Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παράδοξον [221]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παράδοξον


000-00-00 Serial Number=0340813518
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00091]  Εἰ γὰρ καὶ παράδοξον εἶναι δοκεῖ τὸ λεγόμενον, ἀλλ' ὅμως ἀληθές·
000-00-00 Serial Number=0959352076
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00128]  τὸ δὲ τὸν δίκαιον καὶ μηδὲν ἑαυτῷ συνειδότα τοιοῦτον μετὰ τῆς αὐτῆς τῷ τελώνῃ προσιέναι καταγνώσεως, τοῦτό ἐστι τὸ παράδοξον, καὶ ψυχῆς ὄντως συντετριμμένης σημεῖον.
000-00-00 Serial Number=0994056225
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00106]  Ἦν μὲν οὖν καὶ τὸ σβέσαι τὴν φλόγα θαυμαστὸν καὶ παράδοξον·
 [00114]  Ὥσπερ γὰρ ἐκ βασιλείων τινῶν βασιλεῖς, οὕτως ἀπὸ τῆς καμίνου προῄεσαν οἱ παῖδες ἐκεῖνοι, οὐδενὸς εἰς τὸν βασιλέα ἀνεχομένου λοιπὸν ὁρᾶν, ἀλλὰ πάντων ἀπ' ἐκείνου τοὺς ὀφθαλμοὺς μεταθέντων ἐπὶ τὴν παράδοξον θεωρίαν, καὶ οὔτε τὸ διάδημα, οὔτε ἡ ἀλουργίς, οὔτε ἄλλο τι τῆς φαντασίας τῆς βασιλικῆς, οὕτω τοὺς ὄχλους ἐπέστρεφεν, ὡς ἡ θέα τῶν παίδων ἐκείνων, ἐγχρονισάντων μὲν τὸ πυρί, οὕτω δὲ ἐξελθόντων ἐκεῖθεν ὡς τοὺς ἐν ὀνείρῳ τοῦτο παθόντας εἶκος ἦν.
 [00224]  Ἐγὼ γάρ, εἰ καὶ παράδοξον τὸ λεγό μενον, οὐδὲ ἐκεῖνο τὸ παράπτωμα μεῖζον εἴποιμ' ἂν εἶναι τῆς ἀπὸ τῆς μετανοίας βοηθείας ἐγγινομένης ἡμῖν.
000-00-00 Serial Number=0906484306
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00166]  [4.1] ∆ιὰ γάρ τοι τοῦτο, ἐπειδὴ πᾶσα ἡ κτίσις ἐγένετο καὶ τὸν οἰκεῖον κόσμον ἀπέλαβε καὶ τὸ παναρμόνιον τοῦτο καὶ παράδοξον καὶ πολλῆς γέμον ἐκπλήξεως ἔργον εἰς μέσον προὔκειτο, ἔμελλον δὲ πολλοὶ τῶν ἀνοήτων καὶ μαινομένων ἐπιλαμβάνεσθαι τῶν γενομένων, ὅρα πῶς προαναστέλλων αὐτῶν τὴν ἄκαιρον κρίσιν καὶ μανιώδη ψῆφον, ἑνὶ ῥήματι πᾶσαν ἀναίσχυντον ἐνέφραξε γλῶσσαν ὁ νομοθέτης εἰπών·
 [00738]  καὶ αὐτῆς τῆς φύσεως σχεδὸν ἐξελθὼν καὶ τοῦ ἄνθρωπος εἶναι ἀπαλλαγεὶς καὶ θυσίαν ἀνέφερε καινήν τινα καὶ παράδοξον καὶ μόνος τὸν ἆθλον ἤθλησε τοῦτον, οὐ γυναικί, οὐκ οἰκέτῃ, οὐκ ἄλλῳ τινὶ τῶν μετ' αὐτοῦ κοινωσάμενος;
000-00-00 Serial Number=0057078481
Ad populum Antiochenum Ante [Go Back]  
 [00793]  Καὶ μὴ θαυμάσητε, μηδὲ παράδοξον εἶναι νομίσητε τὸ λεγόμενον·
 [01427]  καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων ἐγένετο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν, καὶ ἐπὶ τῶν ὑποδημάτων·
 [01481]  Τὸ δὲ μέγιστον καὶ παράδοξον, ὅτι τῶν πεπτωκότων τὸ πλῆθος οὐκ ἐφόβησεν αὐτοὺς, οὐδὲ ἐξέλυσεν, οὐδὲ εἶπον πρὸς ἑαυτούς τι τοιοῦτον, ὃ πολλοὶ πολλάκις λέγειν εἰώθασιν·
 [02797]  ὅταν γὰρ ἴδῃς τὸ κάλλος, τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον διαρκὲς, ὥσπερ φωνῆς ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον.
 [02896]  Ἀλλ' ἰδοὺ τὸ παράδοξον τοῦτο γέγονεν ἐπὶ τῶν οὐρανῶν·
 [03959]  τοῦτο γάρ ἐστι τὸ παράδοξον.
 [05097]  τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβιβαζόντων ἀνώτερον εἶναι ἁπάντων, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον.
 [05127]  Καὶ τὸ παράδοξον τοῦτό ἐστιν, ὅτι τοῦ κόσμου μὲν οὐχ ἡ ἀθυμία μόνον, ἀλλὰ καὶ ἡ χαρὰ ζημίαν ἔχει τὴν ἐσχάτην·
 [05134]  Ἵνα δὲ σαφέστερον ὃ λέγω ποιήσω, καὶ μάθητε, ὡς, εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἐστὶν ἀληθὲς, καὶ οἶδεν ὁ θρῆνος πολλάκις ἀνακτᾶσθαι τὰς ὀδυνωμένας ψυχὰς, καὶ κουφίζειν συνειδὸς βεβαρημένον, πολλαὶ πολλάκις γυναῖκες ἀποβαλοῦσαι παῖδας ποθεινοτάτους, ἂν μὲν κωλυθῶσι δακρῦσαι καὶ θρηνῆσαι καὶ ὀλοφύρασθαι, διαῤῥήγνυνται καὶ ἀπόλλυνται·
 [06056]  Κἀκεῖνο μὲν οὖν οὐδὲν θαυμαστὸν οὐδὲ παράδοξον, ἀλλὰ τῶν ἀεὶ συμβαινόντων ἐστὶ, τὸ τῶν ὑπηκόων προΐστασθαι, τὸ δὲ τοσαῦτα παθόντα καὶ τοιαῦτα ἀφεῖναι τὴν ὀργὴν, τοῦτο πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει φύσιν.
000-00-00 Serial Number=0129160702
Adversus Judaeos Ante [Go Back]  
 [01192]  Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἡ μὲν οἰκουμένη πᾶσα ἀνεῖται τοῖς [48.881] Ἰουδαίοις, ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ ἡ Ἱερουσαλὴμ ἄβατος γέγονεν, ἔνθα μόνον θύειν ἐξῆν.
 [01341]  Τὸ μὲν γάρ τι τῶν ὑπ' αὐτοῦ γενομένων προλέγειν, θαυμαστὸν μὲν καὶ παράδοξον·
 [01352]  καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι ἐν τοῖς προοιμίοις ταῦτα πάντα ἐκινεῖτο.
 [01920]  Καὶ τί τὸ κοινὸν καὶ τὸ παράδοξον;
 [02132]  Καὶ ἵνα μὴ τῷ χρόνῳ λήθῃ τὸ γενόμενον παραδοθὲν ἀγνοεῖν τοὺς μετὰ ταῦτα ποιῇ τὴν παράδοξον τοῦ Θεοῦ ψῆφον, προσέταξεν ὁ Μωϋσῆς ἐκεῖνα τὰ πυρεῖα λαβόντας περιελάσαι τῷ θυσιαστηρίῳ, ἵν' ὥσπερ ἡ ῥάβδος χωρὶς φωνῆς ἠφίει φωνὴν διὰ τῆς ὄψεως, οὕτω καὶ τὰ πέταλα ταῦτα τοῖς μετὰ ταῦτα διαλέγηται πᾶσι καὶ παραινῇ καὶ συμβουλεύῃ, μηδαμῶς μιμεῖσθαι τὴν τῶν προτέρων ἄνοιαν, ἵνα μὴ τὴν αὐτὴν ὑπομείνωσι δίκην.
