Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρανομίας [116]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρανομίας


000-00-00 Serial Number=0756652415
Ad Innocentium papam i Ante [Go Back]  
 [00034]  Οὐδὲ γὰρ ἐνταῦθα τὰ τῆς παρανομίας αὐτοῖς κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέροις ἐπαποδύετο.
 [00061]  διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν, οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ αἱρετικοὶ, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, οὕτως ἐν θορύβοις καὶ ταραχαῖς καὶ ὀλολυγαῖς ἅπαντα ἦν.
000-00-00 Serial Number=0381452084
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00625]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας λήψεται παρανομίας ποτὲ, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται κενὸς ἐνθένδε ἀπελθών·
 [01428]  πῶς δὲ αὐτὸν τὸν Μωσῆν, ὁρῶντα καὶ παῖδας ὀρφανοὺς καὶ γυναῖκας χήρας ἀπὸ ταύτης γενομένας τῆς συμφορᾶς, καὶ τὴν ἀδελφὴν καὶ τὸν ἀδελφὸν τελευτήσαντας, καὶ τοὺς υἱοὺς τοὺς ἐκείνου καυθέντας ὑπὲρ παρανομίας τινός·
000-00-00 Serial Number=0406406105
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00536]  Καὶ ἑτέρωθι πάλιν τὴν πολλὴν ῥοπὴν ἣν ἔχει πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἐπιδεῖξαι βουλόμενος, ἐπειδὴ μετὰ τὰς πολλὰς παρανομίας ἐπηγγείλαντο τὴν ὀρθὴν βαδίζειν ὁδόν, ἀκούσας, φησίν, εἶπεν·
000-00-00 Serial Number=0570984960
Ad populum Antiochenum Ante [Go Back]  
 [00010]  καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε κίνδυνον, δείξας ὅτι τῶν ἑτέροις πεπλημμελημένων ἕτεροι τὴν τιμωρίαν ὑποστήσονται μετ' αὐτῶν ἐκείνων, ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας τῇ πονηρίᾳ παρέχονται.
 [01200]  Καίτοι γε ἐπὶ τῆς παρανομίας ταύτης οἱ πεπλημμεληκότες ἑάλωσαν, καὶ εἰς δεσμωτήριον ἐνέπεσον, καὶ δίκην ἔδοσαν, ἀλλ' ὅμως ἔτι δεδοίκαμεν·
 [02105]  Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφὴν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας.
 [02682]  Ὅταν δὲ καὶ τοσαύτης ἦτε παραινέσεως καὶ συμβουλῆς ἀπολελαυκότες, τίνα ἀπολογίαν εἰπεῖν ἕξετε ἐγκαλούμενοι, καὶ ἐπὶ τοῦ βήματος ἑστῶτες τοῦ φοβεροῦ, καὶ εὐθύνας ἀπαιτούμενοι τῆς παρανομίας ταύτης;
 [03395]  Ὅτι μὲν οὖν ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμορίας, καὶ ὅπερ ἐπὶ τῶν συμποσίων οἱ πένητες ποιοῦσιν, ἐπειδὰν αὐτῶν ἕκαστος ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν·
 [03753]  Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικὰ, τῆς ἁμαρτίας καὶ τῆς παρανομίας τῆς γεγενημένης τὴν συμμαχίαν ἅπασαν τρεψαμένης ταύτην, Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν νεοττῶν ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται·
 [04181]  ἂν δὲ μείνωμεν ἐπὶ τῆς παρανομίας, αἰσχύνη καὶ ὄνειδος ἡμῖν ἔσται πάντοθεν, ὅτι, τοῦ Θεοῦ λύσαντος τὸν κίνδυνον, ἡμεῖς ἐπὶ τῆς αὐτῆς ἐμείναμεν ῥᾳθυμίας.
 [05256]  Παρὰ γὰρ τοῖς ἀνδράσι τούτοις οὐκ ἔστι θέατρα παρανομίας, οὐδὲ ἵππων ἅμιλλαι, οὐδὲ πόρναι γυναῖκες, οὐδὲ ἡ λοιπὴ τῆς πόλεως ταραχή·
 [05379]  Ἀλλ' ἐπειδὴ οὐκ ἔπεισε ταῦτα λέγων, ἀλλ' ἔμεινεν ἐπὶ τῆς ἁμαρτίας καὶ τῆς παρανομίας, μετὰ τρία ἔτη τὴν πόλιν παρέδωκεν ὁ Θεὸς, καὶ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξας καὶ τὴν ἀγνωμοσύνην τὴν ἐκείνου.
000-00-00 Serial Number=0546425641
Adversus Judaeos Ante [Go Back]  
 [00035]  τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν, ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι.
