0345-0407 - Iohannes Chrysostomus - In annuntiationem sanctissimae deiparae
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

[00001]    Ιn annuntiationem sanctissimae deiparaeὰ

[00002]    Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.

60.755

[00003]    Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον·

[00004]    ἡ σύμπασα κτίσις ἀγάλλεται συναχθεῖσα.

[00005]    Οὐρανὸς δὲ ἀστέρων ἐχειραγώγει τοὺς εἰς τὴν πανήγυριν σπεύδοντας·

[00006]    γῆ διὰ τῶν ποιμένων εἰς τὴν προσκύνησιν ἔτρεχεν·

[00007]    Ἡσαΐας γοργῷ προφητείας τῷ βήματι ἐβάδιζεν, ἵνα ὑποδείξῃ τῇ πανηγύρει τὴν παρθένον·

[00008]    Ἱερεμίας παραιτούμενος, ἀλλ' αὐτὸν τὸν ∆εσπότην ὑποδεικνύων αὐτῆς τῆς πανηγύρεως λέγων·

[00009]    Οὗτος ὁ Θεὸς ἡμῶν.

[00010]    Ζαχαρίας χαρὰν φέρων τοῖς πανηγυρισταῖς κατέτρεχε, ∆εσποτικῆς παρουσίας ἐμφανίζων τὸ πρόσταγμα·

[00011]    Χαῖρε, λέγων, θύγατερ Σιών·

[00012]    ἰδοὺ γὰρ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.

[00013]    Μαρία καὶ Ἰωσὴφ, ἐν τῇ φάτνῃ προθήκῃ πολυτίμητον μαργαρίτην προέθηκαν·

[00014]    οἱ μάγοι ἰδόντες καὶ θαμβηθέντες ἐπὶ τῷ κάλλει τῆς φύσεως, τοῦτον τῷ Ἡρώδῃ ὡς ἄξιον βασιλέα ἐμήνυσαν.

[00015]    Ὁ δὲ ἀκούσας, καὶ δόλῳ κρύψας θανατηφόρον προσκύνησιν, τοῦ ἰδεῖν τὸν μαργαρίτην ἐσπούδασεν·

[00016]    ἀλλ' ἐπειδὴ ἀνάξιος ἦν, τοῦ ποθουμένου ἀπέτυχε·

[00017]    κἀκεῖνος ὡς ἐμπαιχθεὶς, ἐσ [60.756] κέπτετο τί πράξει.

[00018]    Ἄγγελοι δὲ ἀσωμάτων φύσεων ἐν τῇ πανηγύρει χορεύοντες ἔλεγον·

[00019]    ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.

[00020]    Ὢ τοῦ ξένου καὶ παραδόξου θαύματος·

[00021]    πᾶσαν γλῶτταν νικᾷ τῆς ἑορτῆς ἡ ὑπόθεσις τοῦ εἰπεῖν τὰ τῆς Μαρίας ἐγκώμια, πρὸς ἣν ἀποσταλεὶς ὁ ἄγγελος ἐβόα·

[00022]    Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

[00023]    Ἡ δὲ διαναστᾶσα, πλαγίῳ τῷ ὀφθαλμῷ τὸν λέγοντα ἐπεσκόπευσε·

[00024]    καὶ ἐπὶ μὲν τῇ θέᾳ τῆς ὄψεως ἐξενίζετο, τοὺς δὲ λόγους ἐν τῇ ἑαυτῆς διανοίᾳ ἐστάθμιζε, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος, λέγουσα·

[00025]    Ὦ ξένε, ξένῃ φωνῇ ξενίζεις φθεγγόμενος.

[00026]    Ἢ ἀγνοεῖς τὴν τῶν προσαγορευόντων συνήθειαν, ἢ δοκιμάζεις με, εἰ εὐάλωτος τυγχάνω;

[00027]    Τὸ μὲν, Χαῖρε, πάντων τῶν προσαγορευόντων κοινόν·

[00028]    τὸ δὲ Κεχαριτωμένη, ξένον, μάλιστα ταῖς ἐπαγγελλομέναις θεοσέβειαν ἐν σεμνότητι βίου.

[00029]    Ὅθεν αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργίλῳ τῷ βλέμματι ἐπαπειλησαμένη, ἐδίωξε τὸν εἰπόντα·

[00030]    Ἄπιθι, ἄπιθι, ἄνθρωπε, ἐκ προθύρων ἐμῶν·

[00031]    ἐκ προοιμίων ἐλήλυθας·

[00032]    οὐκ ἀρέσκεις μοι νομίζων.

[00033]    Συλαγωγῆσαί με θέλεις, ὡς Εὔαν τὴν ἐκ γένους μητέρα·

[00034]    οὐ νικήσεις κάλλος ἐμῆς ὄψεως, οὐ συνείδησιν, ἣν ἔχω πρὸς πένητα μνηστῆρα [60.757] ἐμόν.

[00035]    Πρὸ τοῦ ἐλθεῖν ὁ γέρων, τοῦ οἴκου μου ἀπόδραθι·

[00036]    κατάλιπε τὰ ἐνταῦθα, μὴ αἰτιάσηταί σε ὁ πρεσβύτης·

[00037]    ζηλότυπος γάρ ἐστιν.

[00038]    Ἀναχωρεῖν συμφέρει σοι·

[00039]    ἐὰν γὰρ ἴδῃ σε λαλοῦντα, καὶ ἐπαγγελλόμενόν μοι τὰ τοιαῦτα, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἀχώρητα, καὶ σεαυτῷ προξενήσεις θλῖψιν, καὶ ἐμοὶ πένθος καὶ δάκρυα.

[00040]    Ὁ δὲ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀπαραιτήτως ἐφθέγγετο.

[00041]    Θεωρήσασα δὲ ἡ παρθένος τὴν ἐπιμονὴν τοῦ παρόντος, παρεφήπλωσε τὴν ἀκοὴν, ἀκριβέστερον βουλομένη μαθεῖν τοῦ εἰπόντος τὴν σπουδὴν, καὶ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀκούσασα, μετὰ ταῦτα ἐξεδέχετο.

[00042]    Ὁ δὲ ἐπάγει, Ὁ Κύριος μετὰ σοῦ.

[00043]    Μόνον δὲ ἤκουσεν ἡ παρθένος τὸ, Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐσώτερον ἐκάλει τὸ τάχος τὸν εἰπόντα.

[00044]    Τὸν Κύριον, φησὶν, ἐνήνοχας μετὰ σεαυτοῦ, ἐσώτερον εἴσελθε, καὶ δι' ὃ παραγέγονας, τὸ τάχος διήγησαι.

[00045]    Καὶ ὁ ἄγγελος·

[00046]    Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

[00047]    οὗτος ἔσται μέγας, Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.

[00048]    Καὶ ἡ παρθένος·

[00049]    Οὔπω οἱ γάμοι, οὔπω ὁ νυμφών·

[00050]    καὶ ἤδη ὁ τοκετός;

[00051]    Οὐκ ἔχεις, τί πράξεις.

[00052]    Εἰ χρῄζεις τινὸς ὡς ξένος, λαβὼν πορεύου, καὶ μὴ ἀκαίρως ὃ οὐκ οἶδας προφήτευε.

[00053]    Ὅμως εἰ καὶ συλλήψομαι υἱὸν, πάντως ἐκ τοῦ Ἰωσήφ.

[00054]    Καὶ ὁ ἄγγελος, Μὴ ἀπατῶ·

[00055]    Οὗτος ἔσται μέγας.

[00056]    Καὶ ἡ παρθένος·

[00057]    Ποῖος μέγας;

[00058]    ὁ μνήστωρ μου πένης ὑπάρχει, κἀγὼ λίαν πτωχή·

[00059]    κτήματα οὐχ ὑπάρχει μοι, χρημάτων ὑστερούμεθα, τῷ γένει οὐκ εὔσημοι, καὶ μετὰ ταῦτα εἰς ἀπογραφὴν ἑλκόμεθα.

[00060]    Πάντως ὁ συντελεστὴς συντελέσει τὰ δίδραχμα·

[00061]    καὶ λέγεις, Ἔσται μέγας;

[00062]    Παῦσαι, παῦσαι τοιαῦτα ὑπισχνούμενος.