 [02289]  τοῦτό ἐστι τὸ παράδοξον καὶ θαυμαστόν;
000-00-00 Serial Number=0778819799
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00198]  Καινὸν καὶ παράδοξον τοῦτο·
000-00-00 Serial Number=0919625223
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00068]  Εἴπω καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, καὶ αὐτὸν καινὸν ὄντα καὶ παράδοξον;
000-00-00 Serial Number=0165360808
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00518]  καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περιβέβληται χρυσῆν, οὐ μόνον οὐ θαυμάζομεν, ἀλλὰ καὶ γελῶμεν τὸ λεχθὲν, ὡς οὐδὲν ἔχον παράδοξον·
 [01045]  Εἰ δὲ μὴ φῂς ταῦτα οὕτως ἔχειν, ἀλλὰ δυνατὸν εἶναι καὶ ἐν μέσῳ στρεφόμενον πάντα κατορθοῦντα τῆς ἀρετῆς, καὶ μὴ παίζων, ἀλλὰ σπουδάζων ἀληθῶς ταῦτα λέγεις, μὴ κατοκνήσῃς ἡμᾶς διδάξαι τὸ καινὸν τοῦτο καὶ παράδοξον μάθημα·
000-00-00 Serial Number=0611198485
Catecheses ad illuminandos Ante [Go Back]  
 [00006]  Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα, καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον.
 [00097]  Ἀλλ' ὁ φιλάνθρωπος δεσπότης τὴν οἰκείαν μιμούμενος ἀγαθότητα, τοῦτο τὸ μέγα καὶ παράδοξον διὰ τὴν περὶ αὐτὴν κηδεμονίαν κατεδέξατο, ἵνα διὰ τοῦ αἵματος τοῦ ἰδίου ταύτην ἁγιάσῃ, ἵνα καθαρίσας τῷ λουτρῷ τοῦ βαπτίσματος παραστήσῃ ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν.
 [00328]  [2.13] Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον ὅτι πᾶσα ἀνωμαλία καὶ ἀξιωμάτων διαφορὰ ἐνταῦθα ἐκποδὼν γίνεται·
000-00-00 Serial Number=0162052155
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00123]  τί τὸ ξένον καὶ παράδοξον;
000-00-00 Serial Number=0531891048
Commentarius in Job Ante [Go Back]  
 [00934]  οὐκ ἠνέσχοντο οἱ πολῖται θέαμα δεινὸν καὶ ἐλεεινόν, τέρας τι καὶ παράδοξον ἰδεῖν.
 [01467]  τοῦτο δὲ παράδοξον καὶ μέγα, χωρὶς τροφῆς διατρέφεσθαι τὸ ζῷον τῆς ἄνωθεν προνοίας ἀπολαῦον.
 [02981]  καὶ γίνεται οὐδὲν παράδοξον, οὐδεμία καινοτομία οὐδὲ ἐναλλαγή.».
 [02994]  ἀθρόως αὐτῶν ἡ ἀπώλεια γίνεται, ἵνα μὴ νομίσῃς παρὰ φυσικὴν ἀκολουθίαν τὴν συμφορὰν εἶναι, ἀλλὰ κατὰ θείαν τινὰ δύναμιν καὶ παράδοξον.
000-00-00 Serial Number=0292674661
Contra Anomoeos Ante [Go Back]  
 [00014]  Ὁμοίως ἐστὶ παράδοξον ἐν τῷ μέρει τῆς πόλεως ταύτης τὴν Ἐκκλησίαν ταύτην πεφυτευμένην ἰδεῖν, ὥσπερ ἂν εἴ τις ἐν μέσῃ καμίνῳ θάλλουσαν ἐλαίαν, καὶ τοῖς φύλλοις κομῶσαν, καὶ τῷ καρπῷ βριθομένην ἴδοι.
000-00-00 Serial Number=0586922944
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00106]  Ἀλλὰ τὸ μὲν παρθένον γεννῆσαι, εἰ καὶ παράδοξον, ἀλλ' ὅμως ἔχεται λόγου, καθ' ὃ γαστὴρ καὶ μήτρα καὶ φυσικὴ τοῖς τικτομένοις προτετύπωται ὁδός·
000-00-00 Serial Number=0411880732
De Anna i Ante [Go Back]  
 [00295]  Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν;
 [00449]  Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον.
 [00964]  Ἀλλ' ἐκεῖνοι οἱ ἅγιοι οὐ τοῦτον ᾖσαν ξένοι τὸν τρόπον, ὃν ἡμεῖς νομίζομεν, ἀλλ' ἕτερόν τινα καὶ παράδοξον.
000-00-00 Serial Number=0501399457
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00105]  ἵνα δὲ καὶ ἐκ περιουσίας τὴν νίκην ἀρώμεθα βούλομαι καὶ ἐπὶ τῆς ἡμετέρας γενεᾶς γενόμενόν τι παράδοξον εἰπεῖν.
 [00178]  [38] Εἰ δὲ δεῖ τι καὶ παράδοξον εἰπεῖν οὐχ οὕτω θαυμάζω τοῦ μακαρίου τὸ κατατολμῆσαι τῆς τοῦ κρατοῦντος μανίας ὡς τὸ συνιδεῖν μέχρι τίνος τοῦτο ποιῆσαι ἐχρῆν, καὶ μηδὲν περαιτέρω μήτε πρᾶξαι μήτε εἰπεῖν.
000-00-00 Serial Number=0477167010
De Chananaea Ante [Go Back]  
 [00152]  καινὸν θαῦμα καὶ παράδοξον·
 [00244]  τί τὸ παράδοξον;
 [00316]  τί τὸ παράδοξον;
000-00-00 Serial Number=0004393160
De Christi precibus Ante [Go Back]  
 [00193]  Καὶ ἦν παράδοξον τὸ γινόμενον·
000-00-00 Serial Number=0496628284
De Davide et Saule Ante [Go Back]  
 [00167]  Ἀλλ' οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ' εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνηθῇ στέφανον, καὶ φιλοσοφῆσαι φιλοσοφίαν τινὰ καινοτέραν καὶ παράδοξον.
 [00325]  καὶ μετὰ τὴν ὁμιλίαν ταύτην θυσίαν ἀνήνεγκε θαυμαστήν τινα καὶ παράδοξον, οὐ μόσχον καταθύσας, οὐκ ἀρνίον κατασφάξας, ἀλλ', ὃ πολλῷ τούτων τιμιώτερον ἦν, πραότητα καὶ ἐπιείκειαν ἀναθεὶς τῷ Θεῷ, καὶ τὸν ἄλογον καταθύσας θυμὸν, καὶ τὴν ὀργὴν ἀποκτείνας, καὶ νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0485682189
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00114]  λέγων γὰρ τὴν αἰτίαν, δι' ἣν μέλλει διδόναι διαθήκην ἑτέραν, καινὴν αὐτὴν εἶπεν, τουτέστι παράδοξον·
000-00-00 Serial Number=0058742642
De Lazaro Ante [Go Back]  
 [00337]  Οἶδα ὅτι πολλοὶ καταγνώσονται τῶν λεγομένων, ὡς καινήν τινα καὶ παράδοξον συνήθειαν εἰσαγόντων τῷ βίῳ·
 [01835]  Καὶ τὸν Ἰὼβδὲ τῆς ἐπὶ τῇ συμφορᾷ φιλοσοφίας οὐχ ἧττον, καὶ ὑπὲρ τούτου μάλιστα αὐτὸν θαυμάζειν χρὴ, ὅτι μετὰ τοσαύτην ἀρετὴν, μετὰ ἐλεημοσύνας καὶ φιλανθρωπίας, μετὰ τὸ μηδὲν μήτε ἑαυτῷ, μήτε τοῖς παισὶ συνειδέναι πονηρὸν, τοσοῦτον πένθος ἰδὼν οὕτω καινὸν καὶ παράδοξον καὶ μηδενὶ τῶν τὰ ἔσχατα τετολμηκότων συμβεβηκὸς, οὐκ ἔπαθε τὰ τῶν πολλῶν, οὐδὲ ἐνόμισεν ἀνόνητον εἶναι τὴν ἀρετὴν, οὐδὲ κακῶς βεβουλεῦσθαι τοῖς παρελθοῦσιν.
