Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κάτωθεν [137]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κάτωθεν


000-00-00 Serial Number=0983273268
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00379]  Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν.
000-00-00 Serial Number=0244741380
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00853]  Ἄβυσσος ἡ μὲν κάτωθεν ἀνεῤῥήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο·
000-00-00 Serial Number=0374582648
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00042]  ἀλλὰ δεῖ τῆς φλογὸς ἐκείνης, ἣν ἀνῆψε μὲν ὁ Χριστὸς ἐν τῇ τοῦ Παύλου ψυχῇ, ἔτρεφε δὲ ὁ μακάριος ἐκεῖνος διὰ τούτου τοῦ πνευματικοῦ λογισμοῦ, καὶ πρὸς τοσοῦτον ὕψος ἐπῆρεν, ὡς κάτωθεν ἀρξαμένην ἀπὸ τῆς γῆς, πρὸς αὐτὸν φθάσαι τὸν οὐρανὸν, καὶ τὸν ὑπὲρ τοῦτον οὐρανὸν, καὶ τὸν μετ' ἐκεῖνον πάλιν.
000-00-00 Serial Number=0429822028
Ad populum Antiochenum Ante [Go Back]  
 [01319]  Καθάπερ οὖν ὁ τὸ ἄροτρον ἐμβαλὼν, κάτωθεν τὴν γῆν ἀναῤῥήγνυσιν, ἀσφαλῆ τοῖς σπέρμασι προπαρασκευάζων τὴν φυλακὴν, ὥστε μὴ κατενεχθέντα ἄνω κεῖσθαι ἐπὶ τῆς ἐπιφανείας, ἀλλ' εἰς αὐτὰς τῆς γῆς παραπεμφθῆναι τὰς λαγόνας, καὶ ἐν ἀσφαλεῖ καταθέσθαι τὰς ῥίζας·
 [02885]  Πολλάκις γοῦν δᾷδα καιομένην λαβόντες, καὶ κατὰ κεφαλῆς κλίναντες τοῦ πυρὸς τὴν ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕτως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν·
 [02899]  Καὶ οὔτε τὸ ὕδωρ τὸν ἥλιον ἔσβεσεν, οὔτε ὁ ἥλιος ἐπὶ τοσοῦτον χρόνον βαδίζων κάτωθεν τὸ ἐπικεί [49.109] μενον ἀνεξήρανεν ὕδωρ.
 [02997]  νῦν δὲ τὸ ἐναντίον βλέπομεν κάτω πρὸς τὴν γῆν τετραμμένας τοῦ ἡλίου τὰς ἀκτῖνας, καὶ τὰ ὕδατα ὑπεράνω τῶν οὐρανῶν ὄντα, καὶ οὐ διολισθαίνοντα, καὶ τὸν ἥλιον κάτωθεν τρέχοντα, καὶ οὐδὲ σβεννύμενον ὑπὸ τῶν ὑδάτων, οὕτε ἀφανίζοντα τὴν νοτίδα ἐκείνην.
 [03302]  μόνον, ἀλλὰ καὶ δεύτερον, τὸν μὲν ὑποτείνας τῷ βρέγματι κάτωθεν, τὸν δὲ ἄνωθεν περιβαλὼν τῇ τοῦ ἐγκεφάλου σαρκί·
 [04308]  Ἵνα μὴ κάτωθεν πετώμεθα, ἀλλὰ τὰ ἄνω ζητῶμεν.
 [05992]  ἀλλὰ στενάξας κάτωθεν βαρὺ καὶ πικρὸν, Ὁμολογοῦμεν, φησὶν, ὦ βασιλεῦ, καὶ οὐκ ἂν ἀρνηθείημεν τὸν ἔρωτα τοῦτον, ὃν περὶ τὴν πατρίδα ἐπεδείξω τὴν ἡμετέραν, καὶ διὰ τοῦτο μάλιστα θρηνοῦμεν, ὅτι τὴν οὕτω φιλουμένην ἐβάσκηναν δαίμονες, καὶ περὶ τὸν [49.215] εὐεργέτην ἀγνώμονες ἐφάνημεν, καὶ τὸν σφοδρὸν ἡμῶν παρωξύναμεν ἐραστήν.
000-00-00 Serial Number=0367314339
Adversus Judaeos Ante [Go Back]  
 [02007]  Καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν πάσας εἶχε τὰς ἀρχὰς, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρανῶν·
000-00-00 Serial Number=0932706058
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00024]  καὶ καθάπερ οἱ πειραταὶ καὶ καταποντισταὶ τὰ μὲν ἄμμον ἔχοντα πλοῖα [63.478.20] παρατρέχουσιν, εἰ δέ που φόρτον ἴδοιεν ἔχοντα πολυτελῆ καὶ πλοῦτον ἐναποκείμενον, τούτοις ἐπιτίθενται, διατιτρῶντες κάτωθεν, προσβάλλοντες ἄνωθεν, πᾶσαν κινοῦντες μηχανήν·
000-00-00 Serial Number=0040424943
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00015]  Εἶπεν ἄν τις, ἐκεῖνο τὸ πεδίον ἰδὼν, οὐ σώματα κάτωθεν ὑποκεῖσθαι νεκρῶν, ἀλλὰ πηγὰς εἶναι πολλὰς, καὶ πολλαχόθεν ἐκεῖνο φερούσας τῶν ζώων τὸ γένος·
 [00828]  Ἔστιν οὖν πρῶτος μὲν κάτωθεν ἀναβαίνων κακίας καὶ ὠμότητος βαθμὸς, τὸ τὰ τῶν ἐχθρῶν κτήνη καὶ θρέμματα κακῶς πάσχοντα παρατρέχειν·
000-00-00 Serial Number=0493086159
Commentarius in Job Ante [Go Back]  
 [00711]  καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράψωμεν κάτωθεν ἐν ταῖς χοινικίσιν, ὑπογράφομεν·
 [00712]  «ὁ δεῖνα ἀνατέθεικεν», οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ διὰ ῥημάτων γράψας ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει·
000-00-00 Serial Number=0245148897
Contra Anomoeos Ante [Go Back]  
 [00052]  Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον.
