Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μυριάκις [240]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μυριάκις


000-00-00 Serial Number=0728697956
Ad Innocentium papam i Ante [Go Back]  
 [00022]  Ἀλλ' ἡμεῖς συνειδότες ὅτι οὐ πρὸς δικαστήριον ἀφικόμεθα ἢ γὰρ ἂν μυριάκις παρεγενόμεθα, ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τά τε ἔμπροσθεν γεγενημένα καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος ∆ημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ, Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι, καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ' ἐχθρὸν πρόδηλον καὶ πολέμιον φανερόν.
 [00068]  ἀλλ' ἐκτείνεται καθ' ἑκάστην ἡμέραν τὸ δεινὸν, καὶ γέλως γεγόναμεν τοῖς πολλοῖς μᾶλλον δὲ γελᾷ μὲν οὐδεὶς, κἂν μυριάκις παράνομος ᾖ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν.
000-00-00 Serial Number=0904402375
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00085]  Ὁ δὲ Θεὸς οὐχ ἧττον ἢ πρότερον εὐεργετῶν αὐτὸν διετέλεσε, δεικνὺς ὅτι, κἂν μυριάκις ἁμάρτωμεν καὶ ἀποστραφῶμεν αὐτὸν, τὰ πρὸς σωτηρίαν ἡμῖν αὐτὸς οἰκονομῶν οὐ παύεται, ἵν' ἂν μὲν ἐπιστρέψωμεν, καὶ σωθῶμεν·
 [01220]  Καθάπερ γὰρ τὰ σφοδρῷ καταφλεχθέντα μέλη πυρὶ, κἂν μυριάκις καταψύχῃ τις, οὐδὲν ὀνίνησιν·
 [01294]  οὗ τί γένοιτ' ἂν χαλεπώτερον Ἑβραίῳ μειρακίῳ καὶ νοῦν ἔχοντι, κἂν μυριάκις εἶναι δοκῇ βασιλέως υἱός;
 [01544]  Ὁ γὰρ τὸν ἐκείνου πατέρα, τὸν ἐχθρὸν τὸν ἑαυτοῦ καὶ ἐπίβουλον καὶ μυριάκις τῆς ἀπωλείας ἐπιθυμήσαντα τῆς αὐτοῦ οὕτω δακρύσας, τί ἂν ἔπαθε τὸν ἐν ἐκείνοις παραστάντα τοῖς κινδύνοις αὐτῷ καὶ πολλάκις αὐτὸν τῆς τοῦ πατρὸς ἐπιβουλῆς ἐξελόμενον, καὶ ἀποῤῥήτων κοινωνήσαντα, [47.482] καὶ συνθήκας ὑπὲρ πολλῶν θέμενον πρὸς αὐτὸν, τοῦτον, ὅτε αὐτῷ τὰς ἀμοιβὰς ἀποδοῦναι τῶν εὐεργεσιῶν κείνων ἠδύνατο, τότε ἐξαρπασθέντα τοῦ βίου μαθών;
000-00-00 Serial Number=0145294487
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00171]  Κἂν γὰρ μυριάκις ἀποθάνωμεν, κἂν πᾶσαν ἀρετὴν ἐπιδειξώμεθα, οὐδὲ τὴν ἀξίαν ἀποδεδώκαμεν τῶν εἰς ἡμᾶς ὑπηργμένων παρὰ τοῦ Θεοῦ τιμῶν.
000-00-00 Serial Number=0556102037
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00177]  αὐτὸς γάρ ἐστιν ὁ μυριάκις ἀνὼ καὶ κάτω Κορινθίοις ἐγκαλῶν ὅτι αὐτὸν εἰς μετανοίαν οὐ κατέστησαν·
 [00508]  Κἂν γὰρ μυριάκις ἀπογνῷς σεαυτοῦ, ἡμεῖς οὐκ ἀπογνωσόμεθά σού ποτε, οὐδὲ ὅπερ ἑτέροις ἐγκαλοῦμεν αὐτοὶ πεισόμεθα·
 [00514]  Ἀλλ' ὅμως οὐδὲ οὕτως ἀπογνωσόμεθά σου, κἂν μυριάκις τοῦτο πάθῃς, ἴσως γὰρ ἴσως ἔσται τις ἐπάνοδος πρὸς τὴν ἀρετὴν καὶ ἀποκατάστασις πρὸς τὸν πρότερον βίον.
000-00-00 Serial Number=0610727727
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00083]  Τὸ γὰρ ἐπουρανίῳ συναφθέντα νυμφίῳ τοῦτον μὲν ἀφεῖναι, γυναικὶ δὲ ἑαυτὸν συνάψαι, μοιχεία τὸ πρᾶγμα, κἂν μυριάκις αὐτὸ σὺ γάμον καλῇς·
000-00-00 Serial Number=0523205638
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00918]  Τί δαὶ ὁ Μωυσῆς ὑπὸ τοσούτου δήμου μυριάκις καταλευσθεὶς καὶ παρὰ τῶν εὐεργετηθέντων ἐπιβουλευθείς;
 [01010]  οἱ τοσαύτας σφαγὰς ὑπομείναντες καὶ οὐχὶ πρὸς Ἡρώδην, ἀλλὰ πρὸς τοὺς κρατοῦντας τῆς οἰκουμένης ἁπάσης ἀποδυσάμενοι καὶ οὐχὶ γάμῳ παρανομουμένῳ, ἀλλὰ νόμοις πατρῷοις καὶ θεσμοῖς Ἐκκλησίας ἐπηρεασθεῖσι παραστάντες καὶ διὰ τῶν ῥημάτων καὶ διὰ τῶν πραγμάτων παρρησίαν ἐπιδειξάμενοι καὶ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκοντες καὶ ἄνδρες καὶ γυναῖκες καὶ παῖδες, πῶς οὐκ ἂν εἶεν δίκαιοι μυριάκις εἰς τὸν τῶν μαρτύρων καταλεγῆναι χορόν.
 [01201]  [24.6] Καὶ ὄψονται μὲν αὐτοὺς κολαζομένους, ἐξαρπάσαι δέ, κἂν μυριάκις βουληθῶσι, τῆς κολάσεως οὐ δυνήσονται·
000-00-00 Serial Number=0744206965
Ad illuminandos catecheses Ante [Go Back]  
 [00227]  κἂν γὰρ μυριάκις θαυμαστὸς ᾖ καὶ μέγας ὁ τὸν νόμον παραβαίνων τοῦτον, δώσει πάντως τὴν ἐπὶ τῇ παραβάσει κειμένην τιμωρίαν·
000-00-00 Serial Number=0643397808
Ad populum Antiochenum Ante [Go Back]  
 [00412]  κἂν μυριάκις ἴδῃς διακόπτοντά σε τὸν διάβολον, μηδέποτε ἀποστῇς.
 [00423]  ὁ δὲ σφοδρὸς καὶ διεγηγερμένος, κἂν μυριάκις ἐγκόπτηται.
 [01033]  Φάρμακόν ἐστιν ἡ νηστεία, ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾖ, πολλάκις ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου.
 [01994]  αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τὰς πολυορκίας, οὐδ' ἂν μυριάκις τις ἀναγκάσῃ, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν.
 [02510]  Καὶ ποία συγγνώμη, τίς δὲ ἡμῖν ἔσται ἀπολογία, κἂν μυριάκις συνήθειαν προβαλλώμεθα;
 [04167]  Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, ἡ τοῦ σώματος φύσις ἐλέγχεται οὐδὲν ἀπὸ τῆς κατὰ τὴν ψυχὴν φιλοσοφίας εἰς τὴν οἰκείαν ὑγίειαν ὠφελουμένη·
 [05075]  Πολλοὶ γοῦν τῶν ὑγιαινόντων καὶ αὐτοὶ μυριάκις ηὔξαντο ἀποθανεῖν, τὰς ἐπαγομένας αὐτοῖς οὐκ ἐνεγκόντες ἐπηρείας.
000-00-00 Serial Number=0946740806
Adversus Judaeos Ante [Go Back]  
 [01076]  Ἂν γὰρ ὁ τὸν καιρὸν μὲν παραβὰς ἵνα εἴσω ποιήσῃ τῆς πόλεως, ἀποδοχῆς ἄξιος ὢν φανῇ, ὁ δὲ τὸν καιρὸν μὲν φυλάξας, καταλιπὼν δὲ τὸν τόπον, ἐγκλημάτων καὶ κατηγορίας ὥσπερ ἀσεβήσας, εὔδηλον, ὅτι καὶ οὗτοι παρανομοῦσιν, ἐν τῷ τόπῳ μὴ ποιοῦντες, κἂν μυριάκις λέγωσι τὸν καιρὸν τηρεῖν.
 [01092]  Ὥστε κἂν μυριάκις δοκῶσι μὴ παραβαίνειν τὸν καιρὸν, ἐσχάτην παρανομίαν παρανομοῦσι.