000-00-00 Serial Number=0906394780
De Maccabeis Ante [Go Back]  
 [00028]  ἀλλ' ἐγὼ τὸ παράδοξον τοῦτο, φησὶ, καὶ καινὸν καὶ οὔτε ἀκοῇ ποτε παραδεχθὲν διὰ τῶν ἔργων αὐτῶν πιστώσομαι.
000-00-00 Serial Number=0100437880
De beato Philogonio Ante [Go Back]  
 [00140]  διὰ τοῦτο δέομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ μετὰ πάσης σπουδῆς καὶ προθυμίας παραγενέσθαι, τὴν οἰκίαν ἕκαστον κενώσαντα τὴν ἑαυτοῦ, ἵνα ἴδωμεν τὸν ∆εσπότην ἡμῶν ἐπὶ τῆς φάτνης κείμενον, ἐσπαργανωμένον, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα.
000-00-00 Serial Number=0994810045
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00062]  Ἴδωμεν πάλιν καὶ τὸν Ἰωάννην βαπτίζοντα τὸν Αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸν Πατέρα ἄνωθεν μαρτυροῦντα τὴν τοῦ ἰδίου Υἱοῦ παράδοξον συγκατάβασιν, καὶ τὸ συγγενὲς Πνεῦμα ἐν εἴδει περιστερᾶς καταβαῖνον καὶ μένον ἐπὶ τὸν μαρτυρούμενον.
000-00-00 Serial Number=0819689155
De decem millium talentorum debitore Ante [Go Back]  
 [00194]  Τὸ δὲ πρῶτον εἰσαχθέντα ἀγνώμονα φανῆναι, καὶ οὕτως ἀγνώμονα γενόμενον, φιλανθρώπου τυχεῖν δεσπότου, τοῦτό ἐστι τὸ μάλιστα θαυμαστὸν καὶ παράδοξον.
000-00-00 Serial Number=0008565009
De gloria in tribulationibus Ante [Go Back]  
 [00170]  ἐπειδὴ τοίνυν ἔδειξε λαμπρὸν καὶ περιφανὲς τὸ θλίβεσθαι καὶ ποιοῦν καλλωπίζεσθαι, λέγει ἕτερον αὐτοῦ κατόρθωμα μέγιστον, καὶ καρπὸν μέγιστόν τινα καὶ παράδοξον.
000-00-00 Serial Number=0888897896
De incomprehensibili dei natura Ante [Go Back]  
 [00754]  Ὅταν γὰρ μέλλῃ τινὰ παράδοξον ὄψιν δεικνύναι τοῖς ἑαυτοῦ δούλοις ὁ Θεός, ἔξω τῶν πόλεων αὐτοὺς ἐξάγει εἰς καθαρὸν θορύβων χωρίον, ὥστε μηδενὶ μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀκουομένων ἐκκρούεσθαι τὴν ψυχήν, ἀλλ' ὅλην αὐτὴν ἀδείας ἀπολαύουσαν πρὸς τὴν τῶν ὁρωμένων ἀσχολεῖν θεωρίαν.
000-00-00 Serial Number=0594517887
De jejunio de Davide Ante [Go Back]  
 [00182]  Ἴστε γὰρ πάντες σαφῶς, ὡς, μετὰ τὸν παράδοξον ἐκεῖνον ἀναγνωρισμὸν, θεασάμενος Ἰωσὴφ τοὺς ἑαυτοῦ ἀδελφοὺς, προσονειδίσαι οὐκ ἠθέλησε.
000-00-00 Serial Number=0375301957
De jejunio sermones 1 Ante [Go Back]  
 [00138]  Καὶ σκόπει μοι τὸ παράδοξον τὰ μὲν γὰρ γύναια τίκτει βρέφος, καὶ τότε προσφέρει τροφήν·
 [00244]  Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία, ἡ ψυχῶν καὶ σωμάτων σωτηρίαν χαριζομένη, ὡς ἀνάστασιν παρεχομένη παράδοξον, ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι.
000-00-00 Serial Number=0527517617
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00250]  Πῶς γὰρ οὐ θαυμαστὸν καὶ παράδοξον, ἀπὸ γλώττης πηλίνης ἐκπηδῶντα λόγον, θάνατον φυγαδεύειν, ἁμαρτήματα λύειν, πεπηρωμένην διορθοῦν φύσιν, καὶ τὴν γῆν ἐργάζεσθαι οὐρανόν;
 [00445]  Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον ἐκεῖθεν τὴν θαυμαστὴν καὶ παράδοξον;
 [00563]  [4.15] Εἴπω σοι καὶ ἑτέρωθεν δύναμιν κηρύγματος θαυμαστὴν καὶ παράδοξον, καὶ δείξω σοι καὶ διὰ τῶν πολεμούντων αἰρόμενον αὐτὸν καὶ αὐξανόμενον;
000-00-00 Serial Number=0024667025
De libello repudii Ante [Go Back]  
 [00021]  Οἶδα μὲν οὖν ὅτι πολλοῖς εἶναι δοκεῖ καινὸν καὶ παράδοξον τὸ λεγόμενον·
000-00-00 Serial Number=0359329641
De mutatione nominum Ante [Go Back]  
 [00642]  καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον.
000-00-00 Serial Number=0814509273
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00042]  καὶ γὰρ ἔστιν ἰδεῖν τὸν παράδοξον τόκον τῆς στείρας καὶ τῆς αὐξήσεως αὐτοῦ τὰ θαύματα καὶ τῆς πολιτείας τὰ κατορθώματα.
000-00-00 Serial Number=0258967936
De paenitentia [1] Ante [Go Back]  
 [01279]  καὶ ἦν ἰδεῖν πρᾶγμα παράδοξον ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν.
 [01294]  Εἶδες παράδοξον μάχην;
 [01591]  ἐπειδὴ ὑπερέβαινεν ἐλπίδα καὶ προσδοκίαν ὁ λόγος τῶν μελλόντων ἐκβήσεσθαι ἀγαθῶν, ἵνα μὴ τὸ καινὸν καὶ παράδοξον ἀθρόως φανὲν θορυβήσῃ τοὺς τότε ὁρῶντας, καὶ ἀκούοντας, ἄνωθεν προετύπωσε διὰ πραγμάτων καὶ διὰ ῥημάτων ἐθίζων ἡμῶν τὴν ἀκοὴν καὶ τὴν ὄψιν, καὶ τὸ μέλλον ἐκβήσεσθαι παρασκευάζων.
000-00-00 Serial Number=0933099270
De patientia sermo 2 Ante [Go Back]  
 [00119]  Καὶ ὁ τύραννος κατῃσχύνετο, καὶ ἦν ἰδεῖν ξένον καὶ παράδοξον πρᾶγμα·
000-00-00 Serial Number=0575683296
De perfecta caritate Ante [Go Back]  
 [00180]  Τί γὰρ ἔχει τὰ παρόντα βέβαιον, ἢ τί ξένον καὶ παράδοξον, ὅτι πᾶσαν τὴν σπουδὴν εἰς αὐτὰ ἀναλίσκωμεν;
000-00-00 Serial Number=0590497136
De remissione peccatorum Ante [Go Back]  
 [00079]  Ἀβραὰμ συμφωνήσας μετὰ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὁ μὲν εἰς τὰς βόας δραμὼν, ἡ δὲ τοὺς ἄρτους ἐπισπεύσασα, πρᾶγμα παράδοξον ἐπὶ γῆρας ἐδέξαντο, τόκον λαγόνων καρπωσάμενοι παῖδα.
000-00-00 Serial Number=0905857861
De sacerdotio Ante [Go Back]  
 [00376]  Καὶ μὴ θαυμάσῃς, εἰ παράδοξον τὸ λεγόμενον·
000-00-00 Serial Number=0317868948
De sacerdotio lib 7 Ante [Go Back]  
 [00002]  Ὦ θαῦμα παράδοξον! ὦ δύναμις ἄῤῥητος! ὦ φρικτὸν μυστήριον τὸ τῆς ἱερωσύνης·
000-00-00 Serial Number=0695055902
De sancta Droside martyre Ante [Go Back]  
 [00168]  Ἵν' οὖν τοῦτο ἐνδείξηται, ἀμφότερα ταῦτα προεῖπε, καὶ ἦν ἰδεῖν θαυμαστὸν καὶ παράδοξον ἐπὶ τῆς ἐξόδου πρᾶγμα τῶν ὀστῶν ἐπιφερομένων.
