Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κυβερνήτης [83]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κυβερνήτης


000-00-00 Serial Number=0433168828
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00099]  Ταύτας ὁ κυβερνήτης ἀκριβῶς κατοπτεύων, τὸν τῶν κλεμμάτων τέως οὐκ ἐπόμπευεν ἔλεγχον·
 [00106]  Εἶτα τῶν τῆς τελευτῆς ἐγγισάντων λιμένων, γυμνοὺς ἡμᾶς ἐκ τοῦ γηΐνου σκάφους ὁ κυβερνήτης ἐκβάλλει, καὶ μένει πάντων ἡ πρᾶξις ἐν τῇ κρίσει πομπευομένῃ.
000-00-00 Serial Number=0610569835
Ad populum Antiochenum Ante [Go Back]  
 [00994]  Ὁ γὰρ πιστὸς καὶ γεωργὸς, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητὴς, καὶ ὁδοιπόρος ἐστίν.
 [01022]  Κατάστειλον τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν, ἀπόκρουσαι τὸν χειμῶνα τῶν πονηρῶν λογισμῶν, διάσωσον τὸ σκάφος, πολλὴν ἐπίδειξαι τὴν ἐμπειρίαν, καὶ γέγονας κυβερνήτης.
 [02696]  Ὥσπερ γὰρ ὁ γεωργὸς οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ' ἢ τὰ σπέρματα καὶ τὰ λήϊα, καὶ ὁ κυβερνήτης τὰ κύματα καὶ τοὺς λιμένας·
 [02834]  Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος, καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χειμῶνός ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆκος, οὐδὲν δυναμένων ποιεῖν τῶν ἀνθρώπων.
000-00-00 Serial Number=0818051875
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00030]  Ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν ἐκείνου, ὃς πανταχόθεν βαλλόμενος, ἀσφαλέστερος ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν οὐδὲ ὑπεσκελίσθη, ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάττης καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο·
000-00-00 Serial Number=0414050579
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01218]  ὸ συμβαίνει, οἷον ἂν εἰ χειμῶνος καταλαβόντος ἐργάζοιτο μὲν ὁ κυβερνήτης τὸ αὑτοῦ, καὶ διασώζοι τὸ σκάφος, μὴ φαίνοιτο δὲ αὐτοῦ τῆς ἐπιστήμης ἡ ἀκρίβεια τοῖς ἐπιβάταις διὰ τὴν ταραχὴν καὶ τὸν φόβον καὶ τὴν ἀγωνίαν τῶν ἐπικρεμαμένων κακῶν.
000-00-00 Serial Number=0658219993
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00071]  ἔκκλινον δὲ ὥσπερ τὰς χαλεπὰς τῶν πετρῶν ὁ σοφὸς κυβερνήτης·
000-00-00 Serial Number=0766715169
De Anna i Ante [Go Back]  
 [00313]  Καὶ καθάπερ ἀνέμων ἀπεναντίας ἀλλήλοις ἐμπιπτόντων, καὶ σκάφος μέσον ἐν τῇ πρὸς ἀλλήλους ἀπολαβόντων μάχῃ, καὶ πολλὰ μὲν ἀπὸ τῆς πρύμνης, πολλὰ δὲ ἀπὸ τῆς πρώρας ἐγειρόντων τὰ κύματα, ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος διασώζει τὸ σκάφος, τὰς τῶν κυμάτων ἐμβολὰς τῇ τῆς ἐπιστήμης σοφίᾳ διακρουόμενος·
 [00316]  Ὁ γὰρ τοῦ Θεοῦ φόβος, καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος, ἔπειθε γενναίως φέρειν τὸ κλυδώνιον ἐκεῖνο·
 [01165]  καὶ οὔτε ναύτης, οὔτε κυβερνήτης, οὐ γεωργὸς, οὐκ οἰκοδόμος, οὐχ ὑφάντης, οὐχ ὑποδηματοῤῥάφος, οὐ τέκτων, οὐ χαλκοτύπος, οὐ σκυτοτόμος, οὐ σιτοποιὸς, οὐκ ἄλλος τις τῶν δημιουργῶν ἔσται τούτων·
000-00-00 Serial Number=0105719388
De Chananaea Ante [Go Back]  
 [00367]  ἴδε ναυάγιον, καὶ ὁ κυβερνήτης οὐκ ἀναλύω τὸν χειμῶνα διὰ τὴν ὑμετέραν ἀγνωμοσύνην, [52.456] ἵνα μὴ ἔχητε πρόφασιν.