[00063]    Καὶ ὁ ἄγγελος·

[00064]    Οὐ πιστεύεις τῷ ἥττονι;

[00065]    τὸ μεῖζον, κἂν μὴ θέλῃς, κατάδεξαι·

[00066]    Υἱὸς Ὑψίστου κληθήσεται.

[00067]    Καὶ ἡ παρθένος·

[00068]    Ἄρτι τοῦ οἴκου μου ἔξελθε, μὴ ἀκούσῃ ὁ Ἰωσὴφ, καὶ ἀναγγελῇ τοῖς ἱερεῦσι, καὶ ὁ στερισκόμενος συζυγίας σκεπάρνῳ ἀποτέμῃ τὸν τράχηλόν σου, ἐπειδὴ ἐγγύς μοι λαλεῖς καὶ ἐν προθύροις κέλλης ἐμῆς.

[00069]    Ἐξ οὐρανοῦ νυμφίον ἐπαγγέλλῃ μοι φέρειν;

[00070]    καὶ ποία φύσις ἐν οὐρανῷ ἐπιθυμητικὴ γάμου ἐστί;

[00071]    Πάντα τὰ ἐπουράνια πνεύματα, ἀσώματα ὑπάρχει·

[00072]    πῶς οὖν τὰ ἀσώματα μιγήσεται σώμασι;

[00073]    Καὶ ὁ ἄγγελος·

[00074]    Ἐκ σώματος καὶ ἀσωμάτου Υἱὸς Ὑψίστου κληθήσεται.

[00075]    Καὶ ἡ παρθένος·

[00076]    Πόθεν οὖν ἕξει πατέρα, ὡς λέγεις, ὁ ἐξ ἐμοῦ μέλλων τίκτεσθαι;

[00077]    Καὶ ὁ ἄγγελος·

[00078]    Τοῦτο γάρ ἐστι, παρθένε, τὸ λίαν παράδοξον, ὅτι ἄνδρα οὐ γνώσῃ, καὶ τέξῃ ὃν λέγω σοι, καὶ ὀρφανὸς ὁ παῖς οὐχ εὑρεθήσεται·

[00079]    καὶ ἐκ μήτρας σῆς ἐξελεύσεται, καὶ τὸν πυλῶνα οὐ παραθλίψει, καὶ τὸ εἶναι παρθένος οὐκ ἀπολέσεις, καὶ θηλάσεις τὸ ἐκ σοῦ γεννώμενον, καὶ ἐν ἀγκάλαις βαστάσεις τὸ βρέφος, καὶ ἐπὶ τῶν Χερουβὶμ αὐτὸν καθεζόμενον βλέψῃ.

[00080]    Τούτῳ ἐκ σοῦ γεννωμένῳ ∆ώσει Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

[00081]    Καὶ ἡ παρθένος·

[00082]    Ὡς οὐ θέλεις, λαλῶν πέπτωκας.

[00083]    Τὸ σὸν στόμα σου κατηγορεῖ, καὶ τὰ χείλη σου γεγένηταί σοι ἔλεγχος·

[00084]    πρὸ βραχέος γὰρ ἔλεγες, Υἱὸς Ὑψίστου κληθήσεται ὁ γεννώμενος·

[00085]    καὶ ἄρτι λέγεις, Υἱὸς ∆αυΐδ·

[00086]    τίς ὁ λόγος οὗτος;

[00087]    Ὅταν θέλῃς, τὴν ἐμὴν διάνοιαν εἰς οὐρανοὺς ἀνάγεις·

[00088]    ὅταν δὲ βούλῃ πάλιν, εἰς τὴν γῆν κατάγεις.

[00089]    Ποίῳ πιστεύσω ῥήματι;

[00090]    τῷ πρώτῳ, ἢ τῷ δευτέρῳ;

[00091]    Λέγεις γὰρ, ∆ώσει Κύριος αὐτῷ τὸν θρόνον ∆αυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

[00092]    Οὐδεὶς βασιλέων ὑπῆρξεν ἀθάνατος, οὐδεὶς τὸ κοινὸν τέλος ἐξέφυγε·

[00093]    πάντας μεθίστησι θάνατος, ὡς δεσπότης·

[00094]    πάντας λογοθετοῦσιν οἱ σκώληκες·

[00095]    οὐδεὶς βασιλέων τὸν τοῦ ᾅδου πυλῶνα διέφυγε·

[00096]    πάντας κρατεῖ, πάντας ἐν τάφοις φρουρεῖ·

[00097]    οὐδεὶς ἐκείνου ὑπερήλατο δίκτυα, οὐδεὶς τὰς ἐκείνου παγίδας ἐξέφυγεν·

[00098]    οὐ Σαοὺλ ὁ πρῶτος ἐγκαινίσας τὸ τῆς βασιλείας διάδημα·

[00099]    οὐ ∆αυῒδ ὁ ὑπὸ κέρατος φανερωθείς·

[00100]    οὐ Σαμουὴλ ὁ τῶν βασιλέων πατὴρ, ὁ δι' ἐλαίου γνωρίζων τὸν ἄξιον, καὶ ἀπωθούμενος τὸν ἀνάξιον·

[00101]    οὐχ ὁ Σολομὼν ὁ σοφώτατος, ὁ διὰ μαχαίρας ἐλέγξας τῆς πόρνης τὰ ψεύσματα·

[00102]    οὐκ Ἐζεκίας, ὁ δάκρυσιν ἀνατρέψας θανάτου ἀπόκρισιν.

[00103]    Καὶ πῶς ὁ ἐμὸς υἱὸς βασιλεύσει εἰς τοὺς αἰῶνας;

[00104]    Καὶ ὁ ἄγγελος·

[00105]    Τοῦτο γάρ ἐστι, Μαρία, τὸ ξένον μυστήριον, ὅτι πάντες ἀπέθανον, καὶ ὁ σὸς υἱὸς νικήσει τὸν θάνατον, νεκροὺς ἐγερεῖ, καὶ θανόντας ἀναστήσει μνημεῖα [60.758] ἀνοίξει, ταρτάρου κλεῖθρα συντρίψει, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀναστήσει·

[00106]    ἐκ γὰρ ἀθανάτου ὁ ἀθάνατος γεννηθεὶς, θανατώσει τὸν θάνατον διὰ τοῦ οἰκείου θανάτου.

[00107]    ∆ιὸ μηκέτι ἀπιστήσῃς, ἵνα μὴ ὑπὸ ἔγκλημα γένῃ.

[00108]    Περὶ οὗ γὰρ λέγω σοι, ἤδη εἰς τὴν σὴν κοιλίαν διὰ τῆς σῆς ἀκοῆς εἰσπεπήδηκε, τῆς σῆς γαστρὸς ἐπιτελῶν τὰ ἐγκαίνια.

[00109]    Καὶ ἡ παρθένος·

[00110]    Ἵνα τούτοις συνθῶμαι, τὸ πρῶτόν με πληροφόρησον, πῶς καὶ Υἱὸς Ὑψίστου, καὶ υἱὸς ∆αυῒδ ὁ ἐξ ἐμοῦ μέλλων, ὡς λέγεις, τίκτεσθαι καὶ ὑπάρχειν ἀπάτορα·

[00111]    καὶ πῶς τοὺς δύο πατέρας ἐκήρυξας;

[00112]    Καὶ ὁ ἄγγελος·

[00113]    Πρῶτον μάνθανε, καὶ οὕτως ἀντίλεγε·

[00114]    ὅταν σοι εἴπω, Υἱὸς Ὑψίστου, τὸν πρὸ αἰώνων ἀπαθῶς γεννηθέντα ἐκ τοῦ Πατρὸς ἐμήνυσα·

[00115]    καὶ ὅταν σοι εἴπω, Υἱὸς ∆αυΐδ, διὰ τό σε εἶναι ἐκ πατρὸς ∆αυῒδ εἴρηκα.

[00116]    Λαβοῦσα οὖν τὴν πληροφορίαν, τοὺς λόγους μου φύλαττε·

[00117]    καὶ γὰρ ἐγὼ δοῦλός εἰμι ἐκείνου, ὃν μέλλεις τίκτειν.

[00118]    Ταῦτα εἰπὼν ὁ ἄγγελος τῇ παρθένῳ, κατέλειψεν αὐτήν.