000-00-00 Serial Number=0346321523
De Anna i Ante [Go Back]  
 [00295]  Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκείνης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν;
000-00-00 Serial Number=0908221126
De Davide et Saule Ante [Go Back]  
 [00236]  Ὅτι χριστὸς Κυρίου ἐστὶν, οὐκ ἀπὸ τῆς κάτωθεν τιμῆς, ἀλλ' ἀπὸ τῆς ἄνωθεν ψήφου ποιήσας αἰδέσιμον.
000-00-00 Serial Number=0813769877
De Lazaro Ante [Go Back]  
 [01562]  ἄνωθεν τραύματα, καὶ κάτωθεν πλοῦτος ἄφατος·
 [02117]  θησαυρὸς ἄνωθεν ἀκάνθας ἔχων, κάτωθεν δὲ μαργαρίτας.
000-00-00 Serial Number=0760880947
De Melchisedech Ante [Go Back]  
 [00015]  Καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν, θαλαττίων ἀγριώτερα, οἷον ζάλη, θυμὸν κάτωθεν στρέφοντα τὴν καρδίαν, πνεύματα ἐπιθυμίας πονηρᾶς, ποιοῦντα πολλὴν τῆς διανοίας τὴν σύγχυσιν.
000-00-00 Serial Number=0615775764
De cruce et latrone ii Ante [Go Back]  
 [00160]  ὁ μὲν βλασφημεῖ, ὁ δὲ ἐγκαλεῖ, καὶ ταῦτα ὁρῶν ἐσταυρωμένον αὐτὸν, κατακεκριμένον, τὸν δῆμον κάτωθεν λοιδορούμενον, ἐπιβοῶντα μεγάλα·
000-00-00 Serial Number=0899907231
De diabolo tentatore Ante [Go Back]  
 [00078]  Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες κακοῦργοι, μικρῷ σιδήρῳ πολλάκις τὴν ναῦν διατρήσαντες, ἅπασαν ἐπεισάγουσι κάτωθεν τῷ πλοίῳ τὴν θάλατταν·
000-00-00 Serial Number=0688565075
De incomprehensibili dei natura Ante [Go Back]  
 [01356]  Αὕτη γάρ ἐστιν ἡ πρὸς τὸν οὐρανὸν ἀναβαίνουσα καί, καθάπερ τὰ ὕδατα, ἕως μὲν ἂν ἐπὶ ἰσοπέδου φέρηται χωρίου καὶ πολλῆς ἀπολαύῃ τῆς εὐρυχωρίας, οὐκ ἀνίσταται πρὸς ὕψος, ἐπειδὰν δὲ αὐτὰ χεῖρες ὀχετηγῶν κάτωθεν περισφίγξασαι θλίψωσι στενοχωρούμενα, βέλους παντὸς ὀξύτερον πρὸς τὸ ὕψος ἐξακοντίζεται, οὕτω δὴ καὶ ἡ ἀνθρωπίνη διάνοια, ἕως μὲν ἂν ἀδείας ἀπολαύῃ πολλῆς, διαχεῖται καὶ διαρρεῖ, ἐπειδὰν δὲ πραγμάτων περίστασις κάτωθεν αὐτὴν στενοχωρήσῃ, ἀποθλιβομένη καλῶς, καθαρὰς καὶ εὐτόνους πρὸς τὸ ὕψος ἀναπέμπει τὰς εὐχάς.
 [01414]  Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων, οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται.
000-00-00 Serial Number=0836934805
De libello repudii Ante [Go Back]  
 [00216]  Θερμαὶ δακρύων πηγαὶ, στεναγμοὶ κάτωθεν ἀπὸ καρδίας ἀνιόντες, κατάνυξις διηνεκὴς, εὐχαὶ ἐκτενεῖς, ἐλεημοσύναι, καὶ ἐλεημοσύναι δαψιλεῖς, τὸ καταγνῶναι τῶν γεγενημένων, τὸ μηκέτι τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν·
000-00-00 Serial Number=0536295831
De mutatione nominum Ante [Go Back]  
 [00799]  Ὥσπερ γὰρ ὁ δένδρον βουλόμενος ἐκτεμεῖν, τοὺς κλάδους ἀφεὶς, κάτωθεν ἐκκόπτει τὴν ῥίζαν, οὕτω δὴ καὶ οὗτος ἐπὶ τοὺς μαθητὰς ἦλθε, τὴν ῥίζαν τοῦ κηρύγματος βουλόμενος ἀνελεῖν.
