149]
ἔτι [00194] [00197]
ἐτίθετο [00055]
ἔτρεμον [00132]
εὐαγγελίαν [00069]
εὐαγγελικὴν [00064]
εὐαγγελικῆς [00085]
Εὐαγγελίοις [00119]
Εὐαγγελίου [00116]
εὐαγγελιστής [00036]
εὐγνωμόνως [00138]
εὐγνωμοσύνης [00172]
εὐηγγελίσατο [00132]
εὐκαίρως [00074]
εὐλαβής [00066]
εὐλόγησε [00075]
εὐλόγησεν [00133]
εὔλογον [00010]
εὕρῃ [00118]
εὑρήσεις [00029]
εὐσέβεια [00174]
ἐφ [00159]
ἐφθέγξατο [00132]
ἔφυγον [00165]
ἐφυλάττετο [00113]
ἐφωτί [00101]
ἔχεις [00108] [00108] [00108] [00108] [00108] [00108]
Ἔχεις [00108]
ἐχθραίνουσιν [00141]
ἔχοντα [00118]
ἔχοντες [00188]
ἐχόρευον [00132]
ἔχων [00119]
ἕως [00068] [00179]
Ἕως [00196]


ζετο [00101]
ζεῦγος [00061]
ζημίαν [00081]
ζώων [00056]


[00010] [00013] [00016] [00017] [00018] [00019] [00021] [00021] [00024] [00027] [00030] [00031] [00031] [00046] [00055] [00130] [00131] [00132] [00132] [00141] [00142] [00150] [00170] [00174] [00174] [00175] [00179] [00190] [00191] [00193] [00201]
[00023] [00061]
[00026]
ἠγάλλετο [00132]
ἡγεῖται [00081]
ἤγουν [00021]
ἠγωνίσαντο [00178]
ᾔδει [00132]
ἤδη [00121]
ἠδύνατο [00192]
ἤθελεν [00080]
ἤκουον [00132]
ἠκούσαμεν [00119]
ἤκουσεν [00132]
ἦλθεν [00072]
Ἥμαρτες [00156]
ἥμαρτον [00155]
ἡμᾶς [00201]
Ἡμεῖς [00038]
ἡμέρα [00016]
ἡμέραι [00011] [00012] [00037] [00042] [00046]
ἡμέρας [00045]
ἤμην [00160]
ἡμῖν [00110]
ἡμῶν [00001] [00002] [00036] [00122] [00201]
ἣν [00024]
ἦν [00011] [00039] [00049] [00056] [00059] [00067] [00068] [00069] [00109] [00130] [00168] [00174]
ἠπίστησεν [00123]
ἡπλωμένας [00157]
ἠρνήσαντο [00132]
ἠρνήσατο [00164]
ἤρχετο [00073]
ἡτοίμασας [00096]


θανάτου [00179]
θαῦμα [00159]
Θεὸν [00075] [00191]
Θεὸς [00192]
Θεός [00111]
θεότητι [00197]
Θεοτόκον [00001]
Θεοτόκος [00151]
Θεοῦ [00025] [00067] [00191] [00195]
θυγάτηρ [00132]
θυσίαν [00061]


ἰατρὸς [00013]
ἴδῃ [00068]
ἴδῃς [00157] [00157] [00157]
ἰδίαν [00073]
ἰδοὺ [00065] [00092]
Ἰδοὺ [00134]
ἱερὸν [00072]
Ἱεροσόλυμα [00046]
Ἱερουσαλὴμ [00065] [00108] [00124] [00124]
Ἰησοῦ [00001] [00201]
Ἰησοῦν [00075]
Ἰησοῦς [00002] [00011] [00036] [00037] [00038] [00040] [00172]
ἵνα [00002] [00003] [00006] [00062] [00142] [00144] [00173] [00186] [00193]
Ἵνα [00190]
Ἰουδαῖοι [00019] [00034] [00114] [00141]
Ἰουδαίοις [00059]
Ἰουδαίους [00015]
Ἰουδαίων [00004] [00036] [00108] [00124]
Ἰουδαϊκὰ [00019] [00019]
Ἰουδαϊκῆς [00002]
Ἰσραὴλ [00096] [00134] [00181]
Ἰσραήλ [00098] [00102] [00105] [00129]
Ἰσραηλῖται [00107]
Ἰωάννην [00108]
Ἰωάννου [00125]
Ἰωσὴφ [00131] [00132]
Ἰωσήφ [00044]


