Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μυστηρίων [210]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μυστηρίων


000-00-00 Serial Number=0132395327
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00225]  ἡμεῖς δὲ ὑπὸ κενοδοξίας καὶ φιλοτιμίας ἀλόγου καὶ τοῦτο τὸ πρόσταγμα ἀνετρέψαμεν, ἀνθρώπους φθόρους καὶ ἀπίστους καὶ μυρίων γέμοντας κακῶν ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὴν τῶν μυστηρίων παραδεχόμενοι κοινωνίαν, καὶ πρὶν ἢ τῆς οἰκείας γνώμης δοῦναι βάσανον ἀκριβῆ, πάντα τὸν περὶ τῶν δογμάτων αὐτοῖς ἐκκαλύπτοντες λόγον, καὶ τὰ προπύλαια οὔπω δυνηθέντας ἰδεῖν ἀθρόως εἰς τὰ ἄδυτα ἄγοντες.
 [00227]  Καὶ οὐκ ἐπὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἐφ' ἡμῶν αὐτῶν τὴν φρικωδεστάτην ταύτην παραβλέπομεν ἐντολὴν, ἡνίκα ἂν τῶν ἀθανάτων μυστηρίων δέοι μετασχεῖν, μετὰ τῆς ἐγκειμένης ἡμῖν ἀκαθαρσίας τε καὶ ἀναισχυντίας τοῦτο ποιοῦντες πολλάκις.
000-00-00 Serial Number=0124340534
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00589]  Μετὰ δὲ ταῦτα καὶ τῆς ἱερᾶς τῶν μυστηρίων τελετῆς ἀξιωθείς, πολλῷ μᾶλλον ἐπεδίδου πρὸς ἀρετήν.
000-00-00 Serial Number=0567389190
Ad illuminandos catecheses Ante [Go Back]  
 [00052]  Τὸν γὰρ τοῖς ἱεροῖς τούτοις καὶ φρικτοῖς μέλλοντα προσιέναι μυστηρίοις ἐγρηγορέναι χρὴ καὶ διεγηγέρθαι, πάσης βιωτικῆς φροντίδος εἶναι καθαρὸν, πολλῆς γέμειν σωφροσύνης, πολλῆς προθυμίας, πάντα τὸν μυστηρίων ἀλλότριον λογισμὸν ἐξορίζειν τῆς διανοίας, καὶ πάντοθεν καθαρὸν παρασκευάζειν τὸν οἶκον, ὥσπερ αὐτὸν ὑποδέχεσθαι μέλλοντα τὸν βασιλέα.
000-00-00 Serial Number=0919090390
Ad populum Antiochenum Ante [Go Back]  
 [00108]  Καὶ γὰρ ἐκεῖνος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ ἀκούσας ῥήματα ἄῤῥητα, καὶ μυστηρίων κοινωνήσας τοιούτων, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπιδραμὼν καθάπερ τις ὑπόπτερος, Κορινθίοις ἐπιστέλλων ἔλεγε·
 [03391]  πῶς τῶν θαυμαστῶν κοινωνήσομεν μυστηρίων διὰ τῆς γλώττης, δι' ἧς τὸν νόμον τοῦ Θεοῦ κατεπατήσαμεν, διὰ τῆς γλώττης, δι' ἧς τὴν ψυχὴν ἐμολύναμεν;
 [05895]  Πᾶσι τοίνυν προλέγω καὶ διαμαρτύρομαι, ὅτι ἂν συγ [49.212] γενόμενος ὑμῖν κατ' ἰδίαν καὶ λαβὼν ἀπόπειραν λήψομαι δὲ πάντως, εὕρω τινὰς μὴ διορθώσαντας τὸ ἐλάττωμα, ἀπαιτήσω δίκην, κελεύσας ἔξω μένειν τῶν μυστηρίων τῶν ἱερῶν, οὐχ ἵνα μένωσιν ἔξω, ἀλλὰ ἵνα διορθώσαντες ἑαυτοὺς οὕτως εἰσέλθωσι, καὶ μετὰ καθαροῦ συνειδότος ἀπολαύσωσι τῆς ἱερᾶς τραπέζης·
000-00-00 Serial Number=0008945286
Adversus Judaeos Ante [Go Back]  
 [00151]  ὡς δὲ προσελθοῦσα ἡ γυνὴ πρὸς συμμαχίαν ἐκάλει, καὶ τὴν ἄνομον βίαν κωλῦσαι ἠξίου οὐ γὰρ εἶναι θεμιτὸν αὐτῇ τῶν θείων μετασχούσῃ μυστηρίων, πρὸς ἐκεῖνον τὸν τόπον ἐλθεῖν, ἐμπρησθεὶς οὖν ὑπὸ ζήλου, καὶ πυρωθεὶς, καὶ διαναστὰς, ταύτην μὲν οὐκ εἴασα λοιπὸν ἐπὶ τὴν παρανομίαν ἑλκυσθῆναι ἐκείνην, ἐξήρπασα δὲ τῆς ἀδίκου ταύτης ἀπαγωγῆς.
 [00217]  Οὐχ ὁρᾶτε ἐπὶ τῶν μυστηρίων τί βοᾷ συνεχῶς ὁ διάκονος;
 [01047]  Τῶν μυστηρίων κοινωνεῖς, εἰπέ μοι, τὸν Χριστὸν προσκυνεῖς ὡς Χριστιανὸς, παρ' ἐκείνου τὰ ἀγαθὰ αἰτεῖς·
 [01238]  Ἕως ἂν ᾖ πιστὸς, καὶ τῶν αὐτῶν σοι μετέχων μυστηρίων, καὶ εἰς τὴν αὐτὴν Ἐκκλησίαν ἀπαντᾷ, καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ ἐπιτηδείων καὶ πάντων ἐστὶν οἰκειότερος.
000-00-00 Serial Number=0742005110
Adversus catharos Ante [Go Back]  
 [00030]  Οὐ καθάπερ ὑπόπτερος γῆν καὶ θάλατταν περιδραμὼν ὁ μυρία ἔθνη τῷ Χριστῷ προσαγαγὼν, ὁ τῶν ἀποῤῥήτων μυστηρίων κοινωνήσας, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ἆρά τι τοιοῦτον ἐτόλμησε περὶ ἑαυτοῦ εἰπεῖν;
000-00-00 Serial Number=0222452104
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00163]  κατέλαβεν ἡ ὥρα τῶν θείων μυστηρίων·
 [00165]  οἶδε γὰρ ἑαυτὸν ἀλλότριον τῶν θείων μυστηρίων.
000-00-00 Serial Number=0679731727
Catecheses ad illuminandos Ante [Go Back]  
 [00345]  [2.17] Φέρε λοιπὸν καὶ περὶ αὐτῶν τῶν μυστηρίων ὑμῖν διαλεχθῶμεν καὶ τῶν συνθηκῶν τῶν μελλουσῶν συντελεῖσθαι μεταξὺ ὑμῶν καὶ τοῦ δεσπότου.
 [00497]  Καὶ τὸ μὲν τοῦ βαπτίσματος σύμβολον ἦν, τὸ δὲ τῶν μυστηρίων.
 [00506]  εἶπον ὅτι τοῦ βαπτίσματος σύμβολον καὶ τῶν μυστηρίων ἐστὶ τὸ αἷμα ἐκεῖνο καὶ τὸ ὕδωρ.
 [00507]  Ἐξ ἑκατέρων τούτων ἡ ἐκκλησία γεγέννηται, «διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου», διὰ βαπτίσματος καὶ διὰ μυστηρίων.
 [00508]  Τὰ δὲ σύμβολα τοῦ βαπτίσματος καὶ τῶν μυστηρίων ἀπὸ τῆς πλευρᾶς.
 [00890]  Ἰδοὺ γάρ τινες τῶν ἀκηκοότων τῆς παρ' ἡμῶν διδασκαλίας παρασυρέντες σήμερον καὶ τὴν ἀκρόασιν ταύτην τὴν πνευματικὴν καταλιπόντες ἐκεῖ δεδραμήκασι, πάντα ὑφ' ἓν ἀπὸ τῆς διανοίας τῆς ἑαυτῶν ῥίψαντες, τῆς ἁγίας τεσσαρακοστῆς τὴν μνήμην, τῆς ἀναστασίμου ἡμέρας τὴν σωτήριον ἑορτήν, τῶν θείων μυστηρίων τὴν φρικτὴν καὶ ἀπόρρητον κοινωνίαν, τῆς ἡμετέρας διδασκαλίας τὴν συνέχειαν.