000-00-00 Serial Number=0661334395
De sancta pentecoste Ante [Go Back]  
 [00505]  Καὶ ἐγένετο πρᾶγμα καινὸν καὶ παράδοξον·
000-00-00 Serial Number=0656480849
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00303]  μᾶλλον δὲ οὐκ ἀπεπνίγοντο, ἀλλ' ἐβαπτίζοντο βάπτισμα καινὸν καὶ παράδοξον.
000-00-00 Serial Number=0426595688
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00016]  οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περιτρέψωμεν κεφαλήν.
000-00-00 Serial Number=0537088573
De virginitate Ante [Go Back]  
 [00937]  Πάλιν γὰρ αὐτὸν δοῦλον τῆς κρατουμένης ποιεῖ, καινήν τινα καὶ παράδοξον δουλείας ἐπινοήσας ἀντίδοσιν·
 [01797]  Ἀλλὰ τὸ μὲν ποτὸν αὐτοῖς ἄφθονον παρεῖχον καὶ ἡδὺ πηγαὶ καὶ ποταμοὶ καὶ λίμναι, τράπεζαν δὲ τῷ μὲν ἄγγελος κατεσκεύαζε θαυμαστήν τινα καὶ παράδοξον καὶ μείζονα ἢ κατ' ἀνθρωπίνην συνήθειαν.
000-00-00 Serial Number=0880597711
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00792]  καὶ ἦν ἰδεῖν πρᾶγμα φοβερὸν καὶ παράδοξον, ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν.
 [01099]  Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων μόνον ἐγένετο, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν·
 [03877]  τὸ δὲ πολλῶν ἐπικειμένων τῶν εἰς ἀθυμίαν ἐμβαλλόντων ἀνωτέρους ἁπάντων εἶναι, καὶ ἐν μέσοις τοῖς λυπηροῖς εὐφραίνεσθαι, τοῦτό ἐστι τὸ παράδοξον.
 [04464]  λόγισαι τὸ μέγεθος τῆς συμφορᾶς καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον ἐκείνην τραγῳδίαν.
 [04927]  Εἶδες δανείου φύσιν ξένην καὶ παράδοξον;
 [05051]  Καὶ γὰρ οἱ τοῦ Ἠλία πόδες εἰς τὴν οἰκίαν τῆς χήρας εἰσελθόντες καινόν τινα καὶ παράδοξον εὐεργεσίας ἐπεδείξαντο τρόπον·
 [05594]  Εἴπω τι παράδοξον καὶ θαυμαστόν;
 [06758]  τοῦτο γάρ ἐστι τὸ παράδοξον.
 [07491]  τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ' ὅσης ἂν ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον.
 [07997]  Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα, τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτηχότα μετὰ τοῦ βασιλέως, τέως θεατὴς ἐβούλετο γε [63.812] νέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο, καί φησι, Τίς ἐστιν ὁ ἀλλόφυλος οὗτος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος;
 [08019]  Ὑψηλὸν μὲν οὖν ἐστι καὶ παράδοξον τὸ μηδὲ δέχεσθαι τὴν ἐπιθυμίαν ἐγγινομένην ἡμῖν, ἀλλ' ἀποσοβοῦντας σβεννύναι·
 [08266]  Τοῦτο γὰρ καὶ τῇ φύσει θαυμαστότερον ἦν, καὶ μετὰ πολλὰ ἐγεγόνει, καὶ ἦν παράδοξον, νεκρὸν τετραήμερον ἰδεῖν περιπατοῦντα καὶ φθεγγόμενον.
 [08365]  πολλῷ μᾶλλον ἡμᾶς Θεὸν ἐν σπαργάνοις ὁρῶντας, τὸ φρικτὸν ἐκεῖνο καὶ παράδοξον θέαμα, χαίρειν καὶ ἀγάλλεσθαι χρὴ καὶ θαυμάζειν καὶ ἐκπλήττεσθαι τῆς τοσαύτης αὐτοῦ εὐεργεσίας τὸ μέγεθος.
 [08398]  Καὶ γὰρ σφόδρα παράδοξον ἀκοῦσαι, ὅτι Θεὸς ὁ ἀπόῤῥητος καὶ ἀνέκφραστος, καὶ ἀπερινόητος, καὶ τῷ Πατρὶ ἴσος, καὶ γνήσιος Υἱὸς τοῦ ἀνάρχου Θεοῦ, διὰ μήτρας ἦλθε παρθενικῆς, καὶ γεννηθῆναι ἐκ γυναικὸς κατεδέξατο·
 [08545]  Ὥστε εἰ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν, τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν, καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν, καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων.
 [08603]  τὸ δὲ ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μόνου.
000-00-00 Serial Number=0012606919
Epistula ad Cyriacum Ante [Go Back]  
 [00052]  Εἶδες τὸ παράδοξον;
 [00557]  Εἴπω δὴ μετὰ τοῦτο καὶ ἕτερον, παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ.
000-00-00 Serial Number=0566469431
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00163]  Εἶδες τὸ παράδοξον;
 [00904]  Εἴπω τι μετὰ τοῦτο καὶ ἕτερον παράδοξον μὲν εἶναι δοκοῦν, ἀληθὲς δέ·
000-00-00 Serial Number=0742711484
Expositiones in Psalmos Ante [Go Back]  
 [02430]  Καὶ σκόπει τὸ παράδοξον.
 [02857]  Τῆς ἐλαχίστης ἐνεργείας ἔργον δεικνὺς τὰ ὁρώμενα, καὶ τὸ παράδοξον τῆς δημιουργίας, ὅτι κρεμασθέντες οὐκ ἐκπίπτουσιν οἱ ἀστέρες·
 [04620]  Τῆς ἐλαχίστης ἐνεργείας ἔργον δεικνὺς τὰ ὁρώμενα, καὶ τὸ παράδοξον τῆς δημιουργίας, ὅτι κρεμασθέντες οὐκ ἐκπίπτουσιν οἱ ἀστέρες·
 [06667]  Καὶ ἦν ἰδεῖν θέαμα θαυμαστὸν καὶ παράδοξον, χιλιάδας τοσαύτας στρατοπέδων ἐν τάξει καὶ ῥυθμῷ βαινόντων, ἐν ἡσυχίᾳ καὶ κόσμῳ πολλῷ, ὡς οὐδενὸς παρόντος, μετὰ τῆς ἁρμονίας ἐκείνης τῶν σαλπίγγων τὸ πᾶν κατορθούντων.
000-00-00 Serial Number=0637996554
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00047]  Τοῦτο δὲ στοχασμὸς, μᾶλλον δὲ προῤῥήσεις μηδὲν παράδοξον ἔχουσαι·
 [01722]  Μὴ τῆς φυσικῆς ἀκολουθίας τὰ ἀῤῥωστήματα παρ' αὐτοῖς εἶναι δόξῃ, τὸ παράδοξον δείκνυσι θεήλατον οὖσαν τὴν νόσον, ὅπερ ἐστὶ λοιμικῆς καταστάσεως·
 [05753]  Ὁρᾷς παράδοξον τὴν ἧτταν, καὶ παρὰ προσδοκίαν τὴν νίκην·
 [05934]  Ἐπειδὴ ἄπιστον ἦν καὶ παράδοξον τὸ λεγόμενον, ὅτι Βαβυλὼν ἁλώσεται, ταχυτέρῳ κέχρηται τρόπῳ, ἐκτείνας τὴν ἅλωσιν αὐτῆς.
000-00-00 Serial Number=0867607653
Fragmenta in Job Ante [Go Back]  
 [00412]  Λόγισται τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν.
 [00912]  Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον·
 [01240]  Εἶδες καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, τὸν καὶ αὐτὸν καινὸν ὄντα, καὶ παράδοξον.