[00119]    Καὶ παρ' ἑαυτῆς διελογίζετο λέγουσα·

[00120]    Ἀναγγελῶ τῷ Ἰωσὴφ, ἢ κρύψω μᾶλλον τὸ μυστήριον;

[00121]    Εἰ ἐψεύσατο ὁ ἐλθὼν τέως, καθ' ἑαυτῆς ἐρεθίζω τὴν γλῶτταν τοῦ γέροντος.

[00122]    Καὶ ὡς ταῦτα ἐσκέπτετο ἡ παρθένος, ἡ κοιλία ὀγκουμένη προέκοπτε, καὶ τὸ βρέφος ἔνδον ἐχόρευε.

[00123]    Μαρία δὲ περὶ τούτου ἐσκέπτετο, καὶ μυρία παραπετάσματα τῇ γαστρὶ ἐπιβαλοῦσα, τὸν Ἰωσὴφ λανθάνειν ἠβούλετο·

[00124]    ἀλλ' οὐκ ἠδύνατο κρύψαι πόλιν ἐπάνω ὄρους κειμένην.

[00125]    Τὸν Ἰωσὴφ ἔνυξεν ἡ δεῖξις τῆς κοιλίας, καὶ λοξῷ τῷ ὀφθαλμῷ τῆς παρθένου τὴν κοιλίαν ἐστάθμιζε.

[00126]    Καὶ ὑβρίζειν ἤθελε, καὶ σιωπᾷν ἠναγκάζετο·

[00127]    ὑβρίζειν ἤθελεν, ὡς πεπρακυῖαν τὰ τῆς παρθενίας κειμήλια·

[00128]    καὶ ὁ πρῶτος βίος διεκώλυε.

[00129]    Λοιπὸν τὴν ἰδίαν ψυχὴν ταῖς θλίψεσιν ἐβασάνιζεν·

[00130]    Οἴμοι, λέγων, τί ποιήσω ἐγώ;

[00131]    ἡ ὄψις παρθένου, ἡ κατάστασις παρθένου, οἱ ὀφθαλμοὶ παρθένου, ὁ γέλως παρθένου·

[00132]    καὶ ἡ κοιλία οὐ παρθένου, ἀλλὰ μητρός·

[00133]    ὁ λόγος παρθένου·

[00134]    οἴμοι, οἴμοι·

[00135]    οὐ φέρω λοιπὸν ὁρῶν.

[00136]    ∆ημηγορήσω λοιπὸν τὸ πρᾶγμα, ἐλέγξω τὴν Μαρίαν;

[00137]    Ἡ γὰρ αἰσχύνη κοινή.

[00138]    Βοήσω μετὰ κραυγῆς, μήπως τοῦ ἀσπόρου παιδὸς κληθῶ πατήρ;

[00139]    Οὐδεὶς τῆς κόρης κατήγορος, ἐπειδὴ οὐκ ἔχει ὁ κυοφορούμενος τὸν παιδοσπορήσαντα.

[00140]    Τάχα μοι καὶ τὸ σιωπᾷν καὶ τὸ λαλεῖν ἐστιν ἐπικίνδυνον.

[00141]    Τί οὖν ποιήσω;

[00142]    καλέσας ἐρωτήσω, ἢ πρὸ ἐρωτήσεως δείξω;

[00143]    Ἀλλ' ἡ γραφὴ μαρτυρεῖ·

[00144]    ἐλέγξω μᾶλλον.

[00145]    Μὴ οὐκ ἐποίησε;

[00146]    Καλέσας οὖν αὐτὴν αὐστηρῷ τῷ προσώπῳ, κριτὴς τοῦ ἐν κοιλίᾳ κριτοῦ ἐκαθέζετο.

[00147]    Λέγε μοι, φησὶ, μετὰ ἀκριβείας τὸ γέγονός σοι·

[00148]    μὴ κρύψῃς με τὸ συμβάν σοι·

[00149]    οὐδεὶς ὁ παρὼν τῶν λόγων ἀκροατής·

[00150]    οἶδα φυλάττειν μυστήρια·

[00151]    οὐδεὶς μανθάνει τὸ πρᾶγμα, μόνον με πληροφόρησον.

[00152]    Πόθεν τοῦτο ὑπάρχει τὸ ὁρώμενον ἐν σοί;

[00153]    τὸν τούτου πατέρα ὑπόδειξόν μοι, καὶ ἐλευθερῶ σε τοῦ πταίσματος·

[00154]    συγγνώμης γὰρ ἀξιωθήσῃ, ὡς ἐν ἐπιθυμίᾳ νικηθεῖσα γυνή.

[00155]    Καὶ ἡ παρθένος πρὸς αὐτὸν ἀπεκρίνατο·

[00156]    Εἰ πατέρα τούτου ζητεῖς, εὑρήσεις οὐδέποτε·

[00157]    εἰ δὲ καὶ ὀρφανὸν νομίσεις, καὶ τούτου ἀπέτυχες.

[00158]    Καὶ ὁ Ἰωσήφ·

[00159]    Οὐδὲν ψεύσασθαι, Μαρία, δεδύνησαι·

[00160]    πῶς γὰρ δύναται ὀρφανὸν μὴ εἶναι καὶ πατέρα μὴ ἔχειν;

[00161]    Καὶ ἡ παρθένος·

[00162]    Εἰ δὲ ζητεῖς τίς, Ἰωσὴφ (ἀγνοεῖς γὰρ), ἐὰν εἴπω σοι τὸ ἀληθὲς, οὐ πιστεύομαι.

[00163]    Κοιλίαν βλέπεις, καὶ τὸν κρυπτόμενον Κύριον οὐχ ὁρᾷς·

[00164]    γαστέρα κατανοεῖς, καὶ οὐ λογίζῃ τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐκ Πατρὸς γεννηθέντα, καὶ ἐν ἐμοὶ αὐλιζόμενον.

[00165]    Εἰ εἴπω σοι, ὃ εἶπέ μοι ὁ ἄγγελος, ἐρεῖς, ὅτι Ἑαυτῇ μαρτυρεῖς, καὶ ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.

[00166]    Καὶ ὁ Ἰωσήφ·

[00167]    Φέρε τοὺς ἀκηκοότας, δὸς τοὺς παρεστῶτας, ἄγαγε ἀληθεύοντας μάρτυρας.

[00168]    Καὶ ἡ παρθένος ἔφη·

[00169]    Εἰ ταῦτα ζητεῖς, εὑρήσεις οὐδέποτε·

[00170]    εἷς γὰρ δι' ἑνὸς πρὸς μίαν ἀπεσταλμένος διὰ μόνης καταμόνας ἐλάλησεν·

[00171]    οὐδεῖς παρῆν·

[00172]    ἐπεὶ οὐδεὶς ἔμελλεν εἶναι τοῦ τικτομένου πατήρ.

[00173]    Ὡς δὲ ἠπιστεῖτο ἡ παρθένος, ὑπονοήσασα λοιπὸν εἰς ἕτερον λογισμὸν ἦλθε Μαρία, λέγουσα·

[00174]    Ἡ γαστήρ με προδίδωσιν, ὁ παῖς μου κατηγορεῖ ἐν κοιλίᾳ ἀγαλλόμενος·

[00175]    τί οὖν καθ' ἑαυτῆς ἐπὶ πλεῖον ἐρεθίζω τὸν Ἰωσήφ;

[00176]    Πνίξω τῇ σιωπῇ τὰ χείλη μου, καὶ πρὸς τὸν ἄγγελον ἀοράτως δικάσομαι·

[00177]    Ποῦ τὰ νῦν ὑπάρχεις, ὁ τὸ, Χαῖρε, κεχαριτωμένη, φθεγγόμενος;

[00178]    ἐν ποίοις τόποις αὐλίζῃ;

[00179]    εἰπὲ, ἵνα ἐκεῖ παραγένωμαι, καὶ κρεμασθῶ τῷ τραχήλῳ σου, μέχρις ἐλθὼν πληροφορήσεις τὸν Ἰωσὴφ, τίνος υἱὸς ὁ ἐμῆς κοιλίας κοιτῶνα σκιρτοβατῶν.

[00180]    Οὐ φέρω τὸν πρεσβύτην ὑπιδόντα, γογγύζοντα·

[00181]    καὶ σὺ ποίῳ τόπῳ χρονίζεις ἀγνοῶ·

[00182]    ἐλθὲ, καὶ ὑπὲρ ἐμοῦ δικαιολόγησαι.