 [00955]  [6.15] Ποία γὰρ τοῖς τοιούτοις λείπεται συγγνώμη, τίς δὲ ἀπολογία ὅταν ὁ χριστιανὸς καὶ τῆς ἐντεῦθεν μετέχων διδασκαλίας καὶ τῶν φρικτῶν καὶ ἀπορρήτων μυστηρίων ἀπολαύων μεταξὺ τοῦ Ἰουδαίου καὶ τοῦ Ἕλληνος ἀναστρέφηται κἀκείνοις χαίρῃ οἷς καὶ ἐκεῖνοι ἥδονται;
 [01114]  [7.23] Ἀκουέτωσαν ταῦτα καὶ οἱ πρόσφατον τῆς τοῦ βαπτίσματος δωρεᾶς ἀξιωθέντες καὶ ἡμεῖς ἅπαντες οἱ πάλαι ταύτης μετασχόντες τῆς χάριτος καὶ δεχώμεθα τὴν συμβουλὴν τοῦ τῆς οἰκουμένης διδασκάλου καὶ ἐννοήσωμεν οἵους εἶναι βούλεται τοὺς ἅπαξ τῶν ἀπορρήτων μυστηρίων μετόχους γεγενημένους, πῶς ἀλλοτρίους αὐτοὺς τοῦ παρόντος βίου, οὐχ ἵνα ἔξω τοῦ κόσμου τούτου καὶ μακράν που ἀποικισθῶσιν, ἀλλ' ἵνα ἐν τῷ μέσῳ στρεφόμενοι τῶν μακρὰν ὄντων μηδὲν διαφέρωσιν ἀλλὰ φωστήρων δίκην διαλάμπωσι καὶ διὰ πραγμάτων δεικνύωσι τοῖς ἀπίστοις ὅτι εἰς ἑτέραν πολιτείαν ἑαυτοὺς μετέστησαν καὶ οὐδὲν κοινὸν ἔχουσι πρὸς τὴν γῆν καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα.
000-00-00 Serial Number=0799531043
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00341]  καὶ ἐν αὐτῷ δὲ τῷ φρικωδεστάτῳ τῶν μυστηρίων καιρῷ πολλὰ πρὸς τὴν ἐκείνων ἀρεσκείαν διακονοῦνται, πολλοῖς τῶν ὁρώντων λαβὰς παρέχοντες.
000-00-00 Serial Number=0402718544
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00066]  Φεῦ τῆς ἀπιστίας τῶν αἱρετικῶν! φεῦ τούτων τῆς λύσσης καὶ θεομάχου γλώσσης! Παῦλος, ὁ τῶν οὐρανῶν πολίτης, ὁ τοῦ παραδείσου θεατὴς, ὁ τοῦ Χριστοῦ διάπυρος ἐραστὴς, ὁ τῶν ἀλαλήτων μυστηρίων ἀκροατὴς, καὶ τὴν οἰκονομίαν ζητήσας ἔφριξε καὶ ἰλιγγίασε·
000-00-00 Serial Number=0392899692
Contra ludos et theatra Ante [Go Back]  
 [00128]  ∆ιὰ δὲ τοῦτο προλέγω, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἴ τις μετὰ τὴν παραίνεσιν ταύτην καὶ διδασκαλίαν ἐπὶ τὴν παράνομον τῶν θεάτρων αὐτομολήσειε λύμην, οὐ δέξομαι αὐτὸν εἴσω τουτωνὶ τῶν περιβόλων, οὐ μεταδώσω μυστηρίων, οὐκ ἀφήσω τῆς ἱερᾶς ἅψασθαι τραπέζης·
000-00-00 Serial Number=0960625291
De Anna i Ante [Go Back]  
 [01071]  Ὅταν γὰρ καὶ ἡ τῶν ἁγίων μυστηρίων ἀπόλαυσις, καὶ ἡ τῶν ἄλλων τῶν πνευματικῶν κοινωνία, οἷον εὐχῆς λέγω, καὶ ἀκροάσεως, καὶ εὐλογιῶν, καὶ ἀγάπης, καὶ τῶν ἄλλων ἁπάντων, ἡ αὐτὴ καὶ σήμερον ᾖ, οὐδὲν ἔσται ἐλάττων ἐκείνης αὕτη ἡ ἡμέρα, οὔτε ὑμῖν, οὔτε ἐμοὶ τῷ λέγοντι.
000-00-00 Serial Number=0830141366
De Lazaro Ante [Go Back]  
 [02570]  καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν τοῦ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις;
 [02584]  Πόσης γὰρ οὐκ ἂν εἴη καταγνώσεως ἄξιον, ὅταν ὁ πιστὸς καὶ τῶν ἐνταῦθα τελουμένων καὶ εὐχῶν καὶ φρικτῶν μυστηρίων καὶ πνευματικῆς διδασκαλίας ἀπολαύων, μετὰ τὴν ἐνταῦθα τελετὴν ἀπελθὼν καθέζηται εἰς τὴν σατανικὴν ἐκείνην θεωρίαν μετὰ τοῦ ἀπίστου, μετὰ τοῦ ἐν τῷ σκότει τῆς ἀσεβείας πλανωμένου, ὁ τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγασθείς;
000-00-00 Serial Number=0941014528
De baptismo Christi Ante [Go Back]  
 [00208]  ὁ δὲ καθαρὸς καὶ διὰ μετανοίας ἀκριβοῦς ἀποσμηξάμενος τὰ πλημμελήματα, καὶ ἐν ἑορτῇ καὶ ἀεὶ δίκαιος ἂν εἴη μετέχειν τῶν θείων μυστηρίων, καὶ ἀπολαύειν ἂν εἴη ἄξιος τῶν τοῦ Θεοῦ δωρεῶν.
 [00209]  Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ οἶδα πῶς παρῶπταί τισι, καὶ μυρίων πολλοὶ γέμοντες κακῶν, ὅτε τὴν ἑορτὴν ἴδωσι παραγενομένην, ὡς ὑπ' αὐτῆς ὠθούμενοι τῆς ἡμέρας, ἅπτονται τῶν ἱερῶν μυστηρίων, ἃ μηδὲ ἰδεῖν οὕτω διακειμένους θέμις·
 [00234]  ἐνταῦθα δὲ τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων ἐπιτελουμένων, τῆς ἱερᾶς τελετῆς συνεστώσης ἔτι, καταλιμπάνεις ἐν μέσῳ πάντα καὶ ἀναχωρεῖς;
000-00-00 Serial Number=0137630880
De beato Philogonio Ante [Go Back]  
 [00197]  ∆ιὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς διὰ τὴν τῆς ἑορτῆς ἀνάγκην τῶν θείων ἅπτεσθαι μυστηρίων·
000-00-00 Serial Number=0897574306
De consubstantiali Ante [Go Back]  
 [00098]  Καὶ ὅτε περὶ τῶν μυστηρίων μακροὺς ἐπέτεινε λόγους, λέγων, Καὶ ὁ ἄρτος δὲ, ὃν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἡ σάρξ μου ἐστὶν, ἔλεγον, Σκληρός ἐστιν ὁ λόγος οὗτος·
000-00-00 Serial Number=0755866587
De continentia Ante [Go Back]  
 [00005]  καὶ δὴ καὶ ἡμεῖς ἑωρακότες τοὺς τοῦ σωτῆρος ἀθλητὰς δύναμιν λαβόντας παρὰ τοῦ πνεύματος διὰ τῶν θείων μυστηρίων εἰκότως ἂν ὑπὲρ σωφροσύνης διαλεχθέντες ἐπὶ τὸν ἀγῶνα τὸν πνευματικὸν παραπέμψοιμεν.