 [01318]  κἂν μυριάκις ἀναισχυντῇ πρὸς τὴν πρόῤῥησιν ταύτην ἀντιβλέψαι οὐχ ἕξει.
 [01346]  Ἀλλ' οὐκ ἀνέξεται τῶν πραγμάτων ἡ μαρτυρία, κἂν μυριάκις αὐτὸς φιλονεικῇς.
 [02729]  Πάντως οὐκ ἀνέξεται, ἐὰν ᾖ Χριστιανὸς, κἂν μυριάκις ἰουδαΐζῃ, οὐκ ἀνέξεται εἰπεῖν ὅτι Ἐπαινῶ·
 [02827]  Κἂν μυριάκις ὁ πυρετὸς καταφλέγῃ, ἡ ψυχή σου πάσης δρόσου καὶ πάσης νοτίδος παραμυθίαν εἰσάγει σοι βελτίω καὶ λυσιτελεστέραν.
000-00-00 Serial Number=0971465230
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00193]  ∆ιὸ καὶ λογισμὸν ἔθηκε τὸν ἅπαντας ἀνθρώπους πείθοντα, μηδὲν πλέον φρονεῖν τῶν οἰκετῶν, κἂν μυριάκις ὦσι δεσπόται.
000-00-00 Serial Number=0280531704
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00097]  τοῖς δὲ παροῦσι, κἂν μυριάκις ἦτε φιλογέλωτες, οὐκ ἀπιστήσετε·
 [00399]  Ἐρήσομαι δέ σε πάλιν, εἰ καὶ ὑπερβαλέσθαι τῷ πλούτῳ πάντας καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπαλλαγῆναι ἐνῆν, ἆρα οὐκ ἂν μυριάκις ταύτην εἵλου τὴν περιουσίαν, ὥστε μήτε βασκανίας, μήτε συκοφαντίας, μήτε φροντίδος, μήτ' ἄλλου μηδενὸς τῶν τοιούτων ἀνέχεσθαι;
 [00586]  Καίτοι τί τοσοῦτον ἔδωκας ἂν αὐτῷ, εἰ μυριάκις αὐτὸν βασιλέα τῆς οἰκουμένης ἐποίησας, καὶ ἐπὶ μυρίοις ἔτεσι τὴν βασιλείαν ἐξέτεινας;
 [00693]  Σὺ δὲ τοιαύτην τρυφὴν τὸν υἱὸν ἐβούλου τρυφᾷν, δι' ἣν ἂν μετενόησε μυριάκις, καὶ ἤλγησεν ἐν γήρᾳ γενόμενος.
 [01029]  εἰ γὰρ πολλῷ τῷ χρόνῳ ταῖς θείαις ᾠδαῖς ἐπᾳδόμενος ἰσχύσειε τὰ προσπεσόντα ἀπελάσαι νοσήματα, οὐκ ἐπαινεῖν αὐτὸν δεῖ καὶ στεφανοῦν μυριάκις;
 [01098]  Οὐ τοίνυν σιγήσομεν, κἂν μυριάκις αἰσχύνεσθαι μέλλωμεν καὶ ἐρυθριᾷν.
 [01138]  κἂν μυριάκις καχλάζῃ, τοὺς τῆς φύσεως οὐκ ἀνατρέπει νόμους.
 [01348]  Ὥστε εἴ τίς μοι ψυχὴν καὶ νῦν ἐδείκνυ τοιαύτην, καὶ παιδαγωγὸν παρεῖχε τοιοῦτον, καὶ τὰ ἄλλα πάντα ὁμοίως [ἐπιμελεῖσθαι] ἐπηγγείλατο, μυριάκις ἂν ηὐξάμην τοῦτο γενέσθαι μᾶλλον τῶν γεννησαμένων αὐτῶν.
 [01668]  ὅτου τις ἂν ἐρῶν τύχῃ γνησίως, κἂν μὴ τοῦ παντὸς, μηδὲ τοῦ ἀνωτάτω περιγένηται, τοῦ γοῦν μέσου, μᾶλλον δὲ καὶ τοῦ μετ' ἐκεῖνον μυριάκις ἂν ἕλοιτο ἐπιτυχεῖν.
000-00-00 Serial Number=0641113043
Catecheses ad illuminandos Ante [Go Back]  
 [00145]  Αὕτη γὰρ κἂν μυριάκις ὦμεν ἀναίσθητοι καὶ λανθάνειν τοὺς πολλοὺς βουλώμεθα, τὸ συνειδὸς διεγείρει καθ' ἡμῶν τὸν δικαστὴν τὸν ἀδέκαστον κἀκεῖνος διηνεκῶς κατεξανιστάμενος ἀδιάλειπτον ἡμῶν τὴν ὀδύνην ἐργάζεται, καθάπερ δήμιός τις καταξαίνων καὶ ἄγχων τὸν λογισμὸν καὶ δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος.
 [00879]  Ὅταν γὰρ ἴδῃ μὴ μόνον ἀστράπτοντα τὰ ὅπλα ἀλλὰ καὶ ὑμᾶς πανταχόθεν πεφραγμένους καὶ τὸν τῆς διανοίας ὑμῶν θησαυρὸν καθάπερ οἶκόν τινα μετὰ ἀκριβείας ἠσφαλισμένον, ἐγκαλυψάμενος ἄπεισιν, εἰδὼς ὡς οὐδὲν αὐτῷ πλέον ἔσται κἂν μυριάκις ἐπιθέσθαι ἐπιχειρήσῃ.
 [01117]  Κἂν γὰρ μυριάκις πολλὴν αὐτῶν ποιώμεθα τὴν ἐπιμέλειαν, καὶ ὑπὸ τοῦ χρόνου δαπανᾶται καὶ παλαιωθέντα ἀφανίζεται καὶ κείμενα ὑπὸ σητῶν ἀναλίσκεται καὶ πολλὰ ἕτερά ἐστι τὰ λυμαινόμενα τὰ ἱμάτια ταῦτα τὰ αἰσθητά.
 [01261]  Οὐδὲ γὰρ οἷόν τε κἂν μυριάκις ἀσφαλισώμεθα μὴ πολλοῖς καὶ διαφόροις σφάλμασιν ὑπευθύνους ἡμᾶς καταστῆσαι·
000-00-00 Serial Number=0383526742
Commentarius in Job Ante [Go Back]  
 [00810]  ὅτι κἂν μυριάκις πέσῃ, οὐδέποτε ἀπαγορεύει ὁ διάβολος, ἀλλ' ἵσταται ἀναισχύντως.
000-00-00 Serial Number=0621312499
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00133]  Κἂν γὰρ μυριάκις φιλοσοφῇς, δι' αὐτῶν ἐλέγχῃ τῶν πραγμάτων, οὐ τὴν τυχοῦσαν δεχόμενος βλάβην ἀπὸ τῆς συνοικήσεως ταύτης.
000-00-00 Serial Number=0700374663
Contra theatra Ante [Go Back]  
 [00060]  Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
000-00-00 Serial Number=0523429871
De Anna i Ante [Go Back]  
 [00307]  ἀλλὰ κἂν μυριάκις ἀπολαύῃ τῆς εὐημερίας, τὴν ἐκ τῆς πληγῆς ταύτης ὀδύνην ἐγγινομένην αὐτῇ οὐκ ἄν ποτε ἀποκρούσαιτο.
000-00-00 Serial Number=0561039150
De Davide et Saule Ante [Go Back]  
 [00564]  οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ ∆αυῒδ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὴν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς ἐνοχλῇ καὶ συγχέῃ τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν.
 [00606]  Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν πολέμιον σώζων, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ [54.700] δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γενόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτ' εἰδὼς, ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται, εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει·
 [00607]  μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους, καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, ὅτι Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω διὰ τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπασχε διὰ τὸν Θεόν.
 [00688]  ἀλλὰ κἂν μυριάκις ὀξυδερκὲς ἔχωμεν τὸ ὄμμα, οὐκ ἰσχύομεν ἀντιλαβέσθαι τῆς ἄνω φαιδρότητος.
 [00866]  Τὸ γὰρ ἀσπάζεσθαι καὶ φιλεῖν τοὺς παῖδας τοῦ μυριάκις αὐτὸν ἀνελεῖν ἐπιχειρήσαντος, καὶ οὕτω τὴν ζωὴν καταλύσαντος, εἰς ἐκεῖνον αὐτὸν τελεῖν ποιεῖ τὸν χορόν.