[00183]    Ταῦτα τῆς Μαρίας λεγούσης, τὸ τάχος ὁ ἄγγελος πρὸς τὸν Ἰω [60.759] σὴφ παραγίνεται, καὶ πληροφορήσας τὸ ἐκβαλεῖν τὴν παρθένον ἐκώλυε, Μὴ φοβηθῇς, λέγων τῷ Ἰωσὴφ, παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου·

[00184]    οὐ γάμου κοινωνίαν, ἀλλὰ θεϊκῶν μυστηρίων οἰκονομίαν σοι λέγω.

[00185]    Ἀλλὰ πατὴρ οὐχ ὑπάρχεις;

[00186]    Ἐν γῇ πατέρα μὴ ζητήσῃς, μήτε ἐν οὐρανοῖς μητέρα.

[00187]    Πάσης ὀρφανίας ἡ φύσις ἀπήλλακται·

[00188]    μόνος γὰρ ἐκ μόνου καταμόνας πρὸ αἰώνων ὑπάρχει.

[00189]    Νῦν μόνος ἐκ μόνης, ὡς οἶδε μόνος.

[00190]    Μὴ ὀλιγοψυχήσῃς τὴν Μαρίαν, μὴ λυπήσῃς τὸ ἐκ Μαρίας·

[00191]    μὴ ζητήσῃς τὸ πῶς, μήποτέ σε ἀδικήσῃ τὸ βρέφος·

[00192]    μὴ περιεργάσῃ τὴν θήκην, μήποτε ζημιωθῇς τὴν ἐνθήκην.

[00193]    Ἀμόλυντον τὸ σκεῦος, ἄσπιλον τὸ κειμήλιον, ἀθόλωτος ὁ ἀλάβαστρος, ἄσπορος ὁ τόκος, ἀνύμφευτος ἡ κόρη, [60.760] ἀθαλάμευτος ἡ παρθένος, ἀλατόμητος ἡ πέτρα, κεκλεισμένος ὁ κῆπος, ἡ πηγὴ ἐσφραγισμένη, ἄσπορος ἡ χώρα, ἀφύτευτον τὸ κλῆμα, ἀνεπινόητος ὁ τόκος.

[00194]    Εἰ δὲ ἀπιστεῖς μοι τῷ λέγοντι, τὸν καιρὸν τῆς κυήσεως ἔκδεξαι.

[00195]    Καὶ ἐὰν δακρύσῃ ἢ στενάξῃ ἡ Μαρία, ὡς αἱ λοιπαὶ γυναῖκες, ἄνθρωπός ἐστι, καὶ οὐ Θεὸς, ὁ ἐκ Μαρίας γεννώμενος.

[00196]    Καὶ ὁ Ἰωσὴφ εἶπεν·

[00197]    Εἰ ταῦτα οὕτως ἔχει, καθὼς προέφης, ὦ ἀρχάγγελε, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

[00198]    Καὶ ὁ ἄγγελος εἶπεν·

[00199]    Εἰ θέλεις μαθεῖν, τὸ τάχος διδάχθητι·

[00200]    ἐπειδὴ Κύριος εἶπε πρὸς τὸν γεννώμενον, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·

[00201]    ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00202]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In annuntiationem sanctissimae deiparae
Litterarum Omnium Conspectus: 123 Litterae, quae repetitae sunt in 9,115 occasionibus



α

0945 

687   

Α

0913 

0   

β

0946 

48   

Β

0914 

2   

γ

0947 

220   

Γ

0915 

0   

δ

0948 

121   

Δ

0916 

0   

ε

0949 

492   

Ε

0917 

11   

ζ

0950 

35   

Ζ

0918 

1   

η

0951 

124   

Η

0919 

0   

θ

0952 

144   

Θ

0920 

7   

ι

0953 

359   

Ι

0921 

1   

κ

0954 

274   

Κ

0922 

36   

λ

0955 

259   

Λ

0923 

4   

μ

0956 

245   

Μ

0924 

18   

ν

0957 

634   

Ν

0925 

1   

ξ

0958 

50   

Ξ

0926 

0   

ο

0959 

598   

Ο

0927 

11   

π

0960 

306   

Π

0928 

16   

ρ

0961 

371   

Ρ

0929 

0   

ς

0962 

434   

΢

0930 

0   

σ

0963 

325   

Σ

0931 

5   

τ

0964 

604   

Τ

0932 

11   

υ

0965 

170   

Υ

0933 

8   

φ

0966 

73   

Φ

0934 

1   

χ

0967 

67   

Χ

0935 

7   

ψ

0968 

27   

Ψ

0936 

0   

ω

0969 

128   

Ω

0937 

0   

8164 

0   

 

  

0   

8165 

1   

8172 

   



 ά 

 8049 

 102 

 έ 

 8051 

 177 

 ή 

 8053 

 85 

 ί 

 8055 

 133 

 ό 

 8057 

 87 

 ύ 

 8059 

 76 

 ώ 

 8061 

 35 

 ὰ 

 8048 

 48 

 ὲ 

 8050 

 23 

 ὴ 

 80852 

 70 

 ὶ 

 8054 

 132 

 ὸ 

 8056 

 135 

 ὺ 

 8058 

 16 

 ὼ 

 8060 

 12 

 ᾶ 

 8118 

 7 

   

   

 0 

 ῆ 

 8134 

 42 

 ῖ 

 8150 

 55 

   

   

 0 

 ῦ 

 8166 

 63 

 ῶ 

 8182 

 45 

 ἀ 

 7936 

 78 

 ἐ 

 7952 

 149 

 ἠ 

 7968 

 4 

 ἰ 

 7984 

 49 

 ὀ 

 8000 

 10 

 ὐ 

 8016 

 70 

 ὠ 

 8032 

 0 

 ἁ 

 7937 

 0 

 ἑ 

 7953 

 10 

 ἡ 

 7969 

 30 

 ἱ 

 7985 

 20 

 ὁ 

 8001 

 61 

 ὑ 

 8017 

 29 

 ὡ 

 8033 

 12 

 ἂ 

 7938 

 1 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 5 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 0 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 2 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 5 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 25 

 ἔ 

 7956 

 23 

 ἤ 

 7972 

 5 

 ἴ 

 7988 

 13 

 ὄ 

 8004 

 5 

 ὔ 

 8020 

 4 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 0 

 ἕ 

 7957 

 2 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 3 

 ὅ 

 8005 

 7 

 ὕ 

 8021 

 2 

 ὥ 

 8037 

 0 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 13 

   

   

 0 

 ὖ 

 8022 

 6 

 ὦ 

 8038 

 1 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 1 

   

   

 0 

 ὗ 

 8023 

 6 

 ὧ 

 8039 

 0 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 1 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 5 

   

   

 0 

 ῃ 

 8131 

 31 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 15 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 4 

   

   

 0 

 ῇ 

 8135 

 16 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 27 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - In annuntiationem sanctissimae deiparae
Verborum Omnium Conspectus: 908Verba, quae repetita sunt in 2,411,407 occasionibus