καθ [00024]
καθαρίζεσθαι [00045]
καθαρισμὸς [00047] [00051]
καθαρισμοῦ [00042] [00043] [00046]
κάθαρσιν [00029]
καθολικῶς [00097]
Καθὼς [00048] [00053]
καθὼς [00046] [00119]
καιρὸς [00194]
καίτοι [00046]
κἀκεῖ [00103] [00120]
καλεῖται [00038]
καλούμεθα [00038]
κάμψει [00195]
κἂν [00118]
καρδίᾳ [00025] [00092]
καρδιῶν [00171]
καρτερίας [00178] [00179]
κατ [00072] [00073]
κατακριθήσονται [00199]
καταλιπόντες [00165]
καταλῦσαι [00036]
κατασκευάζων [00085]
καταστάσει [00115]
καταστραφέντος [00124]
καταχθονίων [00195]
κατέλιπον [00112]
κατενεχθείσης [00124]
κατεσκεύασεν [00179]
κατεσκευάσθης [00151]
κατεσχηκότες [00121]
κεῖται [00134] [00181] [00182] [00184]
κελεύει [00013]
κεχρηματισμένος [00068]
κιχρᾷν [00149]
κληθὲν [00037]
κληθήσεται [00054]
κλήσει [00115]
κλητοὶ [00115]
κοιλίᾳ [00037]
κοιλία [00150]
κορυφαῖος [00164]
κόσμου [00021] [00141] [00157]
κόσμῳ [00084]
κράτος [00201]
κρεμάμενον [00157]
κρεμάμενος [00168]
κριὸς [00168]
Κυριακὴ [00021]
Κύριε [00154]
Κύριος [00002] [00024] [00036] [00050] [00110] [00195]
Κυρίου [00001] [00046] [00048] [00049] [00052] [00053] [00061] [00068]
Κυρίῳ [00046] [00054] [00201]


λαλεῖ [00050] [00050]
λαμβάνει [00004]
λαὸς [00123]
λαός [00113]
λαοῦ [00096] [00098] [00102] [00105] [00129]
λαῷ [00113]
λαῶν [00096] [00096]
λέγει [00051] [00052] [00089] [00111] [00118] [00128] [00189]
λέγειν [00157]
λέγῃ [00180]
λεγόμενα [00131]
λέγων [00070]
λίθῳ [00182]
λογισμῷ [00090]
λόγος [00001] [00055]
λόγῳ [00027]
λύκους [00166]
λυπηρὰ [00079]


μάγοι [00132] [00132]
μαθήματα [00019]
μάθησις [00104]
μαθηταὶ [00165]
μαθητὰς [00003]
μαθητῶν [00164]
μακαρίᾳ [00115]
μακροθυμίᾳ [00144]
Μαρία [00131]
Μαριὰμ [00133]
Μαρίας [00044]
μάρτυρας [00179]
μάρτυρες [00177]
μείζονα [00033]
μέλλοντα [00055] [00058]
μέλλων [00084]
μὲν [00019] [00029] [00036] [00038] [00073] [00080] [00090] [00115] [00156] [00182] [00188] [00196] [00198]
μέσον [00013]
Μετάβα [00029]
μεταχειρίζεται [00013]
μηδὲν [00062]
μηδέπω [00124] [00124] [00124]
μητέρα [00133]
μήτηρ [00132] [00148] [00149] [00151]
μήτραν [00054] [00055] [00056] [00057] [00149]
μικρῶν [00033]
μοι [00058] [00158]
μόνον [00002] [00056] [00058] [00096] [00196] [00196]
μόνος [00057] [00168]
μου [00088] [00091] [00092]
μυρίανδρος [00124]
Μωϋσέως [00042] [00046] [00047] [00049] [00051]
Μωϋσῆς [00022]