000-00-00 Serial Number=0204122066
De decem millium talentorum debitore Ante [Go Back]  
 [00378]  Οὕτω μηδὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην·
000-00-00 Serial Number=0477458656
De fato et providentia Ante [Go Back]  
 [00093]  ὅταν οἱ τὸν Χριστὸν λέγοντες προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες μυστηρίων, καὶ τῶν ἀποῤῥήτων μετασχόντες δογμάτων, καὶ τῆς σοφίας τῆς ἐξ οὐρανῶν ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην τιμὴν ἧς ἀπολελαύκασι παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας, ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβαλόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην τυραννίδα τὴν οὐκ οὖσαν ἀναπλάττοντες διὰ τῶν λογισμῶν, καὶ πᾶσαν ἐλπίδα χρηστὴν ἐκκόπτοντες, καὶ τὰ νεῦρα τῶν ὑπὲρ ἀρετῆς ἐσπουδακότων ἐκτεμεῖν ἐπιχειροῦντες.
000-00-00 Serial Number=0740639806
De incomprehensibili dei natura Ante [Go Back]  
 [00033]  Τί γὰρ ἂν γένοιτο ταύτης ἴσον, ἣ τοὺς προφήτας συνέχει καὶ τὸν νόμον ἅπαντα καὶ ἧς ἄνευ οὐ πίστις, οὐ γνῶσις, οὐ μυστηρίων εἴδησις, οὐκ αὐτὸ τὸ μαρτύριον, οὐκ ἄλλο οὐδὲν τὸν κεκτημένον διασῶσαι δυνήσεται;
 [00787]  Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτην ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμία, τῶν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ ἐκκλησία γίνεται.
 [01017]  Καθάπερ οὖν δικαστοῦ πρόοδον ἔχοντος καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθέζεσθαι μέλλοντος, οἱ δεσμοφύλακες τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἅπαντας ἐξαγαγόντες τοῦ οἰκήματος, πρὸ τῶν κιγκλίδων καὶ τῶν τοῦ δικαστηρίου παραπετασμάτων καθίζουσιν αὐχμῶντας, ῥυπῶντας, κομῶντας, ῥάκια περιβεβλημένους, οὕτω δὴ καὶ οἱ πατέρες ἐνομοθέτησαν τοῦ Χριστοῦ μέλλοντος ὥσπερ ἐφ' ὑψηλοῦ προκαθέζεσθαι βήματος καὶ ἐπ' αὐτῶν φαίνεσθαι τῶν μυστηρίων, τοὺς δαιμονῶντας καθάπερ δεσμώτας τινὰς εἰσάγεσθαι, οὐχ ἵνα εὐθύνας ὑπόσχωσι τῶν πεπλημμελημένων, καθάπερ ἐκεῖνοι οἱ δεδεμένοι, οὐδ' ἵνα κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀλλ' ἵνα τοῦ δήμου καὶ τῆς πόλεως ἁπάσης ἔνδον παρούσης κοιναὶ περὶ αὐτῶν ἱκετηρίαι γένωνται, πάντων ὁμοθυμαδὸν τὸν κοινὸν ∆εσπότην ὑπὲρ αὐτῶν ἐξαιτουμένων καὶ ἐλεῆσαι παρακαλούντων μετὰ σφοδρᾶς τῆς βοῆς.
 [01027]  Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν οὐ δακρύεις;
000-00-00 Serial Number=0889023602
De paenitentia [1] Ante [Go Back]  
 [00068]  Καὶ γὰρ ἦν ἀφόρητον, μετὰ τὴν τῶν τοιούτων μυστηρίων κοινωνίαν πρὸς τὴν ἀσέβειαν αὐτομολοῦντας ὁρᾷν·
 [00203]  Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρὶς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα·
 [01673]  Ἀλλ' ἐπειδὴ τῶν μυστηρίων ὑμᾶς ἀνέμνησα τῶν φρικωδεστάτων καὶ πνευματικῶν, παρακαλῶ καὶ ἀντιβολῶ καὶ δέομαι καὶ μετὰ πάσης ἀξιῶ σπουδῆς, ὥστε πᾶσαν ἁμαρτίαν ἀποθεμένους οὕτω προσιέναι τῇ φρικτῇ ταύτῃ τραπέζῃ.
000-00-00 Serial Number=0067590475
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00121]  Τίς δὲ ἕτερος ἀλλ' ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος;
000-00-00 Serial Number=0348235071
De proditione Judae Ante [Go Back]  
 [00001]  ΕΙΣ ΤΗΝ ΠΡΟ∆ΟΣΙΑΝ ΤΟΥ ΙΟΥ∆Α, Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
 [00009]  καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν.
 [00327]  Καὶ γὰρ τότε, μετὰ τὸ λαβεῖν τὴν προσφορὰν, ἐπεπήδησε τῷ Ἰούδᾳ ὁ διάβολος, οὐ τοῦ σώματος καταφρονήσας τοῦ ∆εσποτικοῦ, ἀλλὰ διὰ τὴν ἀναισχυντίαν καταφρονῶν τοῦ Ἰούδα, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ καὶ τῷ Ἰούδᾳ τότε.
 [00333]  οὕτω δὴ καὶ [49.381] ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε.
 [00386]  Εἰς τὸ θεῖον καὶ μυστικὸν δεῖπνον τοῦ Σωτῆρος, καὶ περὶ τῆς τοῦ Ἰούδα προδοσίας, καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν θείων μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
 [00705]  Καὶ γὰρ τότε ὁ Ἰούδας ἀναξίως μετέσχε τοῦ μυστικοῦ δείπνου, καὶ ἐξελθὼν παρέδωκε τὸν Κύριον, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν μυστηρίων, τούτοις μάλιστα συνεχῶς ἐπιπηδᾷ ὁ διάβολος, καὶ εἰς μείζω τιμωρίαν ἑαυτοὺς ἐμβάλλουσι.
 [00718]  Ὢ ποίων μυστηρίων ἐστερήθης, Ἰούδα! Χριστὸς ἑκὼν ἔπαθεν, ἵνα λύσῃ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ ἑνώσῃ τὰ κάτω τοῖς ἄνω, ἵνα ἀγγέλων ποιήσῃ κοινωνὸν ἐχθρὸν ὄντα σε καὶ πολέμιον.
 [00764]  Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος ∆εσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0994765639
De regressu Ante [Go Back]  
 [00099]  «Οὕτω, φησίν, ἡμᾶς ἄνθρωπος λογιζέσθω ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ».
000-00-00 Serial Number=0777280867
De resurrectione mortuorum Ante [Go Back]  
 [00394]  οὐκ ἂν δικαιοσύνη καὶ ἁγιασμὸς, οὐκ ἂν υἱοθεσίαν ἐλάβομεν, οὐκ ἂν μυστηρίων ἀπελαύσαμεν·
000-00-00 Serial Number=0700914383
De sacerdotio Ante [Go Back]  
 [01313]  Καὶ ἕτερος δέ τις ἐμοὶ διηγήσατο, οὐ παρ' ἑτέρου μαθών, ἀλλ' αὐτὸς ἰδεῖν ἀξιωθεὶς καὶ ἀκοῦσαι, ὅτι τοὺς μέλλοντας ἐνθένδε ἀπαίρειν, ἂν τύχωσι τῶν μυστηρίων μετασχόντες ἐν καθαρᾷ συνειδήσει, ὅταν ἀποπνεῖν μέλλωσι, δορυφοροῦντες αὐτοὺς δι' ἐκεῖνο τὸ ληφθέν, ἀπάγουσιν ἐνθένδε ἄγγελοι.
000-00-00 Serial Number=0803976238
De sacerdotio lib 7 Ante [Go Back]  
 [00032]  προεστῶτος ἱερέως πρεσβείαν ποιοῦντος ὑπὲρ πάντων, τότε δὴ προσέρχονται ψυχαὶ διὰ τῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπίλων.
000-00-00 Serial Number=0810403466
De sanctis martyribus [1] Ante [Go Back]  
 [00113]  Τοῖς γὰρ ἀναξίως μετέχουσι τῶν μυστηρίων ἐγκαλῶν, οὕτως ἔλεγεν·
 [00116]  ὥσπερ οἱ σταυρώσαντες, φησὶ, τὸν Ἰησοῦν, οὕτω καὶ οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες δίκην δώσουσιν.
