Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παραμυθίαν [476]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παραμυθίαν


000-00-00 Serial Number=0271248043
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00063]  Ἵνα γὰρ τὸν φόβον τῆς μελλούσης ἐκλύσῃ κολάσεως τῶν κατανυγέντων ἐν τῇ τοῦ Θεοῦ ἀγάπῃ, καὶ χαυνοτέρους ἐργάσηται περὶ τὴν ὑπακοὴν τῆς ἐντολῆς, τὴν ἀπὸ τῆς ὑπερβολῆς παραμυθίαν εἰσήγαγεν, εἰς μὲν τὸ παρὸν ἱκανὴν χαρίσασθαι ταῖς ῥᾳθυμοτέραις ψυχαῖς ἀπάτην, ἐλεγχθησομένην δὲ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε κέρδος οὐδέν.
 [00192]  ἐπὶ δὲ τοῖς μετὰ ταῦτα ἥξω, εἴ πώς τινα τῆς αἰσχύνης ταύτης εὕρω παραμυθίαν μικράν.
 [00195]  Ἐγὼ μὲν οὖν παραμυθίαν ᾤμην εὑρήσειν τῆς ἡμετέρας αἰσχύνης, ὁρῶ δὲ προσθήκην οὐκ ἐλάττονα τῶν προτέρων.
000-00-00 Serial Number=0301166177
Ad Eudoxiam i Ante [Go Back]  
 [00029]  Μιμησάτω οὖν καὶ ἡ ὑμετέρα φιλόχριστος θεοσέβεια τοὺς τὴν πίστιν τηρήσαντας ἀλωβήτως καὶ τὸν [290] καλὸν δρόμον ἐληλακότας ἐν τῷδε τῷ βίῳ διὰ τῶν ἀγαθῶν πράξεων καὶ κελεύσει ἀναδοθῆναι τῇ ταπεινῇ Θεογνώστου γυναικὶ καὶ τοῖς τέκνοις αὐτῆς τὸν ἀμπελῶνα αὐτῶν, ὃν εἶχον εἰς παραμυθίαν.
000-00-00 Serial Number=0881760895
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00006]  ἐπειδὴ δὲ ἡ τοῦ σώματος ἀσθένεια, καὶ τὸ κατασκῆψαν τῇ κεφαλῇ κακὸν οἴκοι μένειν καταναγκάσαν, διακονίαν τοσοῦτον ἔχουσαν κέρδος ἡμᾶς ἀφείλετο, ὅπερ ἐστὶν ὑπόλοιπον καὶ πρὸς παραμυθίαν τὴν σὴν, καὶ πρὸς ὠφέλειαν τὴν ἡμετέραν, τοῦτο κατὰ δύναμιν εἰσενεγκεῖν οὐκ ὀκνήσομεν.
 [00553]  Εἰ δὲ χρὴ καὶ αὐτοὺς ἐκ τῶν ἤδη γεγενημένων γνωρίμων ἡμῖν ἐπινοῆσαι λύσιν καὶ παραμυθίαν τοῖς ζητουμένοις τινὰ, διὰ τοὺς σφόδρα ταῦτα περιεργαζομένους, ἐκεῖνό φημι, ὅτι τὸ μὲν τοὺς δικαίους ἐν θλίψεσιν εἶναι, ἐν ἀνέσει δὲ τοὺς πονηροὺς, οὐδὲ ζητήσεως ἄξιον λοιπὸν, τῆς βασιλείας ἀποκαλυφθείσης, καὶ τῆς κατὰ τὸν μέλλοντα αἰῶνα ἀντιδόσεως δειχθείσης ἡμῖν.
 [01063]  ἀλλ' ἐκείνῳ μεγίστην καθ' ἕκαστον τούτων παραμυθίαν ἔφερε τῶν λυπηρῶν τὸ διὰ τὸν Θεὸν πάντα ὑπομένειν ἐκεῖνα.
 [01075]  Σὺ δὲ εἰ βούλει μετὰ ἀκριβείας τὰ ἐκείνου μαθεῖν, τὸ βιβλίον αὐτοῦ μετὰ χεῖρας λαβὼν διάκυψον πρὸς τὴν ἄβυσσον τῶν συμφορῶν, καὶ πολλὴν ἐν ἐκείνοις παραμυθίαν εὑρήσεις τῶν σῶν.
 [01091]  Ὡς δέ ποτε καὶ τούτους οὗτος φίλους ἐκτήσατο, καὶ ἐν ἡλικίᾳ τοὺς παῖδας εἶδε γενομένους τοὺς αὐτοῦ, τότε δὴ, τότε, ὅτε πολλὴν προσεδόκησε παραμυθίαν εὑρήσειν, καὶ γηροκόμους ἕξειν καλοὺς, εἰς τὴν ἐσχάτην ἀθυμίαν ἐνέπεσε.
 [01118]  Ὁ μὲν γὰρ πάππος ὁ τούτου, εἰ καὶ μακρὰν ἐστείλατο τὴν ἀποδημίαν, ἀλλὰ τοῦ Θεοῦ κελεύοντος, ὅπερ παραμυθίαν αὐτῷ τὴν μεγίστην ἔφερεν·
 [01189]  Ὡς δὲ ἐν ἡλικίᾳ γέγονεν ὁ τῆς ἀγαπωμένης γυναικὸς υἱὸς, καὶ παραμυθίαν αὐτὸν ἕξειν προσεδόκησε τῆς ἐπ' ἐκείνῃ λύπης, τότε αὐτῷ πολύτροποι διὰ τούτου κατεσκευάζοντο συμφοραί·
 [01197]  ὡς δὲ ἀνελθόντες ἀπὸ τῆς Αἰγύπτου οἱ υἱοὶ παραμυθίαν ἐκομίσαντο τοῦ κακοῦ ἑτέρᾳ λύπῃ ταύτην ἀναμίξαντες ἤγαγον, καὶ τὴν ἀπὸ τῆς τοῦ λιμοῦ λύσεως ἡδονὴν συνέχεεν ἡ τοῦ παιδὸς ἀποδημία.
 [01287]  ὥστε δὲ ἐκ περιουσίας γενέσθαι τὴν παραμυθίαν, καὶ τοῦτον ἔγνωκά σοι προσθεῖναι τὸν λόγον, ἐκεῖνό σε πρῶτον ἐρόμενος·
 [01537]  παραμυθίαν τὰ παιδία καὶ τὰς γυναῖκας·
 [01538]  ἐπιστὰς δὲ ἄφνω ἤκουε μὲν ὅτι οὗτοι παρὰ τοῖς πολεμίοις δουλεύουσιν, ἐθεώρει δὲ πῦρ καὶ καπνὸν καὶ αἷμα καὶ νεκροὺς, καὶ πρὶν ἢ τούτους ἀλγῆσαι καὶ τὴν αἰχμαλωσίαν ὀδύρασθαι, θηρίων χαλεπώτερον ἐπέπεσον οἱ τὴν πόλιν οἰκοῦντες αὐτῷ, ἀπὸ τῆς ἐκείνου κεφαλῆς ἕκαστος τῶν οἰκείων κακῶν εὑρέσθαι παραμυθίαν ζητῶν.
000-00-00 Serial Number=0566429377
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00495]  καίτοι γε ἐπὶ μὲν τῶν σωμάτων ἀνίατα πολλὰ πολλάκις συμβαίνειν εἰκός, καὶ οὐδὲν ἀπαγορεύομεν, ἀλλὰ συνεχῶς τῶν ἰατρῶν λεγόντων ἀκούοντες, ὅτι τοῦτο τὸ πάθος ἀφανίσαι φαρμάκοις οὐκ ἔνι, ὅμως ἐπικείμεθα παρακαλοῦντες παραμυθίαν γοῦν τινα ἐπινοῆσαι μικράν·
 [00544]  Εἰ δὲ τὸ ὁμολογῆσαι τὰ ἁμαρτήματα τοσαύτην ἔχει παραμυθίαν, πολλῷ μᾶλλον τὸ διὰ τῶν ἔργων αὐτῶν ἀπονίψασθαι.
 [00687]  Ὁ μὲν γὰρ μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις·
000-00-00 Serial Number=0920566022
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01020]  Καὶ γὰρ καὶ οὐσίας ἐπέδωκαν πολλοί, ὥστε τοὺς δεσμώτας καὶ τοὺς ἐξορίστους ἔχειν τινὰ παραμυθίαν τῆς τοσαύτης ταλαιπωρίας καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσεδέξαντο κατὰ τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον·
000-00-00 Serial Number=0571229815
Ad populum Antiochenum Ante [Go Back]  
 [00191]  Ἕκτη, ἵνα πάντες οἱ περιπίπτοντες τοῖς δεινοῖς ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν.
 [00279]  Οὐ τὴν ἑτέρων δὲ ἡμῖν ἀνδρείαν δείκνυσι μόνον, ἀλλὰ καὶ ἑτέραν παραμυθίαν κομίζει πολλήν.
 [00286]  ἡ γὰρ κοινωνία τῶν παθῶν φέρει τινὰ παραμυθίαν τοῖς ἐκπεπτωκόσιν.
 [00776]  πάλιν, ἵνα ἔχωμεν στεφάνων καὶ εὐδοκιμήσεων ἀφορμὴν, οὐ κοινὰ γέγονε τὰ χρήματα, ἵνα πλεονεξίαν μισοῦντες, καὶ δικαιοσύνην διώκοντες, καὶ τὰ ὄντα τοῖς δεομένοις προϊέμενοι, παραμυθίαν τινὰ διὰ τῆς μεθόδου ταύτης τῶν οἰκείων λαμβάνωμεν
 [00790]  οὐκ ἐν τούτῳ δὲ τῷ κινδύνῳ μόνον, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις ἀπορουμένη, [49.44] καὶ μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι.
 [01714]  Τοιοῦτος ἦν ὁ τοῦ πλουσίου θάνατος ἐκείνου τοῦ τὸν Λάζαρον ὑπεριδόντος, ὃς οἴκοι καὶ ἐπὶ τῆς κλίνης καὶ τῶν ἐπιτηδείων παρόντων οἰκείᾳ τελευτῇ καταλύσας τὸν βίον, ἀπελθὼν ἐκεῖ ἀπετηγανίζετο, οὐδὲ μικρὰν παραμυθίαν ἐκ τῆς κατὰ τὸν παρόντα βίον εὐημερίας εὑρεῖν δυνηθεὶς ἐκεῖ.
 [02298]  Καὶ γὰρ τῆς ἡδυπαθείας ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημάτων δι' ὧν ἔπαθον δεινῶν ἐνταῦθα διαλύσαντες ἄπεισιν.
 [02300]  ὥρα δὴ λοιπὸν ἡμῖν διαβῆναι ἐπὶ τὴν παραίνεσιν τῆς τῶν ὅρκων φυγῆς, καὶ τὴν δοκοῦσαν εἶναι παραμυθίαν τοῖς ὀμνύουσιν ἀνελεῖν [49.90] τὴν ψυχρὰν καὶ ἀνόνητον.
 [02364]  Ἐπὶ μὲν γὰρ ζημίᾳ χρημάτων, καὶ ἀῤῥωστίᾳ, καὶ θανάτῳ, καὶ τοῖς ἄλλοις τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά·
 [02529]  Ἔγνωτε πρώην πῶς πᾶσα Γραφὴ παράκλησιν φέρει καὶ παραμυθίαν, κἂν ἱστορίας διήγησις ᾖ·
 [02542]  νυκτὸς δὲ ἐπελθούσης, εἶξε τῇ τυραννίδι τοῦ ὕπνου ἡττηθεὶς, καὶ τὰ βλέφαρα κατεκοίμισε, καὶ μικράν τινα τῶν καθημερινῶν κακῶν παραμυθίαν ἔλαβε.
 [04462]  Ἂν δὲ μὴ ὁρκώσῃς, ἀναχωρήσας οἴκαδε πολλὴν δέξῃ παραμυθίαν εὐχαριστῶν τῷ Θεῷ, καὶ λέγων·
 [04465]  Ἐννόησαι διὰ τίνα οὐχ ὥρκωσας, καὶ ἀρκέσει σοι τοῦτο εἰς παραμυθίαν καὶ παράκλησιν.
 [04469]  καὶ ἀρκεῖ τοῦτο ἡμῖν εἰς παραμυθίαν.
 [04754]  Βραχὺ τὸ ῥῆμα, ἀλλὰ πολλὴν ἔχει παραμυθίαν.
 [05135]  ἂν δὲ τὰ τῶν ἀθυμούντων ποιήσωσιν ἅπαντα, κουφίζονται καὶ παραμυθίαν λαμβάνουσι.
 [05140]  Ὥστε ἐστὶ πολλάκις λύπη παραμυθίαν φέρουσα·
 [05364]  Ἠδύνατο μὲν γὰρ ἐκ πρώτης εὐθέως αὐτοὺς παραδοῦναι τῆς ἡμέρας καὶ ποιῆσαι τοῖς πολεμίοις ὑποχειρίους, ἀλλὰ διὰ τοῦτο χρόνον ἐν μέσῳ τριῶν ἐτῶν τριβῆναι συνεχώρησε, καὶ πολιορκίας αὐτοὺς αἰσθέσθαι χαλεπωτάτης ἐποίησεν, ἵνα καὶ τῷ τῶν στρατιωτῶν ἔξωθεν φόβῳ καὶ τῷ συνέχοντι τὴν πόλιν ἔνδον λιμῷ σωφρονιζόμενοι, καὶ ἄκοντα τὸν βασιλέα καταναγκάσωσιν ὑποταγῆναι τῷ βαρβάρῳ, καὶ γενέσθαι τινὰ τῷ ἁμαρτήματι παραμυθίαν.
 [05505]  Ὁ μὲν γὰρ πορνεύσας καὶ μοιχεύσας ὁμοῦ τε ἐπλήρωσε τὴν ἐπιθυμίαν, καὶ τέλος ἔδωκε τῇ ἁμαρτίᾳ, κἂν θελήσῃ νήψας ἀνενεγκεῖν ἀπὸ τοῦ πτώματος πολλὴν μετὰ ταῦτα ἐπιδειξάμενος τὴν μετάνοιαν, ἔχει τινὰ παραμυθίαν·
 [05535]  καὶ ὅτι ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας;
000-00-00 Serial Number=0667517245
Ad viduam juniorem Ante [Go Back]  
 [00116]  Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τήν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν.
 [00136]  Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ νεκρῷ ἔτι κειμένῳ πολλάκις ἐπέπεσες, καὶ κατεφίλησας ὀφθαλμούς, καὶ περιεχύθης, καὶ ἐκώκυσας, καὶ προπεμφθέντα εἶδες μετὰ πολλῆς τῆς τιμῆς, καὶ τὰ πρὸς τὴν ταφὴν πάντα ἔπραξας, ὡς προσῆκον ἦν, καὶ πρὸς τὸν τάφον πολλάκις ἐρχομένη τὸν ἐκείνου παραμυθίαν ἔχεις τῆς ὀδύνης οὐ μικράν.
000-00-00 Serial Number=0671318531
Adversus Judaeos Ante [Go Back]  
 [01413]  Πολλοὶ γοῦν ἐν προοιμίοις καὶ ἐν ἀρχῇ, μᾶλλον δὲ ἔτι καὶ νῦν, διὰ τὴν εὐσέβειαν μισοῦνται, ἐκβάλλονται τῶν οἰκιῶν τῶν πατρῴων, καὶ πρὸς οὐδὲν ἐπιστρέφονται τούτων, ἱκανὴν παραμυθίαν ἔχοντες τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν.
 [02827]  Κἂν μυριάκις ὁ πυρετὸς καταφλέγῃ, ἡ ψυχή σου πάσης δρόσου καὶ πάσης νοτίδος παραμυθίαν εἰσάγει σοι βελτίω καὶ λυσιτελεστέραν.
000-00-00 Serial Number=0469423950
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00058]  Οὗτος δὲ ἅπαντα ταῦτα ὑπήνεγκεν, καὶ τὸ δὴ θαυμαστότερον, ὃ προλαβὼν εἶπον, ὅτι καὶ ὁμοῦ πάντα, ὅπερ διπλασίονα καὶ τριπλασίονα ποιεῖ τὰ χαλεπὰ φαίνεσθαι, ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχῃ παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς πλείων ὁ θόρυβος γίνηται καὶ μείζων ἡ ταραχή·
 [00120]  οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν·
000-00-00 Serial Number=0584079862
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00286]  Τὸ πάντας ὥσπερ ἔκ τινος συνθήματος πρὸς τὸ τῆς κακίας ὀλισθῆσαι βάραθρον, ὃ καὶ αὐτὸ τῆς κατεχούσης νόσου τεκμήριόν ἐστι μέγιστον, ὅταν τοῦτο παραμυθίαν φέρῃ τῶν κακῶν ἡμῖν, ὃ μείζονος ὀδύνης ὑπόθεσιν εἶναι ἐχρῆν.