000-00-00 Serial Number=0942302108
De paenitentia [1] Ante [Go Back]  
 [01268]  Σὺ δὲ, ὥσπερ εἶδες τὸν προφήτην φεύγοντα, ἄκουσον αὐτοῦ καὶ ἐξομολογουμένου κάτωθεν ἀπὸ τῆς γαστρὸς τοῦ θηρίου·
 [01363]  Καθάπερ γὰρ εἰς κάμινόν τινα εἰς τὸ θέατρον τὴν πόλιν ἐμβαλὼν ὁ διάβολος, οὕτω κάτωθεν ὑποκαίει, οὐ κληματίδας ὑποτιθεὶς, καθάπερ ὁ βάρβαρος τότε ἐκεῖνος, οὐδὲ νάφθαν, οὐδὲ στυππεῖον, οὐδὲ πίσσαν, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, πορνικὰς ὄψεις, αἰσχρὰ ῥήματα, διακεκλασμένα μέλη, πάσης γέμοντα πονηρίας ᾄσματα.
000-00-00 Serial Number=0399515212
De patientia et de consummatione huius saeculi Ante [Go Back]  
 [00137]  σὺ γὰρ ἄνωθεν πολεμεῖς, αὐτὰ δὲ κάτωθεν.
000-00-00 Serial Number=0439680099
De precatione [1] Ante [Go Back]  
 [00080]  Καὶ ὥσπερ πλοῖον καὶ οἰκίαν τὰ κάτωθεν ἰσχυρὰ ποιεῖ καὶ συνέχει, οὕτω τὸν ἡμετέρον βίον αἱ προσευχαὶ συγκρατοῦσιν·
000-00-00 Serial Number=0771272838
De prophetiarum obscuritate Ante [Go Back]  
 [00015]  καὶ γὰρ καὶ ταύτην πολλάκις καταλαμβάνει κύματα παθῶν τῶν θαλαττίων ἀγριώτερα, οἷον ζάλη θυμοῦ κάτωθεν στρέφουσα τὴν καρδίαν, [56.165] πνεύματα ἐπιθυμίας πονηρᾶς πολλὴν ἐμποιοῦντα τῇ διανοίᾳ τὴν σύγχυσιν.
000-00-00 Serial Number=0357732415
De sacerdotio Ante [Go Back]  
 [00552]  Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται, ὅταν δὲ καθ' ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται καὶ τὸ λοιπὸν μεθ' ἑαυτῆς προσαπόλλυσι σῶμα.
000-00-00 Serial Number=0042140305
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00026]  Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκήπτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰ τοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶ [50.530] τὸν εὐεργέτην ἠγνόησε, καὶ κάτωθεν ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων ὑλάκτει κατὰ τοὺς μαινομένους τῶν κυνῶν, οἳ καὶ τῶν μὴ τρεφόντων, καὶ τῶν τρεφόντων ὁμοίως καταβοῶσι·
000-00-00 Serial Number=0095056772
De terrae motu Ante [Go Back]  
 [00098]  Ἄνωθεν ἡ ὀργὴ, καὶ κάτωθεν ὑμῶν ἡ φωνή·
 [00099]  τὴν ἄνωθεν ῥέουσαν ὀργὴν ἡ κάτωθεν ἀναπεμπομένη φωνὴ ἀνέστειλεν.
000-00-00 Serial Number=0305386961
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06202]  Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσι παρατραπέντες, κατενεχθήσονται κάτω καὶ ἀπολοῦνται·
 [07265]  αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἀνεπλήρωσεν, ἀλλ' ἅμα τό τε στόμα ἠνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς.
 [07292]  Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί.
 [07749]  κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν ἅπαντας διεγείρῃς, μυρία ἄνωθεν καὶ κάτωθεν δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ στεφανοῦντος.
 [07795]  Εἰ γὰρ ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸν ὁ βασιλεὺς ἀνηγόρευσε τὸν ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν;
 [08104]  Καὶ διὰ θυρίδος ἀπὸ τοῦ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί.
 [08133]  καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς.
 [08153]  καὶ ὁ μὲν ἀφ' ὕψους φερόμενος κάτω τὰς ἀκτῖνας ἀφίησιν, αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλ' ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς.
 [08367]  πῶς ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς τῆς κάτωθεν ἐκπεσόντες, πρὸς τοσοῦτον ὕψος ἀνήχθημεν;
000-00-00 Serial Number=0504657626
Encomium in sanctum Joannem evangelistam Ante [Go Back]  
 [00147]  ταῦτα γὰρ κάτωθεν τῆς ἀφράστου καὶ ἀνεκδιηγήτου τοῦ μονογενοῦς οὐσίας·
000-00-00 Serial Number=0603561938
Epistula ad Cyriacum Ante [Go Back]  
 [00006]  Θάλασσαν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἀποπλέοντας, ἑτέρους ὑποβρυχίους γινομένους, τὰς σανίδας τῶν πλοίων διαλυομένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας·
 [00166]  Θάλατταν ὁρῶ μαινομένην ἀπ' αὐτῆς τῆς ἀβύσσου κάτωθεν ἀναμοχλευομένην, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντας, πρὸς τὴν ἀμηχανίαν τοῦ χειμῶνος ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηράν, ἀλλ' ἐπὶ τῶν στρωμάτων κειμένους καὶ ὀλοφυρομένους καὶ κλαίοντας.
 [00279]  Θάλατταν ὁρῶ ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρυχίους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλυομένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας·
000-00-00 Serial Number=0654200077
Epistulae Ante [Go Back]  
 [01278]  Θάλατταν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντα καὶ πρὸς τὴν ἀμηχανίαν τοῦ χειμῶνος ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηρὰν, ἀλλ' ἐπὶ τῶν στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους, καὶ κλαίοντας.
 [02236]  Θάλατταν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντα καὶ πρὸς τὴν ἀμηχανίαν τοῦ χειμῶνος ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηρὰν, ἀλλ' ἐπὶ τῶν στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους, καὶ κλαίοντας.