000-00-00 Serial Number=0865386605
De Joseph et de castitate Ante [Go Back]  
 [00019]  Ὁ γὰρ τῇ γνώμῃ ἐλεύθερος, κἂν μυριάκις πραθῇ, οὐδ' ἅπαξ δουλοῦται·
 [00020]  ὥσπερ πάλιν δοῦλος τοῖς τρόποις, κἂν μυριάκις ἐλευθερωθῇ, οὐδ' ἅπαξ ἐλευθεροῦται·
000-00-00 Serial Number=0888318360
De Lazaro Ante [Go Back]  
 [00465]  Καὶ γὰρ ὁ μοιχεύων, κἂν μυριάκις ᾖ πλούσιος, κἂν μηδένα κατηγοροῦντα ἔχῃ, οὐ παύεται ἑαυτοῦ κατηγορῶν ἔνδον·
 [01450]  ἀλλὰ, κἂν ἅπαξ, κἂν δεύτερον, κἂν τρίτον, κἂν μυριάκις εἴπῃ, καὶ παρακούσῃς, πάλιν ἐρεῖ, καὶ οὐκ ἀφίσταται ἕως ἐσχάτης ἀναπνοῆς·
 [02365]  Ὃν μυριάκις παρέδραμες, ὃν οὐδὲ ἰδεῖν ἠθέλησας, τοῦτον νῦν αἰτεῖς πεμφθῆναί σοι εἰς σωτηρίαν;
 [02457]  Εἰ καὶ δίκαιος ᾖ τις, κἂν μυριάκις ᾖ δίκαιος, καὶ πρὸς αὐτὴν ἀναβῇ τὴν κορυφὴν, ὥστε ἀπηλλάχθαι ἁμαρτημάτων, οὐ δύναται καθαρὸς εἶναι κηλῖδος, κἂν μυριάκις ᾖ δίκαιος, ἀλλ' ἄνθρωπός ἐστι.
000-00-00 Serial Number=0449100733
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00057]  Ἔξεστιν, ἂν θέλεις, μυριάκις ἀποθανεῖν ὑπὲρ τοῦ ∆εσπότου τοῦ σοῦ.
000-00-00 Serial Number=0565520704
De consubstantiali Ante [Go Back]  
 [00017]  ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ κἂν μυριάκις ὁ λέγων νήφῃ, οἱ δὲ ἀκούοντες μὴ τὴν αὐτὴν ἀγρυπνίαν ἐπιδείκνυνται, καταποντισθεὶς ἡμῖν ὁ λόγος οἰχήσεται, οὐχ εὑρὼν διάνοιαν τὴν ὑποδεξαμένην αὐτόν.
000-00-00 Serial Number=0757459521
De fato et providentia Ante [Go Back]  
 [00167]  Ἡμῖν γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἀραχνίων ἀσθενέστερα τὰ ἐκείνων φαίνεται, τοῖς τεθεμελιωμένοις τῇ πίστει, κἂν μυριάκις ἡμῶν ἐπᾴδωσι τὰς ἀκοὰς, τοσούτῳ πλείω τὸν γέλωτα ὀφλισκάνουσι παρ' ἡμῶν, καθάπερ οἱ μεμηνότες καὶ τῶν οἰκείων φρενῶν ἐξεστηκότες·
 [00430]  ἐὰν δὲ εἰς τοὐναντίον στρέψῃ τὸν ἄτρακτον ἡ Κλωθὼ, κἂν μυριάκις πονῆται, πέρας οὐδὲν αὐτῷ τῶν πόνων ἔσται καὶ ἱδρώτων.
000-00-00 Serial Number=0745546877
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00086]  Καὶ ὅτι τοῦτο οὕτως ἂν ἔχοι, εἴ τις αὐτοῖς αἵρεσιν ἔδωκεν ἀναλαβεῖν ἐκεῖνα τὰ χρήματα ἢ καὶ τὸ τρίτον ἢ καὶ τὸ πολλοστόν, καὶ μηδεμίαν ἀκηκοέναι τοιαύτην φωνήν, νομίζεις οὐχὶ μυριάκις ἂν εἵλοντο;
000-00-00 Serial Number=0527073383
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00054]  οὐ γὰρ υἱόν, ἀλλ' ἑαυτὸν μυριάκις κατέθυσεν, ὅπερ ἔφθην εἰπών.
 [00127]  Τούτου γὰρ ἴσον οὐδέν, κἂν μυριάκις ὦσιν ἀσώματοι·
 [00349]  ὁ γὰρ μυριάκις ἑαυτὸν θανάτοις ἐκδούς, πολλῷ μᾶλλον οὐδὲ χρημάτων ἐφείσατο, εἴ γε παρῆν.
 [00928]  Τὸν γὰρ τὴν διακονίαν ταύτην ἐγκεχειρισμένον, οὐχὶ χαῦνόν τινα εἶναι χρή, οὐδὲ ἀναπεπτωκότα, ἀλλὰ ἀνδρεῖον καὶ εὔτονον, μηδὲ ἅπτεσθαι τῆς καλῆς πραγματείας ταύτης, εἰ μὴ μέλλοι μυριάκις ἀντεπιδιδόναι τὴν ἑαυτοῦ ψυχὴν εἰς θάνατον καὶ κινδύνους, καθὼς καὶ αὐτός φησιν ὁ Χριστός·
000-00-00 Serial Number=0632628143
De libello repudii Ante [Go Back]  
 [00047]  δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ.
000-00-00 Serial Number=0903061032
De mutatione nominum Ante [Go Back]  
 [00593]  Κἂν γὰρ μυριάκις εἶ σοφὸς, καὶ τὰ δέοντα συνορῶν, ἀλλ' ἄνθρωπος εἶ, καὶ χρείαν ἔχεις συμβούλου.
 [00597]  ἄνθρωποι δὲ, κἂν μυριάκις ὦμεν σοφοὶ, μυριάκις ἐλεγχόμεθα, καὶ τὸ τῆς φύσεως ἡμῶν ἀσθενὲς διαφαίνεται.
 [01065]  Κἂν γὰρ μυριάκις ὦσιν ὀλίγωροι καὶ ἀναίσχυντοι καὶ φονικοὶ, τὸ συνεχὲς ὑμῶν τῆς προαιρέσεως ἐρυθριάσαντες, ἀποστήσονταί ποτε τῆς ῥᾳθυμίας.
 [01066]  Οὐ γάρ εἰσιν ἐκείνου τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν οὐκ εἰδότος οὐδὲ ἀνθρώπους αἰσχυνομένου χαλεπώτεροι, κἂν μυριάκις ὦσιν ἀναίσθητοι·
000-00-00 Serial Number=0517970860
De non iterando conjugio Ante [Go Back]  
 [00004]  τὸ δὲ τὰς μυρία ἀνασχομένας κακά, πολλάκις δὲ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης ἀναπεισθείσας, μακαρίσαι μὲν τὰς ἀπηλλαγμένας τῶν τοῦ κόσμου πραγμάτων, ἐπαρᾶσθαι δὲ μυριάκις ἑαυταῖς καὶ ταῖς προμνηστευτρίαις καὶ τῇ ἡμέρᾳ καθ' ἣν αἱ παστάδες ἐπλέκοντο, ταύτας δὲ μετὰ τοσαύτην ἀποδυσπέτησιν πάλιν τῶν αὐτῶν πραγμάτων ἐπιθυμεῖν, τοῦτό ἐστι τὸ μάλιστά με ἐκπλῆττον καὶ ποιοῦν ἀπορεῖν, καὶ τὴν αἰτίαν ἐπιζητεῖν δι' ἣν τὰ πράγματα, ἃ πρότερον ἐνόμιζον εἶναι φευκτά, ὅτε ἦσαν ἐν αὐτοῖς, ταῦτα νῦν, ὅτε αὐτῶν ἀπηλλάγησαν, ὡς ποθεινὰ πάλιν διώκειν.
000-00-00 Serial Number=0832115889
De paenitentia [1] Ante [Go Back]  
 [02333]  Ἐὰν γὰρ δὶς, ἐὰν γὰρ τρὶς, ἐὰν γὰρ ἑκατοντάκις, ἐὰν γὰρ μυριάκις, οὐκ ἔστι θαυμαστόν·
 [02427]  Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο, ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν·
000-00-00 Serial Number=0100557268
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00127]  Κἂν μυριάκις ἁμαρτάνῃς, μυριάκις ἐξομολόγησαι·
 [00138]  ∆ιὰ τοῦτο, ἐὰν ἐννοήσῃς ὅτι καὶ τῶν ἄκρων ἁμαρτημάτων, φόνου καὶ μοιχείας, γέγονε θεραπεία καὶ ἴασις πρὸς τὸν προφήτην, κἂν μυριάκις ἁμαρτάνῃς, εἰς ἐξομολόγησιν ἑαυτὸν παραδῷς.