 [02056]  Ἐπεὶ οὖν τοῦτο παράδοξον, πυνθάνεται τοῦ Ἰὼβ, εἰ καὶ παρ' αὐτῷ τοιοῦτόν τι γίνεται, ὥστε τὰ θηρία χόρτον ἐσθίειν, ἀλλὰ μὴ σάρκας.
000-00-00 Serial Number=0869875431
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00061]  Ἐπειδὴ γὰρ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἔστησε, καὶ τὴν παράδοξον νίκην ἤρατο, καὶ τῶν βαρβάρων περιεγένετο, οὐκ ἰσχύϊ σώματος, ἀλλὰ δυνάμει πίστεως, καὶ μισθὸν λαβεῖν τῶν πόνων ἐκείνων καὶ τῆς ταλαιπωρίας παρὰ τῶν σωθέντων ἐκελεύετο·
000-00-00 Serial Number=0477268875
Homilia in martyres Ante [Go Back]  
 [00071]  Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι, καὶ τρόπαιον καινὸν καὶ παράδοξον, καὶ μάχην τινὰ ἐξηλλαγμένην, καὶ τραύματα καὶ πολέμους, καὶ παγκράτιον ἀνθρώπου, πράξεις δαιμονικὰς εἰσαγάγῃς, μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς, ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν, οὕτως οἴκαδε ἄπιθι, διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος, ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας.
000-00-00 Serial Number=0749998212
In Acta apostolorum Ante [Go Back]  
 [01428]  Πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο, πόσης ἀσεβείας, πόσης ἀναισχυντίας, τὸ μέθης λογίζεσθαι ἔργον τῶν γλωσσῶν τὸ παράδοξον;
 [09999]  Ξένον γὰρ ἐδόκει εἶναι καὶ παράδοξον.
 [09999]  ἀλλὰ βουλόμενος μαθεῖν τὸ οὕτω παράδοξον.
 [09999]  Εἶτα ἵνα μὴ νομίσῃς παράδοξον εἶναι, τὸ μεῖναι αὐτοὺς ἀπειθοῦντας, ἐπάγει καὶ προφητείαν τὴν λέγουσαν·
000-00-00 Serial Number=0834581196
In Christi natalem Ante [Go Back]  
 [00003]  ∆εσπότης γὰρ ἐκ νύμφης παρθένου προέρχεται παράδοξον θάλαμον τὴν κόρην εὑράμενος.
 [00041]  Καὶ τοῦτο γὰρ ἐξαίσιον καὶ σφόδρα παράδοξον·
000-00-00 Serial Number=0310019255
In Genesim sermones Ante [Go Back]  
 [00555]  ὑμεῖς δὲ οὐδὲν ξένον ἰδόντες, οὐδὲ παράδοξον, ἀλλ' ἄνθρωπον τὰ συνήθη ποιοῦντα, τὰς ὄψεις ἐκεῖ μετεθήκατε.
 [01108]  Καινὸν τοῦτο καὶ παράδοξον.
 [01596]  Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ἐξ ἀλλοτρίας ῥίζης καὶ ἀγρίας ἥμερος ἠνέχθη καρπός.
 [01643]  Ἀνεστοιχειώθη ἡ κτίσις ἅπασα, ἄβυσσοι ἀνεῤῥάγησαν κάτωθεν, καταῤῥάκται ἀνεῴχθησαν ἄνωθεν, ἅπαντα πέλαγος ἦν ξένον καὶ παράδοξον καὶ φρικῶδες, καὶ ἐν τάφῳ κοινῷ τῇ ἰλύϊ καὶ σώματα ἀνθρώπων καὶ σώματα ἵππων καὶ θηρίων ἐκρύπτετο·
000-00-00 Serial Number=0383644044
In Heliam et viduam Ante [Go Back]  
 [00064]  Ὅτε γοῦν τοὺς χαλεποὺς κεραυνοὺς κατὰ τῶν Σοδομιτῶν ἀφεῖναι ἤμελλε, καὶ δήμους καὶ πόλεις ἀναρπάζειν ἐκ μέσου τῆς χώρας διὰ τῆς φοβερᾶς φλογὸς ἐκείνης, ὅτε τὸν καινὸν καὶ παράδοξον ὑετὸν ἐπὶ τὴν γῆν ἠφίει, τοῦ προτέρου φρικωδέστερον ὄντα, ὃν πρῶτον καὶ μόνον ἥλιος ἐπεῖδεν·
000-00-00 Serial Number=0600452781
In Isaiam Ante [Go Back]  
 [01475]  Καὶ ἡ ∆εβόρα δὲ μετὰ τὸ θαυμαστὸν ἐκεῖνο τρόπαιον καὶ τὴν παράδοξον νίκην, εἰκότως ᾠδὴν ὑφαίνει τὴν ἐπινίκιον ἐκείνην, εὐφημίαν ἀναφέρουσα τῷ Θεῷ.
 [02058]  εἰ γὰρ μὴ Σεραφὶμ ἐφάνη, μηδὲ αὐτὸς ἐπὶ θρόνου καθήμενος, ἀλλ' ὅμως ἕτερον παράδοξον θέαμα τότε ἐδείχθη τῷ προφήτῃ καὶ τοιοῦτον, ὡς μηδένα ἀντιβλέψαι δυνηθῆναι τῷ φαινομένῳ.
 [02226]  Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην ἐπιδείξωνται.
 [02231]  Ἐπειδὴ γὰρ ἔμελλεν αὐτὸν εἰς τὴν παράταξιν ἐξαγαγεῖν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἐγείρειν διὰ τῶν ἐκείνου χειρῶν, οὐκ ἐκ προοιμίων τοῦ πολέμου τοῦτο ἐποίησεν, ἀλλ' ἀφεὶς τεσσαράκοντα ἡμέρας αὐτοὺς κατεργασθῆναι τῷ φόβῳ, ὅτε τὴν οἰκείαν ἀπέγνωσαν σωτηρίαν καὶ μυρία ὀνειδίζοντος τοῦ βαρβάρου, οὐδὲ οὕτω τις ἐτόλμησε διεγερθῆναι καὶ δέξασθαι τὸν ἀντίπαλον, τότε δή, τότε τῆς ἥττης αὐτῶν ὁμολογηθείσης, καὶ τῆς ἀσθενείας φανερᾶς γενομένης, ἤγαγε τὸ μειράκιον ἐπὶ τὸν πόλεμον καὶ τὴν παράδοξον ἐκείνην νίκην εἰργάσατο.
 [02408]  Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων.
 [02464]  τὸ δὲ ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μόνου.
 [02663]  Καὶ ἐπειδὴ τὸ παιδίον ἐτέχθη, ἐπιτίθησιν αὐτῷ ὄνομα καινὸν καὶ παράδοξον, τὴν ἱστορίαν τῶν ἐσομένων ἔχον.
000-00-00 Serial Number=0824477255
In Joannem Ante [Go Back]  
 [01640]  καὶ γὰρ καὶ τοῖς πεπιστευκόσιν ἐκ περιτομῆς παράδοξον τὸ πρᾶγμα εἶναι ἐδόκει·
 [01642]  καὶ μετὰ τὸ μαθεῖν τὴν οἰκονομίαν τὴν τοῦ Θεοῦ, πάλιν καὶ οὕτως ἐθαύμαζον, πῶς καὶ εἰς τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος ἐκκέχυται, τῷ ἐκπλήττεσθαι ἐνδεικνύμενοι, ὡς οὐκ ἄν ποτε τοῦτο προσεδόκησαν τὸ παράδοξον·
 [03227]  Ἵνα, ὅταν ἀκούσῃς ὅτι Σίμων ἀκούσας μετ' αὐτοῦ, ∆εῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων, οὐ διηπόρησε πρὸς τὴν παράδοξον ταύτην ὑπόσχεσιν, μάθῃς ὅτι τὰς ἀρχὰς τῆς πίστεως ὁ ἀδελφὸς ἤδη προκατεβάλλετο.
 [04186]  Καὶ γὰρ πολὺ ξένον καὶ παράδοξον ἦν τὸ λεγόμενον, τὸ ἑαυτόν τινα δύνασθαι ἀνιστᾷν, καὶ ἀνιστᾷν οὕτως.