000-00-00 Serial Number=0031783402
De sanctis martyribus [2] Ante [Go Back]  
 [00101]  Εἰ γὰρ ἐν σώματι ὄντες κατὰ τὴν τῶν μυστηρίων κοινωνίαν εἰς ἐκεῖνον ἐτέλουν τὸν χορὸν, μετὰ τῶν Χερουβὶμ τὸν τρισάγιον ὕμνον ψάλλοντες, καθάπερ ὑμεῖς ἴστε οἱ μυηθέντες, πολλῷ μᾶλλον νῦν τοὺς συγχορευτὰς ἀπολαβόντες μετὰ πολλῆς τῆς παῤῥησίας κοινωνοῦσι τῆς εὐφημίας ἐκείνης.
000-00-00 Serial Number=0083158731
De virginitate Ante [Go Back]  
 [00486]  Τοῖς γὰρ τῶν μυστηρίων ἀναξίως μεταλαμβάνουσι διαλεγόμενός φησι·
000-00-00 Serial Number=0469987333
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01262]  Μετὰ τὴν κοινωνίαν τῶν μυστηρίων, μετὰ [63.606] τὴν ἀπόλαυσιν τοῦ λουτροῦ, μετὰ τὸ συντάξασθαι [63.606] τῷ Χριστῷ, ἴσχυσεν ὁ λύκος ἐκεῖνος ἁρπάσαι ἐκ τῆς ποίμνης τοὺς ἄρνας, καὶ κατέχειν μεθ' ἑαυτοῦ, καὶ σὺ ὁρῶν τὴν συμφορὰν, οὐ δακρύεις;
 [01301]  Ἕως ἂν ᾖ πιστὸς, καὶ τῶν αὐτῶν σοι μετέχῃ μυστηρίων, καὶ εἰς τὴν αὐτὴν ἐκκλησίαν ἀπαντᾷ, καὶ ἀδελφῶν καὶ συγγενῶν ἁπάντων ἐστὶν οἰκειότερος.
 [01806]  Περὶ τοῦ μὴ καταφρονεῖν τῆς τοῦ Θεοῦ Ἐκκλησίας καὶ τῶν ἁγίων μυστηρίων.
 [01856]  καὶ εἰς τὴν ἐκκλησίαν εἰσέρχῃ, καὶ πρὸ τῶν θείων μυστηρίων ἐξέρχῃ;
 [01967]  Πολλοὶ τῶν μυστηρίων ἅπαξ μεταλαμβάνουσι τοῦ ἐνιαυτοῦ, ἕτεροι δὲ δὶς, ἄλλοι δὲ πολλάκις.
 [01973]  Ὥσπερ γὰρ ἡ τροφὴ φύσει οὖσα θρεπτικὴ, ἐὰν εἰς κακόσιτον ἐμπέσῃ, πάντα ἀπόλλυσι καὶ διαφθείρει, καὶ γίνεται νόσου ἀφορμὴ, οὕτω δὴ καὶ τὰ τῶν φρικτῶν μυστηρίων.
 [01981]  τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι;
 [01987]  οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες τῶν μυστηρίων.
 [02001]  Ὁ δεῖνα ἀνάξιος μυστηρίων, κώλυσον τὸν βέβηλον τῶν ἁγίων.
 [02029]  Ἀλλ' ἐπειδὴ σφοδρότερον τῶν ἀναξίως τῶν θείων μεταλαμβανόντων μυστηρίων καθηψάμεθα, ἀναγκαῖον καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους διαλεχθῆναι λοιπὸν, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα·
 [04083]  Μηδὲν τοίνυν οὕτω σπουδάζωμεν, ἀγαπητοὶ, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες, ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην.
 [07854]  Οὐ γὰρ ἁπλῶς τοῦτο ἐπινενόηται, οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν τελουμένων μυστηρίων βοᾷ, Ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας αὐτῶν ἐπιτελούντων, ἀλλὰ Πνεύματος ἁγίου διατάξει ταῦτα γίνεται.
 [07865]  Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων·
 [08717]  Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τούτων ὑποδοχὴν τῶν μυστηρίων.
 [09002]  Πέτρος μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν ἠρνήσατο τρὶς, καὶ δακρύσας ἀπήλειψεν ἅπαντα·
 [09451]  Ἀλλὰ καὶ τὸν ἐγκεχειρισμένον τὴν ἐνέργειαν τῶν θείων μυστηρίων μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς·
 [09999]  ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων ἀναξίως μετασχεῖν·
 [09999]  Οὐ γὰρ ἁπλῶς ταῦτα ἐπινενόηται, οὐδὲ εἰκῆ μνήμην ποιούμεθα τῶν ἀπελθόντων ἐπὶ τῶν θείων μυστηρίων, καὶ ὑπὲρ αὐτῶν προσίεμεν δεόμενοι τοῦ ἀμνοῦ τοῦ κειμένου, τοῦ λαβόντος τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλ' ἵνα τις αὐτοῖς ἐντεῦθεν γένηται παραμυθία·
 [09999]  Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ ∆εσπότου παρόντος, τῆς μνείας ἐπιτελουμένης ἐκείνης, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων μυστηρίων.
 [09999]  οὐδὲ μάτην ὁ παρεστὼς τῷ θυσιαστηρίῳ τῶν φρικτῶν μυστηρίων τελουμένων βοᾷ, ὑπὲρ πάντων τῶν ἐν Χριστῷ κεκοιμημένων, καὶ τῶν τὰς μνείας ὑπὲρ αὐτῶν ἐπιτελούντων.
 [09999]  οὕτω καὶ τότε, ἕως ἂν προκέηται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη, τὸ μνήμης ἀξιοῦσθαι.
000-00-00 Serial Number=0624137759
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00059]  κλίμακα πολλῶν σήμερον μυστηρίων πεπληρωμένην φέρει.
000-00-00 Serial Number=0405277789
Epistula ad Cyriacum Ante [Go Back]  
 [00451]  Τοὺς γὰρ ἀναξίως τῶν ἱερῶν ἁπτομένους μυστηρίων καὶ τῆς φρικτῆς ἐκείνης μετέχοντας τραπέζης ταύτην ἔφησε τίνειν δίκην οὕτω λέγων·
000-00-00 Serial Number=0768583775
Epistulae Ante [Go Back]  
 [02452]  Ἐπειδὴ δὲ καὶ εὐχὰς τὰς παρ' ἡμῶν ἀπαιτεῖς διὰ τῶν γραμμάτων, μάνθανε ὅτι καὶ πρὸ τῶν γραμμάτων τούτων οὐκ ἐπαυσάμεθα εὐχόμενοι, τὴν μεγάλην οὕτω καὶ φιλόσοφον ψυχὴν ἰδεῖν τελουμένην ταχέως τὴν ἱερὰν τελετὴν, καὶ τῶν ἱερῶν ἐκείνων καὶ φρικτῶν καταξιουμένην μυστηρίων.
000-00-00 Serial Number=0245987594
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00290]  Κορίνθιός τις ἀνὴρ τῶν ἱερῶν ἀπολαύσας ναμάτων καὶ καθαρθεὶς διὰ τῆς τοῦ βαπτίσματος μυσταγωγίας καὶ τῆς φρικωδεστάτης μετασχὼν τραπέζης καὶ πάντων ἁπαξαπλῶς τῶν παρ' ἡμῖν κοινωνήσας μυστηρίων πολλοὶ δέ φασιν ὅτι καὶ διδασκάλου τάξιν ἐπεῖχε , μετὰ τὴν ἱερὰν ταύτην τελετὴν καὶ τὸ πάντων ἐντὸς γενέσθαι τῶν ἀπορρήτων ἀγαθῶν καὶ τὰ πρωτεῖα ἔχειν ἐπὶ τῆς Ἐκκλησίας, ἥμαρτεν ἁμαρτίαν χαλεπωτάτην.