 [00385]  οὐκοῦν καὶ πλεῖον ὀδυνῆσαι δύναιτ' ἂν, οὐ τούτῳ μόνον ὅτι τὴν λαμπάδα δριμυτέραν ἔχει, ἀλλ' ὅτι καὶ πρὸς τὴν ἐπινενοημένην παραμυθίαν ἀνένδοτός ἐστι καὶ σκληρότερος πλέον ἐκείνων.
 [00477]  Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ πλουτοῦντες μάρτυρες, οἷς εἴ γε ἐνῆν ἐπὶ τῶν ὑπερῴων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τῶν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στέγης τῆς χρυσῆς καὶ τῶν τοίχων τῶν θαυμαστῶν.
 [01085]  Πολλοὺς δὲ καὶ σωφρονισθέντας οἶδα τούτῳ τῷ τρόπῳ, καὶ γενομένους τοῖς ὀνείδεσιν ἐπιεικεστέρους Ἀλλ' ὑμεῖς καὶ ταύτην ἀνῃρήκατε τὴν παραμυθίαν·
 [01141]  Οἱ δὲ τῶν ὑβριζομένων παίδων πατέρες φέρουσι ταῦτα σιγῇ, καὶ οὐ κατορύττουσι μετὰ τῶν παίδων ἑαυτοὺς, οὐδὲ ἐπινοοῦσί τινα παραμυθίαν τῷ κακῷ.
000-00-00 Serial Number=0900695622
Catecheses ad illuminandos Ante [Go Back]  
 [00804]  ὁ δὲ ταύτης ἐκτὸς γεγονώς, ποίαν ἕξει λοιπὸν παραμυθίαν;
 [00896]  Ἐκεῖ μὲν γὰρ ὅταν ἡ γῆ διαψεύσηται, κεναῖς οἴκαδε χερσὶν ὁ γηπόνος ἀναχωρεῖ, οὐδεμίαν τῶν πόνων παραμυθίαν εὑρεῖν δυνηθείς·
 [01016]  [7.1] Πολλὴν καὶ διάφορον περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπιδεικνύμενος τὴν ἑαυτοῦ πρόνοιαν ὁ φιλάνθρωπος Θεὸς οὐ μόνον τὴν κτίσιν ἅπασαν ἐδημιούργησε καὶ τὸν οὐρανὸν ἐξέτεινε καὶ τὴν θάλασσαν ἥπλωσε καὶ ἥλιον ἀνῆψε καὶ σελήνην φαίνειν παρεσκεύασε καὶ τὴν γῆν πρὸς οἴκησιν ἐχαρίσατο καὶ τὰ ἀπὸ τῆς γῆς ἅπαντα πρὸς διατροφὴν καὶ σύστασιν τῶν ἡμετέρων παρέσχε σωμάτων, ἀλλὰ καὶ τῶν ἁγίων μαρτύρων ἡμῖν τὰ λείψανα κεχάρισται, καὶ τὰς ψυχὰς αὐτὸς λαβών, «δικαίων γάρ, φησί, ψυχαὶ ἐν χειρὶ Θεοῦ», τὰ σώματα ἡμῖν τέως κατέλιπεν ἱκανὴν παράκλησιν καὶ παραμυθίαν ἵνα παρὰ τοὺς τάφους τῶν ἁγίων τούτων γινόμενοι, εἰς ζῆλον καὶ μίμησιν διεγειρώμεθα καὶ διὰ τῆς ὄψεως ὑπόμνησιν λαμβάνωμεν τῶν αὐτοῖς κατορθωμένων καὶ τῶν ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῶν τῶν ἀποκειμένων.
 [01029]  [7.6] Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι.
 [01043]  Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχικῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν.
000-00-00 Serial Number=0406597853
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00021]  εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦντας, καρτερήσει δὲ πρὸς τοὺς δι' ἔργων λυπεῖν θέλοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίας χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ Κυρίῳ εὑρεθῇ, καὶ σβέσῃ τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν, καὶ φύγῃ τὴν ἐπ' αὐτῷ ὡρισμένην κόλασιν.
000-00-00 Serial Number=0209142625
Commentarius in Job Ante [Go Back]  
 [00658]  ὅρα, δι' ὅσων ἑαυτῷ κατασκευάζει τὴν παραμυθίαν, πρῶτον μέν, ὅτι «οὐκ ἔστιν ἐμά», ἔπειτα, ὅτι «οὐδὲ ἔμελλεν ἔσεσθαι ἐμά·
 [00917]  τοὺς γὰρ μάλιστα ἀντέχεσθαι μέλλοντας τῆς συμφορᾶς προανήρπασεν, τὴν δὲ παραμυθίαν τὴν ὑπολειπομένην τὴν γυναῖκα λέγω οὐ μόνον οὐκ εἴασεν, ἀλλὰ καὶ ὥπλισε κατ' αὐτοῦ.
 [00953]  ὥστε εἶναί τινα παραμυθίαν αὐτῷ·
 [01006]  ἀλλὰ ταύτην αὐτὸν ἀφαιρεῖται τὴν [43] παραμυθίαν καὶ εἴ τις ταῦτα ἔλεγε τὰ ῥήματα ἀποτειχίζων αὐτῷ τὴν συμβουλήν.
 [01135]  ἀρκεῖ πρὸς παραμυθίαν ἡμῖν τὸ τὸν κύριον εἶναι τὸν ἐπαγαγόντα.
 [01146]  ὥσπερ ὅθεν προσεδόκησε παραμυθίαν τινὰ καὶ παραίνεσιν ἀρίστην εὑρήσειν, ἐντεῦθεν εὗρεν ὄλεθρον, ἀπὸ τῆς γυναικός, οὕτως καὶ ἀπὸ τῶν φίλων.
 [01936]  «τὴν ἀπὸ τοῦ ὕπνου λήψομαι παραμυθίαν.».
 [02028]  εἶτα καὶ φλυαρίαν αὐτοῦ καταγινώσκει οὐκ εἰδώς, ὅτι τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι φέρει τινὰ παραμυθίαν τὸ φθέγγεσθαι, ὡσπεροῦν καὶ αὐτός φησιν·
 [02512]  «ὥσπερ», φησίν, «οἱ κατεσθίοντες ἑαυτοὺς παραμυθίαν ἔχουσί τινα, ὥσπερ οἱ τὰς σάρκας τὰς ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις ἔχουσί τινα παραμυθίαν, οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος.».
 [02546]  διὰ τόδε σε κολάζω;» οὐ μικρὸν εἰς παραμυθίαν τοῖς τιμωρουμένοις τὸ μαθεῖν τὴν αἰτίαν τῆς κολάσεως.
 [02642]  «πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται καὶ πάθους γέμει.
 [02739]  καὶ γὰρ φέρει μοι τὸ πρᾶγμα παραμυθίαν.
 [02931]  «οὕτω γὰρ θαρρῶ», φησίν, «οὐδένα ἠδικηκώς, ὥστε ἐβουλόμην καὶ μετὰ ταῦτα γραφῆναι τὰ τῆς συμφορᾶς, ἐπειδὴ φέρει τινὰ καὶ τοῦτο παραμυθίαν.».
000-00-00 Serial Number=0778253913
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00334]  οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος.
000-00-00 Serial Number=0328183234
Contra theatra Ante [Go Back]  
 [00056]  Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες.
 [00060]  Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
 [00163]  Οὐκ εἰς σφαγὴν ἁπλῶς ᾔτησε τὸν νέον ὁ Θεὸς, ἵνα ἔχοι τὸ λείψανον ὁ γέρων παραμυθίαν τοῦ πάθους τῷ τάφῳ παρακαθήμενος·
 [00174]  ἔχω πολλὴν παραμυθίαν·
000-00-00 Serial Number=0344105721
De Anna i Ante [Go Back]  
 [00601]  Σὺ δὲ, εἰ μὲν νόσημα ἀνίατον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολλοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι·
000-00-00 Serial Number=0986706913
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00314]  Πολλοὶ δὲ τῶν ἀφορήτως πρὸς τὰ πάθη διατεθέντων παρὰ τοῖς μνήμασι τῶν ἀπελθόντων τὸν ἅπαντα κατῴκισαν ἑαυτοὺς χρόνον οὐκ ἂν τοῦτο ποιήσαντες εἰ μή τινα παραμυθίαν ἀπὸ τῆς τῶν τόπων ἐλάμβανον ὄψεως.
000-00-00 Serial Number=0925297379
De Davide et Saule Ante [Go Back]  
 [00559]  Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες.
 [00563]  Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου·
000-00-00 Serial Number=0697843850
De Lazaro Ante [Go Back]  
 [00045]  Εἰ γὰρ δέκα μόνον ἐπείσθησαν, εἰ γὰρ πέντε μόνον, εἰ γὰρ εἷς, οὐχ [48.965] ἱκανὸν ἡμῖν εἰς παραμυθίαν;
 [00270]  ποίαν παραμυθίαν;
 [00516]  ∆ιὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν τῶν θλίψεων, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας καὶ ὑπομονῆς ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν·
 [00874]  εἰ δὲ φθάσαντες ἑτέροις αὐτὰ ἀπόδοιντο, οὐδεμίαν οὐκέτι παραμυθίαν τῇ πενίᾳ καὶ τῷ λιμῷ ποθεν ἐπινοῆσαι δυνήσονται.
 [01682]  Ἐννόησον πρὸς τίνα ἀπῆλθε, καὶ λαβὲ παραμυθίαν·
 [01760]  Πάλιν, ὅταν κατὰ μέρος ἀναρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος·
 [02124]  ἐὰν θορυβῇ σε τὸ ναυάγιον τῶν λογισμῶν, δράμε ἐπὶ τὸν λιμένα, λαβὲ ἀπὸ τῆς διηγήσεως παραμυθίαν, ἐννόησον τὸν [48.1034] Λάζαρον καταφρονούμενον, ἐννόησον τὸν πλούσιον εὐημεροῦντα καὶ ἀπολαύοντα τρυφῆς, καὶ μηδέν σε θορυβείτω τῶν ἐν τῷ βίῳ γινομένων.
 [02707]  Ἵνα γὰρ διδάξῃ αὐτὸν, ὅτι αὐτὸς μὲν τὴν οἰκείαν εὐσπλαγχνίαν περὶ αὐτὸν ἐπιδείκνυσι, καὶ εἰς οἶκτον ἐπικάμπτεται, ὁρῶν αὐτοῦ τῆς κολάσεως τὴν ἐπίτασιν, οὐδὲν δὲ πλέον αὐτῷ εἰς παραμυθίαν ἐνεγκεῖν δύναται, μονονουχὶ ἀπολογούμενος αὐτῷ φησιν, ὅτι Ἐβουλόμην χεῖρά σοι ὀρέξαι, καὶ ἐπικουφίσαι σου τὰς ἀλγηδόνας, καὶ τῶν τιμωριῶν ὑποτέμνεσθαι τὸ σφοδρὸν, ἀλλὰ προλαβὼν αὐτὸς ταύτης ἀπεστέρησας ἑαυτὸν τῆς παραμυθίας·
000-00-00 Serial Number=0052750826
De Lazaro et divite Ante [Go Back]  
 [00050]  Οὐ χώρα αὐτῷ σιτοφόρος σπέρμα ἄρτου προσέφερεν, οὐκ ἄμπελος αὐτῷ βότρυν γλυκύῤῥωγον προσεκόμιζεν, οὐ δένδρον ὀπώρας ἥδιστον καρπὸν αὐτῷ ἐγεώργει, οὐδ' ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν ἦν.
000-00-00 Serial Number=0657890737
De Maccabeis Ante [Go Back]  
 [00066]  Εἰ γὰρ ἡμεῖς ἄνδρες ὄντες κατάδικον πολλάκις ὁρῶντες διὰ τῆς ἀγορᾶς ἀγόμενον τὸ σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντα, ἐπὶ τὸ βάραθρον ἑλκόμενον, οὐδὲν δικαίωμα φιλίας πρὸς αὐτὸν ἔχοντες, ἀπὸ τῆς θέας μόνης κατακλώμεθα, καίτοι ἱκανὴν ἔχοντες παραμυθίαν πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν, τοῦ καταδεδικασμένου τὴν πονηρίαν·
 [00205]  ἀλλὰ καὶ τὸν ὑπολελειμμένον μοι μόνον εἰς παραμυθίαν τοῦ γήρως, καὶ αὐτὸν ἐπιδώσω πάλιν;
000-00-00 Serial Number=0770388484
De diabolo tentatore Ante [Go Back]  
 [00889]  τοῦτον διαπαντὸς λογίζου τὸν στεφανίτην, καὶ πάσης ὀδύνης καὶ περιστάσεως ἱκανὴν ἕξεις παραμυθίαν.
 [00891]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι·
 [00900]  ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἀεὶ διετέλει, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων·
 [00904]  οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ·
 [00908]  Ὥσπερ οὖν τὸ τὴν αἰτίαν εἰδέναι τῶν γινομένων, μέγιστον εἰς παραμυθίαν, οὕτως οὐκ ἔλαττον ἐκείνου, τὸ μελετήσαντα πενίαν ἐξ ἀρχῆς, οὕτως ἐν πενίᾳ διάγειν·
 [00927]  Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τὸ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα.
 [00941]  Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὲ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν ἔχειν.
 [00948]  Ὅταν οὖν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον, καὶ πάντως εὑρήσεις πολλὴν σαυτῷ τὴν παραμυθίαν.
 [00966]  καὶ ὅπερ ἐπ' ἐκείνου συνέβη μόνου, οὐδὲ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία.
 [00976]  κἂν τὰ πάντων οἴκτιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντων λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα.
000-00-00 Serial Number=0836642802
De fato et providentia Ante [Go Back]  
 [00052]  Ὁ μὲν γὰρ παρὰ πενίαν κωλυόμενος τῆς ἀπολαύσεως, ἔχει τὴν ἀνάγκην παραμυθίαν·
 [00583]  Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις, ἢ ζημίαις χρημάτων, ἢ προσδοκώμενον κίνδυνον, ἢ πληγὰς ἐλπίσαντες, ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ εἰς λιμένα τινὰ εὔδιον ἀπὸ τῶν προσδοκωμένων χειμώνων σπεύδοντες καὶ ἐπειγόμενοι·
000-00-00 Serial Number=0864137173
De gloria in tribulationibus Ante [Go Back]  
 [00010]  Παράκλησιν ὑμῖν ἐντεῦθεν πρὸς τὴν ἀκρόασιν εἰσαγαγεῖν βούλομαι, καὶ παραμυθίαν πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας.
 [00092]  ὁ δὲ μικρόψυχος καὶ ταλαίπωρος ἄνθρωπος, καὶ νῦν τῆς εἰδωλολατρείας ἀπαλλαγεὶς, καὶ οὐκ εἰδὼς περὶ τῶν μελλόντων φιλοσοφεῖν, οὐ σφόδρα τούτοις διορθοῦται τοῖς λόγοις, ἀλλὰ ζητεῖ καὶ ἐν τῷ παρόντι καιρῷ εὑρέσθαι τινὰ παραμυθίαν.
000-00-00 Serial Number=0790382087
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00049]  Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι , ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον;
 [00162]  Καὶ εἰ σὺ μυρία σαυτῷ σύνοιδας κακά, ἀλλ' ὅμως ἐπινόησον παραμυθίαν τινὰ τοῖς σοῖς κακοῖς.
000-00-00 Serial Number=0922963262
De incomprehensibili dei natura Ante [Go Back]  
 [01418]  Εἰ γὰρ τὸ πρὸς ἀνθρώπους ἐξειπεῖν τὰς οἰκείας συμφορὰς καὶ τὰ κατειληφότα ἐκτραγῳδῆσαι κακὰ φέρει τινὰ τοῖς ὀδυνωμένοις παραμυθίαν, ὥσπερ τινὸς διαπνοῆς διὰ τοῦ λόγου γινομένης, πολλῷ μᾶλλον, ἂν πρὸς τὸν ∆εσπότην ἀνακοινώσῃ τὸν σὸν τὰ τῆς οἰκείας ψυχῆς παθήματα, λήψῃ τινὰ ψυχαγωγίαν καὶ παραμυθίαν πολλήν.