000-00-00 Serial Number=0147732437
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00123]  Θάλασσαν ὁρῶ μαινομένην πάντοθεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρυχίους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλελυμένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας, τοὺς κυβερνήτας ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν καταστρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, ὀλολύζοντας, θρηνοῦντας, ὀλοφυρομένους μόνον, οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες, οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν, καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα.
000-00-00 Serial Number=0668295026
Expositiones in Psalmos Ante [Go Back]  
 [01467]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς οὐ τὴν πορνείαν μόνον, οὐδὲ τὴν μοιχείαν, ἀλλὰ καὶ τὴν ἀκόλαστον ὄψιν ἀναστέλλει, τὴν ῥίζαν κάτωθεν ἀνασπῶν, ὥστε καὶ εὐκολώτερον εἶναι περιγενέσθαι τῆς πονηρίας.
 [04123]  Οὐδὲ γὰρ ἦν ἁπλῶς ἐπιπόλαιος ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας.
 [05886]  Οὐδὲ γὰρ ἦν ἁπλῶς ἐπιπόλαιος ἡ κακία, ἀλλὰ κάτωθεν, καὶ ἀπὸ καρδίας.
000-00-00 Serial Number=0290628254
Fragmenta in Job Ante [Go Back]  
 [00477]  Καθάπερ ἐπὶ τῶν εἰκόνων ἐπειδάν τινα γράψωμεν, κάτωθεν ἐν ταῖς χοινικίσιν ὑπογράφομεν, Ὁ δεῖνα ἀνατέθεικεν·
 [00478]  οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς τοῦ δικαίου διὰ ῥημάτων γράψας, ὁ συγγράψας τὸ βιβλίον, ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων, λέγει, ὅτι Ἐν τούτοις πᾶσιν οὐχ ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον Κυρίου.
000-00-00 Serial Number=0309065580
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00096]  καὶ θυσίαι ἠλέγχοντο καὶ ἑορταὶ καὶ νεομηνίαι καὶ σάββατα, καὶ τὸ λοιπὸν τῆς λατρείας εἶδος ἐξεβέβλητο, ἀρετῆς ἀμελουμένης, καὶ φωνὴ ἄνωθεν τοῦ Θεοῦ κατηγοροῦντος, καὶ φωναὶ κάτωθεν τῶν προφητῶν ὀδυρομένων, καὶ φωναὶ πανταχόθεν, τῶν πραγμάτων κακῶς διακειμένων, καὶ πολλὴ τῆς κακίας ἡ δύναμις, καὶ πυκνή τις ἦν νεφέλη καὶ βαθεῖα νὺξ, καὶ ἐν παῤῥησίᾳ τὰ τῆς πονηρίας, καὶ τὰ τῆς ἀρετῆς ἐκποδὼν, καὶ ὁ χειμὼν εἰς ὕψος ἤρετο, καὶ τὰ κύματα ἐπάλληλα, καὶ ναυάγια πυκνὰ καὶ συνεχῆ, καὶ πάντες ἦσαν ὑποβρύχιοι, καὶ οὐδὲ κυβερνήτου φωνὴ ἠκούετο, οὔτε ναυτῶν ἴσχυσε τέχνη, ἀλλ' ἐπεκράτει τὰ πονηρὰ πνεύματα, καὶ οὐδεμία σωτηρίας ἦν ἐλπὶς, οὐδὲ παρακαλέσαι τις τὸν Θεὸν ἐτόλμα·
000-00-00 Serial Number=0284942567
In Acta apostolorum Ante [Go Back]  
 [05454]  Καθάπερ γὰρ ἐπὶ τῶν ὑπεράντλων πλοίων, πολὺς ὁ θόρυβος τῶν ναυτῶν, τοῦ κυβερνήτου, τοῦ πρωρέως, τῶν ἐπιβατῶν, τὰ μὲν ἄνωθεν ῥιπτούντων εἰς τὸ πέλαγος, τὰ δὲ κάτωθεν·
 [05455]  οὕτω δὴ καὶ ἐνταῦθα, τὰ μὲν ἄνωθεν ἐμοῦντες, τὰ δὲ κάτωθεν, καὶ ἑαυτοὺς διαφθείροντες, ἀπόλλυνται.
 [07506]  Ἅτε ὡς εὐτελῆ οἰκίαν, κάτωθεν ἐπυνθάνοντο, οὐ τοὺς γείτονας ἠρώτων.
 [09999]  Οὐκοῦν ἣν ἂν ὁ λόγος ὑφηγήσηται, ταύτην βαδίζωμεν, ὅπως κάτωθεν καὶ πρόῤῥιζον ἀνασπασθῇ τὸ κακόν.
000-00-00 Serial Number=0201244712
In Bassum martyrem Ante [Go Back]  
 [00009]  Ἐθεασάμεθα γὰρ ὄντως θυμὸν φιλανθρωπίαν ἀστράπτοντα, ὅτε τὸν τῶν σεισμῶν περιεζώσθημεν φόβον, ὅτε κραδαινομένην τὴν κτίσιν ἐγνώκαμεν, ὅτε τὸ μὲν ἔδαφος σφοδρῶς ἐτινάσσετο, ὁ δὲ Σωτὴρ τῶν ἰδίων οἰκτιρμῶν οὐκ ἀφίστατο, ὅτε τὸ πικρὸν προσεδοκήσαμεν τέλος, ὅτε τάφους τὰς οἰκίας ἄφνω ἐνομίσαμεν, ὅτε τὸ τιναγμῷ συνεχόμενοι τόπον ἢ τρόπον καταφυγῆς οὐχ εὑρίσκομεν, ὅτε τὸ μέσον τῆς ἡμέρας φθάσαντες τὴν ἑσπέραν ἰδεῖν οὐκ ἠλπίσαμεν, ὅτε ἄνωθεν τῷ ξίφος ἐπήρτητο, καὶ κάτωθεν ἠνδρίζετο μετὰ προσευχῆς εὐποιία, ὅτε συμφώνως οἱ λαοὶ τὸ, Ἐλέησον, ἔκραζον.