 [04189]  Καὶ οὐδὲ ὁ Χριστὸς πρὸ τοῦ πράγματος αὐτοῖς ἀπεκάλυψε τοῦτο σαφῶς, ἵνα μὴ σκανδαλισθῶσιν ἐν ἀρχῇ διαπιστοῦντες τῷ λεγομένῳ διὰ τὸ πολὺ παράδοξον, καὶ μηδέπω σαφῶς αὐτὸν εἰδέναι ὅστις ἐστίν.
000-00-00 Serial Number=0966551781
In Psalmos 101-107 Ante [Go Back]  
 [01293]  Ἀντὶ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνεργεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές.
 [01596]  Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν.
000-00-00 Serial Number=0785384357
In Psalmum 145 Ante [Go Back]  
 [00157]  Τὸ και νὸν καὶ παράδοξον πάντως·
000-00-00 Serial Number=0531218171
In Romanum martyrem Ante [Go Back]  
 [00035]  θέαμα καινὸν καὶ παράδοξον·
 [00045]  ναὸν ἔχων ἐλελήθεις, ὦ γενναῖε, τὸ στόμα, ναὸν ἐν ᾧ τὴν σύναιμον γλῶσσαν παράδοξον ἀμνάδα κατέθυσας.
000-00-00 Serial Number=0874222100
In Samaritanam Ante [Go Back]  
 [00032]  ἀλλ' ἐπειδὴ ἡ τοῦ Σωτῆρος ἡμῶν τοῦ μεγάλου Θεοῦ οἰκονομία διπλῆν τινα καὶ παράδοξον εἶχε συμπλοκὴν, ἐκ θεότητος λέγω καὶ ἀνθρωπότητος, κατὰ τὴν αὐτοῦ εὐδοκίαν καὶ βούλη σιν, διὰ τοῦτο ὁ μὲν προφήτης τῆς θεότητος τὴν δύνα μιν ἐξαγγέλλει καὶ τὴν μεγαλειότητα·
000-00-00 Serial Number=0541194201
In annuntiationem deiparae Ante [Go Back]  
 [00200]  ὡς θέλει μετὰ φιλανθρωπίας, ἐν ἐμοὶ θαυματουργείτω τὴν παράδοξον κύησιν.
000-00-00 Serial Number=0139826238
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00078]  Τοῦτο γάρ ἐστι, παρθένε, τὸ λίαν παράδοξον, ὅτι ἄνδρα οὐ γνώσῃ, καὶ τέξῃ ὃν λέγω σοι, καὶ ὀρφανὸς ὁ παῖς οὐχ εὑρεθήσεται·
000-00-00 Serial Number=0482785106
In ascensionem Sermo 4 Ante [Go Back]  
 [00009]  ἐν ᾗ ἄγγελοι τοῖς ποιμέσιν ὀφθέντες, τὸ παράδοξον τοῦ θαύματος γνωρίζοντες ἐβόων·
000-00-00 Serial Number=0224843562
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00239]  Τοῦτο δὲ ἐπιθυμούντων ἔστιν ἰδεῖν τὸ παράδοξον θέαμα.
 [00245]  ∆ιὰ τοῦτο καταβαίνουσιν, ἐπειγόμενοι τὸ καινὸν καὶ παράδοξον ἐκεῖνο ἰδεῖν θέαμα, ἄνθρωπον ἐν οὐρανῷ φανέντα·
000-00-00 Serial Number=0123363018
In assumptionem domini Ante [Go Back]  
 [00048]  Ὥσπερ τοίνυν τῆς ἐκ παρθένου γεννήσεως παρὰ φύσιν ἡ κύησις, οὕτω καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου παράδοξον τὸ θαῦμα.
000-00-00 Serial Number=0741220176
In catenas sancti Petri Ante [Go Back]  
 [00151]  [29] Ἐχρῆν γὰρ τὴν παράδοξον ἀπολύτρωσιν τοῦ ἀποστόλου, ἔκ τε τῶν φρουρῶν, ἔκ τε τῶν ἁλύσεων, ἔκ τε τῶν ἐσφραγισμένων πυλῶν πιστωθέντα, καὶ ὡς οὐ δι' ἀμέλειάν τι συμβέβηκε τῶν αὐτοῦ τὴν ψυχὴν ἀνιώντων ἐπαισχυνθῆναι, ἐγκαλυφθῆναι καὶ εἰ μὴ διαρρήδην διὰ τὸ τῶν Ἰουδαίων κατὰ τοῦ ἀποστόλου μανιῶδες θαυμάσαι τὸ τερατούργημα, ἀλλ' οὖν καθ' ἑαυτὸν καὶ ἐν τῇ ψυχῇ τοῦτο ἐκπλαγέντα, τῆς τῶν φρουρούντων ἀποσχέσθαι σφαγῆς.
000-00-00 Serial Number=0884902120
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00189]  Θάλασσα ἦν πρὸ τῶν ὀφθαλμῶν κεχυμένη τῶν ἐκείνων τότε, καὶ ἐκελεύοντο διαβαίνειν ξένην τινὰ καὶ παράδοξον ὁδὸν, ἣν οὐδεὶς οὐδέποτε ἀνθρώπων διέβη.
 [00207]  Ὥσπερ σὺ, φησὶν, ἀπὸ τῆς κολυμβήθρας τῶν ὑδάτων ἀναβαίνων, ἐπὶ τὴν τράπεζαν τρέχεις, οὕτω κἀκεῖνοι ἀπὸ τῆς θαλάττης ἀναβάντες, ἐπὶ τράπεζαν [51.249] ἦλθον καινὴν καὶ παράδοξον, τὸ μάννα λέγω.
 [00208]  Καὶ πάλιν ὥσπερ σὺ παράδοξον ἔχεις πότον, τὸ αἷμα τὸ σωτήριον, οὕτω κἀκεῖνοι παράδοξον ἔσχον τοῦ πόματος τὴν φύσιν, οὐ πηγὰς εὑρόντες, οὐδὲ ποταμοὺς ῥέοντας, ἀλλ' ἀπὸ πέτρας σκληρᾶς καὶ ἀνύδρου πολλὴν δεξάμενοι ναμάτων δαψίλειαν.
 [00229]  Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἐπεχείρησάν ποτέ τινες κατὰ τὸν καιρὸν ἐκεῖνον πλέον συλλέξαι τοῦ δέοντος, καὶ οὐδὲν ἀπώναντο τῆς πλεονεξίας.
 [00242]  Εἶτα ἵνα μὴ κατὰ φύσεως ἀκολουθίαν εἶναι νομίζωσιν ἐκεῖνοι τὸν ὄμβρον, ἐν ἡμέρᾳ σαββάτου οὐδὲν τοιοῦτον [51.250] ἐγίνετο, τοῦ Θεοῦ ταῦτα ἀμφότερα αὐτοὺς διδάσκοντος, ὅτι ἐν ταῖς προτέραις ἡμέραις αὐτὸς ἐνήργει τὸν θαυμαστὸν τοῦτον καὶ παράδοξον ὑετὸν, καὶ ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην διὰ τοῦτο ἐπεῖχεν, ἵνα καὶ ἄκοντες παιδεύωνται τοῦ σαββάτου τὴν ἡμέραν ἀργεῖν.
000-00-00 Serial Number=0649596035
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03456]  Εἴπω τι παράδοξον καὶ θαυμαστὸν, καὶ πολλοῖς ἴσως ἄπιστον·
 [04679]  ∆ιὸ καὶ πολὺ τὸ παράδοξον ἦν, ὅτι τοσαύτη ἡδονῆς περιουσία ἀπὸ θλίψεως αὐτοῖς ἐβλάστησεν.
 [05463]  Εἴπω τι μέγα καὶ παράδοξον;
 [07140]  Τὸ μὲν γὰρ ζῶντα κατορθοῦν πολέμους καὶ νίκας βασιλέα ὄντα, καὶ στρατόπεδα ἔχοντα, θαυμαστὸν οὐδὲν, οὐδὲ παράδοξον καὶ καινόν·
000-00-00 Serial Number=0205795050
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00545]  Βούλομαί τι παράδοξον εἰπεῖν, ἀλλὰ μὴ θαυμάσητε μηδὲ θορυβηθῆτε.
 [00995]  τοῦτο δὲ ξένον καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον, μεθ' ὅσης ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον.
000-00-00 Serial Number=0673855722
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00773]  Μὴ νομίσητε ξένον γίνεσθαι καὶ παράδοξον.