000-00-00 Serial Number=0978771985
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00204]  Πολλοὶ γὰρ καὶ τῶν τέκνα ἀποβαλόντων, συγχωρούμενοι μὲν θρηνεῖν, παραμυθίαν λαμβάνουσι·
 [00206]  καθάπερ οὖν καὶ ὁ Παῦλος, νυκτὸς καὶ ἡμέρας δακρύων, παραμυθίαν ἐλάμβανεν·
 [00211]  ὡς γὰρ κουφότερον εἵλετο, καὶ μᾶλλον ἔχον παραμυθίαν·
000-00-00 Serial Number=0888189077
De mutatione nominum Ante [Go Back]  
 [00313]  Ὑμῖν δὲ οὐ στέφανος δάφνης, ἀλλὰ στέφανος δικαιοσύνης πρόκειται τῆς ἀκροάσεως ὁ μισθὸς, καὶ οὐδὲ μέχρι μεσημβρίας μέσης ὑμᾶς κατέχομεν, ἀλλ' ἀπ' αὐτῶν τῶν προοιμίων τῆς ὑμετέρας ἕνεκα ὀλιγωρίας διαφίεμεν, ἔτι τοῦ ἀέρος ὄντος ψυχροτέρου, καὶ οὐ διαθερμαινομένου ταῖς ἀπὸ τῶν ἀκτίνων βολαῖς, οὐ γυμνῇ τῇ κεφαλῇ κελεύοντες ὑμᾶς τὴν ἀκτῖνα δέχεσθαι, ἀλλ' ὑπὸ τὸν θαυμαστὸν τοῦτον ἄγομεν ὄροφον, καὶ τὴν ἀπὸ τῆς στέγης παρέχομεν παραμυθίαν παντὶ τρόπῳ ἐπινοοῦντες ὑμῖν ἄνεσιν, ὥστε γενέσθαι τῶν λεγομένων μόνιμον τὴν ἀκρόασιν.
 [01101]  Ἄνθρωποι μὲν γὰρ εἴς τε τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν τετελευτηκότων ὀνόμασι τοὺς ἑαυτῶν υἱοὺς καλοῦσι, παραμυθίαν τινὰ τῆς τῶν κατοιχομένων τελευτῆς διὰ τῆς τῶν παίδων προσηγορίας ἐπινοοῦντες·
000-00-00 Serial Number=0616908014
De paenitentia [1] Ante [Go Back]  
 [00008]  Καὶ καθάπερ οἱ ζωγράφοι, ποικίλα χρώματα κεραννύντες, τὰς τῶν σωμάτων εἰκόνας ἐργάζονται, οὕτω καὶ ἡμεῖς τὴν σπουδὴν ὑμῶν τὴν ἐν ταῖς συνάξεσι, τὴν προθυμίαν τὴν περὶ τὴν ἀκρόασιν, τὴν εὔνοιαν τὴν περὶ τὸν λέγοντα, τὰ ἄλλα πάντα κατορθώματα καθάπερ ποικίλα χρώματα ἀρετῆς κεράσαντες, καὶ τὸν χαρακτῆρα τῆς ψυχῆς ὑμῶν ὑπογράψαντες, καὶ πρὸ τῶν ὀφθαλμῶν τῆς διανοίας θέντες, ἱκανὴν διὰ τῆς φαντασίας ταύτης ἐλαμβάνομεν τῆς ἀποδημίας παραμυθίαν.
 [00923]  Οὐδὲ γὰρ οὕτως αἱ κόμαι τῶν δένδρων ἀντὶ στέγης τοῖς προβάτοις γινόμεναι κατὰ τὸ μεσημβρινὸν τῆς ἡμέρας ἀναπαύουσι τὰ πρόβατα, ποθεινήν τε καὶ ὠφέλιμον παρέχουσι τὴν σκιὰν, καὶ μετὰ πολλῆς κατακοιμίζουσι τῆς ἡδονῆς, ὡς ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις τὰς ὀδυνωμένας ψυχὰς καὶ ἀθυμίᾳ κατεχομένας ἀνακτᾶται καὶ καταψύχει, τὸ μὲν σφοδρὸν καὶ διακαὲς τῆς ὀδύνης ἀποχριομένη, παραμυθίαν δὲ σκιᾶς ἁπάσης ἡδίω καὶ τερπνοτέραν παρέχουσα.
 [00924]  Οὐ γὰρ μόνον ἐν ταῖς τῶν χρημάτων ζημίαις, οὐδὲ ἐν ταῖς τῶν τέκνων ἀποβολαῖς, οὔτε ἐν τοῖς ἄλλοις τοῖς τοιούτοις, ἀλλὰ καὶ ἐν ταῖς τῶν ἁμαρτιῶν περιστάσεσι πολλὴν ἡμῖν αὐτὴ παρέχει τὴν παραμυθίαν.
 [00925]  Ὅταν γὰρ ἄνθρωπος ὑπὸ ἁμαρτίας ἁλοὺς καὶ ὑποσκελισθεὶς καταπέσῃ, εἶτα κατεσθίῃ αὐτὸν τὸ συνειδὸς, καὶ τῆς ἁμαρτίας συνεχῶς ἀναμιμνήσκων, ἑαυτὸν ἀποπνίγῃ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, καὶ καθ' ἑκάστην ἐμπυρίζηται τὴν ἡμέραν, καὶ μυρίων παρακαλούντων, ἂν μὴ προσίηται τὴν παράκλησιν, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούσας ὅτι πολλοὶ τῶν ἁγίων πεσόντες ἀνέστησαν, καὶ εἰς τὴν προτέραν πάλιν ἐπανῆλθον εὐδοκίμησιν, λανθανόντως λαβὼν τὴν παραμυθίαν ἀπέρχεται.
 [00944]  Ἡ δὲ κοινωνία τῶν παθῶν τοῖς ὀδυνωμένοις παρέχει παραμυθίαν·
 [01096]  ∆ιὰ δὴ ταῦτα πάντα συνεχῶς πρὸς αὐτὸν καταφεύγωμεν, καὶ ἐν πάσῃ ἀθυμίᾳ ζητῶμεν τὴν παραμυθίαν αὐτοῦ, ἐν πάσῃ συμφορᾷ τὴν αὐτοῦ λύσιν, τὸν αὐτοῦ ἔλεον, ἐν παντὶ πειρασμῷ τὴν αὐτοῦ βοήθειαν·
 [01835]  Ὅπου μὲν γὰρ εἶδεν ἀρκοῦσαν τὴν ἐξουσίαν εἰς παραμυθίαν, ἐπέθηκε τὸν φόβον εἰς ὠφέλειαν·
 [01836]  ὅπου δὲ εἶδε παραλελυμένην τῇ εὐτελείᾳ τὴν ὀρφανίαν, καὶ τὴν πτωχείαν τῇ ἀτονίᾳ τῆς χηρείας, προσήγαγε τὴν φιλανθρωπίαν εἰς παραμυθίαν.
000-00-00 Serial Number=0997340560
De paenitentia sermo 1 Ante [Go Back]  
 [00008]  Πόσην λοιπὸν παράκλησιν καὶ παραμυθίαν εἰκὸς καὶ εὐφροσύνην ὑποδέχεσθαι τὸν ἀεὶ τοῦ Θεοῦ μνημονεύοντα;
 [00056]  Πᾶσα γὰρ ἀστοχία ἢ ναυάγιον πρὸ τελευτῆς ἔχει διόρθωσιν καὶ παραμυθίαν.
 [00294]  ἡ ἀποτυχία ὑμῶν παραμυθίαν οὐκ ἔχει, τὸ ναυάγιον ὑμῶν ἀδιόρθωτον, ἡ πληγὴ ἀθεράπευτος, ἡ νόσος ἀνίατος, τὰ παραπτώματα ὑμῶν ἀπάρτι ἀσυγχώρητα.
 [00301]  εἴδετε ἀποτυχίαν μὴ ἔχουσαν παντελῶς παραμυθίαν;
000-00-00 Serial Number=0343774855
De paenitentia sermo 2 Ante [Go Back]  
 [00101]  αἱ γὰρ ἀδικίαι ἡμῶν ἕως τοῦ οὐρανοῦ ἤγγισαν, αἱ ἁρπαγαὶ ἡμῶν ὑπὲρ τὰ ὄρη ὑψώθησαν, αἱ πλεονεξίαι ὑπὲρ τὰς νεφέλας ἐπήρθησαν, αἱ κακίαι ἡμῶν ἕως τοῦ οὐρανοῦ ἔφθασαν, αἱ [60.701] ἁμαρτίαι ἡμῶν ἀσυγχώρητοι, τὰ σφάλματα ἡμῶν παραμυθίαν οὐκ ἔχει, ἡ ἀποτυχία ἡμῶν ἀπαρηγόρητος, καὶ ἰδοὺ ἡ γῆ τὰ κακὰ ἡμῶν βαστάζειν οὐ δύναται·
000-00-00 Serial Number=0278776169
De proditione Judae Ante [Go Back]  
 [00044]  ταῦτα πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.
 [00448]  Ἐκεῖνα ἀνίατά ἐστι καὶ ἀσύγγνωστα, ταῦτα δὲ πολλὴν ἔχει παραμυθίαν καὶ συγγνώμην.
000-00-00 Serial Number=0238359630
De prophetiarum obscuritate Ante [Go Back]  
 [00705]  Οὐκ εἰς ἀναίρεσιν δὲ ἀπονοίας μόνον ἐπιτηδεία ἡ ἐπίσκεψις τῆς φύσεως ἀλλὰ κἂν ἑτέρα τις ἐπιθυμία διενοχλῇ, κἂν ἡ τῶν χρημάτων, κἂν ἡ τῶν σωμάτων, ἡ ἄτοπος αὕτη καὶ εἰς ἀσέλγειαν ἐκκαλουμένη, ἀπόχρη τοῦτο εἰς παραμυθίαν τοῦ πάθους.
 [00779]  ἂν δὲ διέξοδόν τινα καὶ ἀναπνοὴν παράσχῃ μικρὰν, πολλὴν αὐτοῖς δίδωσι τὴν παραμυθίαν, καὶ οὐκ ἀφίησιν ἀπολέσθαι, ἀλλ' ἐκθηριοῖ μειζόνως·
000-00-00 Serial Number=0003347039
De resurrectione mortuorum Ante [Go Back]  
 [00144]  Οὐ μικρὰν οὖν ἡμῖν παραμυθίαν ἔδωκεν ὁ Παῦλος ταύτην καὶ πρὸ τῆς ἀναστάσεως, τὸ βελτίους ἡμᾶς γίνεσθαι καὶ φιλοσοφωτέρους τοῖς πειρασμοῖς.
000-00-00 Serial Number=0964671433
De sacerdotio Ante [Go Back]  
 [00031]  Ἔφερε δέ μοι παραμυθίαν οὐ μικρὰν τῶν δεινῶν ἐκείνων καὶ τὸ συνεχῶς τὴν σὴν ὄψιν ὁρᾶν καὶ εἰκόνα μοι τοῦ τετελευτηκότος φυλάσσεσθαι ἔμψυχον καὶ πρὸς ἐκεῖνον ἀπηκριβωμένην καλῶς.
 [00675]  καὶ τοῦτο δὲ γίνεται ἵνα μηδαμόθεν παραμυθίαν εὑρεῖν μηδὲ ἀναπνεῦσαι δυνηθῇ τοῦ Χριστοῦ τὸ ποίμνιον.
000-00-00 Serial Number=0749338388
De sancta Droside martyre Ante [Go Back]  
 [00018]  [50.684] της εὐθέως παραμυθίαν δέχεται, κἂν ἐπὶ πλούτῳ μέγα φρονῇ, ταπεινοῦται καὶ καταστέλλεται.
 [00095]  κἂν πενίᾳ πιέζῃ, κἂν ὁτιοῦν ἕτερον τῶν χαλεπωτάτων, πρὸς τὸ μέγεθος τῶν ἐκείνοις ἐπαχθεισῶν βασάνων βλέπων ἀρκοῦσαν ἕξεις παραμυθίαν τῶν κατειληφότων ἁπάντων δεινῶν.
 [00155]  Ἐπειδὴ γὰρ πολλὰ καὶ μεγάλα εἰργάσατο ἀγαθὰ, καὶ τροφεὺς αὐτῶν καὶ προστάτης ἐγένετο, καὶ τοῦ λιμοῦ παραμυθίαν εὗρε μεγίστην, καὶ ἃ μηδενὶ γέγονε δῆλα, ταῦτα πρῶτος καὶ μόνος ἀνέπτυξε, καὶ εἰς μέσον ἤγαγε, καὶ τὰ ὀνείρατα διαλύσας οὐ μόνον προεδήλωσε τὸν λιμὸν, ἀλλὰ καὶ φάρμακον ἱκανὸν αὐτῷ προαπέθετο, οὕτω καὶ τὰ ταμεῖα τῆς Αἰγύπτου πληρώσας, ὡς μηδένα αὐτοῦ τῆς παρουσίας αἰσθέσθαι·
000-00-00 Serial Number=0076917112
De sanctis martyribus [1] Ante [Go Back]  
 [00079]  εἰ δὲ ἐξήρπασεν αὐτοὺς ἐκ τοῦ μέσου νῦν, πολλὴν ἂν ἡμῶν παράκλησιν καὶ παραμυθίαν ἀφείλετο·
000-00-00 Serial Number=0986942172
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00019]  Τὸ γὰρ ὄνομα αὐτὸ καὶ συγγενείας κόσμον, καὶ οἰκίας ἀσφάλειαν, καὶ τοῖς καλουμένοις σωτηρίαν, καὶ τοῦ πόθου παραμυθίαν εἶναι ἐνόμιζον·
 [00027]  Καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκτυπώμασι, καὶ ἐν φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοὶ, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾷν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον, καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν παραμυθίαν.
000-00-00 Serial Number=0766083300
De studio praesentium Ante [Go Back]  
 [00122]  ∆εδεμένῳ παρεκάθισεν, ἐν ἁλύσει παρεμυθήσατο, τὴν ἀπὸ τῶν ἀναγκαίων χρειῶν παραμυθίαν εἰσήγαγε, τοὺς ἐπιβουλεύοντας ἀνέστειλεν, εἰς θάνατον ἑαυτὴν ἐξέδωκεν, ὥστε τὸν ἅγιον ἐκεῖνον ἀπαγόμενον ἐξαρπάσαι περιστάσεων.
000-00-00 Serial Number=0338510990
De virginitate Ante [Go Back]  
 [00088]  Ὁ μοιχὸς καὶ πλεονέκτης καὶ ὁ τοῖς ἀλλοτρίοις ἐντρυφῶν καὶ τὰ τοῦ πλησίον ἁρπάζων ἔχουσί τινα παραμυθίαν, βραχεῖαν μέν, ἔχουσι δὲ ὅμως τὸ ὑπὲρ τούτων κολάζεσθαι ὑπὲρ ὧν ἐνταῦθα ἀπέλαυσαν.
 [00217]  Εἰ δὲ μὴ δύνανται εἰς τὸν οὐρανὸν ἀναβῆναι τέως καθάπερ ἐκεῖνοι, τῆς σαρκὸς καθελκούσης αὐτάς, ἀλλὰ καὶ ἐν τούτῳ πολλὴν ἔχουσι τὴν παραμυθίαν αὐτὸν τὸν τῶν οὐρανῶν ὑποδεχόμεναι δεσπότην ἂν ὦσιν ἅγιαι τῷ σώματι καὶ τῷ πνεύματι.
 [00460]  Οἱ μὲν γὰρ ἰσχυροὶ λίαν καὶ πρὸς τὸν οὐρανὸν ἤδη μεταστάντες οὐδὲν δέονται τῆς ἀπὸ τῶν πολλῶν παραμυθίας ἀλλ' ἀρκεῖ πρὸς πᾶσαν παραμυθίαν αὐτοῖς ὁ παρὰ τοῦ Θεοῦ ἔπαινος.
 [00833]  [38] ∆ιὰ τί τοῖς μὲν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν, τὴν δὲ παρθένον οὐκ ἀναπαύει τῶν πόνων.
 [00835]  Τοῖς μὲν γεγαμηκόσι πολλὴν δίδωσι τὴν παραμυθίαν ὡς μηδὲ ἄκοντος θατέρου ἀποστερεῖν αὐτοὺς ἀλλήλων μήτε τὴν ἐκ συμφωνίας γινομένην στέρησιν ἐπὶ πολὺ προάγειν.