 [00162]  κἂν ἴδητέ τινα τῶν ἀδελφῶν τῶν ὑμετέρων εἰς παρανομίας τοιαύτας ἐμπίπτοντα, ἀλλοτρίαν, οὐκ οἰκείαν ἡγεῖσθε τὴν συμφορὰν εἶναι, καὶ πρὸς τοὺς ἐγκαλοῦντας ἀπολογεῖσθαι νομίζετε, λέγοντες, Ἐμοὶ γὰρ τί μέλει;
 [00199]  Τὸν ἀδελφὸν νῦν ὁρᾷς τὸν σὸν, οὐχ ὑπὸ τοῦ δημίου, ἀλλ' ὑπὸ τοῦ διαβόλου πρὸς τὸ βάραθρον τῆς ἀπωλείας ἑλκόμενον ἀδίκως καὶ ἀνοσίως, καὶ οὐδὲ συμβολὴν προέσθαι ὑπομένοις, ὥστε αὐτὸν ἐξελέσθαι τῆς παρανομίας ἐκείνης;
 [00312]  Ποίαν τραγῳδίαν, τίνα παρανομίας τρόπον οὐκ ἀπέκρυψαν ταῖς ἑαυτῶν μιαιφονίαις;
 [00492]  καὶ ὥσπερ ἐν δεσμωτηρίῳ, τῇ κατάρᾳ τῆς παρανομίας ἦσαν συγκεκλεισμένοι·
 [01528]  Εἶτα ἐπειδὴ κατέδραμεν αὐτῶν τῆς παρανομίας, λέγει καὶ τὴν τιμωρίαν ἣν ἔδοσαν, καὶ ἀπὸ τούτου πάλιν τὸν Θεὸν εἰς ἔλεον ἐπισπάσασθαι βουλόμενος, Καὶ ἐπῆλθε, φησὶν, ἐφ' ἡμᾶς ἡ κατάρα ἡ γεγραμμένη ἐν τῷ νόμῳ Μωσέως δούλου τοῦ Θεοῦ, ὅτι ἡμάρτομεν.
 [01952]  Νυνὶ δὲ πάντα ἀπεκρύψατε τὰ παλαιὰ, οὐδενὶ δὲ τρόπῳ παρανομίας ὑπερβολὴν κατελίπετε διὰ τῆς εἰς Χριστὸν μανίας·
 [01955]  Ἦ δῆλον ὅτι καὶ παιδοκτονίας καὶ πάσης παρανομίας πολλῷ χεῖρον ἐτολμήσατε καὶ μεῖζον, τὸν Χριστὸν ἀνελόντες.
 [02087]  Μὴ γάρ μοι τοὺς πατριάρχας τούτους εἴπῃς, τοὺς καπήλους, τοὺς ἐμπόρους, τοὺς πάσης παρανομίας γέμοντας.
 [02134]  Νυνὶ δὲ παίγνια τὰ παρὰ Ἰουδαίοις πάντα καὶ γέλως καὶ αἰσχύνη καὶ καπηλεῖα καὶ μυρίας μεστὰ παρανομίας.
 [02188]  Εἰ γὰρ [48.915] τότε, ὅτε τὰ χερουβὶμ ἦν, ὅτε ἡ κιβωτὸς, ὅτε ἔτι Πνεύματος ἐπήνθει χάρις, νῦν μὲν ἔλεγεν, ὅτι Ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν, νῦν δὲ, ὅτι Οἶκον ἐμπορίου, διὰ τὰς παρανομίας αὐτῶν καὶ τὰς μιαιφονίας·
 [02190]  Εἰ γὰρ τότε σπήλαιον λῃστῶν ἦν, ὅτε ἔτι τὰ τῆς πολιτείας ἐκράτει, νῦν κἂν πορνεῖον, κἂν παρανομίας χωρίον, κἂν δαιμόνων καταγώγιον, κἂν διαβόλου φρούριον, κἂν ψυχῶν ὄλεθρον, κἂν ἀπωλείας ἁπάσης κρημνὸν καὶ βάραθρον, κἂν ὁτιοῦν τις προσείπῃ, ἔλαττον τῆς ἀξίας ἐρεῖ.
 [02232]  Εἰ γὰρ καὶ ἀληθὲς ἦν, ὃ πανταχοῦ κομπάζοντες ἀεὶ ψιθυρίζουσιν, ὅτι τὴν πόλιν ἀπολήψονται πάλιν, οὐδὲ οὕτως ἀπηλλάχθαι τῶν τῆς παρανομίας ἐγκλημάτων ἐδύναντο.