000-00-00 Serial Number=0600103736
De patientia sermo 1 Ante [Go Back]  
 [00303]  κἂν γὰρ μυρία εἰσενέγκῃς μοι δόγματα, κἂν μυριάκις παραινεῖν δοκιμάσῃς τοῦ μὴ θρηνεῖν γονεῖς τὰ ἑαυτῶν τέκνα, οὐ [60.729] πείσεις, διὰ τὸν Θεὸν τὸν ὁρίσαντα οὕτω, καὶ τὸν δεσμὸν τῆς φύσεως συνδήσαντα, καὶ τὸ πῦρ πρὸς τὰ τέκνα περὶ τῶν σπλάγχνων τῶν γονέων ἐνθήσαντα.
000-00-00 Serial Number=0374352515
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00189]  καὶ γὰρ μυριάκις ἀκούοντες, σαφῶς εἰδέναι οὐκ εἶχον·
000-00-00 Serial Number=0670441628
De sacerdotio Ante [Go Back]  
 [00311]  {ΙΩ.} Ἀλλ' οὐδὲ αὐτὸς πρότερον, ἔφην, ἐπ' ἐκεῖνα πορεύσομαι ἕως ἂν διαλύσωμαι τὰ πρὸς σέ, κἂν μυριάκις αὐτὸς ἡμᾶς τῶν ἐγκλημάτων ἐθέλῃς ἀπολύειν.
 [00369]  ∆εῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν.
 [00845]  Ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς καὶ ἀγνοοῦντας ἁμαρτεῖν , ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον καὶ τὸ διχοτομηθῆναι καὶ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι.
000-00-00 Serial Number=0613167942
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00737]  ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθήσῃ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος [63.590] περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως·
 [00798]  Ἄνθρωπον μὲν γὰρ παροξύνων, καὶ φίλους καὶ γείτονας καὶ θυρωροὺς παρακαλεῖς, καὶ χρήματα δαπανᾷς, καὶ πολλὰς ἀναλίσκεις ἡμέρας προσιὼν καὶ δεόμενος, κἂν ἅπαξ, κἂν δὶς, κἂν μυριάκις σε διακρούσηται παροξυνθεὶς, καθάπαξ οὐκ ἀναπίπτεις, ἀλλ' ἐναγώνιος μᾶλλον γενόμενος πλείονα τὴν ἱκετηρίαν τίθης·
 [01040]  Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινὸς, οὕτως οὐδὲ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρων διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὔτε παρὰ ἀνθρώποις, οὔτε παρὰ Θεῷ, κἂν μυριάκις τὴν τῆς φύσεως ἐπιθυμίαν προβάλληται.
 [01606]  Κἂν γὰρ μυριάκις αὐτοῦ τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος.
 [02882]  ὁ δὲ ἐπιθυμήσας ἰδεῖν, πρότερον καταβαλὼν τὸν λογισμὸν, καὶ μολύνας αὐτὸν μυριάκις, τότε τὴν ἀπὸ τῆς ἐπιθυμίας ἐκβάλλει κηλῖδα, ἐὰν ἐκβάλλῃ ἄρα.
 [02897]  δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ κατὰ τοὺς παρὰ τοὺς ἔξωθεν κειμένους νόμους, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ.
 [03248]  Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συνειδότος οὐ διαφθείρεται·
 [03677]  ὃς καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ ∆αυῒδ, αὐτὸς μυριάκις ἐπεβουλεύσατο·
 [03695]  εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει, μυριάκις δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους.
 [04128]  Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται.
 [04706]  κἂν μυριάκις ἴδῃς διακόπτοντά σε τὸν διάβολον, μηδέποτε ἀποστῇς·
 [06103]  Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη;
 [06335]  Οὐδὲ γὰρ υἱὸν κατέθυσεν οὗτος, ἀλλ' ἑαυτὸν μυριάκις κατέλυσε·
 [06422]  Οἱ γὰρ πρὸς τὰ παρόντα κεχηνότες, κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι πολλὴν, ἐν τάξει δούλων καὶ ἀνδραπόδων τοῖς τὴν ἀρετὴν μετιοῦσίν εἰσιν.
 [06722]  Εἰ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ' ἐκείνης·
 [06787]  αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τοὺς ὅρκους, οὐδ' ἂν μυριάκις ἀναγκάσῃ τις, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν.
 [07573]  Οὐδὲ γὰρ υἱὸν κατέθυσεν οὗτος, ἀλλ' ἑαυτὸν μυριάκις κατέθυσε·
 [08901]  ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθῇ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισε, τὴν δὲ οὐλὴν οὐκ ἐξήλειψεν·
 [09169]  Ἀλλὰ καὶ ἐνταῦθα τὰ πρωτεῖα παρὰ τῷ Παύλῳ ὄντα εὑρήσομεν, ὃς οὐχὶ υἱὸν, ἀλλ' ἑαυτὸν μυριάκις κατέθυσεν, ὅπερ ἔφθην εἰπών.
 [09242]  Τούτου γὰρ ἴσον οὐδὲν, κἂν μυριάκις ὦσιν ἀσώματοι·
 [09422]  Καὶ οἱ μὲν βασιλεῖς, κἂν μυριάκις ὦσι βασιλεῖς, ἅτε ἄνθρωποι ὄντες, καὶ εὐπορίαν δαπανωμένην ἔχοντες, καὶ φιλοτιμίαν ἀναλισκομένην, τὰ ὀλίγα πολλὰ φιλοτιμοῦνται δεῖξαι·
 [09986]  οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις πλουτῶσιν·
 [09999]  Ἐκεῖνοι διὰ τὸν φόβον τὸν ἡμέτερον ὑβρίζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστήκασι σιγῶντες·
 [09999]  Κἂν μυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ παύσομαι.
 [09999]  Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουμένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ πρὸς τὸ πολλοστὸν τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν;
000-00-00 Serial Number=0229508042
Epistula ad episcopos Ante [Go Back]  
 [00019]  συκοφαντεῖν οὐχ αἱρούμεθα, ἀλλὰ ἀποθνήσκειν μυριάκις.
000-00-00 Serial Number=0234430611
Epistulae Ante [Go Back]  
 [02359]  Οὐ γὰρ ἡσυχάσομεν καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τοῦτο ποιοῦντες, κἂν μυριάκις καὶ εἰς τὴν Κωνσταντινούπολιν ἀποστεῖλαι δέῃ, ὥστε πολλήν σοι γενέσθαι τὴν εὐκολίαν, οὐδὲ τοῦτο παραιτησόμεθα.
 [02495]  Καὶ ταῦτα λέγω οὐχ ἕλκων σε ἐνταῦθα κἂν μυριάκις αὐτὸς θέλῃς πολλῶν γὰρ ἅπαντα πολέμων ἐμπέπλησται, καὶ τοῦτο εἴσῃ διὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων, ἀλλ' ἵνα μάθῃς ὅτι οὐδὲ ἡμεῖς, καίτοι γε ἡσυχίας καὶ ἀπραγμοσύνης πολλῆς ἀπολαύοντες, ἀλύπως δυνάμεθα εἶναι ἐνταῦθα τῆς σῆς κεχωρισμένοι τιμιότητος, καὶ τοῦτο μαθὼν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, μὴ μόνον διὰ τῶν παρ' ἡμῶν ἐκεῖσε ἐρχομένων, ἀλλὰ καὶ διὰ τῶν ἐκεῖθεν ἁπτομένων τῆς ὁδοῦ καὶ τῆς ἐνταῦθα ἀφίξεως.
000-00-00 Serial Number=0095334291
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00696]  Πλὴν ἀνάγνωθι ἐκείνας καὶ οὐκ ἔτι ταῦτα ἐρεῖς, κἂν μυριάκις φιλονεικῇς ἀθυμεῖν.
 [01188]  Οἱ μὲν γὰρ κυβερνῆ ται, κἂν μυριάκις ὦσι σοφοὶ τὴν ἐπιστήμην ἐκείνην, ἀλλ' οὐκ ἔχουσι τέχνην ἀρκοῦσαν ἀντιστῆναι παντὶ χειμῶνι·
 [01202]  σὺ δὲ μυριάκις τὴν ἐσχάτην νύσσαν περιελθοῦσα καθ' ἕκαστον δρόμον τὸ βραβεῖον ἥρπασας, ποικίλα παλαισμάτων ἐπιδειξαμένη καὶ ἀγώνων εἴδη·
000-00-00 Serial Number=0573109090
Expositiones in Psalmos Ante [Go Back]  
 [01151]  κἂν πρὸς παιδίον φθεγγώμεθα, συμψελλίζομεν, κἂν μυριάκις ὦμεν σοφοὶ, πρὸς τὴν ἐκείνου συγκαταβαίνομεν ταπεινότητα.
 [01188]  Ταύτης πάντες δεόμεθα τῆς φωνῆς, κἂν μυριάκις ὦμεν μυρία κατωρθωκότες, κἂν πρὸς ἄκραν ἥκοντες δικαιοσύνην.