ναοῦ [00124]
ναῷ [00070]
νεοσσοὺς [00061]
νεοτόκον [00045]
νήσῃ [00151]
νίκη [00143]
νικήσῃ [00142]
νικηταὶ [00178]
νοήματα [00060]
νοῆσαι [00059] [00060]
νοητέον [00181]
νομικά [00063]
νόμον [00002] [00003] [00036] [00042] [00046] [00047] [00051] [00052] [00062]
νόμος [00013] [00045] [00046] [00049] [00049] [00055]
νόμου [00003] [00003] [00055] [00058] [00062]
νόμῳ [00046] [00048] [00053] [00061]
Νῦν [00076] [00083] [00087]
νῦν [00091] [00115]


ξενίσῃ [00190]
ξύλῳ [00157]


[00002] [00013] [00013] [00024] [00036] [00036] [00045] [00046] [00049] [00050] [00051] [00055] [00066] [00069] [00079] [00085] [00085] [00097] [00110] [00111] [00113] [00116] [00123] [00132] [00132] [00141] [00144] [00164] [00166] [00167] [00172] [00197]
[00089] [00092] [00141]
[00131]
[00036] [00055] [00084] [00127]
[00096]
ὀγδόῃ [00013] [00021] [00021]
ὀγδόη [00013] [00017] [00018] [00024] [00031]
Ὀγδόη [00030]
οἱ [00034] [00072] [00088] [00091] [00092] [00107] [00114] [00132] [00141] [00147] [00165] [00173] [00186] [00187] [00188] [00188] [00193] [00198] [00199]
οἴδαμεν [00009]
οἴδασιν [00019]
οἶδε [00019]
οἶδεν [00141]
οἰκουμένην [00116]
οἵτινες [00112]
ὀκτὼ [00011] [00037]
ὀκτώ [00012]
Ὅλα [00056]
ὀλίγοι [00115]
ὁλόκληρος [00143]
ὅλος [00055] [00113] [00123] [00123] [00123]
ὅλου [00058] [00144]
ὁμολογούντων [00138]
ὅμως [00046] [00051]
Ὅμως [00082]
ὃν [00006] [00057]
ὄνομα [00037] [00065]
ὄντες [00188]
ὅπερ [00141]
ὅπου [00048]
Ὅπου [00047] [00071]
ὅπως [00171]
Ὅρα [00058] [00179]
ὀργάνου [00011]
ὁρωμένου [00196]
ὅσα [00050]
ὅσον [00060] [00179]
ὅταν [00117] [00157] [00157] [00157] [00195]
Ὅταν [00180]
ὅτε [00041] [00072] [00194]
Ὅτε [00011] [00012] [00046]
ὅτι [00049] [00088] [00179] [00181] [00191] [00195]
Ὅτι [00191]
Οὐ [00002]
οὐ [00096] [00143] [00179]
οὗ [00158] [00159]
οὐδ [00123] [00123] [00123]
οὐδαμοῦ [00196]
Οὐδὲ [00153] [00166]
οὐδὲ [00096] [00114] [00167]
οὐδεὶς [00163] [00192]
οὐδέν [00156]
οὐδέποτε [00056]
οὐδέπω [00081]
Οὐκ [00009]
οὐκ [00019] [00046] [00049] [00050] [00112] [00113] [00194] [00197]
οὖν [00025] [00036] [00036] [00055] [00080] [00149] [00151] [00180]
οὐρανὸν [00085] [00085]
οὐρανὸς [00132] [00141]
οὐρανῶν [00195]
οὖσα [00151]
οὔτε [00181] [00181]
Οὗτός [00158]
Οὗτος [00068] [00072] [00075] [00181]
οὗτός [00159]
οὗτος [00055] [00081] [00134] [00161]
Οὕτως [00113] [00123]
οὐχ [00049] [00123]
ὀφείλομεν [00121]
ὀφθαλμοί [00088] [00091] [00092]
ὀφθαλμοὺς [00187]