000-00-00 Serial Number=0532737494
De Davide et Saule Ante [Go Back]  
 [00207]  ὁ γὰρ κυβερνήτης ταχέως αἰσθόμενος, ὁ εὐσεβὴς λογισμὸς, γαλήνην ἀντὶ χειμῶνος ἐποίησεν.
000-00-00 Serial Number=0607090890
De Lazaro Ante [Go Back]  
 [00071]  Καὶ κυβερνήτης δὲ, εἰ διὰ τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις συμβάντα χειμῶνα φύγοι τὴν θάλατταν, ἄπλωτον ἡμῖν ἔσται τὸ πέλαγος, καὶ ἄχρηστος καὶ ἐντεῦθεν ἡμῖν ὁ βίος πάλιν γενήσεται.
 [02110]  ὁ κυβερνήτης ἐν τῷ λιμένι, καὶ ναυάγιον ὑπομένεις;
000-00-00 Serial Number=0255307555
De Melchisedech Ante [Go Back]  
 [00019]  καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων, οὕτως τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα.
000-00-00 Serial Number=0884326994
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00025]  Ὅπερ γάρ ἐστιν ἡνίοχος ἅρματι, καὶ κυβερνήτης πλοίῳ, καὶ μουσικὸς ὀργάνῳ, τοῦτο εἶναι τῷ γηΐνῳ τούτῳ σκεύει τὴν ψυχὴν ὁ πλάστης ἐνομοθέτησεν.
000-00-00 Serial Number=0713760376
De caritate [2] Ante [Go Back]  
 [00063]  Αὕτη ἐξ ἀρχῆς ἐνίκησεν ἐν τῇ καρδίᾳ τοῦ Ἄβελ, αὕτη τοῦ Νῶε κυβερνήτης γέγονεν, αὕτη τοὺς πατριάρχας συνήργησεν, αὕτη τὸν Μωϋσέα διέσωσεν, αὕτη τὸν ∆αυῒδ οἰκητήριον τοῦ ἁγίου Πνεύματος ἐποίησεν, αὕτη ἐν τοῖς προφήταις κατεσκήνωσεν, αὕτη τὸν Ἰὼβ ἐνίσχυσε·
000-00-00 Serial Number=0763485134
De consubstantiali Ante [Go Back]  
 [00016]  ἐπὶ μὲν γὰρ τῶν πλεόντων κἂν ἅπαντες καθεύδωσιν, ὁ δὲ κυβερνήτης ἐγρηγορὼς ᾖ μόνος, οὐδείς ἐστι κίνδυνος, τῆς νήψεως τῆς ἐκείνου καὶ τῆς τέχνης ἀντὶ πάντων ἀρκούσης τῷ πλοίῳ·
000-00-00 Serial Number=0937736154
De gloria in tribulationibus Ante [Go Back]  
 [00006]  Οὕτω καὶ κυβερνήτης ἀγρίων κυμάτων κατατολμᾷ, καὶ χειμῶνος, καὶ μαινομένης θαλάττης πολλάκις καταφρονεῖ, καὶ πνευμάτων ἀστάτων, καὶ διαποντίους κλύδωνας καὶ μακρὰς οἶδε φέρειν ἀποδημίας, ὅταν τὰ φορτία ἀναλογίζηται, καὶ τοὺς τῆς ἐμπορίας λιμένας, καὶ τὸν ἐκ τούτων ἄπειρον πλοῦτον τικτόμενον ἴδῃ.
 [00015]  Καὶ ὁ κυβερνήτης δὲ ὁμοίως χαίρων τῷ πλήθει τῶν φορτίων, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ ἱστία πετάσας, καὶ περάσας πολὺ πέλαγος, ἐν αὐτῷ πολλάκις τῷ στόματι τοῦ λιμένος, ἢ σπιλάδος ἐμπεσούσης, ἢ ὑφάλῳ καὶ σκοπέλῳ τινὶ προσαράξας, ἢ ἄλλῃ τινὶ τοιαύτῃ ἀδοκήτῳ περιστάσει πληγεὶς, πάντα τὸν φόρτον ἀπώλεσε, καὶ μόλις τὸ ἑαυτοῦ σῶμα γυμνὸν διέσωσε μετὰ τοὺς μυρίους κινδύνους [51.157] ἐκείνους.