 [00837]  Τοῖς δὲ παρθενεύουσιν οὐδεμίαν τοιαύτην δέδωκε παραμυθίαν, ἀλλὰ τοὺς μὲν ἐπὶ τοσοῦτον ἀναπαύσας πάλιν ἀνίησι, τὴν δὲ οὐδὲ μικρὸν ἀναπνέουσαν ἀλλὰ δι' ὅλου μαχομένην ἀφίησιν ἑστάναι διηνεκῶς καὶ βάλλεσθαι ὑπὸ τῶν ἐπιθυμιῶν καὶ οὐδὲ μικρᾶς αὐτὴν λαβέσθαι δίδωσιν ἀνακωχῆς.
 [00940]  Ποῦ τοίνυν εἰσὶν οἱ διὰ τὴν ἐκ τῆς ἡδονῆς παραμυθίαν πᾶσαν ἕτοιμοι κατάγνωσιν ἐνεγκεῖν;
 [01124]  Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην ἐνταῦθα κατασκευάσαι τὴν παραμυθίαν ἐβούλετο, περιττὸν ὑπὲρ παρθενίας συμβουλεύοντα περὶ γάμου φιλοσοφεῖν.
 [01299]  Ὅταν γὰρ τὸν ὀφείλοντα εἶναι παραμυθίαν τῶν λυπηρῶν ἁπάντων καὶ ὅθεν προστασίαν ἐχρῆν προσδοκᾶν, τοῦτον ἐκτεθηριωμένον καὶ πάντων πολεμιώτερον ἴδῃ διακείμενον πρὸς αὐτήν, ποῦ δυνήσεται βλέψαι λοιπόν;
 [01372]  Κἂν μὲν προαπέλθωσιν ἅπαντες ἀφόρητον τὸ πένθος, ἂν δὲ οἱ μὲν μένωσιν, οἱ δὲ ἀώροις ἀπενεχθῶσι θανάτοις, οὐδὲ οὕτως καθαρὰν εὕροι τις ἂν παραμυθίαν.
000-00-00 Serial Number=0579174697
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00165]  Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν.
 [00665]  καὶ ἡδόμεθα πασχόντων ἑτέρων κακῶς, καὶ νομίζομεν παραμυθίαν εἶναι τῆς οἰκείας συμφορᾶς τὰς ἀλλοτρίας δυσημερίας.
 [01055]  ἀλλ' ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανύσαι ἆθλον, αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς παρθενίας ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ' ἔδεισε καὶ αὐτὸς τὰ σκάμματα ταῦτα, [63.602] καὶ τὴν ἐκ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο.
 [01366]  Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων·
 [01409]  καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν.
 [02401]  εἰ λάβοιεν αἴσθησιν τῶν ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς;
 [02426]  Οὐκ ἐν τούτῳ δὲ μόνῳ τῷ κινδύνῳ, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις, μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι.
 [02689]  Ἀλλ' ἱκανὴν εἶχεν οὗτος παράκλησιν καὶ παραμυθίαν, φησὶ, τῷ εἰδέναι τὸν Θεὸν αὐτῷ ταῦτα ἐπάγοντα.
 [02691]  Εἰ δὲ ἀρκεῖν τοῦτο εἰς παράκλησιν νομίζεις, δυνήσῃ δὴ καὶ αὐτὸς ταύτην τὴν παραμυθίαν σχεῖν.
 [02822]  ∆ιὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα, ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν.
 [03453]  Ὁ δὲ δι' αὐτὸ τοῦτο μόνον ἐργαζόμενός τι τῶν πνευματικῶν, ὥστε μόνῳ ἐκείνῳ ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, καὶ ὁ θησαυρὸς αὐτῷ ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀρετῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἤδη πολλὴν αὐτῷ παρέχει τὴν παραμυθίαν·
 [04345]  Καὶ ὁ παῖδας ἀποβαλὼν πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους τῶν ἀπελθόντων ἔχει παραμυθίαν·
 [04447]  ἐκεῖνος δὲ αἴθριος διανυκτερεύων ἀεὶ διετέλει, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων·
 [04448]  καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ ἑαυτοῖς συνίσασι τὰ δεινά (καὶ οὐ μικρὸν τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ)·
 [04462]  Ὅταν τοίνυν ἀποβάλῃς υἱὸν καὶ θυγατέρα ὁμοῦ, ἀνάδραμε πρὸς τὸν δίκαιον ἐκεῖνον καὶ πάντως εὑρήσεις πολλὴν σεαυτῷ τὴν παραμυθίαν·
 [04466]  καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ' ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ θάτερον ὑπερέβαλλε θατέρου τῶν λυπηρῶν.
 [04489]  Πάλιν ὅταν κατὰ μέρος ἁρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος·
 [04643]  Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι.
 [04671]  καὶ ἵνα πάντες οἱ περιπίπτοντες τοῖς δεινοῖς, ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν·
 [05468]  Οὐ λέγω, Λῦσόν μου τὴν πενίαν, οὐδὲ, Χάρισαί μοι πλοῦτον, ἀλλ' ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν·
 [05597]  Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόντας παῖδας γνησίους, ὅτι δι' αὐτὸ καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων;
 [05598]  Εἰ δὲ, ὅτε μηδὲν εἰργασάμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς παθεῖν ὑπὲρ ὧν ἐκεῖνοι πεπόνθασιν, ὅταν αὐτοὶ ὦμεν οἱ παροξύναντες καὶ ὑβρικότες, οὐ πολλῷ μᾶλλον ἡμᾶς ἀναπαύσει τὸ δίκην διδόναι, καὶ τὸ μὴ κολάζεσθαι κολάσει;
 [05938]  Καὶ ὁ μὲν μετὰ πολλῶν ἔργων καὶ ἀγαθῶν καὶ πονηρῶν ἀπερχόμενος ἐκεῖ, ἕξει τινὰ παραμυθίαν ἐπὶ τῇ κολάσει καὶ τοῖς βασανιστηρίοις ἐκείνοις·
 [06081]  Ἀλλ' οἱ πολλοὶ τῶν ἀλογώτερον διακειμένων παραμυθίαν τινὰ φέρειν νομίζουσι τὸ μετὰ πάντων ἐν τῇ γεέννῃ κολάζεσθαι·
 [06084]  Τὸ γὰρ ἐπιτεταμένον τῆς ἀλγηδόνος οὐ συγχωρεῖ τῷ λογισμῷ σχολήν τινα σχεῖν εἰς τὸ λογίσασθαι ἑτέρους καὶ παραμυθίαν εὑρεῖν.
 [06086]  Τὸ γὰρ δέξασθαι παραμυθίαν ἐκ τῶν τοῦ πέλας κακῶν, ἐν τοῖς συμμέτροις γίνεται τῶν παθῶν·
 [06087]  ὅταν δὲ ὑπερέχῃ ἡ βάσανος καὶ ζάλης ᾖ μεστὰ πάντα τὰ ἔνδον, καὶ μηδὲ ἑαυτὴν εἰδέναι ἡ ψυχὴ λοιπὸν ἔχῃ, πόθεν παραμυθίαν καρπώσεται;
 [06581]  ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι.
 [06646]  καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν, Οὐ γὰρ ἦν τῶν καιρῶν φίλος οὐδὲ τῆς δυναστείας, ἀλλὰ τῆς ἀρετῆς·
 [06713]  ἀλλ' ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν μόνον ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ πεπεῖσθαι, ὅτι τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεται.
 [06721]  Οὕτω καὶ οὗτος μεγίστην ταύτην ἡγεῖτο αὐτῷ εἶναι παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν.
 [06829]  καὶ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν·
 [07337]  Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας·
 [07715]  Ἂν γὰρ ἐννοήσωμεν ὅτι θνητὸς ὁ ἀπελθὼν ἦν, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀφείλετο, οὐ τὴν τυχοῦσαν παραμυθίαν ληψόμεθα.
 [07856]  Μὴ τοίνυν τοὺς ἀποθνήσκοντας κλαίωμεν ἁπλῶς, ἀλλὰ τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας·
 [07862]  Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν·
 [08246]  καὶ γὰρ ἱκανὴν εἶχεν ἐκ τοῦ γλωσσοκόμου τῆς ἐπιθυμίας παραμυθίαν·
 [08276]  καὶ δῆλον ἐκ τοῦ πολλοὺς ἐλθεῖν εἰς παραμυθίαν τῶν ἀδελφῶν·
 [09717]  Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά·
 [09718]  ὅταν δὲ ὑπερβαίνῃ καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λαβεῖν παραμυθίαν.
 [09722]  ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν;
 [09729]  Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν θλίψει καὶ στενοχωρίᾳ ὤν;
 [09999]  Ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν.
 [09999]  εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ' ὅμως παραμυθίαν εὗρόν τινα.
000-00-00 Serial Number=0920843244
Epistula ad Cyriacum Ante [Go Back]  
 [00466]  Καὶ οὐδὲν ἴσχυσεν εἰς παραμυθίαν ἡ τοῦ χρόνου μελέτη οὐδὲ τὸ καθ' ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ.
 [00580]  οὐ γὰρ παύσομαι συνεχῶς ταύτην σοι ἐπᾴδων τὴν ἐπῳδήν, ἵν', ὅπερ ὑπεσχόμην ἐν προοιμίοις, τοῦτο πληρώσω νῦν ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων τοὺς λογισμοὺς τοὺς τὴν παραμυθίαν τῆς εὐθυμίας σοι τίκτοντας.
 [00672]  Ἐκεῖ μὲν γὰρ τῆς ἐπιβουλῆς ἡ νίκη σώματος ἦν ἀπώλεια, ἐνταῦθα δὲ ψυχῆς πανωλεθρία καὶ θάνατος ἀθάνατος καὶ συμφορὰ παραμυθίαν οὐκ ἔχουσα.
000-00-00 Serial Number=0892358601
Epistulae Ante [Go Back]  
 [00085]  Εἰ γὰρ καὶ πρὸς αὐτὰς ἀπῳκίσθημεν τῆς καθ' ἡμᾶς οἰκουμένης τὰς ἐσχατιὰς, ἀλλ' ὅμως τῆς ἀγάπης σου τῆς γνησίας καὶ θερμῆς, τῆς εἰλικρινοῦς καὶ ἀδόλου ἐπιλαθέσθαι οὐ δυνάμεθα, ἀλλ' ὅπουπερ ἂν ἀπίωμεν, περιφέροντες αὐτὴν ἄπιμεν, μεγίστην ἐντεῦθεν καρπούμενοι τὴν παραμυθίαν.
 [00098]  Τὸ γὰρ τοιούτους ἄνδρας οὕτω σφοδροὺς ἐραστὰς ἔχειν, οὐ τὴν τυχοῦσαν φέρει τοῖς ἀγαπωμένοις παραμυθίαν.
 [00133]  Οἶσθα γὰρ ὅση ἀγάπης δύναμις, καὶ ὡς οὐ παρουσία τῶν φιλούντων μόνον, ἀλλὰ καὶ γράμματα πολλὴν φέρει τὴν παραμυθίαν.
 [00148]  Ἐννοοῦσα τοίνυν ἡλίκα ἡμῖν χαρίζῃ τοῦτο ποιοῦσα, ἡνίκα ἂν ἐξῇ καὶ δυνατὸν ᾖ, συνεχῶς ἡμῖν ἐπιστέλλειν, καθάπερ προειρήκαμεν, παρακλήθητι, ὥστε πολλὴν ἡμᾶς καὶ ἐντεῦθεν τῆς ἐρημίας ταύτης, ἐν ᾗ διατρίβομεν, λαβεῖν παραμυθίαν.
 [00233]  Ἀλλ' ἑνὶ μόνῳ καρπωσόμεθα τῆς μακρᾶς σιγῆς παραμυθίαν, εἰ βουληθείης εἰς τὸ ἐπιὸν τὸ παροφθὲν ἐν τῷ παρελθόντι χρόνῳ ἀνακτήσασθαι, καὶ πέμψαι νιφάδας γραμμάτων ἡμῖν, ἀπὸ τῆς μέλι ῥεούσης γλώττης τὰ περὶ τῆς ὑγιείας σοῦ τε καὶ τῆς ἀσφαλείας δηλούντων.
 [00243]  Οὕτως ἐνταῦθα διάγομεν, μεγίστην παραμυθίαν τῆς τοσαύτης ἐρημίας τὴν μνήμην τῶν σῶν κατορθωμάτων ἔχοντες.
 [00254]  Ταῦτα οὖν εἰδυῖα, κυρία μου κοσμιωτάτη καὶ εὐγενεστάτη, χαρίζου τὴν χάριν ἡμῖν ταύτην, κούφην τε οὖσαν καὶ ῥᾳδίαν, καὶ εὔλογον, καὶ πολλὴν ἡμῖν καὶ ἐν ἐρημίᾳ καθημένοις παρέχουσαν τὴν παραμυθίαν.
 [00278]  Ταῦτ' οὖν εἰδὼς παρακάλει σαυτὸν, καὶ παραμυθίαν ἐντεῦθεν καρποῦ τὴν μεγίστην.
 [00340]  Πλὴν ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν τὸ τῆς ἀῤῥωστίας ἀπηλλάχθαι σου τὴν εὐλάβειαν.
 [00347]  Ἢν γὰρ τούτων ἀπολαύωμεν συνεχῶς, ἀπαγγελλόντων ἡμῖν τὰ περὶ τῆς ὑγιείας καὶ εὐθυμίας τῆς σῆς, οὐ τὴν τυχοῦσαν καὶ ἐντεῦθεν καρπωσόμεθα παραμυθίαν.
 [00421]  ἐγὼ δὲ αὐτόν σε τὸν πατέρα τῆς ἐπιστολῆς καὶ περιεπτυξάμην, καὶ περιέβαλον ἄμφω τὼ χεῖρε, καὶ τῷ τραχήλῳ περιχυθεὶς, καὶ τὴν φίλην ἐμοὶ φιλήσας κεφαλὴν, πολλὴν ἐκαρπωσάμην τὴν παραμυθίαν.
 [00494]  Ἀρκοῦσαν ἔχετε παραμυθίαν τῆς ἀθυμίας ἧς ὑπομένετε, καθὼς ἐπεστάλκατε, τὴν φιλόσοφον ὑμῶν γνώμην καὶ ὑψηλὴν, τὴν ἀπερίτρεπτον καὶ ἀκλινῆ διάθεσιν.
 [00499]  Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες.
 [00516]  Τοσαύτην γὰρ ἔχει τὴν ἰσχὺν τὰ γράμματα ὑμῶν, τὰ τὴν ῥῶσιν ὑμῶν ἡμῖν ἀπαγγέλλοντα, ὅτι καὶ τοσούτοις περιεστοιχισμένοι δεινοῖς, πολέμοις, θορύβοις, ταραχαῖς, θανάτοις καθημερινοῖς, ἡνίκα ἂν τοσαύτας ὑμῶν δεξώμεθα ἐπιστολὰς, καὶ ἀναπτερούμεθα ὑπὸ τῆς ἡδονῆς, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα τὴν παραμυθίαν.
 [00525]  ἀλλὰ τοῦτο μὲν εἰς ἀπολογίαν σὴν ἀποχρῶν ἂν εἴη, εἰς δὲ ἡμετέραν παραμυθίαν οὐδαμῶς·
 [00535]  Ποίει δὴ τοῦτο συνεχῶς, καὶ τὴν παραμυθίαν, ἣν αὐτὸς ἡμῖν καὶ τοῦτον ἐπενόησας τὸν τρόπον, μετὰ δαψιλείας πάρεχε.
 [00541]  Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, οὐ μικρὰν καὶ ἐν τοσαύτῃ περιστάσει καρπούμεθα παραμυθίαν, ὅταν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενα ἡμᾶς δεχώμεθα γράμματα.
 [00549]  Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς καὶ τηλικαύταις περιστάσεσι, μεγίστην καρπούμεθα παραμυθίαν ἐκ τῆς ὑμετέρας ἀγάπης, τῆς θερμῆς, καὶ γνησίας, καὶ ἀπεριτρέπτου.
 [00560]  Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες χαλεπῇ, ἀλλ' ὅμως εἰ καὶ πολλαὶ αἱ περιστάσεις, οὐ μικρὰν εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην.
 [00605]  Ἐπεὶ δὲ τοῦτο ὁ τῶν Ἰσαύρων ἐκώλυσε φόβος, τὴν γοῦν ἀπὸ τῶν γραμμάτων ἡμῖν παραμυθίαν πάρεχε δαψιλῶς, καὶ τὸ πᾶν ἀπειλήφαμεν.
 [00657]  ἄφατον καρπούμεθα παραμυθίαν.
 [00688]  Ἐπεὶ οὖν οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, ὡς καὶ τῆς παρουσίας σου σφόδρα ἐπιθυμεῖν, τοῦτο δὲ οὐκ ἔνι γενέσθαι νῦν, τὴν ἀπὸ τῶν γραμμάτων πάρεχε παραμυθίαν ἡμῖν.