 [02638]  ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα πολλῇ τότε ἐχρήσατο τῇ προνοίᾳ, ἐπειδὴ πρὸς ἄφατον αὐτὸν εἶδε κακίαν ἐξολισθήσαντα, καὶ οὐκ ἀπέστη φοβῶν, ἀπειλῶν, κολάζων, καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων πολλῶν πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως ἂν αὐτὸν εἰς ἐπίγνωσιν ἤνεγκε τῆς ἁμαρτίας, εἰς αἴσθησιν τῆς παρανομίας, καὶ τέλεον αὐτὸν ἀπήλλαξε τῆς κηλῖδος ἁπάσης.
000-00-00 Serial Number=0650071859
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00231]  ἐπειδὴ δὲ τὰ ἄνω κάτω γέγονε, καὶ αἱ μὲν πόλεις, ἕνθα δικαστήρια καὶ νόμοι, πολλῆς γέμουσι παρανομίας καὶ ἀδικίας, ἡ δὲ ἐρημία πολλῷ βρύει τῷ τῆς φιλοσοφίας καρπῷ, οὐχ οἱ τῆς ζάλης ταύτης καὶ τῆς ταραχῆς τοὺς σωθῆναι βουλομένους ἐξάγοντες, καὶ πρὸς τὸν τῆς ἡσυχίας ὁδηγοῦντες λιμένα, δικαίως ἂν ἐγκαλοῖντο παρ' ὑμῶν, ἀλλ' οἱ πόλιν ἑκάστην οὕτως ἄβατον ἐργαζόμενοι καὶ πρὸς φιλοσοφίαν ἀνεπιτήδειον, ὡς ἀναγκάζεσθαι τοὺς σωθῆναι βουλομένους τὰς ἐρημίας μεταδιώκειν.
000-00-00 Serial Number=0936728418
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00136]  πομπὴ δὲ διαβόλου πᾶν εἶδος ἁμαρτίας ἐστί, θέατρα παρανομίας, ἱπποδρομίαι, συνέδρια γέλωτος καὶ αἰσχρολογίας γέμοντα·
000-00-00 Serial Number=0221473098
Contra theatra Ante [Go Back]  
 [00003]  Πολλοὺς οἶμαι τῶν πρῴην καταλιπόντων ἡμᾶς καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον.
000-00-00 Serial Number=0120595992
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00265]  Οὐ γὰρ γάμος ἐνταῦθα ὑβρίζετο καθάπερ ἐκεῖ οὐδὲ ἀπὸ παρανόμου μίξεως ἀλλ' ἀπὸ μολυσμοῦ παιδοκτονίας ἐναγεστέρου καὶ τυραννίδος ἀπηνεστάτης καὶ παρανομίας οὐκ εἰς γυναῖκα γενομένης ἀλλ' εἰς αὐτὴν τὴν ἁγιστείαν ταύτην τὴν ἱστορίαν ἔπλεξεν ὁ πονηρός.
 [00455]  Ἕτερος δέ τις ἐπὶ τῇ φυλακῇ τῶν ταμείων τεταγμένος τῶν βασιλικῶν πρὶν ἢ τὸν οὐδὸν ὑπερβῆναι τῶν βασιλείων ἐλάκησεν ἄφνω μέσος καὶ αὐτὸς ἑτέρας τινὸς τοιαύτης παρανομίας δίκην δούς.
000-00-00 Serial Number=0600656509
De Christi divinitate Ante [Go Back]  
 [00170]  τοῦτο ᾐνίξατο, ὅτι εἰ οὗτός ἐστιν ὁ ἐπιδειξάμενος δύναμιν, ὡς οὐκ ἂν εἴη δίκαιος παρανομίας ἐγκλήμασιν ὑπεύθυνος γίνεσθαι.
000-00-00 Serial Number=0315687358
De Davide et Saule Ante [Go Back]  
 [00504]  Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον.
000-00-00 Serial Number=0642457604
De Lazaro Ante [Go Back]  
 [00424]  ἀλλ' ἁμαρτημάτων τίνεις δίκας καὶ παρανομίας.
000-00-00 Serial Number=0434058487
De diabolo tentatore Ante [Go Back]  
 [00617]  Μετὰ μυρία ἁμαρτήματα, μετὰ τοσαύτας παρανομίας ἐπαγγέλλεται καταλλάττεσθαι τῷ προσκεκρουκότι, εἰ τοῖς συνδούλοις φιλανθρωπεύσεται τοῖς αὐτοῦ.
000-00-00 Serial Number=0181020975
De eleemosyna [1] Ante [Go Back]  
 [00144]  ὧν καὶ τῆς παρανομίας διδαχθέντες ἀπέστημεν.
000-00-00 Serial Number=0262338102
De eleemosyna [3] Ante [Go Back]  
 [00143]  ὧν καὶ τῆς παρανομίας διδαχθέντες ἀπέστημεν.