 [01321]  Ἄκουσον γοῦν τί φησιν Ἠλίας μετὰ τὸν φοβερὸν λιμὸν ἐκεῖνον καὶ τὸν θαυμαστὸν ὑετὸν καὶ τὴν λαμπάδα, ἣν ἐκ τῶν οὐρανῶν κατήνεγκε, καὶ τὸ παράδοξον ὁλοκαύτωμα, ὡς ποῤῥωτάτω τῆς χώρας αὐτῶν ἐλαυνόμενος·
 [01701]  Ἄλλως δὲ καὶ τὸ παράδοξον ἐμφαίνει τοῦ κηρύγματος.
 [04976]  Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ καὶ παράδοξον, ὃ δὴ πολλαχοῦ ποιεῖν εἴωθεν εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον, τοῦτο καὶ ἐνταῦθα κατασκευάζει, καὶ δείκνυσιν ὅτι τὸ ἐν ἐξουσίᾳ ποιεῖν, οὐ μόνον οὐ συμφέρει, ἀλλ' οὐδὲ ἐξουσίας ἐστὶν, ἀλλὰ δουλείας.
 [08777]  οὐ λογίζῃ τὸ μέγεθος τῆς συμφορᾶς, καὶ τὸ καινὸν ἐκεῖνο ναυάγιον, καὶ τὴν ξένην καὶ παράδοξον τραγῳδίαν;
 [09266]  ∆ιὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγμα εἰς μέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωμένον, ὃ καὶ θαυμαστὸν ἦν καὶ παράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώματος λέγω.
 [09345]  εἰ δὲ μὴ ἦν πολλὰ, οὐχ οὕτω θαυμαστὸν ἦν καὶ παράδοξον τὸ, ἓν εἶναι σῶμα·
 [09999]  ἐπειδὴ τὸ σφόδρα παράδοξον οὐκ ἂν γένοιτο ἐκ προοι-μίων εὐπαράδεκτον, ἀλλὰ χρὴ πρότερον ὑπορύξαντα καλῶς δι' ἑτέρων, τότε εἰς τὸ ἐναντίον περιτρέπειν.
 [09999]  Ἀλλ' οὐκ εὐθέως τοῦτο εἶπεν, ἀλλὰ μυρία πρότερος εἰπὼν, ὅτε εὐπαράδεκτον τὸν λόγον ἐποίησε, τότε τὸ σφόδρα παράδοξον ἐπάγει.
000-00-00 Serial Number=0797200561
In epistulam ad Colossenses Ante [Go Back]  
 [00986]  Καὶ θέα μοι τὸ παράδοξον.
000-00-00 Serial Number=0032085478
In epistulam ad Ephesios Ante [Go Back]  
 [06535]  τὸ μὲν παράδοξον, μηδὲ δέχεσθαι ταύτην, ἀλλὰ σβεννύναι·
000-00-00 Serial Number=0950172424
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01653]  Ἐπειδὴ ἔλεγεν, ὅτι ἡ πίστις ἡμᾶς συνάπτει τῷ Ἀβραὰμ, καὶ ἐδόκει τοῖς ἀκούουσιν ἀπίθανον εἶναι, εἰ τοὺς μὴ γενομένους ἐξ ἐκείνου, τούτους φησὶν υἱοὺς εἶναι ἐκείνου, δείκνυσιν ὅτι τὸ παράδοξον τοῦτο ἄνωθεν γέγονεν.
 [01785]  Εἰ γὰρ χρή τι καὶ παράδοξον εἰπεῖν, οὗτος οὔτε τῷ Χριστῷ, οὔτε τῷ νόμῳ πιστεύει, ἀλλ' ἐν μέσῳ ἕστηκε, κἀκεῖθεν καὶ ἔνθεν βουλόμενος κερδαίνειν·
000-00-00 Serial Number=0015186489
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08557]  ἀλλὰ τὰ κατὰ τὸν ὑετὸν εἴπω τὸν ξένον ἐκεῖνον καὶ παράδοξον;
000-00-00 Serial Number=0299819589
In epistulam ad Romanos Ante [Go Back]  
 [01313]  Καὶ γὰρ ἐδόκει θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ ὁ μὴ νόμου μηδὲ προφητῶν ἀκούσας, τιμᾶται τὰ ἀγαθὰ ἐργαζόμενος.
 [02061]  Οὐδὲ γὰρ ἐν ἀρχῇ γενόμενον τοῦτο οὕτω θαυμαστὸν ἂν ἐφάνη καὶ παράδοξον, ὡς νῦν, ὅτε πάσης ἰατρείας ἐξηλέγχθη τρόπος.
 [02677]  Τὸ γὰρ παράδοξον ἐκεῖνό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς λαβεῖν.
 [03038]  Εἶτα ἐπειδὴ ἐδόκει ξένον εἶναι καὶ παράδοξον τὸ εἰρημένον, εἰ τὸν λιμῷ παλαίοντα, καὶ ἐν ἁλύσει καὶ ἐν βασάνοις ὄντα, καὶ ὑβριζόμενον καὶ ὀνειδιζόμενον καυχᾶσθαι δεῖ, κατασκευάζει λοιπὸν αὐτό·
 [04216]  Οὐκ εἶπε, Γέγονε θάνατος, οὐδὲ, Ἔτεκε θάνατον, ἀλλ', Εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρμηνεύων, [60.502] καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπων κεφαλήν.
 [05172]  Καὶ ταύτην πρώτην ἀφίεμεν φωνὴν, μετὰ τὰς θαυμαστὰς ὠδῖνας ἐκείνας, καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευμάτων νόμον.
 [05934]  Μᾶλλον δὲ, εἰ δοκεῖ, πρῶτον μάθωμεν τί ποτέ ἐστι τὸ ἀνάθεμα, καὶ τότε αὐτὸν ἐρωτήσωμεν περὶ τούτων, καὶ τὴν ἀπόῤῥητον ταύτην καὶ παράδοξον εἰσόμεθα ἀγάπην.
 [05978]  Καὶ οἶδα μὲν, ὅτι παράδοξον ὑμῖν εἶναι δοκεῖ τὸ λεγόμενον·
 [06117]  Εἰ γὰρ καὶ παράδοξον καὶ καινὸν τὸ μετὰ τοσαύτας ἐπαγγελίας ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον, τὸ καὶ ἡμᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς μηδὲν προσδοκήσαντας τοιοῦτον.
 [06470]  Τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὁ διώκων οὐ κατέλαβεν, ὁ δὲ μὴ διώκων κατέλαβε.
 [07611]  μυστήριον ἐνταῦθα, τὸ ἀγνοούμενον καὶ ἀπόῤῥητον λέγων, καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον·
000-00-00 Serial Number=0194394410
In illud Messis quidem multa Ante [Go Back]  
 [00020]  τότε τῶν ἰδίων σπλάγχνων γέ γονεν ἱερεὺς, καὶ ἐξ αὐτῆς σχεδὸν τῆς φύσεως ἑαυτὸν μετοικίσας, καὶ πρὸς τὸν οὐρανὸν μεθορμισάμενος, τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἔργον ἤνυσε.
000-00-00 Serial Number=0702747583
In illud Ne timueritis Ante [Go Back]  
 [00755]  Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ' εἰ χρή τι καὶ παράδοξον εἰπεῖν, καὶ ἀηδέστερος·
000-00-00 Serial Number=0288955152
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00151]  Σταυρὸς τὸ τεῖχος τὸ ἀῤῥαγὲς, τὸ ὅπλον τὸ ἀχείρωτον, τῶν πλουτούντων ἡ ἀσφάλεια, τῶν πενήτων ἡ εὐπορία, τῶν ἐπιβουλευομένων τὸ τεῖχος, τῶν πολεμουμένων τὸ ὅπλον, τῶν παθῶν ἡ ἀναίρεσις, τῆς ἀρετῆς ἡ κτῆσις, τὸ σημεῖον τὸ θαυμαστὸν καὶ παράδοξον.
 [00206]  Ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσεσθαι, ὡς καὶ γενόμενον παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον προφήτας προπέμπει, τοῦτο αὐτὸ ἀπαγγέλλοντας.