ἄγαγε [00167]
ἀγάλλεται [00004]
ἀγαλλόμενος [00174]
Ἄγγελοι [00018]
ἄγγελον [00176]
ἄγγελος [00021] [00045] [00054] [00063] [00073] [00077] [00104] [00112] [00118] [00165] [00183] [00198]
ἀγκάλαις [00079]
ἀγνοεῖς [00026] [00162]
ἀγνοῶ [00181]
ἀδικήσῃ [00191]
ᾅδου [00095]
ἀθαλάμευτος [00193]
ἀθάνατος [00092] [00106]
ἀθανάτου [00106]
ἀθόλωτος [00193]
αἱ [00195]
αἰσχύνη [00137]
αἰτιάσηταί [00036]
αἰῶνας [00080] [00103] [00201]
αἰῶνος [00047]
αἰώνων [00114] [00188] [00201]
ἀκαίρως [00052]
ἀκηκοότας [00167]
ἀκοὴν [00041]
ἀκοῆς [00108]
ἀκούσας [00015]
ἀκούσασα [00041]
ἀκούσῃ [00068]
ἀκριβείας [00147]
ἀκριβέστερον [00041]
ἀκροατής [00149]
ἀλάβαστρος [00193]
ἀλατόμητος [00193]
ἀληθὲς [00162]
ἀληθεύοντας [00167]
ἀληθής [00165]
ἀλλ [00008] [00016] [00124]
Ἀλλ [00143]
ἀλλὰ [00132] [00184]
Ἀλλὰ [00185]
Ἀμήν [00202]
Ἀμόλυντον [00193]
ἀναγγελῇ [00068]
Ἀναγγελῶ [00120]
ἀνάγεις [00087]
ἀνάξιον [00100]
ἀνάξιος [00016]
ἀναστήσει [00105] [00105]
ἀνατρέψας [00102]
Ἀναχωρεῖν [00038]
ἄνδρα [00078]
ἀνεπινόητος [00193]
ἄνθρωπε [00030]
ἀνθρωπίνῃ [00039]
ἄνθρωπός [00195]
ἀνοίξει [00105]
ἀντίλεγε [00113]
ἀνύμφευτος [00193]
ἄξιον [00014] [00100]
ἀξιωθήσῃ [00154]
ἀοράτως [00176]
ἀπαθῶς [00114]
ἀπαραιτήτως [00040]
ἀπάτορα [00110]
ἀπατῶ [00054]
ἀπέθανον [00105]
ἀπεκρίνατο [00155]
ἀπεσταλμένος [00170]
ἀπέτυχε [00016]
ἀπέτυχες [00157]
ἀπήλλακται [00187]
ἄπιθι [00030]
Ἄπιθι [00030]
ἀπιστεῖς [00194]
ἀπιστήσῃς [00107]
ἀπογραφὴν [00059]
ἀπόδραθι [00035]
ἀπόκρισιν [00102]
ἀπολέσεις [00079]
ἀποσταλεὶς [00021]
ἀποτέμῃ [00068]
ἀπωθούμενος [00100]
ἀρέσκεις [00032]
ἄρτι [00085]
Ἄρτι [00068]
ἀρχάγγελε [00197]
ἄρχων [00047]
ἀσπασμὸς [00024]
ἄσπιλον [00193]
ἄσπορος [00193] [00193]
ἀσπόρου [00138]
ἀστέρων [00005]
ἀσώματα [00071] [00072]
ἀσωμάτου [00074]
ἀσωμάτων [00018]
αὐλίζῃ [00178]
αὐλιζόμενον [00164]
αὐστηρῷ [00029] [00146]
αὐτὴν [00146]
αὐτήν [00118]
αὐτῆς [00008]
αὐτὸν [00008] [00079] [00155]
αὐτοῦ [00046] [00080] [00080] [00091] [00091]
αὐτῷ [00091] [00201]
ἀφύτευτον [00193]
ἀχώρητα [00039]


βασιλέα [00014]
βασιλείας [00080] [00091] [00098]
βασιλεύς [00012]
βασιλεύσει [00080] [00103]
βασιλέων [00092] [00095] [00100]
Βασιλικῶν [00003]
βαστάσεις [00079]
βήματι [00007]
βίος [00128]
βίου [00028]
βλέμματι [00029]
βλέπεις [00163]
βλέψῃ [00079]
Βοήσω [00138]
βούλῃ [00088]
βουλομένη [00041]
βραχέος [00084]
βρέφος [00079] [00122] [00191]


γάμοι [00049]
γάμου [00070] [00184]
γὰρ [00012] [00039] [00084] [00091] [00106] [00108] [00117] [00137] [00154] [00160] [00162] [00170] [00188]
γάρ [00037] [00078] [00105]
γαστέρα [00164]
γαστήρ [00174]
γαστρὶ [00046] [00123]
γαστρὸς [00108] [00164]
γεγένηταί [00083]
γεγέννηκά [00200]
γέγονός [00147]
γέλως [00131]
γένει [00059]
γένῃ [00107]
γεννηθεὶς [00106]
γεννηθέντα [00114] [00164]
γεννώμενον [00079] [00200]
γεννώμενος [00084] [00195]
γεννωμένῳ [00080]
γένους [00033]
γέροντος [00121]
γέρων [00035]
γῆ [00006]
γῇ [00186]
γῆν [00088]
γῆς [00019]
γλῶτταν [00021] [00121]
γνωρίζων [00100]
γνώσῃ [00078]
γογγύζοντα [00180]
γοργῷ [00007]
γραφὴ [00143]
γυναῖκά [00183]
γυναῖκες [00195]
γυνή [00154]


δάκρυα [00039]
δακρύσῃ [00195]
δάκρυσιν [00102]
∆αυῒδ [00080] [00091] [00099] [00110] [00115]
∆αυΐδ [00085] [00115]
δὲ [00005] [00015] [00018] [00023] [00024] [00028] [00040] [00041] [00042] [00043] [00088] [00123] [00157] [00162] [00173] [00194]
δεδύνησαι [00159]
δεῖξις [00125]
δείξω [00142]
∆εσπότην [00008]
δεσπότης [00093]
∆εσποτικῆς [00010]
δευτέρῳ [00090]
∆ημηγορήσω [00136]
δι [00044] [00100] [00170]
διὰ [00006] [00101] [00106] [00108] [00115] [00170]
διάδημα [00098]
διαναστᾶσα [00023]
διανοίᾳ [00024]
διάνοιαν [00087]
διδάχθητι [00199]
δίδραχμα [00060]
διεκώλυε [00128]
διελογίζετο [00119]
διέφυγε [00095]
διήγησαι [00044]
δικαιολόγησαι [00182]
δικάσομαι [00176]
δίκτυα [00097]
∆ιὸ [00107]
δοκιμάζεις [00026]
δόλῳ [00015]
∆όξα [00019]
δόξα [00201]
δὸς [00167]
δοῦλός [00117]
δύναται [00160]
δύο [00111]
∆ώσει [00080] [00091]