παῖδα [00072]
παιδίον [00011] [00020]
παιδίων [00123]
πᾶν [00054] [00195]
πάντα [00132] [00174]
πάντας [00201]
πάντες [00114] [00167]
παντὸς [00021]
πάντων [00096] [00096]
πάντως [00071] [00106]
παρ [00070]
παρὰ [00174]
παραγέγονε [00085]
παραγενομένου [00197]
παραδίδοται [00027]
παρακολουθήσεως [00060]
παράστασις [00048]
παραστῆσαι [00046]
παρασχόντας [00179]
παρεγένετο [00084]
παρέρχεται [00013]
παρεσκεύασε [00116]
Παρθένος [00046] [00057] [00160]
παρθένος [00160]
παρθένου [00058]
παρίστατο [00052]
παρουσίᾳ [00117] [00197]
πᾶσα [00195]
πᾶσαν [00116]
πάσχει [00172]
πάσχοντα [00157]
Πατρός [00195]
Παῦλον [00108]
πειρατήριον [00170]
πεντακισχιλίους [00108]
πεπιστευκόσιν [00109]
πεπιστευκότας [00108]
περὶ [00158]
περιέλῃ [00002]
περιεργάζεται [00117]
περιετμήθη [00010] [00036]
περιστερῶν [00061]
περιτεμεῖν [00011] [00037]
περιτέμνειν [00013] [00022]
Περιτέμνεται [00020]
περιτέμνεται [00002] [00004]
περιτεμνομένου [00008]
περιτομὴ [00021] [00026] [00027]
περιτομή [00030]
περιτομὴν [00029]
περιτομήν [00014]
περιτομῆς [00005]
Πέτρον [00108]
Πέτρος [00164]
πιστεύει [00025]
πιστεύοντας [00190]
πιστευόντων [00172]
πιστεύουσι [00183]
πίστεως [00003] [00026] [00113]
πίστιν [00081]
πιστοῖς [00027]
πιστοὺς [00179]
πλάνης [00200]
πλεῖον [00187]
πλεῖστον [00060]
πληρῶσαι [00036]
Πνεῦμα [00067]
πνεῦμα [00029]
Πνεύματι [00050] [00072]
πνευματικὴν [00029]
πνευματικῆς [00060]
πνευματικώτερα [00033]
Πνεύματος [00068] [00074] [00150]
πνεύματος [00029]
Πόθεν [00059] [00077]
πόθεν [00009]
ποιεῖ [00117] [00175]
ποιεῖν [00084]
ποιμένες [00132] [00132]
ποιμὴν [00166]
Ποῖον [00095] [00140]
Πολλάκις [00073]
πολλάκις [00141]
πολλοὶ [00115]
πολλῶν [00134] [00171] [00181]
πονηρίαν [00173]
ποῦ [00107]
πράγμασι [00132]
πράγματα [00079]
πραγμάτων [00132]
Πρεσβύτης [00069]
πρὸ [00037] [00038] [00039]
προαιρέσεως [00183] [00188]
προβάτων [00166]
προελθόντας [00179]
προκόψαι [00035]
προκόψωσιν [00034]
προλάμψῃ [00195]
πρὸς [00003] [00074] [00133]
προσάγει [00181]
προσδοκωμένου [00130]
προσδοκώντων [00130]
προσεδόκησα [00092]
προσεδόκων [00006]
προσεκύνησαν [00132]
προσενέγκῃ [00144]
προσέταξε [00022]
προσῆγον [00072]
προσηλωμένας [00157]
προσκόμματος [00182]
προσκόπτουσι [00182]
προστασίας [00166]
πρόσωπον [00096] [00096]
Πρότερον [00090]
πρότερον [00068]
πρόφασιν [00002] [00010] [00073]
προφητείαν [00163]
προφητεύει [00132] [00132]
προφήτης [00050] [00127]
πρωτότοκα [00056] [00056]
πρωτότοκον [00052]
πρώτων [00122]
πτῶμα [00122]
πτῶσιν [00134] [00135] [00181] [00181] [00182]
Πῶς [00188] [00189]
πῶς [00119] [00177] [00178]