000-00-00 Serial Number=0108038962
In Genesim sermones Ante [Go Back]  
 [00776]  ἀλλὰ καὶ τῆς τραπέζης ἡμῖν παρακειμένης, πολλάκις καὶ μυρίων γενούσης ἀγαθῶν (εἴγε ἀγαθὰ χρὴ καλεῖν, ἃ ἐπὶ κατακρίσει τῆς ἡμῶν ἀπανθρωπίας ἐσθίομεν), πλὴν ἀλλὰ καὶ τῆς τραπέζης παρακειμένης, ἀκούοντες κάτωθεν διὰ τῶν στενωπῶν βαδιζόντων ἐκείνων, καὶ μεγάλα βοώντων ἐν τοῖς ἀμφόδοις, ὀδυνωμένων ἐν βαθυτάτῳ σκότῳ, ἐν ἐρημίᾳ πολλῇ, οὐδὲ οὕτως ἐπικαμπτόμεθα·
 [00777]  ἀλλὰ καὶ ἐμπλησθέντες, καὶ πρὸς ὕπνον βαδίζοντες, καὶ ἐν ἐκείνῳ πάλιν τῷ καιρῷ μεγάλα κάτωθεν ὀδυρομένων ἀκούοντες, ὥσπερ κυνὸς λυττῶντος, ἀλλ' οὐκ ἀνθρωπίνης ἀκούοντες φωνῆς οὕτω παρατρέχομεν·
 [00778]  καὶ οὔτε πρὸς τὸν καιρὸν ἐπιστρεφόμεθα, ὅτι ἀωρὶ λοιπὸν τῶν νυκτῶν καθευδόντων ἁπάντων ἐκεῖνος ὀδύρεται μόνος, οὔτε πρὸς τὸ κοῦφον τῆς αἰτήσεως, ὅτι ἄρτου πλέον οὐδὲν ἡμᾶς ἀπαιτεῖ, ἢ ἀργύριον ὀλίγον, οὔτε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς, ὅτι λιμῷ παλαίει διηνεκεῖ, οὔτε πρὸς τὴν ἐπιείκειαν τοῦ ἱκέτου, ὅτι τοσαύτῃ κατεχόμενος ἀνάγκῃ, οὐ πρὸς τὰς θύρας ἐλθεῖν, οὐκ ἐγγὺς γενέσθαι τολμᾷ, ἀλλὰ κάτωθεν ἐκ πολλοῦ τοῦ διαστήματος ποιεῖται τὴν ἱκετηρίαν.
 [01230]  Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν ∆εσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας.
 [01348]  Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν ∆εσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας.
 [01643]  Ἀνεστοιχειώθη ἡ κτίσις ἅπασα, ἄβυσσοι ἀνεῤῥάγησαν κάτωθεν, καταῤῥάκται ἀνεῴχθησαν ἄνωθεν, ἅπαντα πέλαγος ἦν ξένον καὶ παράδοξον καὶ φρικῶδες, καὶ ἐν τάφῳ κοινῷ τῇ ἰλύϊ καὶ σώματα ἀνθρώπων καὶ σώματα ἵππων καὶ θηρίων ἐκρύπτετο·
000-00-00 Serial Number=0858054161
In Heliam et viduam Ante [Go Back]  
 [00043]  οὕτω καὶ ὁ τότε γενόμενος αὐχμὸς, οὐχὶ τὴν ὄψιν τῆς γῆς κατέκαυσε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς λαγόνας ἐλθὼν, πᾶσαν κάτωθεν ἀνέσπασε τὴν νοτίδα.
000-00-00 Serial Number=0884314716
In Isaiam Ante [Go Back]  
 [01837]  ἀλλ' ἔρημοι καὶ τῆς ἄνωθεν συμμαχίας καὶ τῆς κάτωθεν βοηθείας, ἐκδοθήσονται τοῖς πολεμίοις.
000-00-00 Serial Number=0914114594
In Joannem Ante [Go Back]  
 [00331]  Καθάπερ γὰρ τὸ ὄμμα, ὅταν μὲν καθαρὸν ᾖ καὶ διαυγὲς, ὀξυδερκές τέ ἐστι, καὶ οὐκ ἂν ἀποκάμοι ῥᾳδίως καὶ τὰ λεπτότατα σώματα καταμανθάνον, ἐπειδὰν δὲ χυμοῦ τινος ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεύσαντος πονηροῦ, ἢ κάτωθεν λιγνύος καπνώδους ἀνενεχθείσης, πυκνή τις πρὸ τῆς κόρης γένηται νεφέλη, οὐδὲν οὐδὲ τῶν παχυτέρων σαφῶς ἀφίησι συνιδεῖν·
000-00-00 Serial Number=0686470330
In Lazarum i Ante [Go Back]  
 [00193]  Τί ποιοῦμεν, ὅτι μετ' ὀλίγας ἡμέρας ἄνωθεν ἥλιος σκοτίζεται, κάτωθεν γῆ τρέμει μὴ φέρουσα τὰ πεπραγμένα, ἔνδοθεν τοῦ ναοῦ τὸ καταπέτασμα διαῤῥήγνυται, νεκρῶν δῆμος πρὸς ζωὴν ἐπανέρχεται;
000-00-00 Serial Number=0221637011
In Lazarum iii Ante [Go Back]  
 [00023]  Ἅδης δὲ κάτωθεν, ὡς ἔοικε, τὸν νεκρὸν ἀποδιδοὺς ἀνεβόα·
000-00-00 Serial Number=0746935308
In Psalmos 101-107 Ante [Go Back]  
 [00597]  Οὐ γὰρ μόνον κάτωθεν ἀναβλύζειν παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν, ἀλλὰ καὶ ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει.