 [00787]  Καὶ μετὰ τῶν εὐχῶν τῶν ὑμετέρων, καὶ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν μὴ κατοκνεῖτε, ἵνα καὶ ἐντεῦθεν μεγίστην δεχώμεθα τὴν παραμυθίαν, ἐντρυφῶντες ὑμῶν τῇ ἀγάπῃ, καὶ ὡς παρόντας τοὺς ἀπόντας φανταζόμενοι·
 [01379]  ἐγὼ δὲ αὐτόν σε τὸν πατέρα τῆς ἐπιστολῆς καὶ περιεπτυξάμην, καὶ περιέβαλον ἄμφω τὼ χεῖρε, καὶ τῷ τραχήλῳ περιχυθεὶς, καὶ τὴν φίλην ἐμοὶ φιλήσας κεφαλὴν, πολλὴν ἐκαρπωσάμην τὴν παραμυθίαν.
 [01452]  Ἀρκοῦσαν ἔχετε παραμυθίαν τῆς ἀθυμίας ἧς ὑπομένετε, καθὼς ἐπεστάλκατε, τὴν φιλόσοφον ὑμῶν γνώμην καὶ ὑψηλὴν, τὴν ἀπερίτρεπτον καὶ ἀκλινῆ διάθεσιν.
 [01457]  Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες.
 [01474]  Τοσαύτην γὰρ ἔχει τὴν ἰσχὺν τὰ γράμματα ὑμῶν, τὰ τὴν ῥῶσιν ὑμῶν ἡμῖν ἀπαγγέλλοντα, ὅτι καὶ τοσούτοις περιεστοιχισμένοι δεινοῖς, πολέμοις, θορύβοις, ταραχαῖς, θανάτοις καθημερινοῖς, ἡνίκα ἂν τοσαύτας ὑμῶν δεξώμεθα ἐπιστολὰς, καὶ ἀναπτερούμεθα ὑπὸ τῆς ἡδονῆς, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα τὴν παραμυθίαν.
 [01483]  ἀλλὰ τοῦτο μὲν εἰς ἀπολογίαν σὴν ἀποχρῶν ἂν εἴη, εἰς δὲ ἡμετέραν παραμυθίαν οὐδαμῶς·
 [01493]  Ποίει δὴ τοῦτο συνεχῶς, καὶ τὴν παραμυθίαν, ἣν αὐτὸς ἡμῖν καὶ τοῦτον ἐπενόησας τὸν τρόπον, μετὰ δαψιλείας πάρεχε.
 [01499]  Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς, οὐ μικρὰν καὶ ἐν τοσαύτῃ περιστάσει καρπούμεθα παραμυθίαν, ὅταν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενα ἡμᾶς δεχώμεθα γράμματα.
 [01507]  Ἀλλ' ὅμως καὶ ἐν τοσούτοις ὄντες κακοῖς καὶ τηλικαύταις περιστάσεσι, μεγίστην καρπούμεθα παραμυθίαν ἐκ τῆς ὑμετέρας ἀγάπης, τῆς θερμῆς, καὶ γνησίας, καὶ ἀπεριτρέπτου.
 [01518]  Εἰ γὰρ καὶ πολλὰ τὰ πανταχόθεν ἡμῖν περιεστοιχισμένα κύματα, καὶ ἐρημία τόπου, καὶ πολιορκία, καὶ Ἰσαύρων ἔφοδος, καὶ καθημερινὸς θάνατος θανάτῳ γὰρ συζῶμεν διηνεκεῖ, καθάπερ ἐν δεσμωτηρίῳ, ἐν τῷ φρουρίῳ τούτῳ συγκεκλεισμένοι, καὶ σώματος ἀσθενείᾳ παλαίοντες χαλεπῇ, ἀλλ' ὅμως εἰ καὶ πολλαὶ αἱ περιστάσεις, οὐ μικρὰν εἰς παραμυθίαν τῶν κακῶν τούτων τὴν ὑμετέραν ἔχομεν ἀγάπην.
 [01563]  Ἐπεὶ δὲ τοῦτο ὁ τῶν Ἰσαύρων ἐκώλυσε φόβος, τὴν γοῦν ἀπὸ τῶν γραμμάτων ἡμῖν παραμυθίαν πάρεχε δαψιλῶς, καὶ τὸ πᾶν ἀπειλήφαμεν.
 [01615]  ἄφατον καρπούμεθα παραμυθίαν.
 [01646]  Ἐπεὶ οὖν οὕτως ἡμᾶς εἷλες καὶ ἐχειρώσω, ὡς καὶ τῆς παρουσίας σου σφόδρα ἐπιθυμεῖν, τοῦτο δὲ οὐκ ἔνι γενέσθαι νῦν, τὴν ἀπὸ τῶν γραμμάτων πάρεχε παραμυθίαν ἡμῖν.
 [01745]  Καὶ μετὰ τῶν εὐχῶν τῶν ὑμετέρων, καὶ περὶ τῆς ὑγείας τῆς ὑμετέρας δηλοῦν ἡμῖν μὴ κατοκνεῖτε, ἵνα καὶ ἐντεῦθεν μεγίστην δεχώμεθα τὴν παραμυθίαν, ἐντρυφῶντες ὑμῶν τῇ ἀγάπῃ, καὶ ὡς παρόντας τοὺς ἀπόντας φανταζόμενοι·
 [02373]  Καὶ γὰρ ἣν μόνην εἶχον παραμυθίαν τοῦ πικροτάτου τούτου χωρισμοῦ, τὸ διὰ γραμμάτων ὑμῖν ὁμιλεῖν, καὶ ταύτην ἐπελθὼν ἡμᾶς ἀφείλετο, τὰς ὁδοὺς ἀποκλείσας τῇ πολλῇ τῆς χιόνος φορᾷ, καὶ οὔτε ἔξωθεν παραγενέσθαι καὶ συγγενέσθαι ἡμῖν, οὔτε ἐντεῦθεν ἀναστῆναι καὶ ἀποδημῆσαι πρὸς ὑμᾶς ἀφείς.
 [02483]  Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι καὶ γὰρ τῆς ὁδοῦ πολὺ τὸ μέσον, καὶ οὐδὲ κύριοι κινεῖσθαι, ὅπουπερ ἂν ἐθέλωμεν, ἐσμὲν, καὶ τῶν Ἰσαυρικῶν ἐφόδων καθ' ἑκάστην ἡμέραν ὁ φόβος ἀκμάζει, παρακαλῶ σου τὴν εὐγένειαν, ὅπερ μέγιστον ἡμῖν εἰς παραμυθίαν ἐστὶ καὶ τῆς ἐρημίας τῆς ἐνταῦθα, καὶ τῆς ταλαιπωρίας, καὶ τῆς ἄλλης πάσης θλίψεως, τὸ συνεχῶς γράμματα δέχεσθαι, εὐαγγελιζόμενα τὴν ὑγείαν τὴν σὴν, καὶ τοῦ οἴκου σου παντὸς, τοῦτο χαρίζεσθαι ἡμῖν συνεχέστερον κατὰ τὸ ἐγχωροῦν.
 [02535]  Εἰ δὲ ἡ τοῦ ἔτους ὥρα διακωλύει, καὶ τῶν Ἰσαυρικῶν κακῶν ἡ σφοδρότης, εἰδότες σου τὴν γνώμην ἣν περὶ ἡμᾶς ἔχεις, ἀρκοῦσαν τῆς μακρᾶς σιγῆς ἕξομεν παραμυθίαν.
 [02554]  Οὐ μικρὰν εἴχομεν παραμυθίαν ἐν ἐρημίᾳ τοσαύτῃ [52.696] τὸ συνεχῶς δύνασθαι ἐπιστέλλειν σου τῇ γλυκύτητι·
 [02625]  Καὶ γὰρ παράκλησιν μεγίστην, καὶ παραμυθίαν, καὶ θησαυρὸν πολλῶν γέμοντα ἀγαθῶν, τὴν ὑμετέραν ἀγάπην εἶναι νομίζομεν·
 [02660]  Ὅταν ἐννοήσω τοὺς πόνους ὑμῶν, καὶ τοὺς ἱδρῶτας, τοὺς ἐπὶ μακρῷ χρόνῳ γεγενημένους, οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ μεγίστην καρποῦμαι παράκλησιν, ἐφ' οἷς αὐτὸς πέπονθα παρανόμως, τὴν ὑμετέραν ἀγάπην τὴν οὕτω θερμὴν καὶ γνησίαν, τὴν πρόνοιαν τὴν εἰλικρινῆ, τὴν ἀγρυπνίαν τὴν ὑπὲρ τῆς [52.701] διορθώσεως τῶν γεγενημένων, τὴν ἐπιτεταμένην, μεγίστην ἔχων παραμυθίαν.
 [02728]  καὶ γὰρ μεγίστην ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν, εἴ γε τῶν τὰ γράμματα διακομιζόντων ἐπετυγχάνομεν.
 [02733]  Οὐ μικρὰν ἔχομεν παραμυθίαν τῶν κατειληφότων τὰ ἐνταῦθα κακῶν, τῆς ὑμετέρας σπουδῆς τὸ μέγεθος.
 [02749]  Οὐ γὰρ μικρὰν ἕξει τῆς τοσαύτης ταλαιπωρίας, τῆς κατὰ τὴν ὁδοιπορίαν, παραμυθίαν καὶ παράκλησιν, τὸ τῆς εὐνοίας ἀπολαῦσαι τῆς ὑμετέρας.
 [02780]  Μεγίστην γὰρ ἀπὸ τῶν τοιούτων γραμμάτων, καὶ ἐν ἐρημίᾳ καθήμενοι, ἕξομεν παραμυθίαν.
 [03009]  ∆ίδου δὴ καὶ αὐτὸς ταύτην ἡμῖν τὴν χάριν, καὶ συνεχῶς ἡμῖν ἐπίστελλε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ τῷ γράφειν, καὶ τῷ δέχεσθαι τοιαύτας ἐπιστολὰς, πολλὴν καρπωσώμεθα τὴν παραμυθίαν καὶ εὐφροσύνην, καὶ μεγίστης, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, ἀπολαύσωμεν παρακλήσεως.
 [03033]  Ἐὰν γὰρ θαῤῥῶμεν περὶ τῶν ἀγαπώντων ἡμᾶς, ὅτι ἐν ἐπιθυμίᾳ καὶ ἐν ὑγείᾳ καὶ ἐν ἀσφαλείᾳ καθεστήκατε, οὐ μικρὰν δεξόμεθα τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς παράκλησιν, ἀλλὰ καὶ μεγίστην καρπωσόμεθα παραμυθίαν, καίτοι γε ἐσχάτην ἐρημίαν οἰκοῦντες.
 [03104]  Ταῦτ' οὖν ἐννοῶν παρακάλει σαυτὸν, ἐπεὶ καὶ ἡμεῖς οὐχ ὡς ἔτυχεν ἀλγοῦντες, [52.722] μεγίστην τῆς ἀλγηδόνος ἔχομεν παραμυθίαν, τὴν ἀρετὴν τοῦ ἀνδρὸς, ἣν καὶ αὐτῷ σοὶ μεγίστην οἶμαι φέρειν παράκλησιν.
 [03249]  Μὴ δὴ τοσαύτης ἡμᾶς ἀποστερήσῃς ἡδονῆς, ἀλλὰ χαρίζου τοῖς σφόδρα σε ἀγαπῶσι τὴν διὰ τῶν τοιούτων γραμμάτων παράκλησιν, πολλὴν ἡμῖν κομίζουσαν τὴν παραμυθίαν.
 [03278]  Ὥσπερ γὰρ πολλήν μοι φέρει παράκλησιν καὶ παραμυθίαν, ἐπειδὰν ἀκούσω, ὅτι μετὰ προθυμίας ἅπαντα τὸν χειμαζόμενον λαὸν συγκροτεῖτε·
 [03313]  Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα ἀπὸ τῶν τοιούτων γραμμάτων παραμυθίαν, ὅταν ἀκούωμεν, ὅτι ὑμεῖς οἱ σφοδροὶ ἡμῶν ἐρασταὶ καὶ θερμοὶ ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγετε.
000-00-00 Serial Number=0425749540
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00065]  Εὔδηλον ὅτι τοῦτο πολλὴν φέρει τὴν παραμυθίαν, τὸ κοινωνοὺς ἔχειν τῆς ἀθυμίας τὴν οἰκουμένην ἅπασαν.
 [00066]  Εἰ δὲ καὶ ἑτέραν ζητεῖς παραμυθίαν, ἡμεῖς οἱ τὰ τοσαῦτα καὶ τηλικαῦτα παθόντες κακὰ ἐν ὑγιείᾳ, ἐν ἀδείᾳ διάγομεν, ἐν ἡσυχίᾳ πολλῇ, ἀριθμοῦντες ἡμῶν τὰ παθήματα τὰ ποικίλα καὶ συνεχῆ, τὰς θλίψεις, τὰς ἐπιβουλὰς καὶ τῇ μνήμῃ τούτων ἐντρυφῶντες διηνεκῶς.
 [00399]  Ἀλλ' ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανύσαι ἆθλον καὶ αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς παρθενίας ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ' ἔδεισε καὶ αὐτὸς τὰ σκάμματα ταῦτα καὶ τὴν ἀπὸ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο.
 [00411]  ὁ παῖδας ἀποβαλὼν πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους ἔχει τῶν ἀπελθόντων παραμυθίαν καὶ τῆς ἐπὶ προτέρων τελευτῆς τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου προσγένηται μετὰ χρόνον, τοῦτο αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος·
 [00519]  Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας·
 [00536]  «Ἀπορφανισθέντες γάρ, φησίν, οὐ χρόνον ἀλλὰ πρὸς καιρὸν ὥρας, καὶ χωρισθέντες οὐ διανοίᾳ ἀλλὰ προσώπῳ μόνῳ, οὐδὲ οὕτω φέρομεν τὴν ἐντεῦθεν ὀδύνην, καίτοι γε ἱκανὴν ἔχοντες παραμυθίαν, τὸ τῇ ψυχῇ συνδεδέσθαι, τὸ ἐν καρδίᾳ ὑμᾶς εἶναι τῇ ἡμετέρᾳ, τὸ χθὲς καὶ πρώην ὑμᾶς ἑωρακέναι, ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἀπαλλάττει τῆς ἀθυμίας.».
 [00562]  Καὶ ὡς ἄν τις ἐμπυριζόμενος καὶ ὡς ἄν τις καιόμενος καὶ ζητῶν τοῦ ἐμπυρισμοῦ παραμυθίαν τινὰ εὑρεῖν, πάντα κινεῖ, οὕτω δὴ καὶ οὗτος ἀναπτόμενος, ἀγχόμενος, καιόμενος, κατὰ τὸ ἐγχωροῦν τὴν δυνατὴν ἐπενόησε παραμυθίαν.
 [00572]  Ἀρκεῖ ταῦτά σοι πρὸς παραμυθίαν μᾶλλον δὲ οὐχὶ σοὶ μόνον, ἀλλὰ καὶ εἴ τις ἀνόητος εἴη καὶ αὐτολίθινος τὴν ψυχήν.
 [00699]  Ἐγὼ δὲ εἰ καὶ μηδὲν μέγα ἤνυον, ἀλλ' ὅμως ἐδήλωσα τῇ κυρίᾳ μου Πενταδίᾳ ὥστε πᾶσαν σπουδὴν ἐπιδείξασθαι, εἴ τινα ἐπινοήσειε τῷ κακῷ παραμυθίαν.
 [00805]  Καὶ οὐδὲν ἴσχυσεν εἰς παραμυθίαν ἡ τοῦ χρόνου μελέτη, οὐδὲ τὸ καθ' ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ·
 [00934]  Οὐ γὰρ παύσομαι συνεχῶς ταύτην σοι ἐπᾴδων τὴν ᾠδήν, ἵνα ὅπερ ὑπεσχόμην ἐν προοιμίοις τοῦτο πληρώσω νῦν, ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων τοὺς λογισμοὺς τοὺς τὴν παραμυθίαν τῆς ἀθυμίας σοι τίκτοντας.
 [01029]  Ἐκεῖ μὲν γὰρ τῆς ἐπιβουλῆς ἡ νίκη σώματος ἦν ἀπώλεια, ἐνταῦθα δὲ ψυχῆς πανωλεθρία καὶ θάνατος ἀθά νατος καὶ συμφορὰ παραμυθίαν οὐκ ἔχουσα.