000-00-00 Serial Number=0134031177
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00407]  Καὶ μηδεὶς παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον·
000-00-00 Serial Number=0975206912
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00329]  Ἀλλ' ὅμως ὁ ∆αυῒδ οὐδὲ τοῦτο ἐποίησεν, ἀλλὰ καινόν τινα καὶ παράδοξον εὗρε φιλοσοφίας τρόπον·
000-00-00 Serial Number=0759968281
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00348]  ποῖον ἦλθε φέρων δῶρον ἐμοὶ, καὶ τὸ δῶρον παράδοξον;
 [00349]  Ὡς καὶ ὁ πρεσβευτὴς παράδοξος, καὶ τὸ δῶρον παράδοξον.
000-00-00 Serial Number=0168318450
In illud Vidua eligatur Ante [Go Back]  
 [00374]  Οὕτω καὶ οἱ πόδες τοῦ Ἠλίου εἰς τὴν οἰκίαν τῆς χήρας εἰσ [51.334] ελθόντες καινόν τινα καὶ παράδοξον εὐετηρίας ἐπεδείξαντο τρόπον.
000-00-00 Serial Number=0592865109
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00013]  Καί μοι τὸ παράδοξον τοῦ ἀποστόλου θεώρησον.
000-00-00 Serial Number=0557933629
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00157]  φύσεως ἀκολουθίαν ζητεῖς, καὶ οὐκ εἶδες θεότητος παράδοξον ποίησιν;
000-00-00 Serial Number=0384102583
In natalem Christi diem Ante [Go Back]  
 [00003]  Μυστήριον ξένον καὶ παράδοξον βλέπω·
000-00-00 Serial Number=0428972185
In parabolam de ficu Ante [Go Back]  
 [00183]  καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ, ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή·
000-00-00 Serial Number=0661733985
In passionem salvatoris nostri Jesu Christi Ante [Go Back]  
 [00020]  Ξένον καὶ παράδοξον πρᾶγμα·
 [00022]  Ἀλλ' ἦν ἰδεῖν τότε ἔκπληκτον καὶ παράδοξον θέαν.
000-00-00 Serial Number=0048836768
In pharisaeum et meretricem Ante [Go Back]  
 [00148]  Τί τοῦτο τὸ ξένον καὶ παράδοξον θέαμα;
 [00240]  βλέπεις βροχὴν παράδοξον, οὐκ ἐκ τῶν νεφῶν φερομένην, ἀλλ' ἐκ τῶν τῆς γυναικὸς ὀμμάτων τικτομένην.
 [00243]  Αὕτη τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξε, καὶ ξένον λέντιον τὰς τρίχας αὐτῆς κατεσκεύασε, καὶ παράδοξον ἐκμαγεῖον τῶν ἐμῶν ποδῶν τοὺς πλοκάμους αὐτῆς ἐποίησε.
000-00-00 Serial Number=0068863869
In principium Actorum Ante [Go Back]  
 [00206]  τὸ γὰρ καινὸν καὶ παράδοξον, ὅταν τὰ τῶν πολεμίων ὅπλα, ταῦτα μηχανήματα τοῖς πολεμίοις προσάγηται·
 [01369]  καὶ γὰρ πρᾶγμα ξένον εἶδον οἱ μαθηταὶ καὶ παράδοξον, πρωτότοκον αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα·
 [01418]  Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι, καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώδεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσόφους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν γῆν χωρὶς σημείων φαίνωνται πρὸς ἑαυτοὺς ἑλκύσαντες.
000-00-00 Serial Number=0152276218
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00025]  Καὶ βλέπε μοι τὸ παράδοξον·
000-00-00 Serial Number=0409058213
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00358]  καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα μάθῃς, Ἠλία, ὅταν τι παράδοξον ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει.
000-00-00 Serial Number=0305155098
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00059]  Ἔστω τοίνυν καινὸς ὁ ἀγὼν, ἔστω ξένον τὸ μηχάνημα, ἵνα τὸ καινὸν καὶ παράδοξον θορυβῆσαν τὸν ἀθλητὴν ὑποσκελίσῃ ῥᾳδίως.
000-00-00 Serial Number=0055035830
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00025]  τί τοῦτο τὸ παράδοξον θαυματούργημα βούλεται;
000-00-00 Serial Number=0178379476
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00126]  Καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον, οὐκ ἔλαττον ἢ ἐπὶ τοῦ ∆ανιήλ.
000-00-00 Serial Number=0626891017
In sanctum Romanum Ante [Go Back]  
 [00107]  Καὶ γὰρ ἦν ὄντως θαυμαστὸν καὶ παράδοξον στόμα ἄνευ γλώττης φθεγγόμενον, πολλὴν μὲν τῷ διαβόλῳ φέρον αἰσχύνην, πολλὴν δὲ τῷ μάρτυρι δόξαν, μεγάλην δὲ τοῖς μαθηταῖς παράκλησιν καὶ ὑπομονῆς ὑπόθεσιν.
000-00-00 Serial Number=0013228953
In sanctum Stephanum protomartyrem Ante [Go Back]  
 [00291]  Εἶτα τὰ κατὰ τὸν Ἀβραὰμ διηγησάμενος, ὅτι μιᾷ φωνῇ Θεοῦ ὑπήκουσε καλοῦντος, ὅτι προεῖπε τὴν τοῦ σπέρματος αὐτοῦ δουλείαν, καὶ ὅτι τετρακοσιοστὸν ἐν Αἰγύπτῳ δουλεύσουσιν ἔτος, καὶ ὅτι τῇ δεξιᾷ τοῦ Θεοῦ λυτρωθῶσι τῆς ἀνάγκης, καὶ ὅτι ἔδωκεν αὐτῷ περιτομῆς διαθήκην, λέγει λοιπὸν τὸν τοῦ Ἰσαὰκ παράδοξον τόκον, καὶ ὅτι τῇ ὀγδόῃ αὐτὸν περιέτεμε, καθὼς προσετάχθη.
000-00-00 Serial Number=0096097469
In sanctum pascha [1] Ante [Go Back]  
 [00151]  Καινὸν καὶ παράδοξον·
000-00-00 Serial Number=0809344947
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00084]  Εἶτά μοι σκόπει περὶ τὴν τοῦ προβάτου βρῶσιν ἐν τολὴν Θεοῦ καινὴν καὶ παράδοξον, μὴ ἐσθίειν ὠμὰ τὰ τοῦ προβάτου κρέα.
000-00-00 Serial Number=0721543431
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00703]  Ὅρα, οὐ θαυμαστὸν τοῦτο καὶ παράδοξον, τὸ καὶ περιπατεῖν καὶ ὑμνεῖν, καθάπερ ἐν κολυμβήθρᾳ ὑδάτων;
000-00-00 Serial Number=0016625226
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00010]  πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ.
 [00378]  Καὶ οὔτε ναόν πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ οὔτε θυσιαστήριον, οὐ πατρίδα, οὐχ ἱερέας, οὐ προφήτας ἔχοντες, ἐν ἀλλοτρίᾳ καὶ βαρβάρῳ χώρᾳ, ἐν αὐτῇ μὲν μέσῃ τῇ καμίνῳ, μεταξὺ τοῦ στρατοπέδου παντὸς ἐκείνου, αὐτοῦ τοῦ βασιλέως τοῦ ταῦτα ἐργαζομένου θεωροῦντος, λαμπρὸν ἀνεστήσαντο τρόπαιον καὶ περιφανῆ νίκην ἤραντο, τὴν θαυμαστὴν ἐκείνην καὶ παράδοξον ᾄσαντες ᾠδήν, τὴν καὶ μέχρι τοῦ νῦν ἐξ ἐκείνου πανταχοῦ τῆς οἰκουμένης ᾀδομένην καὶ αἰσθησομένην δὲ καὶ εἰς τὰς μετὰ ταῦτα γενεάς.
000-00-00 Serial Number=0473848104
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00026]  ἡ δὲ Ἔξοδος τὴν ἀπαλλαγὴν τῶν Ἰουδαίων τὴνἐξ Αἰγύπτου, τὴν παράδοξον ἐκείνην, καὶ τὴν τῆς ἐρήμου διατριβὴν, καὶ τὴν τοῦ νόμου δόσιν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»