000-00-00 Serial Number=0989272952
De incomprehensibili dei natura Ante [Go Back]  
 [01309]  Καὶ τί λέγω περὶ τῶν θείων Γραφῶν, ὅπου γε τοσαύτη τῆς ἀτοπίας ἡ περιφάνεια καὶ τῆς παρανομίας ἡ ὑπερβολὴ ὡς μηδὲ τοὺς τῆς ἀληθείας ἀποπλανηθέντας Ἕλληνας ἐπιχειρῆσαί ποτέ τι τοιοῦτον εἰπεῖν;
000-00-00 Serial Number=0083309710
De paenitentia [1] Ante [Go Back]  
 [00450]  Ὢ νηστεία ἐπιτεταμένης τῆς παρανομίας πεπληρωμένη·
 [01358]  Ἰδοὺ καὶ πόνος νηστείας, καὶ μισθὸς νηστείας οὐδαμοῦ, ὅταν εἰς τὰ θέατρα τῆς παρανομίας ἀναβαίνωμεν.
 [01361]  Ποῖον κέρδος νηστεύοντας εἰς τὰ θέατρα παρανομίας ἀναβαίνειν, εἰς τὸ κοινὸν τῆς ἀσελγείας διδασκαλεῖον εἰσιέναι, εἰς τὸ δημόσιον τῆς ἀκολασίας γυμνάσιον, ἐπὶ τὴν καθέδραν καθέζεσθαι τῶν λοιμῶν;
000-00-00 Serial Number=0414175510
De prophetiarum obscuritate Ante [Go Back]  
 [00914]  Ὅτι πάσης παρανομίας ὀξύτερον δρᾶται, καὶ ταχέως συναρπάζει τὸν μὴ προσέχοντα.
000-00-00 Serial Number=0270149887
De resurrectione mortuorum Ante [Go Back]  
 [00061]  Οὐχ οὕτω γοῦν τῶν ἐχθρῶν ἐδεδοίκει τὰς ἐπιβουλὰς ὁ Παῦλος, ὡς τὰ ἔνδον πτώματα, καὶ τὰς τῶν οἰκείων παρανομίας.
 [00300]  οἵ τε πρὸς ἀσέβειαν βλέποντες οὐ μικρὸν ἔσχον κώλυμα, τοῦ σώματος τὴν φθορὰν, πρὸς τὸ μὴ ποῤῥωτέρω προελθεῖν τῆς οἰκείας παρανομίας.
000-00-00 Serial Number=0094011426
De terrae motu Ante [Go Back]  
 [00076]  Οὐδεὶς τόκων μέμνηται, οὐδεὶς περὶ πλεονεξίας διαλέγεται, οὐδ' αἱ χεῖρες ἁμαρτημάτων καθαραὶ μόνον, ἀλλὰ καὶ ἡ γλῶσσα ἀπηλλαγμένη παρανομίας καὶ λοιδορίας·
 [00110]  διὰ τὰς παρανομίας, διὰ τὰς ὑπερηφανίας, διὰ τὰς ἡδονὰς, διὰ τὸ ψεῦδος.
000-00-00 Serial Number=0634572804
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01635]  ὁ δὲ δοκῶν μὲν εὖ πράττειν μετὰ ἀλαζονείας, μηδὲν δὲ πάσχων δεινὸν, οὔτε αἴσθησιν τῆς οἰκείας παρανομίας λήψεταί ποτε, ἀλλὰ καὶ αὐξήσει τὸ δεινὸν, καὶ λήσεται τῶν ἐνθένδε κενὸς ἀπερχόμενος.
 [01866]  ἐν δὲ τῷ ναῷ τοῦ Θεοῦ, αὐτοῦ διαλεγομένου σοι καὶ ἀπειλοῦντος ὑπὲρ τούτων, τοιούτων κατατολμᾷς κατ' αὐτὸν τὸν καιρὸν, καθ' ὃν ἀκούεις μὴ ταῦτα ποιεῖν, καὶ οὐ φρίττεις οὐδὲ ἐξέστηκας, ἐργαστήριον παρανομίας τὴν καρδίαν ἀποτελῶν καὶ τοὺς ὀφθαλμούς;
 [01954]  Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων, παρεῖναι σήμερον·
 [01991]  Ὥστε εἰ καὶ διάφορα τὰ τῆς παρανομίας, ἀλλὰ τὰ τῆς ὕβρεως ἴσα.
 [02960]  ἐπειδὴ εἶδε τὸν δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως τῆς Σάῤῥας ἐνεγκόντα τὴν ἀφαίρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται, ὁμοῦ καὶ τὸν δίκαιον περιφανέστερον ἀποδεικνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ μετὰ βασιλέα ἀπαλλάττων τῆς παρανομίας.