000-00-00 Serial Number=0716145396
In annuntiationem deiparae Ante [Go Back]  
 [00024]  ὑμεῖς δὲ κάτωθεν τοῖς δικαίοις κρότοις ἐπισκιρτῶντες ἠγάλλεσθε, καὶ τὸν μιμητὴν τῶν ἀποστόλων ἄξιον τῶν ἀποστόλων ἀνηγορεύσατε, ὡς τοῦ Πέτρου τὴν μακαρισθεῖσαν ὁμολογίαν τῇ γλώττῃ πηγά [62.765] ζοντα, ὡς τοῦ Παύλου τὸν ζῆλον τοῖς χείλεσιν ἐκπυρσεύοντα·
000-00-00 Serial Number=0360700190
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00034]  Πῶς γὰρ, εἰπέ μοι, ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς κάτωθεν ἐκπεσόντες, πρὸς τοσοῦτον ὕψος ἀθρόον ἀνήχθημεν;
000-00-00 Serial Number=0207980633
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00078]  πῶς ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς τῆς κάτωθεν ἐκπεσόντες πρὸς τοσοῦτον ὕψος ἀνήχθημεν;
 [00100]  ὅρα πῶς καὶ τὰ κάτωθεν φερόμενα ὀνείδη ὑπέμεινεν·
 [00142]  μᾶλλον δὲ κάτωθεν ἀρξώμεθα·
000-00-00 Serial Number=0010804832
In centurionem Ante [Go Back]  
 [00017]  ἴδε μοι τὸν μακάριον Πέτρον λόγῳ τὰς ᾅδου πύλας ἀναπετάσαντα, καὶ τὴν Ταβιθὰν κάτωθεν ἀναγαγόντα.
000-00-00 Serial Number=0505835652
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00246]  Κἂν τοὺς κωκυτοὺς τῶν γυναικῶν παύσας, καὶ τοὺς χοροὺς τῶν θρηνουσῶν διαλύσας, εἰς δοξολογίαν ἅπαντας διεγείρῃ, μυρία ἄνωθεν, μυρία κάτωθεν δέξεται τὰ βραβεῖα, ἀνθρώπων αὐτὸν θαυμαζόντων, ἀγγέλων κροτούντων, τοῦ Θεοῦ στεφανοῦντος.
 [01036]  Οὐ γὰρ οὕτως ὀξὺ δόρυ γένοιτ' ἄν ποτε, ὡς ἐκείνων τῶν λογισμῶν τὰ κέντρα κάτωθεν ἀπὸ τῶν σπλάγχνων ὀξυνόμενά τε καὶ ὀρθούμενα διέπειρε τοῦ δικαίου τὴν διάνοιαν.
 [01052]  Εἰ γὰρ, ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸς ὁ βασιλεὺς ἀναστὰς ἀνηγόρευσε τὸν Ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν;
 [03834]  φραττομένης γὰρ αὐτῆς κάτωθεν, ἄνωθεν ἀναβλύζει τὰ πλείονα τῶν πονηρῶν τούτων ῥευμάτων.
 [05715]  περὶ δὲ τοῦ κηρύγματος διαλέγεται, δεικνὺς ὅτι οὐκ ἔστιν ἀνθρώπινον, οὐδὲ τῆς κάτωθεν δεόμενον βοηθείας.
 [06868]  διὰ θυρίδος ἀπὸ τείχους ἐχαλάσθη, ἵνα κάτωθεν ἄνω διαπέμψῃ τοὺς ἐῤῥιμμένους χαμαί.
000-00-00 Serial Number=0497732937
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01140]  Ὁ Χριστὸς γὰρ ἐσταυρώθη, οὗτος ἔμελλεν ἀποκεφαλίζεσθαι, ὁ Πέτρος κάτωθεν ἀνεσκολοπίσθη, καὶ ταῦτα ἔπαθον παρὰ ἀνθρώπων καταπτύστων καὶ ἰταμῶν.
 [01273]  πολλάκις αὐτὴ ἡ ψυχὴ στρέφεται κάτωθεν, ἀγωνιῶσα, τρέμουσα.
 [01652]  πολλάκις κάτωθεν ἄνεισιν.
000-00-00 Serial Number=0528571844
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03793]  ἢ βούλεσθε κάτωθεν τὸν λόγον ἀναγάγωμεν;
 [03880]  οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς τῶν κατὰ τὰ ἄμφοδα βαδιζόντων καὶ εἰς τὰς αὐλὰς εἰσιόντων καὶ κάτωθεν βοώντων καὶ ἐπαιτούντων ἐλεεινότεροι.