 [00786]  Τοὺς γὰρ ἀναξίως τῶν ἱερῶν ἁπτομένους μυστηρίων καὶ τῆς φρικτῆς ἐκείνης μετέχοντας τραπέζης ταύτην ἔφησε τίνειν δίκην οὕτω λέγων·
 [01476]  Καὶ ἑτέροις δὲ ἐγκαλῶν φρικωδεστάτην ἑτέραν ἁμαρτίαν τοῖς τῆς ἱερᾶς τραπέζης ἀναξίως ἀπολαύουσι καὶ τῶν ἀπορρήτων μυστηρίων ἐκείνων καὶ εἰπὼν ὅτι ὁ τοιοῦτος «ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου», ὅρα πῶς φησι καὶ αὐτοὺς καθαίρεσθαι τῆς χαλεπῆς ταύτης κηλῖδος οὕτω λέγων·
000-00-00 Serial Number=0049310803
Fragmenta in Proverbia Ante [Go Back]  
 [00475]  Φάγετε, ῥώσθητε ὑπὸ τῶν ἐμῶν λόγων καὶ μυστηρίων.
000-00-00 Serial Number=0120237172
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00115]  ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων·
000-00-00 Serial Number=0902270079
Homilia de capto Eutropio Ante [Go Back]  
 [00433]  Ὅτι ἐσθίω αὐτὸν ἀπολαύσας τῶν μυστηρίων.
000-00-00 Serial Number=0259235322
Homilia in martyres Ante [Go Back]  
 [00040]  Ἐννόησον ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων ἀκρόασιν, μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας.
000-00-00 Serial Number=0016647696
In Acta apostolorum Ante [Go Back]  
 [00356]  Οὐ γὰρ ἐκεῖνος τῶν μυστηρίων ὁ καιρὸς, ἀλλὰ τῶν διαθηκῶν·
 [00357]  μυστηρίων δὲ καιρὸς, ὑγεία φρενῶν, καὶ σωφροσύνη ψυχῆς.
 [07316]  Κἂν μάρτυρες ὦσι, κἂν ὑπὲρ μαρτύρων, μεγάλη τιμὴ τὸ ὀνομασθῆναι, τοῦ ∆εσπότου παρόντος, τοῦ θανάτου ἐπιτελουμένου ἐκείνου, τῆς φρικτῆς θυσίας, τῶν ἀφάτων μυστηρίων.
 [07319]  οὕτω καὶ τότε, ἕως ἂν πρόκειται τὰ τῶν μυστηρίων, πᾶσι τιμὴ μεγίστη τὸ μνήμης ἀξιοῦσθαι.
 [07936]  Μὴ δὴ ἀποπηδῶμεν τῶν θείων μυστηρίων, παρακαλῶ·
 [09999]  τούτους ἐκεῖνος λαβὼν κατ' ἰδίαν ὁμοῦ ἑκατὸν καὶ διακοσίους, διελέγετο, ἄλλο μὲν οὐδὲν, τὰ δὲ τῶν μυστηρίων μόνον ὡς μηδὲ τοῖς ἀμυνήτοις συγχωρεῖν παρεῖναι.
000-00-00 Serial Number=0446986258
In Eutropium Ante [Go Back]  
 [00127]  πῶς δὲ τοῦ θεάτρου τούτου λυθέντος, ὑμεῖς μυστηρίων ἅψεσθε, καὶ τὴν εὐχὴν ἐρεῖτε ἐκείνην, δι' ἧς κελευόμεθα λέγειν·
000-00-00 Serial Number=0485743523
In Isaiam Ante [Go Back]  
 [00967]  ἐπειδὴ ἡμάρτανον, οὑ καθαρῷ συνειδότι τῶν μυστηρίων μεταλαμβάνοντες.
 [02036]  Τινὲς μὲν καὶ τῶν μυστηρίων τῶν μελλόντων σύμβολα ταῦτα εἶναί φασι, τὸ θυσιαστήριον, τὸ πῦρ τὸ ἐπικείμενον, τὴν διακονουμένην δύναμιν, τὸ ἐν τῷ στόματι δίδοσθαι, τὸ καθαίρειν τὰ ἁμαρτήματα·
000-00-00 Serial Number=0067652881
In Joannem Ante [Go Back]  
 [00073]  Οὐ γὰρ ἔστι μὴ καθαρθεῖσαν τὴν ἀκοὴν ἰδεῖν τῶν λεγομένων τὸ ὕψος, ὡς ἰδεῖν χρὴ, οὐδὲ γνῶναι ὡς δεῖ τῶν μυστηρίων τούτων τὸ φρικτὸν καὶ ἀπόῤῥητον, καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν τὴν ἐν τοῖς θείοις τούτοις χρησμοῖς.
 [00130]  ∆έος οὖν οὐ μικρὸν, μὴ περὶ τὰς τοιαύτας ὑποσχέσεις ἀγνώμων τις γενόμενος, ἀνάξιον ἑαυτὸν καταστήσῃ τῶν μυστηρίων τούτων.
 [01786]  Οὐδὲ γὰρ διὰ τοῦτο ἡμᾶς ἐπὶ τὴν πνευματικὴν ταύτην καὶ φρικτὴν τῶν μυστηρίων ἐκάλεσε κοινωνίαν, ἵνα μετὰ τῆς προτέρας εἰσερχώμεθα κακίας, ἀλλ' ἵνα ἀποδυσάμενοι τὴν αἰσχρότητα, μεταμφιασώμεθα ἃ τοὺς ἐν τοῖς βασιλείοις ἑστιωμένους ἠμφιάσθαι χρή.
 [04559]  Τηλικούτων οὖν μυστηρίων καταξιωθέντες, βίον ἐπιδειξώμεθα ἄξιον τῆς δωρεᾶς, πολιτείαν ἀρίστην.
 [04581]  Τοῦτο δὲ ἔσται, ἂν τῶν ἁγίων καταξιωθέντες μυστηρίων, χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους οἰκοδομήσωμεν ἐπὶ τὸν θεμέλιον.
 [04614]  Μεγάλων ἡμᾶς μυστηρίων κατηξίωσεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ·
 [04960]  Τί οὖν, φησὶν, ἂν ἐκ πρώτης ἡλικίας μυστηρίων καταξιωθείς τις μετὰ ταῦτα μυρία ἁμάρτῃ;
000-00-00 Serial Number=0164881349
In Joannem theologum Ante [Go Back]  
 [00026]  Ὕστερον ἐξόριστος ὑπὸ ∆ομετιανοῦ τοῦ τῶν Ῥωμαίων βασιλέως εἰς τὴν νῆσον τὴν καλουμένην Πάτμον γίνεται διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα τῆς εὐσεβείας, καὶ Ἐκκλησίαν συγγράφει, ἣν ἔδειξεν αὐτῷ ὁ Θεὸς, καὶ Ἀποκάλυψιν μυστηρίων ἀῤῥήτων καὶ φοβερῶν, ἔπειτα καὶ τὰς ἁγίας αὐτοῦ τρεῖς Ἐπιστολάς.
000-00-00 Serial Number=0531826317
In Petrum et Paulum Ante [Go Back]  
 [00037]  ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς ∆εσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0892600298
In Psalmos 101-107 Ante [Go Back]  
 [01217]  εὐφραν θῆναι δὲ ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, ὥστε τῆς κοινωνίας τῶν μυστηρίων ἀπολαῦσαι.
000-00-00 Serial Number=0112951696
In Psalmum 118 Ante [Go Back]  
 [00134]  ἀλλ' ἐφύλαττε τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ προφητικῆς χά ριτος ἠξιώθη, καὶ τῶν ἀποῤῥήτων μυστηρίων εἰσηγητὴς γέγονεν.
000-00-00 Serial Number=0481377482
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00003]  Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον·
 [00184]  οὐ γάμου κοινωνίαν, ἀλλὰ θεϊκῶν μυστηρίων οἰκονομίαν σοι λέγω.
000-00-00 Serial Number=0475160182
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00041]  Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.
 [00058]  Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην·
 [00146]  καὶ τοῦτό ἐστι μάλιστα τὸ μέγιστον τῆς παρ' ἡμῖν εὐγενείας τεκμήριον, ὅτι ὁμοίως καὶ τὸν προσαίτην, καὶ τὸν τὴν ἁλουργίδα ἔχοντα μυσταγωγοῦμεν, καὶ οὐδὲν πλέον οὗτος ἐκείνου κατὰ τὸν τῶν μυστηρίων ἔχει λόγον·
 [00204]  Φέρε, σοὶ δείξω καὶ τὴν τράπεζαν καὶ τὴν τῶν μυστηρίων κοινωνίαν ἐκεῖ σκιαγραφουμένην, ἂν μὴ τὸ πᾶν ἀπαιτῇς με πάλιν, ἀλλ' οὕτως ἐξετάσῃς τὰ γενόμενα, ὡς εἰκὸς ἐν σκιαγραφίᾳ καὶ τύποις ἰδεῖν.