 [03189]  τὰ δὲ ἐκ τούτων ἐπισωρευθέντα αὐτῷ ἁμαρτήματα λαβὼν ἄπεισι, τὰς ὑπὲρ τούτων παρανομίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας;
 [03332]  Καὶ τί τῆς τοιαύτης παρανομίας χαλεπώτερον;
 [05458]  καὶ τί ταύτης τῆς παρανομίας χεῖρον γένοιτ' ἄν;
 [06824]  Ὢ τῆς ὕβρεως! ὢ τῆς παρανομίας! ταὐτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἴ τις τὸν νομοθέτην τὸν κωλύοντα φονεύειν, αὐτὸν σύμμαχον λαβὼν κελεύει σφαγέα γενέσθαι.
000-00-00 Serial Number=0413950682
Epistula ad Cyriacum Ante [Go Back]  
 [00099]  Ἑορτὴ γὰρ ἦν περι φανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ.
 [00450]  Οὐχὶ παρανομίας τῆς χαλεπωτάτης ταύτην ἔφησε δίκην ὁ Παῦλος;
000-00-00 Serial Number=0560131013
Epistulae Ante [Go Back]  
 [00826]  οὕτω δὴ καὶ οἱ τὰς παρανομίας ταύτας τολμῶντες, τὸ χαλεπὸν τῆς γεέννης πῦρ κατὰ τῆς ἑαυτῶν συνάγουσι κεφαλῆς.
 [01784]  οὕτω δὴ καὶ οἱ τὰς παρανομίας ταύτας τολμῶντες, τὸ χαλεπὸν τῆς γεέννης πῦρ κατὰ τῆς ἑαυτῶν συνάγουσι κεφαλῆς.
 [02661]  Καὶ γὰρ οὐχ ἡ τυχοῦσα γέγονέ μοι παραψυχὴ, τὸ λογίζεσθαι ὅτι ἐκ τοσούτου καθήμενοι διαστήματος, οὐχ ἑωρακότες ἡμᾶς ποτε, οὐκ ὀφθέντες παρ' ἡμῶν, οὐ λόγων ἡμῖν κοινωνήσαντες, ἀθρόον ὑπὸ τῆς παρανομίας τῶν τολμηθέντων κινηθέντες, τοσαύτην ἐπεδείξασθε περὶ ἡμᾶς ἀγάπην, ὅσην πατέρες περὶ παῖδας, μᾶλλον δὲ καὶ πατέρας ἀπεκρύψατε τῇ τοσαύτῃ κηδεμονίᾳ.
 [02828]  Ὅσῳ χαλεπώτερον τὸ κρῖμα γεγένηται τοῖς τὰ τοιαῦτα παρανομήσασι, τοσούτῳ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, τοῖς τοσαύτας παρανομίας λύειν ἐσπουδακόσι, καὶ τοσοῦτον ἐπιδεικνυμένοις πόνον καὶ κάματον.
 [02935]  ∆ιὰ ταῦτα ὑμᾶς καὶ ἡμεῖς, καὶ πάντες οἱ κατὰ τὴν οἰκουμένην ἀνακηρύττουσι καὶ στεφανοῦσιν, ὅτι ἐκ τοσούτου καθημένους διαστήματος, οὐ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου τὸ πλῆθος ῥᾳθυμοτέρους ἐποίησεν, ἀλλ' ὡς πλησίον ὄντες τῶν γενομένων, καὶ αὐταῖς ὄψεσιν ὁρῶντες τὰς γενομένας παρανομίας, οὕτως ἐῤῥωμενεστάτῃ προθυμίᾳ τὰ παρ' ἑαυτῶν εἰσφέρειν ἐσπουδάκατε.
000-00-00 Serial Number=0606148124
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00205]  Ἑορτὴ γὰρ ἦν περιφανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ.
 [00293]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀκούσας καὶ οὐκ ἔχων ὄνομα ἐπιθεῖναι πρὸς ἀξίαν τῷ ἁμαρτήματι κύριον, ἑτέρως ἐμφαίνει τὸν ὄγκον τῆς παρανομίας, οὑτωσὶ λέγων·
 [00295]  Οὐκ εἶπεν «οὐδὲ τολμᾶται», ἀλλ' «οὐδὲ ὀνομάζεται», τὴν ὑπερβολὴν δεῖξαι θέλων τῆς παρανομίας ἐκείνης.