 [01790]  καὶ ὅπως, κἂν μυριάκις μισώμεθα, μὴ μισῶμεν, μηδὲ ἀποστρεφώμεθα·
 [02333]  Κἂν γὰρ μυριάκις πονηρός τις ᾖ, τὸ κριτήριον τοῦ συνειδότος οὐ διαφθείρεται·
 [02486]  Καὶ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ' ἐκείνης.
 [03262]  Οὐ γὰρ πάντως κρίνουσι δικαιοσύνην, κἂν μυριάκις ὦσι δίκαιοι, ποτὲ μὲν ἀγνοίᾳ, ποτὲ δὲ ῥᾳθυμίᾳ ἀγνοοῦντες τὸ δίκαιον·
 [04048]  Εἰ πάντων τούτων ἑαυτὸν ἀποστήσας, ἐκκρεμασθείης τῆς ἐλπίδος τοῦ Θεοῦ, κἂν μυριάκις
 [05025]  Οὐ γὰρ πάντως κρίνουσι δικαιοσύνην, κἂν μυριάκις ὦσι δίκαιοι, ποτὲ μὲν ἀγνοίᾳ, ποτὲ δὲ ῥᾳθυμίᾳ ἀγνοοῦντες τὸ δίκαιον·
 [05811]  Εἰ πάντων τούτων ἑαυτὸν ἀποστήσας, ἐκκρεμασθείης τῆς ἐλπίδος τοῦ Θεοῦ, κἂν μυριάκις
000-00-00 Serial Number=0895827174
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01778]  Ὡς γὰρ ὁ ἄργυρος, φησὶ, πολὺν ἔχων χαλκὸν, κἂν μυριάκις σχοίη ἐπιμεμιγμένον τὸν μόλιβδον, μένει ἀκάθαρτος οὐκ ἀμιγὴς ὢν χαλκοῦ, οὕτω καὶ οὗτοι τῆς πονηρίας οὐκ ἐξέστησαν.
000-00-00 Serial Number=0847045481
Fragmenta in Job Ante [Go Back]  
 [00380]  Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρὸς, τοῦ ἀλάστορος ἐκείνου δαίμονος, καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου, πονηρότερον ἂν προσβάλλοι, οὐδὲ πικρότερον·
000-00-00 Serial Number=0672772884
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00127]  Κἂν γὰρ μυριάκις τὴν ὀφρὺν ἀνασπάσῃ καὶ μέγα κομπάσῃ, εἰς τάφον ἀπελθὼν, καὶ δυσωδίας προσπιπτούσης αἰσθανόμενος, καὶ τῆς εὐτελείας ἡμῶν ἀναμνησθεὶς, καταστέλλεται καὶ συμπίπτει, καὶ πρὸς αὐτὸν καταβαίνει τὸν ᾅδην.
000-00-00 Serial Number=0844943702
In Acta apostolorum Ante [Go Back]  
 [02420]  Καὶ μὴν οἱ ἐν τοῖς ὄρεσι ταῦτα λέγειν ὤφειλον, οἱ μετὰ σωφροσύνην καὶ χρημάτων ὑπεροψίαν καὶ τὴν τῶν ἄλλων καταφρόνησιν, πατέρα, καὶ οἰκίας, καὶ ἀγροὺς, καὶ γυναῖκα, καὶ παιδία ἀφεῖναι μυριάκις ἑλόμενοι.
 [07868]  Βέλτιον κατορυγῆναι μυριάκις, ἢ ταῦτα τὸν Θεὸν ἀκοῦσαι δι' ἡμᾶς.
 [07988]  Εἰ γὰρ λίθινος ἦς, εἰ γὰρ ἀναισθήτων καὶ ἀψύχων νωθέστερος, οὐκ ἂν ἐπεθύμησας ἐκείνων γενέσθαι μυριάκις;
 [09248]  Ὅταν [60.210] δὲ ἀναγκάζηται ὁ ἡνίοχος ἕλκειν αὐτὸν, καὶ καταπεσόντα μυριάκις νύττων μὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔμπειρος ᾖ, τῆς νίκης ἀποστερηθήσεται.
 [09999]  Εἶπον μὲν μυριάκις μυρία, ἐροῦμεν δὲ καὶ νῦν.
 [09999]  οὕτω καὶ ἐνταῦθα, βασάνισον μυριάκις τὸν τοιοῦτον λογισμὸν, καὶ ταχέως ὄψει τὸ βαρβαρικὸν φρόνημα.
 [09999]  Οὐκ ἴστε τὴν τυραννίδα τῶν ὠδινῶν τῶν πνευματικῶν, πῶς μυριάκις ἕλοιτο ἂν κατακοπῆναι ὁ τοῦτον τὸν τόκον ὠδίνων, ἢ τῶν τεχθέντων ἕνα ἀπολλύμενον ἰδεῖν καὶ διεφθαρμένον;
 [09999]  μυριάκις ἐκρίθην·
000-00-00 Serial Number=0317872167
In Christi ascensionem Ante [Go Back]  
 [00023]  ᾧ κἂν μυριάκις ἀπαναισχυντήσῃς, ἀντειπεῖν οὐ δύνασαι.
000-00-00 Serial Number=0118264019
In Isaiam Ante [Go Back]  
 [01995]  Ἀλλ' οὐκ ἂν ἔχοι δεῖξαι, κἂν μυριάκις ἀναισχυντῇ.
000-00-00 Serial Number=0497056723
In Joannem Ante [Go Back]  
 [00207]  κἂν μυριάκις καταγελῶσιν Ἕλληνες τῆς τῶν ὀνομάτων ἀγροικίας, οὐδὲν ἧττον μετὰ πλείονος αὐτὰ τῆς παῤῥησίας ἐρῶ·
 [03610]  Εἰ δὲ καλῶν τις μὴ ὑπακούοι, καὶ τὰ ἀναπαύοντα αὐτὸν μὴ πράττοι, κἂν μυριάκις λέγῃ τῇ παρουσίᾳ χαίρειν, οὐκ ἂν πιστευθείη ποτὲ παρὰ τοῦ ξενιζομένου, δικαίως.
 [05165]  Εἰ γὰρ μυριάκις βοῶν, καὶ τῶν πρωτείων ἀεὶ τῷ Χριστῷ παραχωρῶν, καὶ τοσοῦτον ἑαυτὸν ἐλαττῶν, οὐκ ἔπεισεν αὐτοὺς αὐτῷ προσδραμεῖν·
000-00-00 Serial Number=0708273828
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00190]  Οὐ δέδοικα αὐτὸν (ἐχθρὸς γάρ ἐστι τοῦ Θεοῦ), κἂν μυριάκις δυνατὸς ᾖ.
000-00-00 Serial Number=0969336867
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00069]  Τοῖς μὲν γὰρ οὐδέπω φανεῖσιν, οὐδὲ εἰς ἔργον ἐξελθοῦσίν εἰσι πολλοὶ οἱ διαπιστοῦντες, τοῖς δὲ γεγενημένοις καὶ τέλος εἰληφόσι, κἂν μυριάκις τις ἀνεύθυνος ᾖ καὶ ἀγνώμων, οὔτε, εἰ βουληθείη, δυνήσεταί ποτε ἀπιστεῖν.
000-00-00 Serial Number=0689504683
In diem natalem Ante [Go Back]  
 [00251]  Οὐχ ὁρᾶτε τουτονὶ τὸν ἥλιον, οὗ τὸ σῶμά ἐστιν αἰσθητὸν καὶ φθαρτὸν καὶ ἐπίκηρον, κἂν μυριάκις ἀποπνίγωνται Ἕλληνες καὶ Μανιχαῖοι ταῦτα ἀκούοντες;
000-00-00 Serial Number=0456430435
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00194]  Εἰ γὰρ καὶ μυριάκις δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, ἀλλ' ἄνθρωπος ἦν, καὶ τὰ τῆς φύσεως ἔπασχεν.
 [03484]  οὐκ ἂν εἵλετο μυριάκις ἀποθανεῖν ἐκεῖνος, εἴ γε νοῦν εἶχεν, ἢ τοσαύτῃ ἀγνωμοσύνῃ φανῆναι ὑπεύθυνος ὤν;
 [03758]  σὺ δὲ, κἂν μυριάκις ἐπικρατήσῃ λιμὸς, οὐκ ἂν ἕλοιό ποτε ἀποθανεῖν ὑπὲρ ὁτουοῦν.
 [06871]  ἔτι γυναικὸς καὶ πόλεως καὶ ἐλευθερίας, ἐκεῖνον αὐτῆς τῆς ζωῆς μυριάκις καταφρονοῦντα ἰδόντες;
 [07925]  Οὐδεὶς ἄρτον ἰδὼν ἐζωγραφημένον, κἂν μυριάκις ὑπὸ λιμοῦ κατέχηται, τῆς γραφῆς ἅψεται.