 [00260]  ∆ιὰ τὴν αἰτίαν, ἣν ἐξ ἀρχῆς εἶπον ὑμῖν, ἵνα μάθῃς ὅτι οὔτε βάπτισμα, οὔτε ἁμαρτημάτων ἄφεσις, οὐ γνῶσις, οὐ μυστηρίων κοινωνία, οὐ τράπεζα ἱερὰ, οὐχ ἡ ἀπόλαυσις τοῦ σώματος, οὐχ ἡ κοινωνία τοῦ αἵματος, οὐκ ἄλλο τούτων οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ἐὰν μὴ βίον ὀρθὸν, καὶ θαυμαστὸν, καὶ πάσης ἁμαρτίας ἀπηλλαγμένον ἔχωμεν.
 [00261]  Ὅτι γὰρ διὰ τοῦτο τούτων ἀνέμνησε, καταλέξας τὸν τύπον τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγε λέγων·
000-00-00 Serial Number=0634131908
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00138]  συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς διδασκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ' οἱ πλούσιοι καὶ εὐπορώτεροι φέροντες οἴκοθεν τροφὰς καὶ ἐδέσματα, τοὺς πένητας ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια ἐν αὐτῇ τῇ ἐκκλησίᾳ·
 [00223]  Περὶ ἀρίστου διαλέγῃ κοινοῦ, καὶ μυστηρίων φρικτῶν μέμνησαι;
000-00-00 Serial Number=0423757255
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00532]  Οὐδέπω γὰρ τοῦ σώματός εἰσι τοῦ Χριστοῦ, οὐδέπω μυστηρίων ἐκοινώνησαν, ἀλλ' ἔτι διῃρημένοι τυγχάνουσι τῆς ἀγέλης τῆς πνευματικῆς.
 [00562]  Οὐδὲ γὰρ ἤκουσαν τῶν ἀποῤῥήτων μυστηρίων, ἀλλὰ πόῤῥω που καὶ μακρὰν ἑστήκασι.
 [02072]  τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι;
 [02936]  Ἢ οὐχ ὁρᾷς ἐνταῦθα κολαζομένους πολλοὺς, οἷον ὡς τοὺς τῷ πύργῳ καταχωσθέντας, ὡς ἐκείνους ὧν τὸ αἷμα ταῖς θυσίαις ἀνέμιξεν ὁ Πιλᾶτος, ὡς τοὺς ἀώρῳ θανάτῳ παρὰ Κορινθίοις τελευτήσαντας διὰ τὸ τῶν μυστηρίων ἀναξίως μετασχεῖν, ὡς τὸν Φαραὼ, ὡς τῶν Ἰουδαίων τοὺς ὑπὸ τῶν βαρβάρων κατασφαγέντας, ὡς ἑτέρους πολλοὺς, καὶ τότε καὶ νῦν καὶ διηνεκῶς;
 [04571]  καὶ εἴργω μὲν αὐτὸν μυστηρίων καὶ ἱερῶν περιβόλων, ἀναστησάμενος δὲ αὐτὸν, καὶ ἀπαλλαγέντα τῆς κακίας, καὶ ἀμείνω τῇ μετανοίᾳ γενόμενον ἀναλαμβάνω πάλιν.
 [05162]  οἷον, ὅταν ἀπολαύειν δέῃ τῶν φρικτῶν μυστηρίων·
 [05171]  Ἐπ' αὐτῶν πάλιν τῶν φρικωδεστάτων μυστηρίων ἐπεύχεται ὁ ἱερεὺς τῷ λαῷ, ἐπεύχεται καὶ ὁ λαὸς τῷ ἱερεῖ·
 [06898]  ἔχει δὲ καὶ ἕτερα λέγειν, τὰ τῶν ἀποκαλύψεων, τὰ τῶν ἀποῤῥήτων μυστηρίων.
 [08033]  Ἴστε οἱ τῶν μυστηρίων μετέχοντες τὸ λεγόμενον.
000-00-00 Serial Number=0192759633
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00408]  Εἰ γὰρ μηδὲν ἐνεργεῖ ὁ Θεὸς δι' αὐτοῦ, οὔτε λουτρὸν ἔχεις, οὔτε μυστηρίων μετέχεις, οὔτε εὐλογιῶν ἀπολαύεις·
000-00-00 Serial Number=0659617245
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01665]  Τοῦτο δὲ ἐποίησεν, ἡμᾶς τιμῶν ὁ Θεὸς, ὥστε μεθ' ἡμῶν ἀκοῦσαι τῶν μυστηρίων.
 [01672]  Τοιαύτη γὰρ ἡ τῶν μυστηρίων ἡμῶν φύσις.
 [02562]  Καὶ γὰρ ἐπιτιμῶν περὶ τοῦ μὴ ἀναμένειν ἑαυτοὺς τοῖς ἀρίστοις, τὸν περὶ τῶν μυστηρίων κατεσκεύασε λόγον.
 [02804]  Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ.
 [03620]  τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ' ἔστι τὸ πολλῶν θρήνων ἄξιον.
 [04237]  Καὶ τὸ Ἐν ὑμῖν δὲ, ἐμφατικῶς εἴρηται, τουτέστιν, Ἐν ὑμῖν τοῖς πιστοῖς, τοῖς τοσούτων ἀπολελαυκόσι μυστηρίων, τοῖς ἀποῤῥήτων κεκοινωνηκόσι, τοῖς ἐπὶ τὸν οὐρανὸν κληθεῖσιν.
 [04656]  Καὶ γὰρ ἔθος αὐτῷ τὰ παρεμπίπτοντα διορθοῦν, ὥσπερ ἡνίκα περὶ τῶν κοινῶν τραπεζῶν διαλεγόμενος, εἰς τὸν περὶ τῶν μυστηρίων ἐξέβη λόγον.
 [04737]  ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων μυστηρίων ὁ θησαυρὸς, πάντα ἐκφέρεσθαι ἔξω;
 [05359]  τὸ δὲ μετὰ τὸν οὐρανὸν, μετὰ τὰ βασίλεια, μετὰ τὸ τῶν μυστηρίων ἀπολαῦσαι τῶν φρικτῶν πάλιν μολύνεσθαι, ποίαν ἕξει συγγνώμην;
 [07100]  Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τὸ βαπτίσματος τυχεῖν καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον.
 [07101]  ∆ιὸ καὶ τοὺς τοῦ βαπτίσματος, καὶ τοὺς τῶν μυστηρίων παράγει τύπους.
 [07103]  Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν μυστηρίων κοινωνήσοντες·
 [07413]  θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο;
 [07634]  Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τούτων τῶν μυστηρίων ὑποδοχήν.
 [07653]  Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς·
 [08472]  Ἀλλ' ὅμως καὶ αὐτὸς μετ' αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ μετέδωκε, καὶ τῶν μυστηρίων κοινωνὸν ἐποίησεν.
 [08529]  Τίνος ἕνεκεν ἐνταῦθα τῶν μυστηρίων μέμνηται;
 [08632]  καὶ εἰ ἐν ἄλλῳ καιρῷ τοῦτο γινόμενον ἀπόλλυσι, πολλῷ μᾶλλον μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν.
 [08677]  Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον εἶναι ἐνόμισεν ἐπεξελθεῖν τῇ ὑποθέσει·
 [08748]  ∆ιὰ γὰρ τοῦτο καὶ τὸ βλάβος ἔδειξε τὸ ἐντεῦθεν, καὶ κρῖμα ἔφησεν εἶναι οὐ μικρὸν, καὶ πανταχόθεν ἐφόβησεν, ἀπὸ τῶν μυστηρίων, ἀπὸ τῶν ἀῤῥώστων, ἀπὸ τῶν τετελευτηκότων, ἀπὸ τῶν ἄλλων τῶν ἔμπροσθεν εἰρημένων.