 [00785]  Οὐχὶ παρανομίας τῆς χαλεπωτάτης ταύτην ἔφησεν εἶναι δίκην ὁ Παῦλος;
 [00814]  Καὶ ὅταν μεγάλας ἀπειλῇ τοῖς Ἰουδαίοις ὁ Θεὸς ἀπειλὰς ὑπὲρ παρανομίας πολλῆς μετὰ τὴν αἰχμαλωσίαν καὶ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν καὶ τοὺς λιμοὺς καὶ τοὺς λοιμοὺς καὶ τὴν ἀνθρωποφαγίαν καὶ ταύτην ἐπάγει τὴν δίκην λέγων·
000-00-00 Serial Number=0201922476
Expositiones in Psalmos Ante [Go Back]  
 [01273]  Ὅτι πολλῆς παρανομίας ἦν, τὸ ἐκ προοιμίων εὐθέως παραβῆναι τὸ πρόσταγμα, καὶ ἔδει καὶ τοῖς ἄλλοις φόβον ἐντεθῆναι πολύν.
 [01324]  Οὐκ ἀνάπτεται δὲ ἡ κάμινος, ἂν μὴ τὰς εὐμόρφους ὄψεις περιεργάσῃ, ἂν μὴ τὰ ἄλλα κάλλη πολυπραγμονήσῃς, ἂν μὴ εἰς θέατρα παρανομίας ἀναβαίνῃς.
000-00-00 Serial Number=0650622368
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00594]  Σκόπησον τοίνυν, φησὶ, τὰς ἄνωθέν σου παρανομίας·
 [00770]  σὺ δὲ πολλάκις, φησὶν, ἀποπεμφθεῖσα παρ' ἐμοῦ διὰ τὰς παρανομίας, καὶ τοὺς ἀλλοτρίους ἐπιβοωμένη, τουτέστιν Ἀσσυρίους, καὶ Αἰγυπτίους·
 [00786]  νῦν δὲ εἰς ἀπέραντον ἐχώρησας βυθὸν κακῶν, πάντα τόπον ἐμπλήσασα τῆς παρανομίας σου.
 [02081]  οἱ δὲ οὐ διέλιπον τῆς παρανομίας.
 [03769]  Λέγει τοίνυν, ὅτι ὥσπερ οὐκ ἔνεστιν ἐκεῖθεν ἐκλείπειν ὕδωρ, ἢ χιόνα τοῦ Λιβάνου, καὶ ὕδωρ φερόμενον βιαίως οὐκ ἄν, ποτέ τις παρατρέψειε, μὴ κατ' εὐ [64.921] θεῖαν φέρεσθαι, οὕτως ὁ λαὸς καὶ ἀδιαλείπτως ἥμαρτε, καὶ σφοδρῶς εἴχετο τῆς παρανομίας.
 [03791]  ἵνα τοίνυν, φησὶ, μὴ εἰς ἔλεγχον ἡμῶν καθιστάμενος ἐλέγχῃ τὰς παρανομίας, καὶ λέγῃ τὰς συμφορὰς, σκευωρησάμενοι αὐτὸν ἀνέλωμεν.
000-00-00 Serial Number=0283953846
Fragmenta in Proverbia Ante [Go Back]  
 [01384]  Οὐκ ἄρα τὸ φθέγξασθαι, ἀλλὰ καὶ τὸ ὑπακούειν, παρανομίας καὶ πονηρίας ἐσχάτης.
000-00-00 Serial Number=0383165956
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00339]  Ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας·
000-00-00 Serial Number=0275409997
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00152]  εἰ μὴ τούτῳ κατείχοντο τῷ χαλινῷ, ποῦ οὐκ ἂν ἐξεῤῥάγησαν παρανομίας;
000-00-00 Serial Number=0466536760
In Heliam et viduam Ante [Go Back]  
 [00072]  Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς παρανομίας, ἀλλὰ τοῦ Λὼτ ὑποσχομένου τὰς ἑαυτοῦ παραδώσειν θυγατέρας, οὐδὲ οὕτως ἀφίσταντο, ἀλλ' ἐπέκειντο, λέγοντες μὴ πρότερον ἀποστήσεσθαι, ἕως ἂν τοὺς ἄνδρας λάβωσι·
000-00-00 Serial Number=0977079809
In Isaiam Ante [Go Back]  
 [00146]  Ὁ μὲν γὰρ τῇ τῆς ψυχῆς ἀρετῇ τὴν εὐλογίαν ἐπεσπάσατο τὴν τῆς προσηγορίας, οἱ δὲ διὰ τῆς παρανομίας αὐτὴν προὔδωκαν.
 [00565]  Συμεὼν καὶ Λευῒ ἀδελφοί, καὶ κατηγορήσας αὐτῶν τῆς παρανομίας καὶ τῆς ἀδίκου σφαγῆς τῆς εἰς τοὺς Σικημίτας γεγενημένης, προϊών φησι·
 [01467]  Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, καὶ τὰς παρανομίας τὰς ὑπ' αὐτῶν τολμηθείσας ἐπάγων καὶ προστιθείς, ὅτι·
000-00-00 Serial Number=0131180644
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00377]  [Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν λήθην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας καὶ τὰς τολμηθείσας παρανομίας, καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ' ἡμέραν φαντάζομαι,] Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.