 [07140]  Αἰγύπτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ μάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξους ἀνῆκε, παρῆν αὐτοῖς πανταχοῦ θαυματουργῶν, καὶ πάντοθεν αὐτοὺς τειχίζων·
 [08963]  εἶθ' οὕτω πνεῦμα πονηρὸν κάτωθεν ἀναδιδόμενον, καὶ διὰ τῶν γεννητικῶν αὐτῆς διαδυόμενον μορίων πληροῦν τὴν γυναῖκα τῆς μανίας, καὶ ταύτην τὰς τρίχας λύουσαν λοιπὸν ἐκβακχεύεσθαί τε, καὶ ἀφρὸν ἐκ τοῦ στόματος ἀφιέναι, καὶ οὕτως ἐν παροινίᾳ γενομένην τὰ τῆς μανίας φθέγγεσθαι ῥήματα.
 [09999]  ∆ιὸ καὶ μεθ-οδείαν αὐτὴν καλεῖ ὁ Παῦλος, ὅτι οὐκ ἐξ εὐθείας ὃ βούλεται κατασκευάσαι δείκνυσιν, ὥστε μὴ γενέσθαι κατάφωρος, ἀλλ' ἕτερον ἑαυτῷ περιτιθεὶς προσ-ωπεῖον, ἕτερα τεκταίνει, καὶ καθάπερ πολέμιος καὶ κακοῦργος πόλει προσβαλὼν καὶ τείχεσι, κάτωθεν ὑπορύττει λανθάνων, ὥστε ταύτῃ γενέσθαι δυσφύ-61.322 λακτος, καὶ κατορθῶσαι ἅπερ ἐσπούδακε.
000-00-00 Serial Number=0103962839
In epistulam ad Colossenses Ante [Go Back]  
 [01702]  ἄνωθεν κάτω, ἢ κάτωθεν ἄνω;
 [01778]  Ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ·
 [03965]  ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν ἀκολάστων ἐκκαιόμενον καὶ βακχευόμενον τῷ τῶν σωμάτων ἔρωτι, ἐδείκνυ κόρην παρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον ἠρέμα, περιστρεφόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν μειδιῶντα, καὶ πολλῇ μὲν περιεσταλμένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσι κυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωμένην, τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν πάλιν τὴν παρειὰν εἰς ἀκριβῆ ἐρυθρότητα ἀφικνουμένην, μαρμάρου δίκην λείαν ὑποκειμένην, ὁμαλήν·
000-00-00 Serial Number=0311566710
In epistulam ad Ephesios Ante [Go Back]  
 [01294]  ὡς ἂν εἴ τινες, δύο οἰκημάτων ὄντων, κάτωθεν καὶ ἄνωθεν ἑνὸς θαυμαστοῦ καὶ μεγάλου, οὐκ ἂν δυνηθεῖεν ἀλλήλους ἰδεῖν, ἕως ἂν ἄνω γένωνται.
 [01430]  καὶ δείκνυσι ποτὲ μὲν ἄνωθεν κατέχοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν, καὶ ῥίζαν ὄντα.
 [03543]  ἔξω δὲ ἐξελθόντι ὁ ὀφθαλμός μοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ·
000-00-00 Serial Number=0074924529
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00243]  Καθάπερ γὰρ εἰς ὑψηλὸν τόπον τινὰ, καὶ πρὸς αὐτὴν τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἴ τις παιδίον μικρὸν ἀναγαγεῖν βούλοιτο, ἠρέμα καὶ κατὰ μικρὸν τοῦτο ποιεῖ, διὰ τῶν κάτωθεν βαθμῶν αὐτὸ ἀνάγων·
000-00-00 Serial Number=0063842773
In epistulam ad Philippenses Ante [Go Back]  
 [00750]  Ὥσπερ γὰρ εἰς μεγάλην τινὰ ἀκρώρειαν καταφυγοῦσα, ἄληπτος πᾶσίν ἐστι τοῖς κάτωθεν ἀνιοῦσιν ἀπὸ τῆς γῆς.
 [01138]  αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλὰ ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς.
000-00-00 Serial Number=0947612941
In epistulam ad Romanos Ante [Go Back]  
 [00157]  καὶ τὰ τῆς οἰκονομίας ὀνόματα προβάλλεται, κάτωθεν ἀναβαίνων ἄνω.
 [00226]  Τὸν γὰρ μέλλοντα χειραγωγεῖν πρὸς τὸν οὐρανὸν, κάτωθεν ἄνω χειραγωγεῖν ἀναγκαῖον·
 [02792]  Ἀναίσχυντος γάρ ἐστι καὶ μιαρὸς, καὶ ταῦτα κάτωθεν μαχόμενος·
 [02798]  Εἰ δὲ ἀγνοεῖς τί ποτέ ἐστι τὸ κάτωθεν μάχεσθαι, ἐγώ σοι καὶ ἑρμηνεῦσαι τοῦ πολέμου τούτου τὸν τρόπον πειράσομαι.
 [02799]  Τί ποτ' οὖν ἐστι τὸ κάτωθεν μάχεσθαι;
 [03810]  Ἵν' οὖν ταῦτα μὴ γένηται, τὴν πηγὴν τῶν κακῶν ἀνέλωμεν, καὶ τὴν κάμινον σβέσωμεν, καὶ τὴν ῥίζαν τῆς πονηρίας κάτωθεν [60.491] ἀνασπάσωμεν·
000-00-00 Serial Number=0682227731
In epistulam ad Titum Ante [Go Back]  
 [00406]  ἀλλ' ὥσπερ πνεύματά τινα ἄγρια εἰς γαληνὸν ἐμπεσόντα πέλαγος, ὅλον αὐτὸ κάτωθεν ἀναμοχλεύει, ὡς καὶ τὴν ἄμμον τοῖς κύμασιν ἀναμίγνυσθαι·
 [00804]  Καὶ γὰρ εὐκολώτερον καὶ οἱ κάτωθεν ἀτμοὶ ἀναφέρονται, καὶ αἱ μήνιγγες τὴν βλάβην δέχονται τῷ πεπαλαιῶσθαι αὐτὰς τῷ χρόνῳ·
000-00-00 Serial Number=0508107483
In illud Pater si possibile est Ante [Go Back]  
 [00159]  Ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι.