 [08763]  Ταῦτα τοίνυν ἀκούοντες ἅπαντα, καὶ τῶν πενήτων πολλὴν ποιώμεθα σπουδὴν, καὶ γαστρὸς κατέχωμεν, καὶ μέθης ἀπαλλαττώμεθα, καὶ τῶν μυστηρίων ἀξίως σπουδάζωμεν μεταλαμβάνειν, καὶ ἐφ' οἷς ἂν πάθωμεν, μὴ ἀλγῶμεν, μήτε ἐφ' ἑαυτοῖς, μήτε ἐφ' ἑτέροις·
 [09334]  Ἐμοὶ δὲ δοκεῖ νῦν ἐκείνην λέγειν τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν ἀπὸ τοῦ βαπτίσματος καὶ πρὸ τῶν μυστηρίων ἐγγινομένην ἡμῖν.
000-00-00 Serial Number=0374950171
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02794]  Ὁ τὸν Χριστὸν ἀγαπῶν, οἷος ἂν ᾖ ὁ ἱερεὺς, ἀγαπήσει αὐτὸν, ὅτι δι' αὐτοῦ τῶν φρικτῶν μυστηρίων ἐπέτυχεν.
000-00-00 Serial Number=0568734109
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01137]  Ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐ πάντας ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ, καὶ παραδίδωσιν αὐτοὺς τῷ Σατανᾷ.
 [01206]  Εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, καὶ μὴ προσίεσθαι τὴν παραίνεσιν, εἴ γε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων δεῖ καιρῷ δεήσεις προσφέρειν, ὅρα τί φησι, καὶ πῶς τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δέξῃ τὴν παραίνεσιν.
 [03007]  παράγγελλε, φησὶ, μὴ τρυφᾷν, ὡς ὡμολογημένου ὄντος κακοῦ, ὡς οὐκ ἐνὸν οὐδὲ ἐγχωροῦν τὸν τρυφῶντα μυστηρίων μετέχειν.
000-00-00 Serial Number=0905534148
In epistulam ad Colossenses Ante [Go Back]  
 [02147]  οἷον, ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν.
000-00-00 Serial Number=0328178465
In epistulam ad Ephesios Ante [Go Back]  
 [00573]  Μεγάλων ὄντως μυστηρίων καὶ ἀποῤῥήτων ἡμᾶς ἐποίησε κοινωνούς.
 [00593]  Τῶν δὲ μυστηρίων τοῦ Θεοῦ τὴν γνῶσιν τὸ Πνεῦμα οἶδε μόνον, τὸ καὶ τὰ βάθη αὐτοῦ ἐρευνῶν·
 [00775]  Ἂν ἐπιστῇ, φησὶν, ὁ τῆς ἁγίας Τεσσαρακοστῆς καιρὸς, οἷος ἐὰν ᾖ τις, μετέχει τῶν μυστηρίων, ἂν ἐπιστῇ ἡ τῶν Ἐπιφανίων ἡμέρα.
 [00832]  Πᾶς γὰρ ὁ μὴ μετέχων τῶν μυστηρίων, ἀναίσχυντος καὶ ἰταμῶς ἑστηκώς.
 [00855]  Οὐ γάρ ἐστιν ἴσον μηδέπω τυχεῖν μυστηρίων, καὶ μετὰ τὸ τυχεῖν προσκρούσαντα καταφρονεῖν, καὶ ἀνάξιον ἑαυτὸν καταστῆσαι τοῦ πράγματος.
 [00956]  Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων.
 [02750]  ἔστι γὰρ διαλλαγὴ, ἄνευ ὀνειδισμοῦ, καὶ μυστηρίων ἀποκαλύψεως, καὶ πληγῆς δολίας.
 [02751]  Ἐν τούτοις ἀποφεύγει φίλος, ἐν ἀποκαλύψει, φησὶ, μυστηρίων.
 [02752]  Ἂν πάντες τοίνυν ὦμεν φίλοι, οὐδὲ μυστηρίων δεῖ·
 [02755]  Οὐκ ὄντων οὖν μυστηρίων, ἀδύνατος ἡ ἐκ τούτου διακοπή.
 [02764]  Ἂν μὲν οὖν ἀγάπη ᾖ, οὐκ ἔσται μυστηρίων ἀποκάλυψις, ἀλλ' οὐδὲ ὀνειδισμός.
 [04064]  Ἐννόησον μετὰ τίνων ἕστηκας κατὰ τὸν καιρὸν τῶν μυστηρίων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν Σεραφίμ.
 [04808]  Ἀλλ' οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωμὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ οἶνον ἐπέσπεισα, ἀλλ' εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινα τῷ μονογενεῖ τοῦ Θεοῦ Παιδὶ, καὶ μυστηρίων μετέχω, καὶ εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν προσῆκε τὸν Χριστιανόν.
 [05553]  Ἴστε ὅσοι μετέχετε μυστηρίων·
000-00-00 Serial Number=0198612213
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02160]  Ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων·
 [02967]  ὁ τοιοῦτος οὖν ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀποῤ [63.80] ῥήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ' ἄξιος μὲν ὢν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἂν δύναιτο βαπτισθῆναι πάλιν;
 [05341]  οὕτω δὴ καὶ ταῦτα τὰ τῶν φρικτῶν μυστηρίων.
 [05882]  οὗτοι δὲ φάσκοντες, οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα.
 [05939]  Ἀκούσωμεν οἱ ἀναξίως τῶν μυστηρίων μετέχοντες, ἀκούσωμεν οἱ ἀναξίως προσιόντες τῇ τραπέζῃ ἐκείνῃ·
 [05947]  Ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι.
 [07902]  Μεταλαμβάνομεν δὲ καὶ τῶν φρικτῶν μυστηρίων ἀναξίως, καὶ φθονοῦμεν καὶ λοιδοροῦμεν·
000-00-00 Serial Number=0859710872
In epistulam ad Philippenses Ante [Go Back]  
 [01033]  Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων·
 [02317]  τὸ δὲ Χριστιανοὺς τοσούτων μετέχοντας μυστηρίων, τοσαύτης ἀπολαύοντας δόξης, οὕτως ἀκαθάρτως βιοῦν, τοῦτό ἐστι τὸ πάντων χείριστον καὶ ἀφόρητον.
000-00-00 Serial Number=0996715188
In epistulam ad Romanos Ante [Go Back]  
 [09733]  ∆οξάζει δὲ πάλιν τὸ ἀκατάληπτον τῶν μυστηρίων τούτων ἐκπληττόμενος.
000-00-00 Serial Number=0412301362
In illud Memor fui dei Ante [Go Back]  
 [00149]  Ἀλλὰ σὺ ἀλλότριος εἶ κἀκείνων καὶ τούτων τῶν μυστηρίων·
000-00-00 Serial Number=0123245478
In illud Messis quidem multa Ante [Go Back]  
 [00201]  ἀλλ' ἐπειδὴ γνώμην εἶχε παρεσκευασμένην καὶ ἔζεε τῷ πόθῳ καὶ ἀνήφθη τῇ προθυμίᾳ, ἐπὶ τὴν χάριν εὐθέως ἔδραμε, καὶ κατεπείγει τὸν διδάσκαλον πρὸς τὴν μυσταγωγίαν αὐτὸν χειραγωγῆσαι, καὶ μεταδοῦναι τῶν ἀθανάτων ἐκείνων καὶ φρικτῶν μυστηρίων.
000-00-00 Serial Number=0804805219
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00293]  δεῦρο ἀνακαλύψω σοι πᾶν τὸ ἀπόῤῥητον τῶν μυστηρίων.
000-00-00 Serial Number=0254449725
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00287]  Ἀθο λώτου χρεία βλέμματος εἰς τὴν τῶν μυστηρίων ἐπίσκε ψιν·
000-00-00 Serial Number=0610045016
In illud Vidi dominum Ante [Go Back]  
 [00297]  [Εἰς βασίλεια γὰρ εἰσερχόμεθα τῶν οὐρανῶν, ἀστραπτόντων ἐπιβαίνομεν χωρίων.] Πολλῆς τὰ ἔνδον γέμει σιγῆς καὶ μυστηρίων ἀπορρήτων.