000-00-00 Serial Number=0799188197
In Psalmum 118 Ante [Go Back]  
 [01193]  Ὁ δὲ προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς, τῷ Θεῷ παραπλησίως, τοὺς παρα βάτας, πᾶσαν προθυμίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσήνεγκεν, ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς.
 [01372]  διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος.
000-00-00 Serial Number=0841735363
In Psalmum 139 Ante [Go Back]  
 [00079]  ὡς αὐτὸς ὁ Λὼτ τοὺς ἀγγέλους ἐῤῥύσατο ἐκ τῆς τῶν Σοδομιτῶν παρανομίας.
000-00-00 Serial Number=0261884391
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04653]  ἐκ προοιμίων εὐθέως τὸν θυμὸν ἐνδεικνύμενος, καὶ δεικνὺς ὅτι τόλμης ἐστὶ τὸ πρᾶγμα καὶ παρανομίας.
 [06212]  Ὁρᾷς πῶς ἠρέμα καὶ κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁμάρτημα;
 [07167]  ∆ιόπερ εἰπὼν, Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καὶ ἐπαγαγὼν, Μηδὲ εἰδωλολάτρας γίνεσθαι, τὴν αἰτίαν τῆς τοιαύτης παρανομίας τίθησιν·
 [07519]  Τοῦτο δὲ εἶπε, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρικῆς παρανομίας.
 [08172]  Ἐννόησον οὖν τῆς παρανομίας τὴν ὑπερβολὴν, ὅταν τοσαύτῃ τιμηθεὶς ἐξουσίᾳ σαυτὸν καταισχύνῃς, τὸ τῆς γυναικὸς ἁρπάζων σχῆμα.
 [08304]  Καὶ γὰρ ἐσχάτης παρανομίας τὴν τοῦ βίου κοινωνὸν, τὴν ἐν τοῖς ἀναγκαίοις καὶ ἀνωτάτω σοι συνεφαπτομένην, ταύτην ὡς ἀνδράποδον ἀτιμάζειν.
 [08380]  [61.225] ἑαυτὸν παρενέθηκε, δεικνὺς ὅτι εἰ καὶ αὐτόν τις ἐπεγράφετο τοῦ κοινοῦ σώματος ἀποῤῥηγνύμενος, καὶ οὕτως ἄτοπον τὸ γινόμενον ἦν καὶ παρανομίας ἐσχάτης.
 [08501]  ὅταν δὲ καὶ ὁμοῦ συνημμένα ᾖ, ἐννόησον ὅση ἡ ὑπερβολὴ τῆς παρανομίας.
 [09999]  Τότε μὲν γὰρ οὐχὶ τὴν ἀσέβειαν μόνον, ἀλλὰ καὶ τοὺς ἀσεβοῦντας αὐτοὺς μισεῖν ἐκελεύοντο, ἵνα μὴ ἡ φιλία ἀφορμὴ γένηται παρανομίας αὐτοῖς·
000-00-00 Serial Number=0295565724
In epistulam ad Colossenses Ante [Go Back]  
 [04217]  Πάντα παρανομίας γέμει.
000-00-00 Serial Number=0499636471
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01929]  Ἀλλ' ἐσχάτης ταῦτα παρανομίας, [61.669] καὶ σατανικῆς παραπληξίας.
000-00-00 Serial Number=0409579992
In epistulam ad Romanos Ante [Go Back]  
 [01021]  Ὅρα πῶς πάλιν ἐπὶ τὴν πηγὴν ἔρχεται τοῦ κακοῦ, τὴν ἀσέβειαν τὴν ἀπὸ τῶν δογμάτων, καὶ μισθὸν τοῦτον εἶναί φησι τῆς παρανομίας ἐκείνης.
 [01047]  Καὶ ὅπερ ἂν εἴποις ἁμάρτημα, οὐδὲν ἴσον ἐρεῖς τῆς παρανομίας ταύτης·
 [03837]  τί τῆς παρανομίας ταύτης χαλεπώτερον;
 [05877]  Τί ταύτης τῆς παρανομίας χεῖρον γένοιτ' ἄν;
 [06388]  Ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν ἀπὸ τῆς οἰκείας παρανομίας·
 [06547]  Ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες ἐξ Ἰουδαίων τὴν μὲν ἔχειν, τῆς δὲ ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι·
000-00-00 Serial Number=0800782144
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00078]  Καὶ κατήργησε μὲν τὰ μυσαρὰ σεβάσματα τῆς εἰδωλολατρείας, διέφθειρε δὲ τὰ τῶν ἀθεμίτων ἐπιτηδεύματα, ἠχρείωσε τὰ σχίσματα τῆς βακχικῆς παρανομίας, καὶ ἠμαύρωσε τὰ πλάσματα καὶ τὰ καλλωπίσματα τῆς ἀσεβείας·
000-00-00 Serial Number=0201577544
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00200]  ὅταν δὲ εἰς ἁμαρτήματα καὶ παρανομίας, οὐκέτι ἂν εἴη καλὸν, ἀλλὰ βέλτιον τὸν τοιοῦτον τελευτῆσαι.