ἐὰν [00039] [00162] [00195]
Ἑαυτῇ [00165]
ἑαυτῆς [00024] [00119] [00121] [00175]
ἐβάδιζεν [00007]
ἐβασάνιζεν [00129]
ἐβόα [00021]
ἐγγύς [00068]
ἐγερεῖ [00105]
ἐγκαίνια [00108]
ἐγκαινίσας [00098]
ἔγκλημα [00107]
ἐγκώμια [00021]
ἐγὼ [00117] [00200]
ἐγώ [00130]
ἐδίωξε [00029]
Ἐζεκίας [00102]
ἔθνη [00197]
Εἰ [00052] [00121] [00156] [00162] [00165] [00169] [00194] [00197] [00199]
εἰ [00026] [00053] [00157]
εἶ [00200]
εἴη [00024]
εἰμι [00117]
εἶναι [00079] [00115] [00160] [00172]
εἰπὲ [00179]
εἶπέ [00165]
εἶπε [00200]
εἰπεῖν [00021]
εἶπεν [00196] [00198]
εἰπόντα [00029] [00043]
εἰπόντος [00041]
εἴπω [00114] [00115] [00162] [00165]
εἰπὼν [00118]
εἴρηκα [00115]
εἰρήνη [00019]
εἰρήνης [00047]
Εἰς [00002]
εἰς [00005] [00006] [00059] [00080] [00087] [00088] [00103] [00108] [00173] [00201]
εἷς [00170]
εἴσελθε [00044]
εἰσπεπήδηκε [00108]
ἐκ [00030] [00031] [00033] [00053] [00079] [00079] [00080] [00106] [00114] [00115] [00164] [00164] [00188] [00189] [00190] [00195]
Ἐκ [00074]
ἐκαθέζετο [00146]
ἐκάλει [00043]
ἐκβαλεῖν [00183]
ἔκδεξαι [00194]
ἐκεῖ [00179]
ἐκείνου [00097] [00097] [00117]
ἐκήρυξας [00111]
ἐκώλυε [00183]
ἐλαίου [00100]
ἐλάλησεν [00170]
ἔλεγες [00084]
ἐλέγξας [00101]
ἐλέγξω [00136] [00144]
ἔλεγον [00018]
ἔλεγχος [00083]
ἐλευθερῶ [00153]
ἐλήλυθας [00031]
ἐλθὲ [00182]
ἐλθεῖν [00035]
ἐλθὼν [00121] [00179]
ἑλκόμεθα [00059]
ἐμελέτησαν [00197]
ἔμελλεν [00172]
ἐμὴν [00087]
ἐμήνυσα [00114]
ἐμήνυσαν [00014]
ἐμῆς [00034] [00068] [00179]
Ἐμμανουήλ [00046]
ἐμοὶ [00039] [00164]
ἐμόν [00034]
ἐμὸς [00103]
ἐμοῦ [00076] [00110] [00182]
ἐμπαιχθεὶς [00017]
ἐμφανίζων [00010]
ἐμῶν [00030]
ἐν [00013] [00018] [00019] [00024] [00028] [00046] [00068] [00070] [00079] [00096] [00146] [00152] [00154] [00164] [00174] [00178] [00186]
Ἐν [00186]
ἔνδον [00122]
ἐνήνοχας [00044]
ἐνθήκην [00192]
ἑνὸς [00170]
ἐνταῦθα [00036]
ἔνυξεν [00125]
ἐξ [00076] [00110]
Ἐξ [00069]
ἐξεδέχετο [00041]
ἕξει [00076]
ἐξελεύσεται [00079]
ἔξελθε [00068]
ἐξενίζετο [00024]
ἐξέφυγε [00092]
ἐξέφυγεν [00097]
ἐξουσιαστὴς [00047]
ἑορτάσωμεν [00003]
ἑορτὴν [00003]
ἑορτῆς [00021]
ἐπαγγέλλῃ [00069]
ἐπαγγελλομέναις [00028]
ἐπαγγελλόμενόν [00039]
ἐπάγει [00042]
ἐπάνω [00124]
ἐπαπειλησαμένη [00029]
ἐπεὶ [00172]
ἐπειδὴ [00016] [00068] [00139] [00200]
ἐπεσκόπευσε [00023]
ἐπὶ [00012] [00014] [00019] [00024] [00079] [00080] [00175]
ἐπιβαλοῦσα [00123]
ἐπιβεβηκὼς [00012]
ἐπιθυμητικὴ [00070]
ἐπιθυμίᾳ [00154]
ἐπικίνδυνον [00140]
ἐπιμονὴν [00041]
ἐπιτελῶν [00108]
ἐποίησε [00145]
ἐπουράνια [00071]
ἐρεθίζω [00121] [00175]
ἐρεῖς [00165]
ἔρχεταί [00012]
ἐρωτήσεως [00142]
ἐρωτήσω [00142]
ἐσ [00017]
ἐσκέπτετο [00122] [00123]
ἐσπούδασεν [00015]
ἐστάθμιζε [00024] [00125]
ἔσται [00047] [00055] [00080] [00091]
Ἔσται [00061]
ἐστί [00070]
ἐστι [00078] [00105] [00195]
ἐστιν [00037] [00140]
ἔστιν [00165]
ἐσφραγισμένη [00193]
ἐσώτερον [00043] [00044]
ἕτερον [00173]
ἔτρεχεν [00006]
εὐαγγελισμὸν [00002]
εὐάλωτος [00026]
Εὔαν [00033]
εὑρεθήσεται [00078]
εὑρήσεις [00156] [00169]
εὔσημοι [00059]
ἔφη [00168]
ἐφθέγγετο [00040]
ἐφρύαξαν [00197]
ἔχει [00139] [00197]
ἔχειν [00160]
ἐχειραγώγει [00005]
ἔχεις [00051]
ἐχόρευε [00122]
ἔχω [00034]
ἐψεύσατο [00121]
ἑωσφόρου [00164]


Ζαχαρίας [00010]
ζηλότυπος [00037]
ζημιωθῇς [00192]
ζητεῖς [00156] [00162] [00169]
ζητήσῃς [00186] [00191]


[00004] [00021] [00041] [00043] [00048] [00056] [00067] [00075] [00081] [00109] [00122] [00122] [00125] [00131] [00131] [00132] [00143] [00155] [00161] [00165] [00168] [00173] [00187] [00193] [00193] [00193] [00193] [00193] [00195]
[00026] [00090] [00120] [00142] [00195]
[00023] [00137] [00174]
[00026]
ἠβούλετο [00123]
ἤδη [00050] [00108]
ἠδύνατο [00124]
ἤθελε [00126]
ἤθελεν [00127]
ἤκουσεν [00043]
ἦλθε [00173]
ἡμῶν [00009]
ἣν [00021] [00034]
ἦν [00016]
ἠναγκάζετο [00126]
ἠπιστεῖτο [00173]
Ἡρώδῃ [00014]
Ἡσαΐας [00007]
ἥττονι [00064]


θαμβηθέντες [00014]
θανατηφόρον [00015]
θάνατον [00105] [00106]
θάνατος [00093]
θανάτου [00102] [00106]
θανατώσει [00106]
θανόντας [00105]
θαύματος [00020]
θέᾳ [00024]
θέλεις [00033] [00082] [00199]
θέλῃς [00065] [00087]
Θεὸς [00009] [00047] [00080] [00195]
θεοσέβειαν [00028]
Θεοτόκου [00002]
Θεῷ [00019]
Θεωρήσασα [00041]
θεϊκῶν [00184]
θήκην [00192]
θηλάσεις [00079]
θλίψεσιν [00129]
θλῖψιν [00039]
θρόνον [00080] [00091]
θύγατερ [00011]


Ἰακὼβ [00080]
ἰδεῖν [00015]
ἴδῃ [00039]
ἰδίαν [00129]
ἰδόντες [00014]
ἰδοὺ [00012]
Ἰδοὺ [00046]
Ἱερεμίας [00008]
ἱερεῦσι [00068]
ἵνα [00007] [00107] [00179]
Ἵνα [00110] [00197]
ἰσχυρὸς [00047]
Ἰω [00183]
Ἰωσὴφ [00013] [00068] [00120] [00123] [00125] [00162] [00179] [00183] [00196]
Ἰωσήφ [00053] [00158] [00166] [00175]
Ιn [00001]


κἀγὼ [00058]
καθ [00121] [00175]
καθεζόμενον [00079]
καθὼς [00197]
καιρὸν [00194]
κἀκεῖνος [00017]
Καλέσας [00146]
καλέσας [00142]
καλέσεις [00046]
κάλλει [00014]
κάλλος [00034]
κἂν [00065]
κατάγεις [00088]
κατάδεξαι [00065]
κατάλιπε [00036]
καταμόνας [00170] [00188]
κατανοεῖς [00164]
κατάστασις [00131]
κατέλειψεν [00118]
κατέτρεχε [00010]
κατηγορεῖ [00083] [00174]
κατήγορος [00139]
κειμένην [00124]
κειμήλια [00127]
κειμήλιον [00193]
κεκλεισμένος [00193]
κεκοιμημένων [00105]
κέλλης [00068]
κενά [00197]
κέπτετο [00017]
κέρατος [00099]
Κεχαριτωμένη [00028]
κεχαριτωμένη [00022] [00040] [00041] [00177]
κῆπος [00193]
κλεῖθρα [00105]
κληθήσεται [00066] [00074] [00084]
κληθῶ [00138]
κλῆμα [00193]
κοιλίᾳ [00146] [00174]
κοιλία [00122] [00132]
Κοιλίαν [00163]
κοιλίαν [00108] [00125]
κοιλίας [00125] [00179]
κοινή [00137]
κοινὸν [00092]
κοινόν [00027]
κοινωνίαν [00184]
κοιτῶνα [00179]
κόρη [00193]
κόρης [00139]
κρατεῖ [00096]
κραυγῆς [00138]
κρεμασθῶ [00179]
κριτὴς [00146]
κριτοῦ [00146]
κρυπτόμενον [00163]
κρύψαι [00124]
κρύψας [00015]
κρύψῃς [00148]
κρύψω [00120]
κτήματα [00059]
κτίσις [00004]
κυήσεως [00194]
κυοφορούμενος [00139]
Κύριον [00044] [00163]
Κύριος [00022] [00042] [00043] [00080] [00091] [00200]