000-00-00 Serial Number=0378795862
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00125]  ∆ιὰ τοῦτο ὁ ∆εσπότης μου ἄνωθεν κάτω κατέβη, ἵνα ἐγὼ κάτωθεν ἄνω ἀναβῶ.
 [00458]  Ὁ Ἠλίας κάτωθεν·
000-00-00 Serial Number=0409247816
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00021]  Ἄνωθεν γῆ, καὶ κάτωθεν ὕδατα.
000-00-00 Serial Number=0327840686
In illud Vidi dominum Ante [Go Back]  
 [00361]  ∆ιὰ τοῦτο πᾶσα δόσις καὶ λῆψις, κἂν πρὸς φίλους, κἂν πρὸς ἐχθρούς, κἂν πρὸς οἰκέτας, κἂν πρὸς ἐπιτρόπους καὶ οἰκονόμους γίγνηται, ταύτης δεῖται τῆς ἀσφαλείας, καὶ πανταχοῦ καὶ μῆνας καὶ ἐνιαυτοὺς καὶ ἡμέρας κάτωθεν παραγράφομεν.
 [00456]  Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσιν, περιτραπέντες κατενεχθήσονται εἰς τὴν ὀρχήστραν καὶ ἀπολοῦνται·
000-00-00 Serial Number=0729715884
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00131]  Ἀντέταξαν κάτωθεν εὐχὰς, καὶ δεήσεις τοῖς ἄνωθεν κεραυνοῖς φερομένοις.
000-00-00 Serial Number=0488628864
In principium Actorum Ante [Go Back]  
 [00161]  κάτωθεν δὲ ἐπιγέγραπται ἡ νίκη, τὰ τρόπαια, τὰ κατορθώματα.
 [00464]  πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης.
 [00852]  Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, καὶ κάτωθεν ἀναβαίνομεν ἄνω, ὥστε εὐσημότερον γενέσθαι τὸν λόγον.
000-00-00 Serial Number=0005774200
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00288]  Ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσια στηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ.
000-00-00 Serial Number=0010185361
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00143]  οὗτος μὲν γὰρ ἄνωθεν ἔτρεχεν, αἰσθητὸν ἄγων φῶς, Ἰγνάτιος δὲ κάτωθεν ἀντέλαμπε, νοητὸν φῶς διδασκαλίας ταῖς ψυχαῖς ἐνιείς·
000-00-00 Serial Number=0516910374
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00106]  ὁ ἄνωθεν ἔχων τὴν θεότητα, κάτωθεν δὲ τὴν ἀνθρωπότητα, πρὸς τὸν [50.803] κάτωθεν μόνον βλαστήσαντα;
000-00-00 Serial Number=0874359846
In sanctum Romanum Ante [Go Back]  
 [00106]  καὶ πάντες συνέτρεχον, ἄνωθεν ἄγγελοι, κάτωθεν ἄνθρωποι, ἕκαστος χωρὶς γλώττης στόμα ἰδεῖν ἐπιθυμοῦντες, καὶ ἀκοῦσαι φθεγγομένου οὕτως.
000-00-00 Serial Number=0856637895
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01424]  Ἑκατέρωθεν εἶχε τὴν ἰσχὺν ταχυτῆτος, ἄνωθεν μὲν ἀπὸ τῶν πτερῶν, κάτωθεν δὲ ἀπὸ τῶν ποδῶν·
 [01678]  καὶ ἀνέβη τέσσαρα κέρατα ὑπο κάτωθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ [56.235] οὐρανοῦ.
000-00-00 Serial Number=0683424354
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00262]  Πολλοὶ γὰρ πρηνεῖς ἑαυτοὺς ῥιπτοῦντες, καὶ τῷ μετώπῳ τὴν γῆν τύπτοντες, καὶ θερμὰ προχέοντες δάκρυα, καὶ πικρὸν κάτωθεν στενάζοντες, καὶ τὰς χεῖρας ἐκτείνοντες, καὶ πολλὴν σπουδὴν ἐπιδεικνύμενοι, τῇ θερμότητι ταύτῃ καὶ τῇ προθυμίᾳ κατὰ τῆς οἰκείας κέχρηνται σωτηρίας.
000-00-00 Serial Number=0069703162
Quales ducendae sint uxores Ante [Go Back]  
 [00125]  ἵνα ὁ μὲν ὑψηλότερος καὶ φιλοσοφώτερος ἀπὸ τῶν ἄνωθεν, ὁ δὲ ἀσθενὴς ἀπὸ τῶν κάτωθεν καὶ τῶν τῆς φύσεως εἰς φίλτρον ἐνάγηται.
000-00-00 Serial Number=0748452187
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00111]  ὥστε κάτωθεν ῥιζωθέντα μήτε πρὸς τὴν τῆς ἀκτῖνος ἐνδοῦναι προσβολήν, μήτε ὑπὸ τῶν ἀκανθῶν ἀποπνιγῆναι πάλιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»