ῥῆμά [00076] [00083] [00087]
ῥήματα [00125]
ῥομφαία [00153] [00162] [00169] [00171]


σαβαὼθ [00110]
σάββατον [00014] [00016]
σάρκα [00002] [00004] [00010]
σαρκικὴν [00029]
σαρκικοὶ [00060]
σαρκικῶν [00035]
σαρκὸς [00005] [00029]
σημαινόμενος [00197]
σημαινομένου [00196] [00197]
σημανθέντος [00198]
σημεῖον [00134] [00139] [00140] [00141] [00142] [00146] [00173] [00176] [00181] [00188] [00189] [00195] [00196] [00196] [00196] [00198]
σημείῳ [00197] [00199]
σιδήριον [00013]
σκάμματος [00078]
σκότει [00100]
Σόδομα [00110]
σοῦ [00151] [00153] [00162] [00171]
σου [00076] [00076] [00083] [00083] [00087] [00087] [00088] [00094] [00098] [00102] [00105] [00129] [00149] [00150]
σπέρμα [00110] [00113]
σπέρματος [00006]
σταυροῦ [00141]
σταυρούντων [00136]
σταυροῦται [00161]
σταυρῷ [00157] [00157]
στεφάνων [00200]
στρατιαὶ [00132]
σὺ [00148] [00149] [00152] [00153]
συγγένειαν [00006]
συγγενείας [00007]
συγχώρησις [00175] [00193]
συγχωροῦντος [00191]
συλληφθῆναι [00037] [00039]
συλλήψεως [00159]
Συμεὼν [00069] [00086] [00127] [00132] [00133] [00180] [00189]
Συμεών [00065] [00163]
Συμεῶνα [00001]
συμπλήρωσιν [00062]
συνάπτων [00085]
συνέλαβες [00151]
συνεχώρει [00192]
συνῆκαν [00132]
σύστασιν [00172]
σωματικὸν [00051]
σωματικὸς [00047]
σωματικοῦ [00029]
σωματικῶν [00033]
σωτήριόν [00088] [00094]
σωτήριον [00141]
σωτῆρος [00040]