 [00248]  Ἡνίκα τῶν Ἑβραίων ὁ δῆμος εἰς ἔσχατον ἐξώκειλε παρανομίας, τότε δὴ ὁ μέγας Ἠλίας, καὶ τῶν οὐρα νῶν ἄξιος, ὁ βουλόμενος τὴν ἐκ τῆς ῥᾳθυμίας νόσον ἀνελεῖν, καὶ διορθῶσαι ταύτην, ἐπήγαγε λέγων·
000-00-00 Serial Number=0463485777
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00256]  Λέγει αὐτῶν τὰς παρανομίας, τὰς ἁμαρτίας, τὸ ἀδιόρθωτον, τὴν τυραννίδα, τὴν τιμωρίαν.
000-00-00 Serial Number=0722377777
In illud Vidi dominum Ante [Go Back]  
 [00230]  Αὕτη τῆς παρανομίας ἡ ἀνταπόδοσις, οὕτως ἡ τοῦ Θεοῦ ἀδέκαστός ἐστι δίκη.
000-00-00 Serial Number=0499351680
In pharisaeum et meretricem Ante [Go Back]  
 [00021]  Τί γάρ ἐστι πόρνη, ἢ διαφθορὰ, ἢ προφανὴς ὕβρις τῆς φύσεως, ἢ τοῦ θήλεος γένους δημόσιος θρίαμβος, λώβη σωμάτων τε καὶ ψυχῶν, λοιμὸς τέρψει κεχρημένος, τάφος κεκονιαμένος, ᾅδου ἀκατάσχετον καὶ ἀκόρεστον στόμα, θανάτου κεκαλλωπισμένον προπύλαιον, τερπνὸν δηλητήριον, ἀναίδεια παῤῥησιαζομένη, αἰσχύνη ἀναίσχυντος, εὐπρόσωπος ὄλεθρος, τῶν ἀσελγῶν μηχανῶν δέλεαρ, τῶν νέων ἰξὸς, κάπηλος τῶν οἰκείων μελῶν, ἀπωλείας βυθὸς, ναυάγιον ἀγαπώμενον, κοινὴ συμφορὰ πάσης ἁμαρτίας, ἰταμὸν ἐργαστήριον, πάσης παρανομίας διδάσκαλος, τῆς πρὸς τὸν Θεὸν ἔχθρας δημιουργὸς, ὕλη τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου;
000-00-00 Serial Number=0444980264
In sancta et magna parasceve Ante [Go Back]  
 [00068]  Ὢ τῆς πολλῆς παρανομίας! φόνον ἀδικίας ἐργάζον ται, καὶ εἰς τὸ πραιτώριον εἰσελθεῖν παραιτοῦνται, φυλαττόμενοι μὴ μιανθῆναι οἱ ἤδη μεμιασμένοι, προβάτῳ τὸ πρόβατον λύοντες.
000-00-00 Serial Number=0965943635
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00037]  γενομένης δὲ λοιπὸν τῆς κατὰ τοῦ σωτῆρος παρανομίας, ἀπεσβέσθη τὰ παρὰ Ἰουδαίοις πάντα κάλλη.
000-00-00 Serial Number=0767006159
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01039]  ἐκεῖνοι τεσσαράκοντα ἔτη προστεθῆναι αὐ τοῖς ἐποίησαν διὰ τῆς παρανομίας.
000-00-00 Serial Number=0959460676
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00030]  ὥστε εἰ καὶ διάφορα τὰ τῆς παρανομίας, ἀλλὰ τὰ τῆς ὕβρεως ἴσα.
000-00-00 Serial Number=0532670856
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00165]  Καὶ ἕκαστον ἴδοι τις ἂν καὶ ἄνδρα καὶ γυναῖκα καὶ οἰκέτην καὶ ἐλεύθερον καὶ πλούσιον καὶ πένητα κατὰ δύναμιν τὴν ἑαυτοῦ φορτία βαστάζοντα, τὰ τῇ φλογὶ ταύτῃ δι' ἡμέρας τε καὶ νυκτὸς πολλὴν παρέχοντα τὴν τροφήν, φορτία οὐ ξύλων οὐδὲ φρυγάνων, οὐ γὰρ τοιαύτη ἡ φλόξ, ἀλλὰ ψυχῶν καὶ σωμάτων ἀδικίας καὶ παρανομίας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»