000-00-00 Serial Number=0632207215
De jejunio et eleemosyna Ante [Go Back]  
 [00012]  ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολλὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλήσῃ.
000-00-00 Serial Number=0334621668
De jejunio sermones 1 Ante [Go Back]  
 [00189]  Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χριστὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ.
000-00-00 Serial Number=0557395399
De paenitentia [1] Ante [Go Back]  
 [01430]  Οὕτω καὶ κυβερνήτης ἂν τὰ κύματα βλέπῃ μόνον, οὐδέποτε ἐξέλκει τοῦ λιμένος τὸ σκάφος, ἀλλὰ πρὸ τῶν κυμάτων τὴν ἐμπορίαν ὁρῶν, οὕτω καὶ ἀπλέτου κατατολμᾷ πελάγους.
000-00-00 Serial Number=0836522937
De sacerdotio Ante [Go Back]  
 [00697]  Ἂν μὲν γὰρ ὀρθῷ λογισμῷ τὸ πρᾶγμα διαθῇ, ἐχθροὶ καὶ πολέμιοι καὶ αὐτῷ καὶ τοῖς αἱρεθεῖσιν ἅπαντες καὶ πρὸς φιλονεικίαν τὴν ἐκείνου ἅπαντα πράττουσιν, στάσεις καθ' ἑκάστην ἐμβάλλοντες τὴν ἡμέραν καὶ σκώμματα μυρία τοῖς αἱρεθεῖσιν ἐπιτιθέντες, ἕως ἂν ἢ τούτους ἐκβάλωσιν ἢ τοὺς αὑτῶν εἰσαγάγωσιν, καὶ γίνεται παραπλήσιον οἷον ἂν εἴ τις κυβερνήτης ἔνδον ἐν τῇ νηῒ τῇ πλεούσῃ πειρατὰς ἔχοι συμπλέοντας καὶ αὐτῷ καὶ τοῖς ναύταις καὶ τοῖς ἐπιβάταις συνεχῶς καὶ καθ' ἑκάστην ἐπιβουλεύοντας ὥραν.
 [00938]  ∆ιὰ τί γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιωτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἕλοιτ' ἂν πλεῖν, οὔτε ὁ στρατιώτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, κἂν μυρίους τις ἀπειλῇ θανάτους;
000-00-00 Serial Number=0344294131
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00043]  ὁ κυβερνήτης ἐξεβάλλετο, καὶ τὸ σκάφος οὐκ ἐβαπτίζετο·
000-00-00 Serial Number=0223019123
De virginitate Ante [Go Back]  
 [00201]  Οὐκοῦν διὰ τοῦτο ἡ παρθενία θαυμαστὸν ὅτι καλοῦ κρείττων ἐστὶ καὶ τοσούτῳ κρείττων ὅσῳ τῶν ναυτῶν ὁ κυβερνήτης καὶ τῶν στρατιωτῶν ὁ στρατηγός.
000-00-00 Serial Number=0068228424
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01040]  Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινὸς, οὕτως οὐδὲ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρων διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὔτε παρὰ ἀνθρώποις, οὔτε παρὰ Θεῷ, κἂν μυριάκις τὴν τῆς φύσεως ἐπιθυμίαν προβάλληται.
 [07286]  καὶ [63.791] καθάπερ μίαν οἰκίαν ἢ πλοῖον ἓν, τὴν οἰκουμένην ἅπασαν κυβερνῶν, καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην ἐλαύνων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης καὶ κυβερνήτης καὶ πρωρεὺς καὶ ἱστίον καὶ πλοῖον, καὶ πάντα πάσχων ἵνα τὰ ἑτέρων λύσῃ κακά.
 [08100]  καὶ τοὺς μὲν βαπτιζομένους ἀνέλκων, τοὺς δὲ ἰλιγγιῶντας στηρίζων, τοῖς ναύταις παρακελευόμενος, ἐπὶ τῶν αὐχένων καθήμενος, τὴν πρώραν περισκοπῶν, σχοινία τείνων, κώπην μεταχειρίζων, ἱστίον ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά.