Λαβοῦσα [00116]
λαβὼν [00052]
λαλεῖν [00140]
λαλεῖς [00068]
λαλοῦντα [00039]
λαλῶν [00082]
λανθάνειν [00123]
λαοὶ [00197]
Λέγε [00147]
Λέγεις [00091]
λέγεις [00061] [00076] [00085] [00110]
λέγοντα [00023]
λέγοντι [00194]
λέγουσα [00024] [00119] [00173]
λεγούσης [00183]
λέγω [00078] [00108] [00184]
λέγων [00008] [00011] [00130] [00183]
λίαν [00058] [00078]
λογίζῃ [00164]
λογισμὸν [00173]
λογοθετοῦσιν [00094]
λόγος [00086] [00133]
λόγους [00024] [00116]
λόγων [00149]
λοιπαὶ [00195]
Λοιπὸν [00129]
λοιπὸν [00135] [00136] [00173]
λοξῷ [00125]
λυπήσῃς [00190]


μάγοι [00014]
μαθεῖν [00041] [00199]
μάλιστα [00028]
μᾶλλον [00120] [00144]
μάνθανε [00113]
μανθάνει [00151]
μαργαρίτην [00013] [00015]
Μαρία [00013] [00105] [00123] [00159] [00173] [00195]
Μαρίαν [00136] [00183] [00190]
Μαρίας [00021] [00183] [00190] [00195]
μάρτυρας [00167]
μαρτυρεῖ [00143]
μαρτυρεῖς [00165]
μαρτυρία [00165]
μαχαίρας [00101]
με [00026] [00033] [00110] [00148] [00151] [00174]
μέγας [00047] [00055] [00057] [00061]
μεθίστησι [00093]
μεῖζον [00065]
μέλλεις [00117]
μέλλοντος [00047]
μέλλων [00076] [00110]
μὲν [00024] [00027]
μέχρις [00179]
μηκέτι [00107]
μήποτέ [00191]
μήποτε [00192]
μήπως [00138]
μήτε [00186]
μητέρα [00033] [00186]
μήτρας [00079]
μητρός [00132]
μίαν [00170]
μιγήσεται [00072]
μνημεῖα [00105]
μνηστῆρα [00034]
μνήστωρ [00058]
μοι [00032] [00039] [00059] [00068] [00069] [00140] [00147] [00153] [00165] [00194]
μόνης [00170] [00189]
Μόνον [00043]
μόνον [00151]
μόνος [00188] [00189] [00189]
μόνου [00188]
μου [00035] [00058] [00068] [00116] [00174] [00176] [00200]
μυρία [00123]
μυστήρια [00150]
μυστήριον [00105] [00120]
μυστηρίων [00003] [00184]


νεκροὺς [00105]
νέον [00012]
νικᾷ [00021]
νικηθεῖσα [00154]
νικήσει [00105]
νικήσεις [00034]
νομίζων [00032]
νομίσεις [00157]
νυμφίον [00069]
νυμφών [00049]
Νῦν [00189]
νῦν [00177]


ξένε [00025]
ξένῃ [00025]
ξενίζεις [00025]
ξένον [00028] [00105]
ξένος [00052]
ξένου [00020]


[00009] [00012] [00021] [00022] [00024] [00035] [00036] [00045] [00049] [00050] [00054] [00058] [00060] [00063] [00068] [00068] [00073] [00076] [00077] [00078] [00080] [00084] [00086] [00098] [00099] [00100] [00100] [00101] [00101] [00101] [00102] [00103] [00104] [00105] [00106] [00110] [00112] [00118] [00121] [00128] [00131] [00133] [00139] [00149] [00158] [00165] [00166] [00174] [00177] [00179] [00183] [00193] [00193] [00193] [00193] [00195] [00196] [00198]
[00044] [00052] [00165]
[00015] [00040] [00042] [00042] [00043]
ὀγκουμένη [00122]
Ὅθεν [00029]
οἱ [00014] [00049] [00094] [00131]
οἶδα [00150]
οἶδας [00052]
οἶδε [00189]
οἰκείου [00106]
οἶκον [00080]
οἰκονομίαν [00184]
οἴκου [00035] [00068]
Οἴμοι [00130]
οἴμοι [00134] [00134]
ὀλιγοψυχήσῃς [00190]
Ὅμως [00053]
ὃν [00078] [00117]
ὄνομα [00046]
ὁρᾷς [00163]
ὀργίλῳ [00029]
ὄρους [00124]
ὀρφανίας [00187]
ὀρφανὸν [00157] [00160]
ὀρφανὸς [00078]
ὁρώμενον [00152]
ὁρῶν [00135]
ὅταν [00088] [00114] [00115]
Ὅταν [00087]
ὅτι [00078] [00105] [00165] [00201]
Οὐ [00064] [00180]
οὐ [00034] [00034] [00078] [00079] [00082] [00098] [00099] [00100] [00132] [00135] [00162] [00164] [00184] [00195]
οὗ [00108]
Οὐδεὶς [00092] [00139]
οὐδεὶς [00092] [00095] [00097] [00097] [00149] [00151] [00172]
οὐδεῖς [00171]
Οὐδὲν [00159]
οὐδέποτε [00156] [00169]
Οὐκ [00051]
οὐκ [00032] [00052] [00059] [00079] [00080] [00091] [00102] [00124] [00139] [00145] [00165]
οὖν [00072] [00076] [00116] [00141] [00146] [00175]
Οὔπω [00049]
οὔπω [00049]
οὐρανοῖς [00186]
Οὐρανὸς [00005]
οὐρανοῦ [00069]
οὐρανοὺς [00087]
οὐρανῷ [00070]
Οὗτος [00009] [00055]
οὗτος [00024] [00047] [00086]
οὕτως [00113] [00197]
οὐχ [00059] [00078] [00101] [00163] [00185]
ὀφθαλμοὶ [00131]
ὀφθαλμῷ [00023] [00125]
ὄψεως [00024] [00034]
ὄψις [00131]


παγίδας [00097]
παιδὸς [00138]
παιδοσπορήσαντα [00139]
παῖς [00078] [00174]
πάλιν [00088]
πανηγύρει [00007] [00018]
πανηγύρεως [00008]
πανήγυριν [00005]
πανηγυρισταῖς [00010]
Πάντα [00071]
πάντας [00093] [00094] [00096] [00096]
πάντες [00105]
πάντων [00027]
Πάντως [00060]
πάντως [00053]
παρ [00119]
παραγέγονας [00044]
παραγένωμαι [00179]
παραγίνεται [00183]
παράδοξον [00078]
παραδόξου [00020]
παραθλίψει [00079]
παραιτούμενος [00008]
παραλαβεῖν [00183]
παραπετάσματα [00123]
παρεστῶτας [00167]
παρεφήπλωσε [00041]
παρῆν [00171]
παρθένε [00078]
παρθενίας [00127]
παρθένον [00007] [00183]
παρθένος [00041] [00043] [00048] [00056] [00067] [00075] [00079] [00081] [00109] [00122] [00155] [00161] [00168] [00173] [00193]
παρθένου [00125] [00131] [00131] [00131] [00131] [00132] [00133]
παρθένῳ [00118]
παρόντος [00041]
παρουσίας [00010]
παρὼν [00149]
πᾶσαν [00021]
Πάσης [00187]
πατέρα [00076] [00153] [00156] [00160] [00186]
πατέρας [00111]
Πατὴρ [00047]
πατὴρ [00100] [00185]
πατήρ [00138] [00172]
Πατρὸς [00114] [00164]
πατρὸς [00080] [00091] [00115]
Παῦσαι [00062]
παῦσαι [00062]
πένης [00058]
πένητα [00034]
πένθος [00039]
πεπρακυῖαν [00127]
πέπτωκας [00082]
Περὶ [00108]
περὶ [00123]
περιεργάσῃ [00192]
πέτρα [00193]
πηγὴ [00193]
πιστεύεις [00064]
πιστεύομαι [00162]
πιστεύσω [00089]
πλαγίῳ [00023]
πλεῖον [00175]
πληροφορήσας [00183]
πληροφορήσεις [00179]
πληροφόρησον [00110] [00151]
πληροφορίαν [00116]
πνεύματα [00071]
Πνίξω [00176]
Πόθεν [00076] [00152]
ποθουμένου [00016]
ποία [00070]
ποιήσω [00130] [00141]
ποιμένων [00006]
ποίοις [00178]
Ποῖος [00057]
Ποίῳ [00089]
ποίῳ [00181]
πόλιν [00124]
πολλὰ [00105]
πολυτίμητον [00013]
πορεύου [00052]
πόρνης [00101]
ποταπὸς [00024]
Ποῦ [00177]
πρᾶγμα [00136] [00151]
πράξει [00017]
πράξεις [00051]
πρᾶος [00012]
πρέπει [00201]
πρεσβύτην [00180]
πρεσβύτης [00036]
Πρὸ [00035]
πρὸ [00084] [00114] [00142] [00164] [00188]
προδίδωσιν [00174]
προέθηκαν [00013]
προέκοπτε [00122]
προέφης [00197]
προθήκῃ [00013]
προθύροις [00068]
προθύρων [00030]
προξενήσεις [00039]
προοιμίων [00031]
πρὸς [00021] [00034] [00155] [00170] [00176] [00183] [00200]
προσαγορευόντων [00026] [00027]
προσκύνησιν [00006] [00015]
πρόσταγμα [00010]
προσώπῳ [00029] [00146]
προφητείας [00007]
προφήτευε [00052]
Πρῶτον [00113]
πρῶτόν [00110]
πρῶτος [00098] [00128]
πρώτῳ [00090]
πταίσματος [00153]
πτωχή [00058]
πυλῶνα [00079] [00095]
πῶλον [00012]
πῶς [00072] [00103] [00110] [00111] [00160] [00191]