 [00307]  Ὄντως ἅγιος, ὅτι τοσούτων καὶ τηλικούτων μυστηρίων κατηξίωσε τὴν ἡμετέραν φύσιν, ὅτι τοιούτων ἡμᾶς ἐποίησεν ἀπορρήτων κοινωνούς.
 [01389]  Ἀλλ' ἡ μὲν τῆς νηστείας νῦν ἀναμενέτω διδασκαλία, ἡ δὲ τῶν μυστηρίων ἤδη κινείσθω, δι' ὧν καὶ αἱ νηστεῖαι.
000-00-00 Serial Number=0867172718
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00047]  καὶ εἰς τὴν ἐκκλησίαν εἰσέρχῃ, καὶ πρὸ τῶν θείων μυστηρίων ἐξέρχῃ;
000-00-00 Serial Number=0811548889
In parabolam de filio prodigo Ante [Go Back]  
 [00188]  Ἐπίστασθε τὴν πνευματικὴν εὐφροσύνην, οἱ ταύτης γευσάμενοι καὶ μεμνημένοι τῶν φρικτῶν μυστηρίων, τῶν λειτουργῶν τῆς θείας ἱερουργίας, τῶν μιμουμένων τὰς τῶν ἀγγέλων πτέρυγας ταῖς λεπταῖς ὀθόναις ταῖς ἐπὶ τῶν ἀριστερῶν ὤμων κειμέναις, καὶ ἐν τῇ ἐκκλησίᾳ περιτρεχόντων καὶ βοώντων·
 [00189]  Μή τις τῶν κατηχουμένων, μή τις τῶν μὴ ἐσθιόντων, μή τις τῶν κατασκόπων, μή τις τῶν μὴ δυναμένων θεάσασθαι τὸν Μόσχον ἐσθιόμενον, μή τις τῶν μὴ δυναμένων θεάσασθαι τὸ οὐράνιον αἷμα τὸ ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, μή τις ἀνάξιος τῆς ζώσης θυσίας, μή τις ἀμύητος, μή τις μὴ δυνάμενος ἀκαθάρτοις χείλεσι προσψαύσασθαι τῶν φρικτῶν μυστηρίων·
 [00202]  Παῦλος ὁ τῶν θείων μυστηρίων ἐξηγητὴς ἀναβοᾷ καὶ λέγει·
000-00-00 Serial Number=0768642545
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00038]  Ἀλλ' ὡς τηλικούτων μυστηρίων
000-00-00 Serial Number=0714195073
In resurrectionem domini [1] Ante [Go Back]  
 [00004]  Σφόδρα μοι καὶ νῦν, ὡς ἀεὶ, κρατεῖ τῆς διανοίας τῆς δεσποτικῆς ἀναστάσεως τὰ θαύματα, καὶ τὰ φοβερὰ τῶν μυστηρίων θεάματα καταπλήττει μου τῆς ψυχῆς τὴν ἐνθύμησιν·
000-00-00 Serial Number=0864537001
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00153]  Γενοῦ τῶν ἐμῶν μυστηρίων ὑπηρέτης ὀξύς·
 [00184]  Ὢ ξένων καὶ παραδόξων μυστηρίων! ὁ οὐρανὸς ἄνωθεν προσκυνεῖ, ὃν ὁ ποταμὸς πρὸ βρα χέων ἐπέκλυσε·
000-00-00 Serial Number=0140012681
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00201]  Σὺ δὲ ἀπετάξω πάσῃ ταύ τῃ τῇ πομπῇ, καὶ τῇ τοῦ Χριστοῦ λατρείᾳ συνετάξω κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν τῶν ἱερῶν κατ ηξιώθης μυστηρίων.
000-00-00 Serial Number=0071581244
In sanctum Romanum Ante [Go Back]  
 [00041]  Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ μυστηρίων κοινωνήσας ἀποῤῥήτων, καὶ τοσαύτης πρὸς τὸν Θεὸν ἀπολαύσας παῤῥησίας, οὐ σφόδρα αἴσθησιν ἐκείνων ἐλάμβανε τῶν ἀγαθῶν, εἰ μὴ καὶ τοὺς ἀδελφοὺς εἶδε σὺν αὐτῷ διασωζομένους.
000-00-00 Serial Number=0190388739
In sanctum pascha [1] Ante [Go Back]  
 [00123]  Μετὰ τῆς αὐτῆς παῤῥησίας καὶ τιμῆς καὶ ὁ βασιλεὺς καὶ ὁ πτωχὸς πρὸς τὴν ἀπόλαυ σιν καὶ κοινωνίαν τῶν θείων τούτων μυστηρίων ὁρ μῶσι.
 [00144]  ἀκρόα σιν θείων λογίων, εὐχὰς Πατέρων, εὐλογίας ἱερέων, τῶν θείων καὶ ἀποῤῥήτων μυστηρίων τὴν κοινωνίαν, εἰρήνην καὶ ὁμόνοιαν, καὶ πνευματικὰ δῶρα καὶ ἄξια τῆς τοῦ δωρουμένου φιλοτιμίας.
000-00-00 Serial Number=0530926704
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00059]  Ἡ μὲν θεία γραφὴ οὕτως μυστικῶς τὴν ἱερὰν ἑορτὴν προεθέσπισεν, ἡμεῖς δὲ ἤδη καθ' ἕκαστον ἀκριβώσομεν τῶν ἀνεγνωσμένων, εὐχαῖς ὑμετέραις ἐραυνῶντες τῶν γραφῶν τὰ κεκρυμμένα μυστήρια, καὶ τὴν μὲν ἀλήθειαν τῶν γεγραμ μένων οὐκ ἀναιροῦντες, τὴν δὲ ἀκρίβειαν τῶν μυστηρίων διὰ τῶν τύπων θεωροῦντες.
000-00-00 Serial Number=0105931461
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00192]  [48] Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ' ἕ καστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις, καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρα κτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα.
000-00-00 Serial Number=0528561234
In transfigurationem Ante [Go Back]  
 [00006]  οἱ τῶν ἀνεκλαλήτων μυστηρίων τῷ διδασκάλῳ κοινωνοῦντες, καὶ τῶν ἀῤῥήτων καὶ ἀθεάτων πραγμάτων αὐτόπται καὶ αὐτήκοοι γενόμενοι.
000-00-00 Serial Number=0005239785
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00014]  Ἀνέγνωμεν ὑμῖν πρώην τὸν Παύλου νόμον περὶ τῆς τῶν μυστηρίων κοινωνίας κείμενον τοῖς μεμυημένοις ἅπασιν.
 [00023]  Καθάπερ γὰρ ἐκεῖνοι, φησὶν, οἱ σφαγεῖς ἔνοχοι ἐγένοντο τοῦ αἵματος, οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες τῶν μυστηρίων·
 [00060]  ἀπὸ δὲ τῆς παῤῥησίας καὶ προθυμίας πλείων γένοιτ' ἂν πρὸς τὸ συνεχῶς τῶν ἀποῤῥήτων καὶ φρικτῶν κοινωνεῖν μυστηρίων.
000-00-00 Serial Number=0779000521
Precatio Ante [Go Back]  
 [00048]  καὶ ἐπουρανίων, καὶ φρικτῶν αὐτοῦ μυστηρίων, καὶ ἑνωθῆναι τῇ αὐτοῦ ποίμνῃ τῇ ἀληθινῇ εἰς τόπον χλόης κατασκηνοῦντα, καὶ ἐπὶ ὕδατος ἀναπαύσεως ἐκτρεφόμενον, καὶ ὑπὸ βακτηρίας τοῦ σταυροῦ ποιμαντικῶς καὶ ἀσφαλῶς ὁδηγούμενον, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
000-00-00 Serial Number=0533829153
Precatio in obsessos Ante [Go Back]  
 [00005]  Ἵνα καθαρισθεὶς ἀπὸ πάσης ἐπηρείας διαβολικῆς, ὁσίως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσῃ, ἀξιούμενος τῶν ἀχράντων μυστηρίων τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0978510737
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02354]  Περὶ φυλακῆς μυστηρίων, περὶ ἄφρονος αἰσχύνης βλαβερᾶς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»