 [01446]  Οὐδὲ γὰρ εἶδεν ἐν κλίνῃ κειμένους, οὐδὲ ἐφίλησε χεῖρας, οὐδὲ ἐσχάτων ἤκουσε ῥημάτων, οὐδὲ ποδῶν ἥψατο καὶ γονάτων, οὐ στόμα συνεῖλεν, οὐ καθεῖλεν ὀφθαλμοὺς μελλόντων αὐτῶν τελευτᾶν ἅπερ οὐ μικρὰ εἰς παραμυθίαν τοῖς παίδων χωριζομένοις πατράσιν·
 [01447]  οὐδὲ τοὺς μὲν προέπεμψεν ἐπὶ τὸν τάφον, τοὺς δὲ ἐπανελθὼν εὗρε παραμυθίαν τῶν ἀπελθόντων·
000-00-00 Serial Number=0169265687
Expositiones in Psalmos Ante [Go Back]  
 [01514]  καὶ ἐπειδὴ μηδὲν ἠδύνατο, τὴν ἀπὸ τῶν δακρύων εἰσφέρει παραμυθίαν.
 [02478]  Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ' ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεσθαι.
 [02485]  οὕτω καὶ αὐτὸς μεγίστην ταύτην ἡγεῖτο παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν.
 [03531]  Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας.
 [05294]  Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας.
 [06314]  Θεράπευσον ἐκείνους νῦν, καὶ ἕξεις τοῦ πόθου παραμυθίαν οὐ τὴν τυχοῦσαν.
 [06422]  Εἰ γὰρ οἱ τὸν αἰσχρὸν τοῦτον ἔρωτα φιλοῦντες, καὶ κόρης περικαιόμενοι πολλάκις εὐμόρφου τινὸς, καὶ πατέρων ἀπειλούντων, καὶ φίλων ὀνειδιζόντων, καὶ ἑτέρων πολλῶν διαβαλλόντων, οὐδὲ ἐπιστρέφονται, ἀλλὰ πρὸς ἐκείνην εἰσὶ τετραμμένοι, καὶ οἰκίας καταφρονοῦσι, καὶ κλήρου πατρῴου, καὶ δόξης, καὶ εὐδοκιμήσεως, καὶ φίλων παραινέσεως, μεγάλην νομίζοντες ἔχειν παραμυθίαν τούτων ἁπάντων, ἂν εὐδοκιμῶσι παρὰ τῇ ἐρωμένῃ μόνῃ, κἂν εὐτελὴς ᾖ, κἂν ἄτιμος, κἂν ἡτισοῦν ἐκείνη·
 [06425]  Κἂν ἐν πενίᾳ, κἂν ἐν ἀτιμίᾳ, κἂν ἐν δεσμοῖς, κἂν ἐν θλίψεσι, κἂν ἐν τοῖς ἐσχάτοις ὦσι κακοῖς, τῶν βασιλευόντων αὐτῶν ἄμεινον ἡγήσονται διακεῖσθαι, ἐν πᾶσιν οἷς ἂν πάσχωσι θαυμαστήν τινα παραμυθίαν ἔχοντες, τὸ διὰ τὸν ποθούμενον ταῦτα πάσχειν.
 [06481]  Κἂν γὰρ πένης ᾖς, καὶ διὰ τὴν πενίαν ἀπορῇς βιβλίων, ἢ βιβλία μὲν ἔχῃς, σχολῆς δὲ μὴ ἀπολαύσῃς, τὰς ὑπακοὰς μόνον διατήρησόν μοι τῶν ψαλμῶν, ἃς ἐνταῦθα ὑποψάλλεις οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ καὶ πολλάκις, καὶ μεγάλην ἀπελθὼν λήψῃ τὴν παραμυθίαν.
 [06496]  Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος·
 [07094]  ∆έον οὖν σε εὐχαριστεῖν καὶ δοξάζειν, ὅτι τὸ πλέον ὑπετέμετό σοι τῶν πόνων, παραμυθίαν οὐ τὴν τυχοῦσαν ἐπινοήσας, σὺ δὲ ἐνυβρίζεις ἀγνωμόνως, καὶ ἀναισχυντεῖς, καὶ τοὺς κειμένους ὑπερβαίνεις ὅρους, καὶ τὴν ἑαυτοῦ καταισχύνεις
000-00-00 Serial Number=0845150352
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01044]  Ἐπειδὴ γὰρ πολλάκις εἰς τὴν φιλανθρωπίαν αὐτοῦ τὰς ἐλπίδας εἶχον, ἀναιρεῖ ταύτην τὴν παραμυθίαν.
 [02186]  Ὅθεν οὐκ ἔστιν εὑρεῖν τινα παραμυθίαν τῆς ἀῤῥωστίας·
 [03042]  Μὴ νομίσητε ἀπὸ τοῦ ἀξιώματος ἔχειν παραμυθίαν·
 [03206]  Ὥσπερ γὰρ ἐκείνη ἥδεται τῇ τοῦ ἀνέμου προσβολῇ ὡς ἐν συνουσίᾳ γιγνομένη, οὕτω, φησὶ, καὶ οἱ ὄναγροι πρὸς τὸν ἄνεμον εἱστήκεισαν ὑπὸ τῆς ἐνδείας παραμυθίαν ἔχοντες τοῦ ἀνέμου τὴν φοράν.
 [03506]  Οὐδαμόθεν ἔχω παραμυθίαν.
 [03857]  Ἀναιρῶ καὶ ταύτην τὴν παραμυθίαν, ἐκκόπτω καὶ ταύτας τὰς ἐλπίδας.
 [04333]  Οὐ μὴν ὁ λόγος τῶν ψευδοπροφητῶν δύναταί τι συντελεῖν πρὸς κέρδος ἀνθρώπων, πλὴν εἰ μή τι τοῖς ἐξ ἀλογίας πειθομένοις, παραμυθίαν τινὰ παρέχει, οὐ κέρδος, καὶ ἐπάγει, Οὐχ οὕτως·
 [04480]  βλέπει δὲ τὴν ὀπτασίαν πρὸς παραμυθίαν τοῦ λαοῦ.
 [05466]  Ἀσὰν αὐτόθι πόλιν κτίσας, ἐπειδὴ ἔνδεια [64.1009] ὕδατος ἦν, ὤρυξε μέγιστον φρέαρ, ὥστε τοῖς οἰκοῦσιν εἶναι παραμυθίαν τῶν ὑδάτων τὴν συναγωγήν.
000-00-00 Serial Number=0285697043
Fragmenta in Job Ante [Go Back]  
 [00290]  οὐ γὰρ, τὰ μὲν ἀφηρέθη, τὰ δὲ ὑπελείφθη, πρὸς παραμυθίαν τινὰ τῶν ἀπολλυμένων, ἀλλ' αὐτοὺς ὑπολείπεται μόνος, ὁ τὴν τραγῳδίαν ἀπαγγέλλων.
 [00406]  ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχει παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς, πλείων ὁ θόρυβος γίνεται, καὶ μείζων ἡ ταραχὴ, ὅπερ ἐπὶ τούτου συνέβη·
 [00415]  καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων, ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς.
 [00456]  Καὶ τῶν μὲν ἄλλων ἕκαστος ἀνθρώπων, πολλὰ ἑαυτῷ συνειδὼς πονηρὰ, τὴν αἰτίαν οἶδεν ὧν πάσχει, οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν·
 [00712]  ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων ἐμψύχους εἰκόνας μένειν, καὶ τὸ γένος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τῶν ἐκείνων, μεγίστην εἶναι παραμυθίαν, τὰ ἐκείνων ἔκγονα.
 [01007]  τοῖς μὲν γὰρ λοιποῖς, ἢ κατὰ τὸν βίον λαμπροῖς, ἢ ἐν ὑγείᾳ σώματος οὖσι, φέρει τινὰ παραμυθίαν ἡ εἰς κοινὸν αὕτη διατριβή·
 [01147]  Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι·
 [01153]  καὶ οἱ μὲν κἂν καλάμῃ καλύπτονται, ἐκεῖνος δὲ αἴθριος διενυκτέρευεν, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων.
 [01154]  Καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ καὶ αὑτοῖς συνίσασι τὰ δεινὰ, δι' ἃ ἔχοιεν ἂν ἑαυτοὺς αἰτιᾶσθαι (οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ), ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε.
 [01282]  οὐδὲ γὰρ τὴν ἀπὸ τῆς νυκτὸς εἶχε παραμυθίαν, ἀλλὰ τῶν μεθ' ἡμέραν δεινῶν προσθήκη μείζων ἦν ἡ τῶν νυκτερινῶν φόβων φαντασία.
 [01445]  Ὥσπερ γὰρ οἱ τὰς σάρκας ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις, ἔχουσί τινα παραμυθίαν·
 [01498]  Ἐνέπλησε δὲ πόνον γαστρὸς, τουτέστι, Πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται, καὶ πάθους γέμει.
 [02101]  κἂν οἴκτιστά τε καὶ μήκιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντως λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ·
000-00-00 Serial Number=0996954918
Homilia de capto Eutropio Ante [Go Back]  
 [00089]  ἡ γὰρ ὑπόθεσις τῶν ἀγώνων ἀρκοῦσα ἦν εἰς παράκλησιν καὶ παραμυθίαν.
000-00-00 Serial Number=0451987445
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00077]  καὶ γὰρ ἀρκοῦσαν εἶχεν ἐν ἅπασι παραμυθίαν τῶν ἀγαπωμένων τὴν σωτηρίαν, τὴν μνήμην.
 [00140]  Εἶτα παραινέσας, καὶ παραμυθίαν εἰσάγει μεγίστην λέγων·
000-00-00 Serial Number=0257971406
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00056]  οὐδὲ γὰρ τὸν φόβον αὐξηθῆναι τοῦ θανάτου μόνον ἠβούλετο, ἀλλά τινα καὶ παραμυθίαν τὸν ἄνθρωπον καρπώσασθαι.
000-00-00 Serial Number=0514274895
In Acta apostolorum Ante [Go Back]  
 [00849]  Οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν.
 [00892]  Τοῦτο παραμυθίαν ἐκείνοις ἔφερε.
 [02803]  ∆ιὸ καὶ οὕτως εἶπεν, εἰδὼς ὅτι πρὸς τὸν πάσχοντα καὶ παραμυθίαν ζητοῦντα οὗτος ἂν ἁρμόσειεν ὁ λόγος.
 [03802]  ὅτε οὐδαμόθεν προσεδόκων παραμυθίαν, οὕτω δὴ κατετόλμησαν τοῦ πράγματος·
 [04150]  Τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν γέγονε, καὶ εἰς τούτων ὠφέλειαν καὶ διδασκαλίαν.
 [06177]  Ἔχουσι καὶ ἑτέραν παραμυθίαν, ἂν νόσος παρακολουθήσῃ, ἂν θάνατος.
 [06414]  Ἀντίῤῥοπος τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις ἡ Παύλου προσαγωγὴ γίνεται, ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθίαν, τὸ οὕτως αὐτὸν ἀπελθεῖν, λαβοῦσα δὲ καὶ ταύτην, καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι, μεγίστην παρέσχον παράκλησιν.
 [07275]  Εἰ γὰρ καὶ μὴ τέλεον, ἀλλ' ὅμως παραμυθίαν εὗρόν τινα·
 [09999]  Εἰ μὲν γὰρ οὕτως ἐδέδετο ὡς ἐπ' ἀγαθῷ, ἔφερέ τινα ἂν παραμυθίαν τὸ πρᾶγμα·
 [09999]  Στενοχωρούμενος γὰρ τὴν ψυχὴν, πανταχόθεν ζητεῖ παραμυθίαν τῆς θλίψεως εὑρεῖν·
 [09999]  ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς παραμυθίαν.
 [09999]  ταῦτα μὲν γὰρ φέρει τινὰ τοῖς ἀθυμοῦσι παραμυθίαν, ἐκεῖνα δὲ αὐτὴν ἐπιτείνει καὶ συσφίγγει.
 [09999]  οὐ μικρὰν δὲ φέρει λόγος παραμυθίαν.
 [09999]  Καὶ τούτῳ πάλιν ἀνεκτήσατο, ἱκανὴν διδοὺς παραμυθίαν.
 [09999]  ἵνα μὴ καταπλήξῃ τῇ διανοίᾳ καὶ ἀπολέσῃ, ὅρα τὴν παραμυθίαν.
 [09999]  οὗτος δὲ ἔχει παραμυθίαν·
000-00-00 Serial Number=0160098314
In Ecclesiasten Ante [Go Back]  
 [00464]  Ἱκανὴν ἔχεις παραμυθίαν τὸ μηδένα διαφυγεῖν·
 [00470]  ∆ώσει πρὸς καρδίαν αὐτοῦ παραμυθίαν, οὐ τῇ ψυχῇ, οὐχὶ *** τὸν ἀπελθόντα·
 [00471]  τετίμηκα<ς> δὲ τοὺς προσήκοντας παρακαλέσας, ἀλλὰ σαυτῷ μᾶλλον τὴν παραμυθίαν ποριζόμενος.
 [00639]  ∆ιὰ τοῦτο παραμυθίαν οὐ μικρὰν ἡμῖν ἔδωκεν τὰς γραφὰς ὁ θεός·
000-00-00 Serial Number=0665926397
In Genesim sermo 3 Ante [Go Back]  
 [00043]  ∆ιὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν.
000-00-00 Serial Number=0756047130
In Genesim sermones Ante [Go Back]  
 [01648]  οὕτω δὴ καὶ τὴν τῶν ἀνθρώπων ἐκείνων γενεὰν, καθάπερ σῶμα ἀνίατα νόσουν καὶ πολλοῖς προκατειλημμένον δεινοῖς παραμυθίαν οὐδεμίαν ἔχουσιν, [54.630] ἐπελθὼν ὁ κατακλυσμὸς ἐξήρπασε καὶ ἀνέπαυσεν.
000-00-00 Serial Number=0850369990
In Isaiam Ante [Go Back]  
 [00020]  Ἰεζεκιὴλ δὲ καὶ συναπῆλθε καὶ τὴν ἀλλοτρίαν τῆς οἰκείας κουφοτέραν εἶναι ἐνόμιζε, μέγιστον εἰς παραμυθίαν τῆς συμφορᾶς ἔχων τὸ παρεῖναι τοῖς κάμνουσι καὶ διορθοῦν τὰ ἑτέρων πράγματα.
000-00-00 Serial Number=0910846233
In Joannem Ante [Go Back]  
 [01417]  Φέρει τινὰ παραμυθίαν ἡμῖν οὐ μικρὰν καὶ λύσιν τῶν ἡμαρτημένων καὶ νηστεία ὁμοίως, ὅταν μετὰ τῆς εἰς ἑτέρους φιλανθρωπίας γίνηται, καὶ σβέννυσι τὸ σφοδρὸν τῆς ὀργῆς τοῦ Θεοῦ.
 [02048]  Ὁ μὲν γὰρ γεωργὸς μετὰ τοὺς ἐνιαυσίους πολλάκις μόχθους, καὶ τὴν ταλαιπωρίαν ἐκείνην, καὶ τοὺς ἱδρῶτας, ἂν μηδὲν ἐξενέγκῃ τῶν πόνων ἄξιον ἡ γῆ, παρ' οὐδενὸς ἑτέρου δυνήσεται τῶν πόνων τινὰ παραμυθίαν εὑρεῖν·
 [02056]  Ἀλλ' ὅμως καὶ ἰσχυρὰν παραμυθίαν ταύτην ἔχοντες, καὶ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀμοιβῆς θαῤῥοῦντες, ὅταν ὑμῶν τὸ ἔργον ἴδωμεν μὴ προκόπτον, οὐδὲν ἄμεινον ἐκείνων διακείμεθα τῶν γεωργῶν τῶν στεναζόντων καὶ θρηνούντων, τῶν ἐγκαλυπτομένων καὶ αἰσχυνομένων.
 [05503]  Ὁ μὲν γὰρ τοῖς προσέχουσι λέγων, ἔχει παραμυθίαν τοῦ λέγειν τὴν πειθὼ τῶν ἀκροωμένων·
000-00-00 Serial Number=0386583030
In decollationem sancti Joannis Ante [Go Back]  
 [00106]  ᾗ οὐ παρῆν οὐ σῖτος, οὐκ οἶνος, οὐ προσέψημα, οὐκ ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν.
000-00-00 Serial Number=0925376058
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00147]  καὶ πρὸ τῆς παρακλήσεως ἀπ' αὐτῶν τῶν θλίψεων τὴν παραμυθίαν εἰσάγει.
 [00159]  ὅπερ καὶ μόνον ἱκανὸν εἰς παραμυθίαν ἀρκέσειε.