 [09463]  Ἕως μὲν γὰρ ἂν ἐν εὐθυμίᾳ διάγῃ ὁ κυβερνήτης, ἐν ἀσφαλείᾳ ἔσται καὶ τὰ τῶν ἐπιβατῶν·
 [09999]  ὁ κυβερνήτης πάλιν καὶ ὁ στρατιώτης μέχρις ἡλικίας ἐσχάτης ἐν πολέμοις καὶ πόνοις, καὶ πολλάκις ἑκάτερος αὐτῶν ἀπῆλθε κενὸς, ὁ μὲν τοῦ πλούτου τῶν φορτίων, ὁ δὲ πρὸ τῆς νίκης καὶ τῆς ζωῆς αὐτῆς ἐκπεσών.
000-00-00 Serial Number=0025947690
Epistulae Ante [Go Back]  
 [00277]  Ὁ γὰρ ἄριστος κυβερνήτης οὔτε ἐν γαλήνῃ χαυνοῦται, οὔτε ἐν χειμῶνι ταράττεται.
 [03361]  Οὐδὲ γὰρ κυβερνήτης τὸ πέλαγος ὁρῶν μαινόμενον καὶ διανιστάμενον, ἀποστήσεται τῶν οἰάκων·
000-00-00 Serial Number=0860248387
Expositiones in Psalmos Ante [Go Back]  
 [00273]  Ὅταν οὖν ὁ ἡνίοχος τοιοῦτος ᾖ, ἢ ὁ κυβερνήτης, ποία σωτηρίας ἐλπίς;
 [00275]  Ὅταν ὁ κυβερνήτης μεθύῃ καὶ τῶν κυμάτων καὶ τῶν πνευμάτων τὸ ἄτακτον μιμῆται, πῶς σωθήσεται ἡ ναῦς;
 [00430]  ἢ κυβερνήτης ὢν διὰ τῶν οἰάκων καταδύῃ τὸ σκάφος, δι' ὧν τῶν ἀτάκτων πνευμάτων τὴν ῥύμην ἐκκόπτειν ἔδει.
 [01410]  Καὶ καθάπερ κυβερνήτης, ἕως ἂν ταῖς φροντίσι ταῖς ὑπὲρ τῶν πλεόντων ταράττηται, πάντας ἐν γαλήνῃ καθίστησιν, ἂν δὲ ταύτης ἀπαλλαγεὶς καθεύδῃ, ταραχὴν ἐπάγει μεγάλην·
000-00-00 Serial Number=0672470808
Fragmenta in Job Ante [Go Back]  
 [00848]  ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων, κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμώτερος ἐγίνετο, ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ, ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε.
000-00-00 Serial Number=0977930009
Fragmenta in Proverbia Ante [Go Back]  
 [00041]  καὶ κυβερνήτης γὰρ προσλαβὼν τέχνην, ἐπιτηδειότερος ἔσται πρὸς τὴν κυβέρνησιν·
 [01874]  Καὶ ὡς κυβερνήτης ἐν πολλῷ κλύδωνι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος, πρὸς τὴν πονηρὰν πρᾶξιν ἀγωνιᾷ.
000-00-00 Serial Number=0772673011
In Acta apostolorum Ante [Go Back]  
 [09759]  οὐδὲ ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθίσαι, μὴ πρότερον ἐγγυμνασάμενος καλῶς·
 [09999]  Ἵνα δειχθῇ, ὅτι οὐκ ἀπὸ στοχασμοῦ ταῦτα ἔλεγεν, ὁ κυβερνήτης τὰ ἐναντία λέγει, καὶ ταῦτα ἔμπειρος ὤν·
 [09999]  καὶ ναυτῶν δὲ ὁμονοούντων, ὁ κυβερνήτης εὐκόλως τοὺς οἴακας μεταχειρίζεται·
 [09999]  ὁ ἐπιστήμων κυβερνήτης τοῦ μὴ κυβερνήτου ἔχρῃζε, μᾶλλον δὲ τοῦ ὄντως κυβερνήτου.
 [09999]  ὥστε ὁ ὄντως κυβερνήτης ἐκεῖνος ἦν.