ῥήματι [00089]


Σαμουὴλ [00100]
Σαοὺλ [00098]
σε [00036] [00039] [00115] [00153] [00191] [00200]
σεαυτοῦ [00044]
σεαυτῷ [00039]
σεμνότητι [00028]
σήμερον [00003] [00200]
σὴν [00108]
σῆς [00079] [00108] [00108]
σὴφ [00183]
Σιών [00011]
σιωπᾷν [00126] [00140]
σιωπῇ [00176]
σκεπάρνῳ [00068]
σκεῦος [00193]
σκιρτοβατῶν [00179]
σκώληκες [00094]
σοί [00152]
σοι [00012] [00038] [00078] [00083] [00108] [00114] [00115] [00147] [00148] [00162] [00165] [00184]
Σολομὼν [00101]
σὸν [00083]
σὸς [00105]
σοῦ [00022] [00042] [00043] [00079] [00080]
σου [00012] [00068] [00083] [00083] [00165] [00179] [00183]
σοφώτατος [00101]
σπεύδοντας [00005]
σπουδὴν [00041]
στενάξῃ [00195]
στερισκόμενος [00068]
στόμα [00083]
σὺ [00181] [00200]
συγγνώμης [00154]
συζυγίας [00068]
Συλαγωγῆσαί [00033]
συλλήψῃ [00046]
συλλήψομαι [00053]
συμβάν [00148]
σύμπασα [00004]
συμφέρει [00038]
συναχθεῖσα [00004]
συνείδησιν [00034]
συνήθειαν [00026]
συνθῶμαι [00110]
συντελέσει [00060]
συντελεστὴς [00060]
συντρίψει [00105]
σώμασι [00072]
σώματα [00105]
σώματος [00074]


τὰ [00021] [00036] [00039] [00060] [00071] [00072] [00083] [00101] [00108] [00127] [00176] [00177]
ταῖς [00028] [00129]
ταρτάρου [00105]
τὰς [00097]
Ταῦτα [00118] [00183]
ταῦτα [00041] [00059] [00122] [00169] [00197]
τάφοις [00096]
Τάχα [00140]
τάχος [00043] [00044] [00183] [00199]
τέλος [00080] [00091] [00092]
τέξεις [00046]
τέξῃ [00078]
τέως [00121]
τῇ [00007] [00013] [00018] [00024] [00024] [00039] [00118] [00123] [00176]
τὴν [00005] [00006] [00007] [00026] [00033] [00041] [00041] [00041] [00087] [00088] [00108] [00116] [00121] [00125] [00129] [00136] [00183] [00183] [00190] [00192] [00192]
τῆς [00002] [00008] [00014] [00021] [00021] [00024] [00080] [00091] [00098] [00101] [00108] [00108] [00125] [00125] [00127] [00139] [00183] [00194]
Τί [00141]
τί [00017] [00051] [00130] [00175] [00197]
τίκτειν [00117]
τίκτεσθαι [00076] [00110]
τικτομένου [00172]
τίνος [00179]
τινὸς [00052]
τίς [00086] [00162]
Τὸ [00027] [00083]
τὸ [00010] [00028] [00040] [00041] [00043] [00043] [00044] [00046] [00065] [00078] [00079] [00079] [00079] [00092] [00098] [00105] [00110] [00120] [00122] [00136] [00140] [00140] [00147] [00148] [00151] [00152] [00162] [00177] [00183] [00183] [00190] [00191] [00191] [00193] [00193] [00193] [00199]
τό [00115]
τοιαῦτα [00039] [00062]
τοῖς [00010] [00068]
τοκετός [00050]
τόκος [00193] [00193]
Τὸν [00044] [00125]
τὸν [00002] [00008] [00015] [00023] [00029] [00043] [00068] [00079] [00080] [00080] [00091] [00095] [00100] [00100] [00105] [00106] [00114] [00123] [00139] [00153] [00163] [00164] [00175] [00176] [00179] [00180] [00183] [00194] [00200]
τόποις [00178]
τόπῳ [00181]
τοῦ [00015] [00016] [00020] [00021] [00035] [00035] [00041] [00041] [00047] [00053] [00068] [00080] [00091] [00095] [00106] [00114] [00121] [00138] [00146] [00153] [00172]
τοὺς [00005] [00024] [00080] [00103] [00111] [00116] [00167] [00167] [00201]
Τοῦτο [00078] [00105]
τοῦτο [00152]
τούτοις [00110]
τοῦτον [00014]
τούτου [00123] [00153] [00156] [00157]
Τούτῳ [00080]
τράχηλόν [00068]
τραχήλῳ [00179]
τυγχάνω [00026]
τῷ [00007] [00014] [00014] [00023] [00029] [00029] [00059] [00064] [00090] [00090] [00120] [00125] [00146] [00179] [00183] [00194]
τῶν [00006] [00026] [00027] [00079] [00100] [00105] [00149] [00201]


ὑβρίζειν [00126] [00127]
υἱὸν [00046] [00053]
Υἱὸς [00066] [00074] [00084] [00085] [00110] [00114] [00115]
Υἱός [00200]
υἱὸς [00103] [00105] [00110] [00179]
ὑπάρχει [00058] [00059] [00071] [00152] [00188]
ὑπάρχειν [00110]
ὑπάρχεις [00177] [00185]
ὑπὲρ [00182]
ὑπεραγίας [00002]
ὑπερήλατο [00097]
ὑπῆρξεν [00092]
ὑπιδόντα [00180]
ὑπισχνούμενος [00062]
ὑπὸ [00099] [00107]
ὑποδεικνύων [00008]
ὑποδείξῃ [00007]
ὑπόδειξόν [00153]
ὑποζύγιον [00012]
ὑπόθεσις [00021]
ὑπονοήσασα [00173]
ὑστερούμεθα [00059]
ὑψίστοις [00019]
Ὑψίστου [00066] [00074] [00084] [00110] [00114]


φανερωθείς [00099]
φάτνῃ [00013]
Φέρε [00167]
φέρειν [00069]
φέρω [00135] [00180]
φέρων [00010]
φησὶ [00147]
φησὶν [00044]
φθεγγόμενος [00025] [00177]
φοβηθῇς [00183]
φρουρεῖ [00096]
φύλαττε [00116]
φυλάττειν [00150]
φύσει [00039]
φύσεων [00018]
φύσεως [00014]
φύσις [00070] [00187]
φωνῇ [00025]


Χαῖρε [00011] [00022] [00027] [00040] [00041] [00177]
χαρὰν [00010]
χείλη [00083] [00176]
Χερουβὶμ [00079]
χορεύοντες [00018]
χρῄζεις [00052]
χρημάτων [00059]
χρονίζεις [00181]
χώρα [00193]


ψεύσασθαι [00159]
ψεύσματα [00101]
ψυχὴν [00129]


[00197]
[00020]
[00025]
ὡς [00014] [00017] [00033] [00052] [00076] [00093] [00110] [00122] [00127] [00154] [00189] [00195]
Ὡς [00082] [00173]