000-00-00 Serial Number=0060865581
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00165]  πόσοι μυριάκις ηὔξαντο ἀποθανεῖν ἐν ἐκείνῳ τῷ πλούτῳ, καὶ τῇ τρυφῇ;
 [01408]  Ὁ γὰρ μυριάκις ἀκούσας, πείσεταί τι·
 [01522]  Ἂν δὲ γέμωμεν ἀδικίας, κἂν μυριάκις αὐτὰς περιπλύνῃς, κέρδος οὐδέν.
 [01598]  ἀλλότριά ἐστι, κἂν μυριάκις αὐτῶν κύριος ᾖς.
 [01601]  Ἐκεῖνός ἐστιν αὐτῶν κύριος, κἂν μυριάκις αὐτὰ ἔχῃς.
 [01736]  Εἰ γὰρ ἑλλέβορον ἔδει πιεῖν, ἢ μυριάκις ὑποστῆναί τι τούτου βαρύτερον, ὥστε ἀπαλλαγῆναι τοῦ πάθους τούτου, οὐκ ἔδει προθύμως καταδέξασθαι;
 [02734]  ∆ύναται γὰρ μυριάκις ἀποθανεῖν, εἴ γε βούλοιτο·
000-00-00 Serial Number=0469422936
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01500]  προσκυνήσει, καὶ Θεὸν ἐρεῖ, κἂν μυριάκις ἀνένδοτος ᾖ.
 [03416]  Καὶ ἀνθρώπου μὲν ὁρῶντος, οὐκ ἄν τις ἕλοιτο πορνεύειν, ἀλλὰ κἂν μυριάκις φλέγηται τῷ κακῷ, νικᾶται τοῦ πάθους ἡ τυραννὶς ὑπὸ τῆς τῶν ἀνθρώπων αἰδοῦς·
 [03766]  Εἰς ζωγράφου μὲν γὰρ εἰσελθόντες οὐ δυνησόμεθα μιμήσασθαι τὴν εἰκόνα, κἂν μυριάκις ἴδωμεν·
 [03829]  καὶ ἔπληξαν μὲν οὐδένα ποτὲ, ἐπλήγησαν δὲ μυριάκις.
 [04829]  καὶ γὰρ αὐτοὶ οἱ τῶν ἔξωθεν δικαστηρίων συνήγοροι μυριάκις ταῦτα λέγουσι, ὅτι βέλτιον ἔξωθεν διαλύεσθαι.
 [05787]  ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας.
 [05821]  ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας.
 [06948]  ὄψει γὰρ αὐτὸν, κἂν μυριάκις ἀρνῆται, δεσμωτῶν ἀθλιώτερον διακείμενον.
 [07136]  Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν, ἅτε μὴ παροῦσι μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις εὐεργετηκὼς ᾖ·
 [07744]  Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν μυριάκις λέγῃς·
 [08281]  Νῦν γὰρ οὔτε γυναιξὶ τοιαῦτα ἀνδράσι χαρίζεσθαι θέμις, οὔτε ἐκείνοις, οὔτε εἰδυιῶν οὔτε ἀγνοουσῶν τῶν γυναικῶν, τοιαύταις μίξεσιν ἐπιχειρεῖν, κἂν μυριάκις ἡ τῆς ἀπαιδίας ἐνοχλῇ λύπη·
 [09127]  οὐ δήπου μετὰ τῶν ἀνθρώπων καὶ τὸ Πνεῦμα ἀριθμεῖ, κἂν μυριάκις ᾖς παραπαίων, κἂν μυριάκις μαινόμενος.
 [09673]  Ὥστε κἂν μυ-ριάκις λέγῃς, ὅτι ἄτιμον τὸ μέλος καὶ ἔλαττον, ἀλλ' ἐὰν μὴ ὁμοίως προνοῇς, ὡς καὶ σαυτοῦ, ἀλλ' ὡς ἐλάττονος ἀμελῇς, ἡ βλάβη εἰς σὲ διαβήσεται.
 [09999]  ὡς εἴ τις τοῦτο μὴ θηρεύοι τὸ καλὸν, κἂν μυριάκις λέγῃ φιλεῖν, ἐχθρῶν ἐστι πολεμιώτερος πάντων.
 [09999]  κἂν τὴν ἑαυτοῦ τις ἀγαπᾷ γυναῖκα οὕτως, ὡς ἀγαπᾷν δεῖ, κἂν μυριάκις ἀσελγὴς ᾖ, οὐκ ἀνέξεται ἑτέραν ἰδεῖν διὰ τὸν πρὸς ἐκείνην πόθον.
000-00-00 Serial Number=0765662491
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01568]  ὁρᾷς ἑτέρους καταπα [62.428] λαίσαντας μυριάκις τὴν ἡδονὴν, καὶ σὺ οὐδὲ ἅπαξ ἀνέχῃ;
 [01991]  Τὰ καθ' ἑκάστην ἡμέραν γινόμενα, καὶ χερσὶν ὑποβαλλόμενα, καὶ μυριάκις ζητηθέντα οὐδεὶς οὐδέπω εὑρεῖν δεδύνηται·
 [02292]  ἀλλ' ἔδωκε δίκην, καὶ χαλεπὴν, καὶ μυρίων ἀνταξίαν θανάτων, καὶ ὑπὲρ ἧς εἵλετο ἂν καὶ μυριάκις ἀποθανεῖν·
 [02710]  Κἂν μυριάκις ἐπὶ τούτοις δυσχεραίνητε, ἐγὼ λέγων οὐ παύσομαι.
000-00-00 Serial Number=0748708963
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02942]  Τοὺς δὲ μὴ τοιούτους, κἂν νοῦ μετέχωσι, κἂν μυριάκις ἐπιστήμης ὦσι δεκτικοὶ, οὐκ οἶδεν ἡ Γραφὴ λέγειν ἀνθρώπους, ἀλλὰ κύνας, καὶ ἵππους, καὶ ἔχεις, καὶ ὄφεις, καὶ ἀλώπεκας, καὶ λύκους, καὶ εἴ τι τούτων ἀτιμότερον τῶν θηρίων·
 [03117]  Κἂν γὰρ μυριάκις ᾖ τις πλουτοῦσα, κἂν ἐν περιφανείᾳ τινὶ μεγίστῃ τυγχάνῃ οὖσα, καὶ ἐπὶ εὐγενείᾳ προγόνων μέγα φρονῇ, οὐκ ἔστι τοσοῦτον τὸ μέσον, ὅσον τοῦ Θεοῦ καὶ τῶν μαθητῶν.
 [03604]  Οὐχὶ μυριάκις αὐτῶν κατηγοροῦμεν, ὅτι οὐδὲν ὁ βίος ὁ ἀνθρώπινος;
 [03798]  Οἱ οἰκέται οὐδὲν ἴδιον ἔχουσιν, ἀλλὰ πάντα δεσποτικὰ, κἂν μυριάκις πλουτῶσιν·
 [03828]  Ἐκεῖνοι διὰ τὸν ἡμέτερον φόβον ὑβρίζονται μυριάκις, καὶ παντὸς φιλοσόφου μᾶλλον ἑστήκασι σιγῶντες·
000-00-00 Serial Number=0871774137
In epistulam ad Ephesios Ante [Go Back]  
 [02560]  Ἅπαξ ἂν ηὐξάμην Παῦλον ἰδεῖν ἐκ τοῦ δεσμωτηρίου μετὰ τῶν δεσμωτῶν ἐξιόντα, ἢ μυριάκις ἐκείνους μετὰ τῆς δορυφορίας ἐκείνης παραπεμπομένους.
 [03269]  Ἀποπηδήσῃ μὲν γὰρ μυριάκις ὁ τοιοῦτος, καὶ ἔστω μετ' ἐκείνων, οὐχὶ τῶν ἡμαρτηκότων λέγω·
 [04892]  Εἰ καὶ τὰ μάλιστα κἀκεῖνοί εἰσιν ἀναπολόγητοι, ἀλλὰ σὺ πολλῷ μᾶλλον μυριάκις πλεονεξίας κατηγορῶν, καὶ τοὺς θεραπεύοντας αὐτὴν καὶ δουλεύοντας καὶ πειθομένους ἅπαντας κακίζων.
 [05202]  καὶ οὐ μυριάκις γέλωτος ἄξιον τὸ ταῦτα ἐννοεῖν;
 [05431]  κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι μυριάκις, κἂν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, μὴ παραιτήσῃ·
 [05925]  Ἀπολλύσθω τὰ χρήματα μυριάκις, μᾶλλον δὲ μὴ τὰ χρήματα, ἀλλ' αἱ προαιρέσεις αἱ μὴ εἰδυῖαι χρήμασι χρήσασθαι, ἀλλὰ πάντων αὐτὰ προτιμῶσαι.