000-00-00 Serial Number=0442582190
In Isaiam Ante [Go Back]  
 [00954]  Τί γὰρ ὄφελος ἐκ πηγῶν ἅπαντα ἐπιρρεῖν, ὅταν ἐμφύλιοι τίκτωνται πόλεμοι καὶ ἡ θάλασσα διεγείρηται καὶ τῶν κυμάτων μαινομένων μήτε κυβερνήτης μήτε πρωρεὺς μήτε ἄλλος τις ᾖ δυνάμενος διαθεῖναι τὸν τῶν πραγμάτων χειμῶνα καὶ καταστῆσαι γαλήνην;
000-00-00 Serial Number=0707940102
In Lazarum i Ante [Go Back]  
 [00093]  Ἦλθεν ὁ Ἰησοῦς, κυβερνήτης μετὰ ναυάγιον, ἰατρὸς μετὰ νεκρόν.
000-00-00 Serial Number=0774110019
In Petrum et Paulum Ante [Go Back]  
 [00063]  χαίροις, Παῦλε, ὁ τῶν πολλῶν χαρισμάτων κυβερνήτης ὑπάρχων·
000-00-00 Serial Number=0926369309
In Psalmum 050 Ante [Go Back]  
 [00137]  ὅ ποτε πειρατὴς καὶ καταποντιστὴς, νῦν κυβερνήτης λαοῦ·
000-00-00 Serial Number=0604784310
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00793]  Οὐχ οὕτω τέρπεται κυβερνήτης ὄπισθεν αὐτοῦ τῶν κυ μάτων ἐγειρομένων, καὶ εἰς τὸ πρόσω συνωθούντων τὴν ὁλκάδα, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ὡς ἐγὼ τὴν θάλατταν ταύτην ὁρῶν ἀγάλλομαι καὶ σκιρτῶ.
000-00-00 Serial Number=0601460695
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00023]  καὶ γεωργὸς πάλιν, ἢ κυβερνήτης ὁρῶν νεφῶν συνδρομὰς καὶ βροντὰς καταῤῥηγνυμένας μετὰ ἀστραπῶν, φησὶν ὅτι δεῖ τὰ νέφη ταῦτα τεκεῖν ὑετὸν καὶ ὄμβρον σφοδρὸν, οὐδὲ οὗτος παραινῶν, ἀλλὰ τὸ ἐσόμενον προαναφωνῶν·
000-00-00 Serial Number=0203167379
In duodecim apostolos Ante [Go Back]  
 [00048]  Ἀλλ' ἔλθῃ μετ' αὐτὸν εἰς μέσον Παῦλος ὁ πάνσοφος τῆς οἰκουμένης ῥήτωρ, ὁ ἀπὸ λύκου ἀμνὸς, ὁ ἐξ ἀκανθῶν βότρυς, ὁ ἐκ ζιζανίων σῖτος, ὁ ἀπὸ ἐχθροῦ φίλος, ὁ ἀπὸ Ἑβραίων μένων Ἑβραῖος, ὁ παρ' ἐκείνοις Σαῦλος ἐμπνέων ἀπειλῆς καὶ φόνου, παρ' ἡμῖν δὲ Παῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ὁ ἀπὸ βλασφήμου θεολόγος, ὁ ἀπὸ διώκτου εὐαγγελιστὴς, ὁ ἀπὸ πειρατοῦ κυβερνήτης, ὁ ἀπὸ προδότου στρατιώτης·
000-00-00 Serial Number=0560339808
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02951]  Ὁ κυβερνήτης πάλιν καὶ ὁ στρα
 [06850]  ἱστὸν ἕλκων, πρὸς τὸν οὐρανὸν βλέπων, πάντα αὐτὸς ὢν, καὶ ναύτης, καὶ κυβερνήτης, καὶ πρωρεὺς, καὶ ἱστίον, καὶ πλοῖον, καὶ πάντα πάσχων, ἵνα τὰ ἑτέρων λύσῃ κακά.
000-00-00 Serial Number=0189445078
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01250]  Οὐχ ὁρᾷς ὅτι οὐ τῷ τόπῳ τοσοῦτον ὑπερέχει [62.500] τοῦ λοιποῦ σώματος, ὅσον τῇ προνοίᾳ, καθάπερ τις κυβερνήτης, ἅπαν αὐτὸ εὐθύνουσα;
000-00-00 Serial Number=0637761593
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00702]  ἐν πλοίοις ὁ κυβερνήτης δικάζει, ἐν στρατοπέδοις ὁ στρατηγὸς τοὺς στρατιώτας·
000-00-00 Serial Number=0973415077
In epistulam I ad Corinthios Ante [Go Back]  
 [07856]  ∆ιὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ, εἰ χειμῶνος γενομένου ὁ κυβερνήτης ἀφεὶς τὸ τῶν πολλῶν συμφέρον, τὸ ἑαυτοῦ [61.211] ζητοίη μόνον, καὶ ἑαυτὸν καὶ ἐκείνους καταδύσει ταχέως.