 [00242]  Καὶ ἄλλως δὲ, ἐκείνῳ μὲν ἡ τοῦ κατορθώματος ἐλπὶς ἔφερε παραμυθίαν, καὶ τὸ τῆς ἰδίας ἀνδρείας ἔργον εἶναι τὴν ἀριστείαν ἐκείνην, καὶ τὸ φωνῆς ἄνωθεν φερομένης ἀκοῦσαι προθυμότερον ἐποίει·
 [00335]  Ἂν μικρὸν ἀναπνεύσωμεν μόνον ἡμεῖς, ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ὑμῖν·
 [00351]  καὶ γὰρ δι' ὑμᾶς τούτων ἀπολαύομεν, ὥστε κἀντεῦθεν ὑμῖν γενέσθαι τινὰ παραμυθίαν κοινωνοῦσιν ἡμῖν τῆς ἡδονῆς.
 [00764]  Οὐ μικρὸν δὲ τοῦτο ἡμῖν εἰς παραμυθίαν καὶ παράκλησιν·
 [00774]  Κἂν γὰρ μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν, μᾶλλον δὲ οὐ μόνον εἰς παραμυθίαν, ἀλλὰ καὶ εἰς τὸ στεφανοῦσθαι, τὸ συνειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχομεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτηρίαν.
 [00829]  Ὥστε εἰ καὶ θλιβόμεθα νῦν, οὐ μικρὰν καὶ ταύτην ἔχομεν παραμυθίαν·
 [03468]  Οὐχ ὁρᾶτε τοὺς ἀποβαλόντας παῖδας γνησίους, ὅτι διὰ τοῦτο καὶ κόπτονται καὶ τρίχας τίλλουσιν, ἐπειδὴ παραμυθίαν ἔχει τὸ κολάζειν ἑαυτοὺς ὑπὲρ τῶν φιλουμένων;
 [03469]  Εἰ δὲ, ὅταν μηδὲν ἐργασώμεθα ἡμεῖς τοὺς φιλτάτους δεινὸν, φέρει παραμυθίαν ἡμῖν τὸ κακῶς πάσχειν, ὑπὲρ ὧν ἐκεῖνοι κακῶς πεπόνθασιν·
 [04206]  Ἐπειδὴ γὰρ εἶπε, Τῇ θλίψει, λέγει καὶ ποταπῇ θλίψει, καὶ ἐπαίρει ταύτην τῷ λόγῳ, ἵνα δείξῃ μεγάλην οὖσαν τὴν ἐκ τούτων παραμυθίαν καὶ χαρὰν, εἴ γε τοσαύτην ἀπεκρούσατο ὀδύνην.
 [04220]  τῷ δὲ εἰπεῖν, [61.500] ὅτι Ἐπὶ τῇ θλίψει ἡμῶν ἡ παρουσία αὐτοῦ ἤρκεσεν εἰς παραμυθίαν, οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἀλλὰ καὶ τῇ παρακλήσει, ᾗ παρεκλήθη ἐφ' ὑμῖν, οἰκειοῖ τοῖς Κορινθίοις τὸν ἄνδρα.
 [04237]  Ἐμοὶ δὲ δοκεῖ ταῦτα οὐ πρὸς παραμυθίαν τῶν ἔμπροσθεν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ εἰς προτροπὴν τῶν κατωρθωκότων αὐτά.
 [07348]  καὶ οὐκ ἔστιν αὐτῷ τινα παραμυθίαν εὑρεῖν, δι' ἧς ἀποστήσεται τῆς μανίας, ἀλλ' ἢ μίαν μόνον, τὴν τοῦ εὐημεροῦντος δυσπραγίαν·
000-00-00 Serial Number=0598486722
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00172]  διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα, κἂν θλῖψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος, ἀφ' ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων, ἐν τοῖς ἐλάττοσι μὴ ἀπογινώσκωσιν, ἀλλ' ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν·
 [00245]  Ὅρα πῶς αὐτοῖς συνάγει τὴν παραμυθίαν.
 [00410]  [62.479] γὰρ δὴ φθόνον ἐδέξω ἐκεῖθεν, ἀλλὰ παράκλησιν καὶ παραμυθίαν ἐπὶ τῇ σῇ πενίᾳ.
000-00-00 Serial Number=0148185492
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00023]  Ἐπειδὴ γὰρ τὸ τὰ οἰκεῖα διελθεῖν κακὰ οὐχὶ παράκλησις μόνον οὐκ ἦν, ἀλλὰ καὶ προσθήκη λύπης, εὐθέως ἀπὸ τῆς ἀρχῆς ποιεῖται τὴν παραμυθίαν.
 [00768]  Οὕτω δὴ καὶ τοῖς πιστοῖς φέρει τινὰ παραμυθίαν, τὸ τὸν Ἀπόστολον πολλὰ παθεῖν [62.618] δεινὰ, καὶ ὑπ' οὐδενὸς τούτων καταμαλακισθῆναι·
 [00856]  Πάλιν παρ' ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, πάλιν τὴν προτροπήν·
 [01907]  Οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν.
 [02033]  πρὸς γὰρ παραμυθίαν τοῦ μαθητοῦ, οὐ πρὸς ἐπίδειξιν λέγει.
 [02305]  Πολλὴν παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν Γραφῶν τελειοτέραν οὖσαν·
 [02325]  Πρὸς παράκλησιν, πρὸς παραμυθίαν, φησί.
 [02454]  Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πρὸς παραμυθίαν τῶν μαθητῶν, αὐτὸς δὲ καὶ τὰ ἔπαθλα προστίθησι.
 [02601]  Καὶ πρὸς παραμυθίαν τῶν ἀσθενεστέρων τοῦτο εἴρηκε, τὸ, Ἀποδώσει αὐτῷ·
 [02612]  Οὐκ ἔχεις εἰπεῖν, ὅτι παρὰ μὲν τῶν ἔξωθεν ἐπολεμούμην, εἶχον δὲ παραμυθίαν τὴν θεραπείαν καὶ τὴν συμμαχίαν τῶν ἐμῶν·
000-00-00 Serial Number=0479496896
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03014]  νυνὶ δὲ τῷ ἐπαγαγεῖν, Οὐδὲ ἀνθρωπίνης ἡμέρας, παραμυθίαν ἐκόμισε τῇ πληγῇ, κοινωνοὺς αὐτοῖς δοὺς τῆς καταφρονήσεως.
 [03139]  Καὶ καθάπερ ἐκεῖνος οὐδὲν ἕτερον ἢ τὴν γυναῖκα ὁρᾷ, οὕτω καὶ οὗτος πένητας μὲν καὶ τὰ ἄλλα πάντα παρατρέχει, ἵνα μηδὲ παραμυθίαν λάβῃ·
 [04944]  καίτοι γε πολλοὺς οἶδα μεγίστην παραμυθίαν ταύτην ἡγουμένους, καὶ τὸ πᾶν ἀπειληφέναι νομίζοντας, ὅταν τοὺς ἐπηρεάσαντας ἴδωσι κολαζομένους.
 [05140]  Πολλῶν γὰρ πεπληρωμένον τὸ συνειδὸς πονηριῶν, δεδοικὸς καὶ τρέμον τὴν μέλλουσαν ἀντίδοσιν, ἐπειδὴ μὴ βούλεται ἀπὸ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ κάλλιστα τὴν παραμυθίαν πορίζεσθαι, ἀπὸ τῆς ἀπιστίας ἀναπαύεσθαι βούλεται.
 [06720]  Εἰ δὲ λέγει, ὅτι Τῷ θυσιαστηρίῳ συμμερίζονται, οὐ τὴν ἐξίσης διανομὴν λέγει, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παραμυθίαν.
 [07255]  Κἂν κατηγορήσῃς τῶν ἁμαρτημάτων, ἔχεις παραμυθίαν·
 [07359]  καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατεχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν.
 [07833]  Ἐνταῦθα μὲν γὰρ εἰ καὶ μέγα τὸ ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ' ὅμως φέρει τινὰ παραμυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσημερίας·
 [08279]  κἀκείνη πάλιν ἐσπούδασε τῆς ἀπαιδίας ἐπινοῆσαι παραμυθίαν αὐτῷ τινα ἀπὸ τῆς παιδίσκης·
 [08781]  καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς.
 [09027]  Λιπαίνων γὰρ τὴν παραμυθίαν, καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα προστίθησι.
 [09028]  Καὶ ἑτέρῳ πάλιν ὀνόματι καλεῖ τὰς δωρεὰς ταύτας, πλείονα κἀντεῦθεν παραμυθίαν ἐπινοῶν·
 [09115]  Εἶτα ἣν ἀνωτέρω τέθεικε παραμυθίαν εἰπὼν, Τὸ αὐτὸ Πνεῦμα, ταύτην καὶ ἐνταῦθα τίθησι λέγων·
 [09144]  Ὁ μὲν γὰρ παρὰ τοῦ βασιλέως λαβὼν μεγίστην ἂν ταύτην σχοίη παραμυθίαν, ὅτι αὐτὸς αὐτῷ ἔδωκεν·
 [09923]  Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραμυθίαν, καὶ ἱκανὴν αὐτοὺς ἀνακτήσασθαι καὶ ἀναπαῦσαι τὴν ὀδυνωμένην ψυχήν.
 [09999]  ὁ δὲ προφητεύων, ἀνθρώποις [61.296] λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
 [09999]  Ὁ δὲ προφητεύων, ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυ-θίαν.
 [09999]  Ἀλλ' οὐ τοιαύτην οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
 [09999]  Εἶτα πάλιν παραμυθούμενος τοῦτο, ἵνα μὴ δόξῃ σφόδρα ἐξευτελίζειν τὸ χάρισμα ὅπερ ἀνω-τέρω ἔλεγεν, ὅτι λαλεῖ μυστήρια, καὶ, Θεῷ λαλεῖ, καὶ, ἑαυτὸν οἰκοδομεῖ, καὶ, ὅτι τῷ πνεύματι προσεύχεται, παραμυθίαν ἐπινοῶν οὐ μικρὰν ἐκ τούτων, τοῦτο καὶ ἐνταῦθα ποιεῖ, λέγων·
000-00-00 Serial Number=0481839538
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00355]  Εἰ δὲ καὶ δώσουσι πάντως οὗτοι δίκην, ὅπερ οὖν καὶ ἐν τῇ δευτέρᾳ ἐπιστολῇ φησιν, ἑτέραν καὶ ὑμεῖς ἕξετε παραμυθίαν οὐ μικράν.
 [00650]  Ὁρᾷς, πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον τὴν παραμυθίαν;
 [00654]  οὕτως οἶδε μεγίστην παραμυθίαν ἔχον τὸ πρᾶγμα.
 [00679]  Οὐ γὰρ τοῦτο μόνον ἔχει παραμυθίαν τὸ κοινωνοὺς τῶν θλίψεων λαβεῖν, ἀλλὰ καὶ τὸ τοὺς θλίβοντας ἀκοῦσαι τιμωρουμένους.
 [00780]  Μέγα γὰρ, ὄντως μέγα εἰς παραμυθίαν τῶν ἄλλων, τὸ παρὰ τῶν διδασκάλων ἀκοῦσαι τὰ γινόμενα.
 [01108]  αὐτὸς δὲ οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν ὑπὲρ τῶν παίδων, ὡς καὶ ὃν μόνον εἶχε παραμυθίαν, τὸν Τιμόθεον καὶ κοινωνὸν καὶ συνεργὸν, τοῦτον ἐν αὐτοῖς τοῖς κινδύνοις πέμψαι πρὸς αὐτούς.
 [03010]  Ὁ μὲν γὰρ δόλῳ τι παθὼν, ἀλγεῖ μὲν, πλὴν ἀλλ' ἔχει παραμυθίαν οὐ μικρὰν, τὸ κἂν φοβηθῆναι αὐτὸν ἐκεῖνον τὸν ἀδικοῦντα·
 [03198]  Κοινοὺς διδασκάλους ἡμῖν τῶν συμφορῶν καὶ παραμυθίαν ἀφῆκε διὰ τῆς οἰκουμένης ὁ Θεὸς τοὺς πένητας.
 [03231]  ὁ δὲ κάμνων, λήψεται παραμυθίαν οὐ τὴν τυχοῦσαν.
000-00-00 Serial Number=0673481047
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01859]  ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν, τὸ τεκεῖν παιδία.
 [02124]  Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συμφορῶν φέρειν παραμυθίαν, οὕτω κἀκεῖ.
 [02135]  Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείμενον δίκῃ, παραμυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν;
 [02179]  Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς εἶναι τῶν συμφορῶν φέρειν παραμυθίαν, οὕτω κἀκεῖ.
 [02190]  Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν υἱὸν ὁρῶν ἐν τῇ αὐτῇ κείμενον δίκῃ, παραμυθίαν ἢ προσθήκην λήψεται τῶν δεινῶν;
 [02197]  Οἱ ἐν λιμῷ ὄντες, εἰπὲ, ἆρα παραμυθίαν λαμβάνουσι τῶν οἰκείων κακῶν ἐκ τῆς ἑτέρων κοινωνίας;
 [02199]  τί δὲ, ὅταν φίλους ὁρῶμεν, ἆρα παραμυθίαν ἔχομεν;
 [02201]  Χωρὶς δὲ τούτων ἔστι κακὰ, ἃ μὴ ἔχει παραμυθίαν ἀπὸ τῶν κοινῶν διὰ τὴν χαλεπότητα·
 [02210]  Μὴ δὴ ταύτῃ [62.553] τρεφώμεθα τῇ ἐλπίδι, ἀλλὰ μίαν εὕρωμεν παραμυθίαν, τὸ μετανοεῖν ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ ἔχεσθαι τῆς ἀγαθῆς ὁδοῦ τῆς ἐπὶ τὸν οὐρανὸν φερούσης, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωμεν, χάριτι [62.554] καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03423]  Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει ἐκείνας τὰς μεμονωμένας, τὰς οὐδαμόθεν ἐχούσας παραμυθίαν;
 [04023]  νυνὶ δὲ ἅπερ ἐδόθη εἰς ἐπικουρίαν τῶν πενήτων, εἰς παραμυθίαν τῶν ἡμαρτημένων ἡμῖν, εἰς εὐδοκίμησιν καὶ ἀρέσκειαν Θεοῦ, τούτοις κεχρήμεθα κατὰ τῶν ἀθλίων πενήτων, μᾶλλον δὲ κατὰ τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰς προσκρουσμὸν τοῦ Θεοῦ.
 [04142]  Καὶ ταῦτα πάλιν εἰς παραμυθίαν, ἵνα μὴ θαυμάζῃ, μὴ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς.
000-00-00 Serial Number=0940048218
In epistulam ad Colossenses Ante [Go Back]  
 [02816]  Ἐννόησον τὰ τούτων χείρω, ὅταν τι δεινὸν πάθῃς, καὶ ἱκανὴν ἕξεις παραμυθίαν·
 [02819]  Καὶ ὧν ἐὰν πάθωμεν, τὰ δεινότερα ἐννοῶμεν, καὶ ἕξομεν ἀρκοῦσαν παραμυθίαν·
 [02888]  λάβε παραμυθίαν ἐκεῖθεν τοῦ δεινοῦ, ἂν ζημία, ἂν θάνατος, ἂν ἀποβολὴ οἰκείων·
 [03985]  Ἴσασιν οἱ πενθοῦντες, πόσην ἔχει τὸ πρᾶγμα παραμυθίαν.
000-00-00 Serial Number=0303371608
In epistulam ad Ephesios Ante [Go Back]  
 [01123]  Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά·
 [01124]  ὅταν δὲ ὑπερβαίνῃ, καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λοιπὸν ἔχειν παραμυθίαν.
 [01128]  ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν;
 [01136]  Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν τοσαύτῃ θλίψει καὶ στενοχωρίᾳ ὤν;
 [04894]  Λέγει τις σοφὸς ἀνὴρ, ὅτι πλούσιός τις ἄνθρωπος ἀώρῳ πένθει τρυχόμενος υἱοῦ, καὶ παραμυθίαν οὐδεμίαν ἔχων τοῦ πένθους, ταύτῃ παραμυθούμενος τὸ πάθος, εἰκόνα ἄψυχον τοῦ τετελευτηκότος ποιήσας, καὶ διὰ παντὸς εἰς αὐτὴν ἐνορῶν, ἐδόκει τὸν ἀπελθόντα ἔχειν διὰ τῆς εἰκόνος.