 [06057]  Τίς ὑμῶν οὐκ ἂν ἐθελήσειε Σαμουὴλ τὸν υἱὸν τὸν ἑαυτοῦ ἅπαξ γενέσθαι, ἢ μυριάκις βασιλέα τῆς οἰκουμένης ἁπάσης;
000-00-00 Serial Number=0223464847
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00090]  Οὐ γὰρ χρὴ φιλονεικοῦντας ἐκείνοις τῆς ἀληθείας ἐξίστασθαι, ἀλλὰ, κἂν μυριάκις μαίνωνται, τὰ μέτρα τῆς εὐσεβείας ἡμᾶς διατηρεῖν ἀναγκαῖον.
 [02251]  Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον.
000-00-00 Serial Number=0193234026
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02826]  ἀλλ' ὅταν καὶ αὐτῶν τῶν ῥημάτων ἐπακούσωμεν, καὶ τῶν εἰς αὐτὰ θεωρημάτων, πλέον τι πάσχομεν, κἂν μυριάκις ἀκούσωμεν.
 [07294]  Οὐκ οἶδας ὅτι δεκάκις τὴν οἰκουμένην ἐὰν θῇς, καὶ ἑκατοντάκις, καὶ μυριάκις, καὶ δὶς τοσοῦτον, οὐδὲ [63.176] πρὸς τὸ πολλοστὸν μέρος τῶν ἐν τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν;
 [07616]  Καὶ μετὰ ταῦτα πάντα οὕτως ἦν ταπεινὸς, ὡς μυριάκις διὰ τὸν ∆εσπότην ἀποθανεῖν.
 [08214]  Ὑπὲρ τούτων οὖν κατακοπῆναι μυριάκις οὐ καλὸν, ἀναιρεθῆναι, κατακαῆναι, μυρίους ὑποστῆναι θανάτους, πᾶν ὁτιοῦν ὑπομεῖναι δεινὸν καὶ λόγῳ καὶ ἔργῳ;
 [08327]  ἆρα ὡς μαχομένη τῷ Παύλῳ, καὶ δεικνύουσα ὅτι κἂν μυριάκις ταῦτα λέγῃ, οὐκ ἐπιστρέφῃ;
 [08364]  Πίστευε γάρ μοι, γύναι, κἂν μυριάκις ᾖ κατωφερὴς ὁ ἀνὴρ καὶ ἀκρατὴς, ταῦτα μᾶλλον αὐτὸν ἐφελκύσεται, ἐπιείκεια, κοσμιότης, τὸ ἄτυφον, τὸ ἀδάπανον, τὸ εὐτελές.
 [09723]  Ὅτι καὶ δῆλα πᾶσίν ἐστι, καὶ οὐδὲ αὐτὸς, κἂν μυριάκις ᾖ πονηρὸς, πονηρὰ διδάξει ποτέ.
000-00-00 Serial Number=0646902561
In epistulam ad Philippenses Ante [Go Back]  
 [00890]  Ὥσπερ γὰρ ὁ ἐξ ἀδάμαντος συγκείμενος, κἂν μυριάκις πλήττοιτο, οὐκ ἂν ἐπιστραφείη ποτέ·
 [01957]  ἀσεβεῖς ποιεῖ, καὶ τὸν Θεὸν ἀγνοεῖν παρασκευάζει, κἂν μυριάκις εὐεργετηθῶμεν.
 [02679]  Οὐκ ἔστι νόσος ἐκείνης χαλεπωτέρα, κἂν μυριάκις εἴπῃς.
000-00-00 Serial Number=0884468734
In epistulam ad Romanos Ante [Go Back]  
 [01487]  Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη;
 [02576]  Ἂν γὰρ μὴ τοῖς ἴχνεσιν ἀκολουθήσῃς τῆς πίστεως, κἂν μυριάκις ᾖς ἐμπερίτομος, οὐκ ἔσῃ τοῦ Ἀβραὰμ ἔκγονος·
 [03139]  Εἰ δὲ γελᾷς ἐπὶ τοῖς εἰρημένοις, καὶ μυριάκις ἐν πονηρίᾳ ζῇν ἐθέλεις, ἢ μίαν κολάζεσθαι ἡμέραν, θαυμαστὸν οὐδέν·
 [03832]  σὺ δὲ ταῖς συκοφαντίαις, ταῖς ἐπηρείαις, ταῖς ἐπιβουλαῖς τὸ φῶς ἐργαζόμενος αὐτῷ σκότος, καὶ ἐν ἐπιθυμίᾳ καθιστὰς τοῦ μυριάκις ἀποθανεῖν, ἐννόησον ὅσους ἐργάζῃ ἀνθ' ἑνὸς θανάτους.
 [04346]  καὶ καθάπερ ἐν τοῖς ἴλιγξι κἂν μυριάκις φιλονεικῇς, οὐ περιέσῃ ῥᾳδίως·
 [04379]  ὁ δὲ ἐπιθυμήσας ἰδεῖν, πρότερον καταβαλὼν τὸν λογισμὸν, καὶ μολύνας αὐτὸν μυριάκις, τότε ἐκβάλλει τὴν ἀπὸ τῆς ἐπιθυμίας κηλῖδα, ἐὰν ἄρα ἐκβάλῃ.
 [04671]  τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη, καὶ ἡ μυριάκις ὑπὸ τῆς ἁμαρτίας καταβληθεῖσα, αὕτη λαμπρὰν κατ' αὐτῆς τὴν νίκην ἤρατο.
 [04966]  Τίς οὖν οὐκ ἂν ἕλοιτο τῶν νοῦν ἐχόντων μυριάκις ἀποθανεῖν, ἢ μίαν οὕτω ζῆσαι ἡμέραν;
 [07440]  Καὶ γὰρ εἰ μυριάκις παρέπεσον οὗτοι, οὐκ ἂν ἐσώθη τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξατο·
 [07473]  Ὅπερ γὰρ ἔφθην εἰπὼν, κἂν μυριάκις ἀπεβλήθησαν Ἰουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἂν ἐσώθησάν ποτε.
 [08458]  κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων, οὐδὲ αὐτὸς λοιπὸν ἐπιθυμήσει τῆς τιμωρίας τῆς ἐκείνου.
 [08528]  καὶ γὰρ οὕτω μυριάκις προτιμήσεις τὸ δεσμωτήριον μετὰ τοῦ Ἰωσὴφ τῆς οἰκίας τῆς τὴν πόρνην ἐχούσης.
 [09918]  ἐπίγνωθι τὸν ἀδελφὸν, μάθε ὅτι ἀνοίας ταῦτα τὰ ῥήματα καὶ παραπληξίας, καὶ λέγε τἀναντία, ὅτι Κἂν μυριάκις με διαπτύῃ, ἐγὼ οὐκ ἀποστήσομαι·
 [09999]  Ὁ μὲν γὰρ ἅπαξ δι' αὐτὸν ἀπέθανεν, οὗτος δὲ μυριάκις διὰ τὴν ποίμνην, εἴ γε ποιμὴν εἴη τοιοῦτος, οἷον εἶναι χρή·
000-00-00 Serial Number=0313554883
In illud Ne timueritis Ante [Go Back]  
 [00177]  Ταῦτα λέγω οὐ πλοῦτον διαβάλλων, μυριάκις εἶπον, ἀλλὰ τοὺς κακῶς τῷ καλῷ κεχρημένους πράγματι.
000-00-00 Serial Number=0788442433
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00161]  κἂν γὰρ μυριάκις ἀναισχυντῇ, παρὰ τῆς ἀληθείας ἐλέγχεται.
000-00-00 Serial Number=0514841795
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00518]  Κἂν γὰρ μυριάκις ὦσιν ὑβρισταὶ, πάντως ἐπαινέσονταί σε καὶ ἀποδέξονται τῆς περὶ τοὺς πατέρας κηδεμονίας·
000-00-00 Serial Number=0569957674
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00129]  Οὐκ ἔστιν, οὐκ ἔστι τὸν οὕτως ἀμελῆ καὶ ῥᾴθυμον συγγνώμης τυχεῖν ποτε, κἂν μυριάκις ἀνάγκας προβάλληται πραγμάτων βιωτικῶν.
 [00265]  Πάλιν ὁ παροξύνας, ἰδὼν τὸν ἠδικημένον τρέφειν αὐτὸν καὶ ποτίζειν προαιρούμενον, διά γε τοῦτο αὐτὸ, καὶ τὸν φόβον τῆς ἀποκειμένης αὐτῷ κολάσεως, πᾶσαν ἐκβάλλει τὴν ἀπέχθειαν, κἂν μυριάκις σιδηροῦς ᾖ, καὶ ἀπηνὴς, καὶ ἀδάμας, τήν τε φιλοφροσύνην τοῦ τρέφοντος δυσωπούμενος, καὶ τὴν ἀποκειμένην αὐτῷ κόλασιν δεδοικὼς, εἰ μένοι μετὰ τὴν τροφὴν ἐχθρὸς ὤν.