000-00-00 Serial Number=0862145543
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02049]  Ἂν ἐν ταύταις πλέωμεν, καὶ κυβερνήτης ὑμῖν παρέσται ὁ λόγος τοῦ Θεοῦ·
 [02051]  Τίνι γὰρ τῶν οὕτω νηχομένων κυβερνήτης παρέσται;
000-00-00 Serial Number=0696381390
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05119]  Βούλεταί τις γενέσθαι κυβερνήτης·
 [07069]  ὁ κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν, πρὸς τῷ λιμένι καταῤῥάξῃ τὸ σκάφος, οὐχὶ πάντα ἀπώλεσε τὸν ἔμπροσθεν πόνον;
000-00-00 Serial Number=0129892111
In epistulam ad Philippenses Ante [Go Back]  
 [04047]  Καὶ καθάπερ τὰ μὲν παιδία ἐν πλοίῳ πλέοντα θορυβεῖται, ὁ δὲ κυβερνήτης κάθηται γελῶν καὶ ἀκλινὴς ὢν, τὸν θόρυβον ἐκείνων ὁρῶν, καὶ τερπόμενος·
000-00-00 Serial Number=0708205163
In epistulam ad Romanos Ante [Go Back]  
 [09044]  Ἵν' οὖν ἔχῃς αὐτὴν ὄχημα καλὸν τῆς ψυχῆς, ἵνα ὁ κυβερνήτης ἀσφαλῶς ἐπὶ τῶν οἰάκων κάθηται, καὶ ὁ στρατιώτης εὐκόλως μεταχειρίζῃ τὰ ὅπλα, εὐάρμοστα πάντα ποίει.
000-00-00 Serial Number=0274230361
In illud Exeuntes pharisaei Ante [Go Back]  
 [00056]  Ὦ φθόνε, πλοῖον πισσοειδὲς, ταρτάρινον, ναυαγιοφόρον! σὸς ναύκληρός ἐστιν ὁ διάβολος, κυβερνήτης ὁ ὄφις, καὶ Κάϊν πρωρεύς.
000-00-00 Serial Number=0860761702
In illud Messis quidem multa Ante [Go Back]  
 [00009]  καὶ ὁ κυβερνήτης δὲ, ὅταν αὐτῷ τὸν τόνον τῆς σαρκὸς χαλάσῃ τὸ γῆρας, οὐ σχοινία τεῖναι, οὐχ ἱστία ἀναπετάσαι, οὐ μεταχειρίσασθαι κώπην, οὐ μεταθεῖναι οἴακας, οὐ μαχέσασθαι κύμασιν, οὐκ ἄλλο τι τῶν τοιούτων δυνήσεται.
000-00-00 Serial Number=0684846878
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00243]  Ἐπεὶ καὶ κυβερνήτης παρακαθίζων τὸν μαθητὴν, δείκνυσι μὲν αὐτῷ πῶς κατέχει τοὺς οἴακας, προστίθησι δὲ καὶ λόγον τῷ ἔργῳ, καὶ οὔτε λέγει μόνον, οὔτε ἐργάζεται μόνον·
000-00-00 Serial Number=0149053752
In illud Vidi dominum Ante [Go Back]  
 [00380]  ∆ιὰ τοῦτο καὶ λιμένες καὶ νῆσοι πανταχοῦ τῆς θαλάσσης εἰσὶ πεφυτευμέναι, ἵνα καὶ κυβερνήτης καὶ ναύτης διαναπαύηται, ὁ μὲν τὴν κώπην ἀποτιθέμενος, ὁ δὲ τῶν οἰάκων ἐξανιστάμενος·
 [00517]  Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρου διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὐ παρὰ ἀνθρώποις, οὐ παρὰ Θεῷ, κἂν μυριάκις λέγῃ τὴν τῆς φύσεως ἡδονήν.
 [00708]  ἐκεῖ ἄνθρωπος κυβερνήτης, ἐνταῦθα δὲ κυβερνήτης ὁ Χριστός.