 [04899]  οὐκ ἀπέβαλέ τις υἱὸν, οὐδὲ πένθους παραμυθίαν ζητῶν, οὐδὲ ὑπὸ κολάκων ἐξελκόμενος·
 [05809]  πόθεν εὑρήσει παραμυθίαν;
000-00-00 Serial Number=0661826730
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01733]  οὐδὲ γὰρ ἐνταῦθα ἵσταμαι, ἀλλ' ἄκουσον καὶ τῶν ἑξῆς, καὶ τότε λήψῃ παραμυθίαν ἱκανὴν, οὐ μικροψυχῶν τοῖς διωγμοῖς.
 [01871]  οὐδὲ γὰρ προσῆκον τὴν ἑτέρων σπουδὴν τῆς ἄλλων κακοηθείας γενέσθαι παραμυθίαν.
000-00-00 Serial Number=0428685486
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02672]  ὃ πολλῷ μεῖζον πρὸς παραμυθίαν ἐστίν·
 [03167]  Βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος! Κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα·
 [03194]  Καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν·
 [07359]  ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν.
 [07955]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος, καὶ μάλιστα θαυμασθέντος, φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν.
 [08009]  Πολλαχοῦ ἡ Γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προφήτης·
 [08697]  Ἀπὸ τούτου τοίνυν ἐπιχειρεῖ ὁ Παῦλος τὴν παραμυθίαν εἰσαγαγεῖν, καὶ τὴν κοινὴν πάλιν κρίσιν λαμβάνει, ᾗ οὐδεὶς ἀντιστῆναι δύναται, οὐδὲ κοινῇ ψήφῳ μάχεσθαι.
 [09076]  ποίαν παραμυθίαν;
000-00-00 Serial Number=0038936853
In epistulam ad Philippenses Ante [Go Back]  
 [00343]  Ὥστε ὃ βούλομαι, τοῦτό ἐστιν, ὑμᾶς τῶν ὑμετέρων ἁμαρτημάτων παραμυθίαν ἔχειν·
 [00344]  ὁ δὲ μὴ οὕτω διδοὺς, οὐχ ἕξει παραμυθίαν.
 [00632]  Καθάπερ οὖν σῶμα διακαὲς καὶ θερμοτέρᾳ προσπαλαῖσαν ἀκτῖνι κατατρυχόμενον, ὥσπερ τινὶ καταγωγίῳ πολλὰς ἔχοντι πηγὰς καὶ τὴν ἀπὸ τῆς λεπτῆς αὔρας παραμυθίαν·
 [00909]  Ταῦτα δὴ πάντα πρὸς παραμυθίαν τῶν Φιλιππησίων λέγει.
 [01019]  Κλαῦσον τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας, τοὺς λαβόντας ἐξουσίαν ἀπολούσασθαι αὑτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας.
 [01029]  Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν·
 [01440]  Εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς δοῦναι, καὶ προτροπὴν ἐν Χριστῷ, εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι, εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαράν.
 [01864]  ποίαν παραμυθίαν ζωῆς;
 [02664]  Ἴστε γὰρ, ἴστε ὅτι πολλὴν ἔχει παραμυθίαν τὸ παρακαθῆσθαι νοσοῦντι, τὸ συμβαλεῖν στόμα, τὸ μύσαι ὀφθαλμοὺς, τὸ ἅψασθαι γενειάδος, τὸ τὰ τελευταῖα ἀκοῦσαι ῥήματα.
 [02670]  Τίς ἂν οὖν ἦς, εἰ παρὰ φίλων ἐπὶ παραμυθίαν ἡκόντων ἤκουες ταῦτα;
 [02696]  Καὶ οὐδὲ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὃ τοῖς ἄλλοις ἀνάπαυσίς ἐστιν ἡ νὺξ καὶ ὁ ὕπνος, τοῦτο ἐκείνῳ παραμυθίαν τινὰ ἔφερεν, ἀλλὰ χαλεπωτέρα ἦν πάσης βασάνου.
000-00-00 Serial Number=0163199842
In epistulam ad Romanos Ante [Go Back]  
 [00525]  Εἰ γὰρ συμβαίη ποτὲ καὶ γένοιτο, ὃ μὴ γένοιτο, ἀπενεχθέντας εἰς τὴν Περσῶν γῆν ἢ Σκυθῶν ἢ βαρβάρων ἑτέρων διεσπάρθαι κατὰ δύο καὶ τρεῖς ἐν ἐκείναις ταῖς πόλεσιν, εἶτα ἐξαίφνης τινὰ τῶν ἐντεῦθεν ἰδεῖν ἐπελθόντα, ἐννόησον ὅσην ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν.
 [00557]  καὶ γὰρ ἀρκεῖ σοι ταῦτα εἰς παραμυθίαν·
 [02390]  ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς ἀρετῆς πολλὴν τῇ πενίᾳ τὴν παραμυθίαν εὑρέσθαι.
 [04971]  ἡμέρας δὲ γενομένης, καὶ ταύτην ἀπόλλυσι τὴν παραμυθίαν, καὶ οἰκετῶν γογγυζόντων, καὶ γυναικὸς αἰσχυνομένης, καὶ φίλων διαβαλλόντων, καὶ ἐχθρῶν καταγελώντων αἰσθανόμενος.
 [05895]  ἀλλ' ὅμως ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν.
 [06004]  Ἵν' οὖν ταῦτα μὴ λέγηται περὶ τοῦ ∆εσπότου τοῦ ἐμοῦ, φησὶν, εἰ καὶ ἀδίκως λέγεται, καὶ βασιλείας ἡδέως ἂν ἐξέπιπτον, καὶ τῆς δόξης ἐκείνης τῆς ἀποῤῥήτου, καὶ πάντα ὑπέμεινα ἂν τὰ δεινὰ, μεγίστην ἁπάντων ἡγούμενος παραμυθίαν εἶναι τοῦ πόνου τὸ τὸν οὕτω ποθούμενον μηκέτι βλασφημούμενον ἀκούειν.
 [07381]  Ὅτε ἔδειξε μυρίων ὄντας κακῶν ὑπευθύνους, τότε παραμυθίαν ἐπινοεῖ.
 [07383]  τὴν μὲν κατηγορίαν ἀπὸ τῶν προφητῶν εἰσήγαγε, τὴν δὲ παραμυθίαν παρ' ἑαυτοῦ τίθησιν.
 [07388]  Ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ.
 [07498]  Σὺ δέ μοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν, καὶ παραμυθίαν αὐτοῖς ἐπινοεῖν, καὶ πλήττει λανθανόντως, καὶ πάσης ἀπολογίας δείκνυσιν ἐστερημένους, ἀπὸ τῆς ῥίζης, ἀπὸ τῆς ἀπαρχῆς.
 [07754]  Οὐ γὰρ τοῖς κλαίουσι μόνον φέρει τινὰ παραμυθίαν τὸ πολλοὺς εἶναι τοὺς συναλγοῦντας, ἀλλὰ καὶ τοῖς ἐν ἄλλαις περιστάσεσιν οὖσι·
 [09974]  Ἀλλ' οὐκ εἶπεν, Ἐὰν ἐλπίζητε, ἀλλ', Ἐὰνπερισσεύητε ἐν τῇ ἐλπίδι, ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τῶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος.
 [09999]  Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραμυθίαν·
 [09999]  ἁμαρτωλὸς ᾖς, πολλὴν τὴν [60.653] παραμυθίαν.
000-00-00 Serial Number=0862859607
In filium viduae Ante [Go Back]  
 [00011]  Λοιπὸν οὐδὲ τὴν τυχοῦσαν εἶχε παραμυθίαν, υἱὸν τὸν μονογενῆ ἀπολέσασα.
 [00076]  καὶ τίνα μοι παραμυθίαν προσοίσεις λοιπόν;
 [00156]  μὴ πρὸς παραμυθίαν τὴν ἐμὴν, καὶ τὴν τοῦ πένθους ὑποστολὴν, καὶ πρὸς τοῦ ἄλγους ὑπερβολὴν τοῦ υἱοῦ μου τὸν θάνατον ἐσοφίσατο;
000-00-00 Serial Number=0734034121
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00212]  Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πράγματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι;
 [00237]  οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυθίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι μετανοίᾳ τὰ ἁμαρτήματα ἀπονίψασθαι, τὴν τῆς εἱμαρμένης ἐπεισήγαγον τυραννίδα, καὶ τὴν τῆς ἀναστάσεως ἀπιστίαν.
 [00640]  Ἤρκει γὰρ εἰς παραμυθίαν τὸ συνειδέναι ἑαυτοῖς, ὅτι ταῦτα διὰ τὸν Χριστὸν ἔπασχον.
 [00683]  Καὶ ταῦτα δὲ οὐ μάτην ἐμηκύναμεν, ἀλλὰ διὰ πλείονος κατασκευῆς ἀναμφισβήτητον καὶ σαφέστερον βουλόμενοι ποιήσασθαι τὴν ἀπόδειξιν, ὁμοῦ δὲ τὰς θλιβομένας παρακαλέσαι ψυχὰς, ἵν' ἕκαστος τῶν ἐν πειρασμοῖς ὄντων καὶ κινδύνοις ἱκανὴν λαβὼν παραμυθίαν ἀπέλθῃ, μαθὼν ὅτι Παύλου κοινωνὸς διὰ τῶν παθημάτων γίνεται, μᾶλλον δὲ τοῦ τῶν ἀγγέλων ∆εσπότου Χριστοῦ·
000-00-00 Serial Number=0647549152
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00240]  ἀπροστατεύτους ἡμᾶς ἐᾷς, καὶ προλέγεις τὰ δεινὰ μό νον, οὐδεμίαν δὲ ἐπινοεῖς παραμυθίαν;
000-00-00 Serial Number=0013388336
In illud In faciem ei restiti Ante [Go Back]  
 [00010]  Πλὴν ἀλλ' εἶχον ἱκανὴν τούτων παραμυθίαν, τῷ πατρὶ φιλο στόργῳ πειθόμενος ταῦτα πάσχειν, καὶ ὁ τῆς ὑπα κοῆς μισθὸς τὴν ἀκηδίαν τὴν ἐπὶ τῷ ξενισμῷ γινο μένην ἀπεῖργε.
000-00-00 Serial Number=0534217954
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00144]  Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν ἀπόλλυσθαι ἐνόμιζον οἱ τελευτῶντες, ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων εἰκόνας ἐμψύχους μένειν, καὶ τὸ γέ νος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τοῖς ἐκείνων μεγίστην εἶναι πα ράκλησιν τὰ ἐκείνων ἔκγονα.
000-00-00 Serial Number=0304187596
In illud Vidi dominum Ante [Go Back]  
 [00553]  Ἓν γὰρ καὶ τοῦτο τῆς πονηρίας αὐτῶν εἶδός ἐστιν καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν.
000-00-00 Serial Number=0434403181
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00064]  ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ ἐν αὐτοῖς παρεῖναι τοῖς πειρασμοῖς, καὶ πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν.
 [00391]  Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν), λήψεται παραμυθίαν ἱκανὴν, μαθὼν διὰ τῶν εἰρημένων, ὅτι οὐχὶ μισῶν αὐτὸν ὁ Θεὸς οὐδὲ ἐγκαταλιμπάνων συνεχώρησεν εἶναι ἐν πενίᾳ·
 [00413]  Οὐκ ἀπὸ τῆς Καινῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς ἱκανὴν ἔστι λαβεῖν παραμυθίαν.
000-00-00 Serial Number=0410882890
In principium Actorum Ante [Go Back]  
 [00513]  ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν σημείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ' αὕτη καθ' ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥησίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος·
 [01102]  ὅταν μὲν γὰρ λαμβάνῃ τὰ χρήματα ὁ δεόμενος, παραμυθίαν λαμβάνει μικράν τινα καὶ πρόσκαιρον·
000-00-00 Serial Number=0317564368
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00127]  εἶχε παραμυθίαν οὐ τὴν τυχοῦσαν τὴν ἐπιστασίαν τὴν ἐκείνου·
 [00212]  ἡ γὰρ τῶν γινομένων ὑπόθε-σις ἱκανὴν αὐτῷ παρεῖχε τῶν συμβαινόντων παραμυθίαν.
000-00-00 Serial Number=0276658118
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00081]  ἀλλ' ἔμενεν ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυ φῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ' ἑκάστην ἀκούων Παύλου λέ γοντος·
000-00-00 Serial Number=0799462318
In secundum domini adventum Ante [Go Back]  
 [00042]  τίνα παραμυθίαν;
000-00-00 Serial Number=0718293369
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00050]  Ἐπειδὴ γὰρ ἐπίπονόν τινα καὶ μοχθηρὸν ἡμῖν κατεσκεύασε τὸν βίον, ἐχαρίσατό τινα καὶ παραμυθίαν.
000-00-00 Serial Number=0437569261
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00121]  Ἀλλὰ τὸ ζητούμενον, ὅτι κατανύσσονται μὲν ἐπὶ τοῖς ἁμαρτήμασι καὶ μεταβάλλονται καὶ βελτίους γίνονται ἀπὸ τῆς γεέννης, οὐδὲν δὲ κερδαίνουσιν εἰς παραμυθίαν τῆς φλογός·
000-00-00 Serial Number=0039934456
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00083]  ἐπειδὰν δὲ πᾶσι γενώμεθα κατάδηλοι, καὶ τὴν ἐκ τοῦ λανθάνειν ἀπολέσωμεν παραμυθίαν, ἀναισχυντότεροι καὶ ῥᾳθυμότεροι μᾶλλον γινόμεθα.
000-00-00 Serial Number=0389760256
Prooemia in Psalmos Ante [Go Back]  
 [00122]  Κἂν εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν ἐντεῦθεν λήψῃ παραμυθίαν·
 [00126]  κἂν ἁμαρτωλὸς, πολλὴν τὴν παραμυθίαν.
000-00-00 Serial Number=0557018697
Quales ducendae sint uxores Ante [Go Back]  
 [00194]  διὰ τοῦτο γάμος, οὐχ ἵνα πολέμου καὶ μάχης τὰς οἰκίας ἐμπιπλῶμεν, οὐχ ἵνα ἔρεις καὶ φιλονεικίας ἔχωμεν, οὐχ ἵνα πρὸς ἀλλήλους διαστασιάζωμεν, καὶ ἀβίωτον τὸν βίον ποιῶμεν, ἀλλὰ ἵνα βοηθείας ἀπολαύωμεν, καὶ λιμένα ἔχωμεν καὶ [51.232] καταφυγὴν, καὶ παραμυθίαν τῶν ἐπικειμένων κακῶν, ἵνα μεθ' ἡδονῆς τῇ γυναικὶ διαλεγώμεθα.
000-00-00 Serial Number=0342535853
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00275]  καὶ τοὺς περὶ ἀκτημοσύνης πολλάκις ἀκούσας λόγους καὶ αὐτῷ τοσοῦτον χρόνον συγγενόμενος τῷ Χριστῷ καὶ τῶν πενήτων τὰ χρήματα πιστευθεὶς ὥστε τοῦ πάθους ἐκεῖθεν ἔχειν παραμυθίαν καὶ γὰρ κλέπτης ἦν οὐδὲ οὕτως ἐγένετο βελτίων, καίτοι τοσαύτης συγκαταβάσεως ἀπολαύσας.
000-00-00 Serial Number=0311606944
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00074]  οὐ μικρὸν τοῦτό ἐστι φάρμακον καὶ εἰς διόρθωσιν τῶν τὰ ἀνίατα νοσούντων, καὶ εἰς παραμυθίαν τῶν τὰ ἐκείνων ὀδυρομένων·
 [00104]  Οὐαί σοι, ὅτι αὐτὸς μέν σε ἐπὶ τὰς παστάδας εἵλκυσε τὰς πνευματικὰς, σὺ δὲ ἑαυτὴν ἀπορρήξασ' ἀπὸ τῆς δόξης ἐκείνης, εἰς τὸ τοῦ διαβόλου κατηνέχθης πῦρ καὶ πρὸς τὰς ἀνηκέστους κολάσεις, ἔνθα κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, ἔνθα οὐδεὶς ὁ παραμυθησόμενος, οὐδὲ χεῖρα ὀρέξων, ἀλλὰ σκότος πάντα καὶ ἀπορία καὶ θόρυβος καὶ κακὰ παραμυθίαν οὐκ ἔχοντα οὐδὲ πέρας·
000-00-00 Serial Number=0865025997
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00133]  ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν καὶ τὰ εἰρημένα·
000-00-00 Serial Number=0510371864
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00142]  ἀνέσεως παραμυθίαν ζητοῦντες, ἐμφορήσεως μὴ κλασθῶμεν φορτίῳ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»