000-00-00 Serial Number=0639168143
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00097]  Καὶ μυριάκις ἑαυ τὸν ἄφρονα καλέσας καὶ ἀνόητον, τότε μόλις ἐτόλμη σεν ἐλθεῖν εἰς τοὺς ἐπαίνους τοὺς ἑαυτοῦ·
 [00137]  Καὶ τοῦτο δῆλον μὲν ἐξ ὧν μυριάκις ἀφροσύνην τὸ πρᾶγμα ἐκάλεσε, δῆλον δὲ καὶ ἀπὸ τοῦ χρόνου παν τὸς, ὃν ἐσίγησε τὴν θαυμαστὴν καὶ θείαν ἀποκάλυψιν ἐκείνην·
000-00-00 Serial Number=0915362418
In illud Vidi dominum Ante [Go Back]  
 [00517]  Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρου διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὐ παρὰ ἀνθρώποις, οὐ παρὰ Θεῷ, κἂν μυριάκις λέγῃ τὴν τῆς φύσεως ἡδονήν.
 [01394]  οὐ γὰρ ἂν εἴη τοῦτο πρόσοδος, οὐδὲ κοινωνία, κἂν μυριάκις ἁψώμεθα τοῦ ἁγίου σώματος ἐκείνου, ἀλλὰ καταδίκη καὶ κόλασις καὶ τιμωρίας προσθήκη.
000-00-00 Serial Number=0072802544
In illud Vidua eligatur Ante [Go Back]  
 [00346]  Κἂν γὰρ μυριάκις αὐτῆς τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν, καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι τοῦ θεραπευομένου καὶ ὁμότιμος.
000-00-00 Serial Number=0329913318
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00067]  Κἂν γὰρ μυριάκις φιλοσοφῶμεν, κἂν ἁπάντων ὦμεν ἰσχυρότεροι καὶ δυνατώτεροι, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπούσης, οὐδὲ πρὸς τὸν τυχόντα ἀντιστῆναι δυνησόμεθα πειρασμόν.
 [00079]  Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπιδοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων, καὶ παρὰ τοῦ ∆ιδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερίτρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πειράσαι ὅσον ἠβούλετο, τίς ἕτερος στῆναι δυνήσεται χωρὶς τῆς αὐτοῦ βοηθείας;
000-00-00 Serial Number=0307787538
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00034]  κύων ἐστὶ λυττῶν καὶ μεμηνὼς, κἂν μυριάκις αὐτὸν διακρούσῃ, μυριάκις ἐπιπηδᾷ, καὶ οὐκ ἀφίσταται·
000-00-00 Serial Number=0314045250
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00459]  Εἶπον ταῦτα μυριάκις οἱ προφῆται τοῖς Ἰου δαίοις, καὶ εἰ μὴ πολλὴ παρ' ὑμῖν ἡ νωθεία, κἂν ἐξεκάλυψα, ποῦ καὶ πότε.
 [00508]  Ἀλλ' ἐὰν εἰς τὴν σορὸν ἔλθῃς, κἂν μυριάκις κἀκεῖ βιάζωνται λάρνακα χρυσῆν κατασκευά ζοντες, ὄψει τὴν φύσιν αὐτήν.
000-00-00 Serial Number=0913130999
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00006]  Ἐπεὶ καὶ οἱ ἐπὶ τῶν βιωτικῶν τούτων πραγμάτων καθήμενοι δικασταὶ οὐκ ἀνέχονται, κἂν σφοδρῶς ῥέοντα ἴδωσι τὸν πρότερον ῥήτορα καὶ πάντα ἐπικλύζοντα τῇ γλώττῃ, μὴ καὶ θατέρου μετὰ μακροθυμίας ἀκούσαντες τοῦ πρὸς αὐτὸν ἱσταμένου τὴν ψῆφον ἐνεγκεῖν, ἀλλά, κἂν μυριάκις ὁ πρότερος δοκῇ δίκαια λέγειν, ἀνέπαφον τὴν ἀκοὴν καὶ τῷ δευτέρῳ τηροῦσιν, ἐπειδήπερ καὶ αὕτη δικασ τῶν ἐστιν ἀρετή, τὰ παρ' ἑκατέρων μαθόντας μετ' ἀκριβείας ἁπάσης, τότε τὰ παρ' ἑαυτῶν ἐπάγειν, ἐπεὶ οὖν καὶ νῦν ἀντὶ ῥήτορός τινος ἡ κοινὴ τῶν πολλῶν πρόληψις καὶ ἐν μακρῷ χρόνῳ ῥιζωθεῖσα παρὰ ταῖς τῶν πολλῶν διανοίαις ταῦτα κατὰ τὴν οἰκουμένην ἅπασαν ῥητορεύει λέγουσα·
 [00134]  Οὐδεὶς ἀνθρώπων, κἂν μυριάκις ᾖ πονηρός, τοῦ ἀλάστορος ἐκείνου δαίμονος καὶ ἀκαταλλάκτως πρὸς ἡμᾶς ἔχοντος τοῦ διαβόλου πονηρότερον ἄν τινι προσβάλοι, οὐδὲ πικρότερον·
 [00150]  Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς δράκα ἀλεύρου μόνον κεκτημένης καὶ τῆς δύο μόνον ἐχούσης ὀβολούς, ὧν ἑκατέρα τὴν οὐσίαν ἅπασαν εἰς τοὺς δεομένους κενώσασα ἐθαυμάσθη, καὶ ἡ τοσαύτη πενία τῇ τοσαύτῃ φιλανθρωπίᾳ οὐ γέγονε κώλυμα, ἀλλ' οὕτω δαψιλὴς καὶ φιλότιμος ἡ ἐκ τῶν δύο λεπτῶν γέγονεν ἐλεημοσύνη ὡς τοὺς πλουτοῦντας ἅπαντας ἀποκρύψαι καὶ τοὺς πολλοὺς στατῆρας καταβαλόντας ὑπερακοντίσαι τῷ πλούτῳ τῆς γνώμης καὶ τῇ περιουσίᾳ τῆς προθυμίας.
 [00152]  Ἀλλ' ἐπειδή, κἂν μυριάκις ταῦτα εἴπωμεν, αἱ φιλοσώματοι ψυχαὶ καὶ τοῖς βιωτικοῖς ἡδέως ἐγκαλινδούμεναι καὶ τοῖς παροῦσιν ἐνηδυπαθοῦσαι πράγμασι οὐκ ἂν ῥᾳδίως ἀνάσχοιντο τῶν κατασηπομένων ἀνθῶν ἀποστῆναι, τοιαῦτα γὰρ τοῦ βίου τὰ φαιδρὰ τούτου οὐδὲ τὰς σκιὰς ἀφεῖναι ἀνέχονται, ἀλλ' οἱ μὲν ἐπιεικέστεροι κἀκείνων καὶ τούτων ἀντέχονται, οἱ δὲ ἐλεεινότεροι ἐκ πλείονος μὲν ἐκείνων μοίρας, τούτων δὲ ἐξ ἐλάττονος σφόδρα, φέρε δὴ τὰ προσωπεῖα ἀφελόντες τὰ φαιδρὰ καὶ περιφανῆ τῆς αἰσχρᾶς καὶ δυσειδοῦς τῶν πραγμάτων ὄψεως τούτων, δείξωμεν τῆς ἑταιριζομένης γυναικὸς τὴν βδελυγμίαν.
000-00-00 Serial Number=0949797094
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00198]  Ἔδει μὲν οὖν, εἰ καὶ μυριάκις χρήσιμος ἦν ἡ διακονία τἀνδρὸς, μηδὲ οὕτως αὐτὴν μετὰ τοσαύτης προσίεσθαι λοιδορίας·
 [00200]  Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μή τί γε ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν.
 [00247]  ὅταν δὲ μηδὲν ᾖ πλέον ἢ τοὺς ἀσθενεῖς καταβάλλεσθαι, κἂν μυριάκις ἐξ ἀλογίας τοῦτο πάσχωσιν ἐκεῖνοι, φείδεσθαι χρή·
 [00350]  μυριάκις γὰρ ἂν εἵλοντο τῆς ψώρας ἀπαλλαγῆναι ταύτης καὶ τῆς νόσου τῆς χαλεπῆς, τὸ δὲ κωλύον ἡ συνήθεια, καὶ ἡ δοκοῦσά τις εἶναι ἡδονή·
000-00-00 Serial Number=0275528789
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00127]  Ἐγὼ μυριάκις ὑπὲρ ὑμῶν σφαγῆναι ἕτοιμος (καὶ οὐδεμίαν χάριν παρέχω, ἀλλὰ καὶ ὀφειλὴν ἀποδίδωμι·
 [00128]  Ὁ γὰρ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων), καὶ σφαγῆναι μυριάκις, καὶ μυρίας κεφαλὰς ἀποτμηθῆναι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»