 [00710]  Ἠδύνατο μὲν γὰρ καὶ ἐν γαλήνῃ πλεῖν, ἀλλ' οὐκ ἀφῆκεν ὁ κυβερνήτης, ἵνα καὶ τῶν πλεόντων τὴν ὑπομονὴν ἴδῃς καὶ τοῦ κυβερνῶντος τὴν σύνεσιν ἀκριβῶς καταμάθῃς.
 [01265]  Οὕτω καὶ κυβερνήτης ἐπιβάτας ἔχων φιλοτίμους καὶ πόλεις ἐρατεινὰς ἐπιθυμοῦντας ἰδεῖν, οὐκ ἐν ἡμέρᾳ μιᾷ διανύει τὴν ὁδόν, κἂν μιᾶς ἡμέρας τὸ διάστημα εἴη, ἀλλὰ πλείω διατρίβειν ἀναγκάζεται χρόνον, καθ' ἕκαστον λιμένα τὸ σκάφος ὁρμίζων, καθ' ἑκάστην πόλιν ἐπιβαίνειν ἐπιτρέπων, ὥστε χαρίσασθαί τι τῇ τῶν συμπλεόντων ἐπιθυμίᾳ.
000-00-00 Serial Number=0884545922
In principium indictionis [2] Ante [Go Back]  
 [00078]  Ἐγώ εἰμι, ὁ συνάναρχος τοῦ Πατρὸς Λόγος, τῆς ἀκτίστης ἀρχῆς ὁ κλάδος, τῆς κοσμικῆς ἁμαρτίας ὁ ἀμνὸς, τοῦ τῶν πόλεων ναυαγίου ὁ κυβερνήτης, τῆς ὀρθοδόξου πίστεως ὁ θησαυρὸς, τῶν μαρτυρικῶν ἀγώνων ὁ βραβευτής.
000-00-00 Serial Number=0481231034
In sancta et magna parasceve Ante [Go Back]  
 [00033]  Σήμερον Ἀδὰμ ἐπλάσθη τῇ ἕκτῃ ἡμέρᾳ, σήμερον μορφὴν ἐφόρεσε θείαν, σήμερον μικρὸς κόσμος ἐν κόσμῳ συνέστη, σήμερον κυβερνήτης ὁ ἄνθρωπος καλὰ τῆς ἀνθρωπίνης κατέσχε πηδάλια, ζώων ἁπάντων ἡγεμο νεύων·
000-00-00 Serial Number=0719190836
In sanctum Thomam apostolum Ante [Go Back]  
 [00044]  Οἶδεν ὁ ποιμὴν τὸ θηρίον, οἶδεν ὁ σφενδονίτης τὸν λύκον, οἶδεν ὁ κυβερνήτης τὸ κῦμα, οἶδεν ὁ λιμὴν τὸν χειμῶνα, οἶδεν ὁ στρατηγὸς τὸν πολέμιον, οἶδεν ὁ Θωμᾶς τὸν Ἄρειον, οἶδε καὶ διώκει αὐτόν.
000-00-00 Serial Number=0608766019
In venerabilem crucem sermo Ante [Go Back]  
 [00014]  καὶ γάρ ἐστε Καθάπερ γάρ τις ἄριστος κυβερνήτης καθήμενος ἐπὶ τῶν οἰάκων, τῇ τέχνῃ τὰς τρικυμίας διαφεύγων, καὶ σῶον ἀποσώζων τὸ σκάφος, ἐπ' εὔδιον λιμένα χειραγωγεῖ·
 [00057]  ἄριστος δέ τις κυβερνήτης φιλονεικῶν τοῖς κύμασιν ἐπ' εὔδιον λιμένα τὸ σκάφος ὁρμίσαι, διὰ τὸ ὀψίαν αὐτοὺς καταλαμβάνειν, δεδοικὼς μήποτε ὑποβρύχιον γένηται τὸ πλοῖον, ἄλλων πλοίων τὴν ὀρθὴν ὁδὸν βαδιζόντων, ἑτέρων δὲ τῇ ῥύμῃ τῶν ἀνέμων ὑποβρυχίων γενομένων καὶ διαλυθέντων, τεθνηκότων δέ τινων, τινῶν δὲ περιγενομένων, καὶ ἐπιλαβομένων οἰκτροῦ τινος πηδαλίου, καὶ ταῖς τρικυμίαις ἐπὶ τὴν στερεὰν ἐξελκομένων, καὶ τῶν ἤδη τεθνηκότων τὰ σώματα ἐξεῤῥιμμένα.