τὰ [00019] [00019] [00033] [00033] [00056] [00060] [00079] [00100] [00101] [00125] [00131] [00132]
ταῖς [00075]
τὰς [00045] [00157] [00187]
Ταῦτα [00063]
ταῦτα [00062]
ταύτῃ [00115]
ταύτην [00059]
τε [00131]
τεκμήριον [00007]
τελεία [00016]
τέλειον [00121]
τέλειός [00081]
τελέσαι [00068]
τέλος [00200] [00200] [00200] [00200]
τετελειωμένον [00092]
τέτοκα [00160]
τεχθεὶς [00097]
τεχθῆναι [00038] [00038]
τέχνην [00013]
τῇ [00013] [00021] [00021] [00022] [00023] [00023] [00025] [00025] [00037] [00085] [00090] [00092] [00112] [00115] [00117] [00175] [00197] [00197]
ΤΗΝ [00001]
τὴν [00001] [00002] [00006] [00011] [00013] [00014] [00017] [00029] [00045] [00058] [00064] [00069] [00072] [00074] [00081] [00081] [00085] [00108] [00116] [00116] [00132] [00133] [00144] [00144] [00149] [00153] [00162] [00163] [00169] [00171] [00181] [00181]
τηρεῖν [00045]
Τῆς [00044]
τῆς [00002] [00003] [00018] [00025] [00026] [00028] [00032] [00060] [00074] [00085] [00108] [00113] [00124] [00150] [00159] [00172] [00172] [00175] [00175] [00178] [00179] [00179] [00200] [00200] [00200] [00200]
Τί [00089] [00093]
τί [00018] [00022] [00023] [00099] [00154] [00155] [00161]
τιμῶν [00052]
τινὰ [00118]
Τίνος [00043]
τίνος [00017]
Τίνων [00135] [00137]
τις [00025] [00081] [00106] [00179] [00185] [00197]
Τὸ [00141] [00186]
τὸ [00007] [00011] [00013] [00014] [00016] [00020] [00028] [00029] [00032] [00037] [00037] [00038] [00040] [00052] [00052] [00061] [00072] [00076] [00083] [00087] [00088] [00094] [00109] [00113] [00121] [00122] [00142] [00159] [00170] [00173] [00176] [00188] [00195] [00196] [00196] [00198] [00200] [00201]
τοιγαροῦν [00034]
τοίνυν [00011] [00015] [00024] [00029] [00046] [00058] [00127] [00144] [00169]
τοῖς [00027] [00109] [00119] [00132] [00182] [00183]
τολμᾷ [00197]
τὸν [00001] [00006] [00019] [00036] [00042] [00046] [00047] [00052] [00055] [00058] [00062] [00068] [00068] [00072] [00075] [00075] [00076] [00083] [00085] [00087] [00132] [00132]
Τότε [00198]
τότε [00074] [00157] [00195] [00200]
Τοῦ [00001]
τοῦ [00003] [00011] [00011] [00019] [00021] [00025] [00029] [00029] [00037] [00037] [00037] [00038] [00039] [00042] [00044] [00046] [00048] [00055] [00058] [00061] [00062] [00068] [00074] [00078] [00096] [00096] [00096] [00116] [00124] [00125] [00130] [00141] [00141] [00144] [00150] [00151] [00157] [00163] [00179] [00182] [00187] [00188] [00191] [00196] [00197] [00198] [00199]
τοὺς [00003] [00108] [00108] [00108] [00117] [00123] [00187] [00190] [00201]
τοῦτο [00027]
τρανεῖ [00197]
τρὶς [00164]
τρισχίλιοι [00123]
τρισχιλίους [00108]
τρόπον [00174]
τρυγόνων [00061]
τυπικῶς [00062]
τύπον [00051]
τύπος [00028] [00032]
τύραννον [00132]
τῷ [00046] [00054] [00070] [00072] [00084] [00090] [00113] [00134] [00157] [00157] [00181] [00182] [00197] [00199] [00201]
Τῶν [00138]
τῶν [00007] [00029] [00033] [00033] [00035] [00056] [00056] [00096] [00096] [00118] [00122] [00123] [00124] [00130] [00132] [00136] [00136] [00136] [00164] [00167] [00172] [00197] [00201]


ὑγιαίνοντες [00186]
ΥΠΑΠΑΝΤΗΝ [00001]
ὑπάρχοντες [00060]
ὑπάρχων [00128]
ὑπὲρ [00003] [00157]
ὑπῆρχον [00100]
ὑπὸ [00037] [00068] [00074] [00198] [00199]
ὑποβάλλει [00050]
ὑποφαίνεται [00196]


Φανερὰ [00024]
φανεροὶ [00193]
Φανουὴλ [00132]
φέγγους [00187]
φησὶ [00094] [00148]
φησί [00088]
φησι [00145]
Φησὶν [00036]
φησὶν [00042] [00047] [00048]
φορεῖ [00002]
φύγωσι [00187]
Φῶς [00098] [00102]
φῶς [00099] [00186]


χάριτος [00179]
χειραγωγηθεὶς [00074]
χεῖρας [00157]
χρείαν [00166] [00167]
Χριστὸν [00006] [00019] [00068]
Χριστὸς [00002] [00036] [00116] [00168] [00195]
Χριστοῦ [00001] [00019] [00028] [00179]
Χριστῷ [00201]
χωρὶς [00123]


ψῆφον [00144]
ψυχὴν [00153] [00162] [00169] [00171]


[00154]
[00065] [00141] [00201]
ὧδε [00119]
Ὧδε [00103]
Ὠκοδομήθη [00125]
ὡμοιώθημεν [00110]
ὡμολόγησας [00149]
ὧν [00201]
ὥραν [00072]
ὡς [00110] [00110] [00121] [00179]
ὡσεὶ [00168]
ὥσπερ [00185]
Ὥστε [00120] [00163] [00172]
ὠφέλησεν [00179]