 [00114]  Σταυρὸς Χριστιανῶν ἐλπὶς, σταυρὸς νεκρῶν ἀνάστασις, σταυρὸς τυφλῶν ὁδηγὸς, σταυρὸς ἀπηλπισμένων ἐλπὶς, σταυρὸς πεπλανημένων ὁδὸς, σταυρὸς ἀδικουμένων ἔκδικος, σταυρὸς χωλῶν βακτηρία, σταυρὸς πενήτων παραμυθία, σταυρὸς πλουσίων χαλινὸς, σταυρὸς ὑπερηφάνων καθαίρεσις, σταυρὸς ἀκολάστων μετάνοια, σταυρὸς τρόπαιον κατὰ δαιμόνων, σταυρὸς διαβόλου νῖκος, σταυρὸς νηπίων παιδαγωγὸς, σταυρὸς ἀπόρων εὐπορία, σταυρὸς πλεόντων κυβερνήτης, σταυρὸς χειμαζόντων λιμὴν, σταυρὸς πολεμουμένων τεῖχος, σταυρὸς πατὴρ ὀρφανῶν, σταυρὸς προστάτης χηρῶν, σταυρὸς ἀδίκων κριτὴς, σταυρὸς δικαίων στῦλος, σταυρὸς θλιβομένων ἄνεσις, σταυρὸς νηπίων φύλαξ, σταυρὸς ἀνδρῶν κεφαλὴ, σταυρὸς πρεσβυτέρων τέλος, σταυρὸς φῶς τοῖς ἐν σκότει καθημένοις, σταυρὸς βασιλέων μεγαλοπρέπεια, σταυρὸς βαρβάρων φιλανθρωπία, σταυρὸς δούλων ἐλευθερία, σταυρὸς ἀπαιδεύτων σοφία, σταυρὸς ἀνόμων νόμος, σταυρὸς προφητῶν κήρυγμα, σταυρὸς ἀποστόλων κατάγγελμα, σταυρὸς μαρτύρων καύχημα, σταυρὸς μοναζόντων ἄσκησις, σταυρὸς παρθένων σωφροσύνη, σταυρὸς ἱερέων χαρὰ, σταυρὸς Ἐκκλησίας θεμέλιος, σταυρὸς οἰκουμένης ἀσφάλεια, σταυρὸς ναῶν καθαίρεσις, σταυρὸς βωμῶν ἀνατροπὴ, σταυρὸς κνίσσης ἀφανισμὸς, σταυρὸς Ἰουδαίων σκάνδαλον, σταυρὸς ἀσεβῶν ἀπώλεια, σταυρὸς ἀδυνάμων δύναμις, σταυρὸς νοσούντων ἰατρὸς, σταυρὸς λεπρῶν καθαρισμὸς, σταυρὸς παραλυτικῶν σφίγξις, σταυρὸς πεινώντων ἄρτος, σταυρὸς διψώντων πηγὴ, σταυρὸς γυμνῶν σκέπη·
000-00-00 Serial Number=0067176700
Quod mari similis sit haec vita Ante [Go Back]  
 [00042]  Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης, ἅπαξ ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως, δεύτερον πάλιν ἐν τῷ κατακλυσμῷ Νῶε, τρίτον μετὰ τὸ δέξασθαι τὸν νόμον πρὸς τὴν εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως οὗ ἐλθὼν ὁ τῶν ψυχῶν ἡμῶν κυβερνήτης Χριστὸς, στήσας τὸ ἱστίον τοῦ σταυροῦ ἐν μέσῃ τῇ γῇ, ἀχείμαστον ἡμῖν τὸν εἰς οὐρανόπολιν πλοῦν οἰκονόμησεν.
000-00-00 Serial Number=0498035967
Sermo cum iret in exsilium Ante [Go Back]  
 [00023]  κἀγὼ ὡς κυβερνήτης ἐν μεγάλῳ κλύδωνι, καθέζομαι ἐπὶ τὰς δύο πρύμνας τοῦ πλοίου, ἤγουν ἐπὶ τὴν Παλαιὰν καὶ Νέαν ∆ιαθήκην, καὶ ταῖς κώπαις ἀπωθοῦμαι τὴν ζάλην·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»