Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐχῆς [303]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐχῆς


000-00-00 Serial Number=0521761537
Ad Innocentium papam i Ante [Go Back]  
 [00011]  εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς Κωνσταντινουπόλεως ἐπιβὰς, οὐκ εἰς ἐκκλησίαν εἰσῆλθε κατὰ τὸ εἰωθὸς καὶ τὸν ἄνωθεν κρατήσαντα θεσμὸν, οὐχ ἡμῖν συνεγένετο, οὐ λόγου μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοινωνίας·
 [00023]  Ὁ γὰρ μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοιμίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆρον μεθιστὰς, καὶ ἐκκλησίαν ἐρημῶν·
000-00-00 Serial Number=0531498253
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01680]  εἰ δέ τις αὐτοῦ τῆς εὐχῆς ἐπακούσειε καὶ τὴν νηστείαν καταμάθοι, καὶ τοῦ προσώπου τὴν ἀλλοίωσιν καὶ τὰς ἱκετηρίας τὰς συνεχεῖς, καὶ ὑπὲρ ὧν ταῦτα ἔπραττε γνοίη καλῶς, εἴσεται πάντων μάλιστα τοῦτον ἐν ὀδύναις ὄντα καὶ ἀθυμίαις.
000-00-00 Serial Number=0682646990
Ad populum Antiochenum Ante [Go Back]  
 [00228]  Τοῦτο οὖν αὐτὸ καὶ τὸν δεσμοφύλακα ἐξέπληξε τότε, ὅτι μετὰ τοσαύτης κατεχόμενος ἀνάγκης, δι' εὐχῆς μόνης ἴσχυσε μὲν τινάξαι τὰ θεμέλια, ἀναπετάσαι δὲ τὰς θύρας τοῦ δεσμωτηρίου, καὶ λῦσαι τοὺς δεδεμένους ἅπαντας.
 [00479]  εὐχῆς, οὐ δημηγορίας·
 [04226]  Ἔνθα φόβος ἐστὶν, ἐκεῖ καὶ ἐλεημοσύνης σπουδὴ, καὶ εὐχῆς ἐπίτασις, καὶ δάκρυα θερμὰ καὶ ἐπάλληλα, καὶ στεναγμοὶ πολλὴν ἔχοντες τὴν κατάνυξιν.
 [05615]  Ἂν μὲν γὰρ αὐτὸς ἐκδικήσῃς καὶ ἐπεξέλθῃς, εἴτε διὰ ῥημάτων, εἴτε διὰ πραγμάτων, εἴτε διὰ τῆς εὐχῆς τῆς κατ' αὐτοῦ, ὁ Θεὸς οὐκ ἐπεξελεύσεται λοιπὸν, ἅτε σοῦ τὴν τιμωρίαν λαβόντος·
 [05761]  Ἀπ' αὐτῆς τῆς εὐχῆς·
 [05988]  Οὐχὶ ταύτην πάντων προὔθηκα τὴν πόλιν ἀεὶ, καὶ τῆς ἐνεγκούσης ποθεινοτέραν εἶναι ἐνόμιζον, καὶ εὐχῆς μοι διηνεκοῦς ἔργον ἦν, τὴν πόλιν ἐκείνην ἰδεῖν, καὶ τοῦτον ἐποιούμην ὅρκον πρὸς πάντας;
000-00-00 Serial Number=0375624120
Ad viduam juniorem Ante [Go Back]  
 [00103]  ἆρα οὐκ ἂν ἠσμένισας τῷ δώρῳ καὶ πρᾶγμα εὐχῆς ἄξιον εἶναι ἐνόμισας;
000-00-00 Serial Number=0794922709
Adversus Judaeos Ante [Go Back]  
 [01505]  Εἰ δὲ βούλεσθε, καὶ τῆς εὐχῆς αὐτῆς ἀκούσωμεν·
000-00-00 Serial Number=0229837000
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00776]  Καὶ γὰρ τοῖς ἰατροῖς μετὰ τὸ παρασκευάσαι τοῖς ἀῤῥωστοῦσι τὰ φάρμακα, εὐχῆς ἔργον ἐστὶ, μηδὲ εἰς χρείαν αὐτῶν καταστῆναι τὸν κάμνοντα·
000-00-00 Serial Number=0284163952
Catecheses ad illuminandos Ante [Go Back]  
 [01132]  Ὁ τοιοῦτος καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου μακαριώτερος ἂν γένοιτο εἰ διὰ τῆς εὐχῆς ἐπισπάσαιτο τὴν ἄνωθεν ῥοπήν.
000-00-00 Serial Number=0731473625
Commentarius in Job Ante [Go Back]  
 [01706]  τοῦτο δὴ οὗτος ὥσπερ ἐν τάξει εὐχῆς φησιν.
000-00-00 Serial Number=0496173024
De Anna i Ante [Go Back]  
 [00181]  ἀλλ' ἵνα μάθῃς, ὅτι τὸν καιρὸν, ὃν ἀνέσεως ἕτεροι καὶ ἀδείας ποιοῦνται, τοῦτον εὐχῆς καὶ δακρύων ἐποιεῖτο καιρὸν, διὰ τὸ σφόδρα νήφειν καὶ ἐγρηγορέναι.
 [00211]  Οὕτω οὐδὲν ἔλαβε, καὶ ἐξ ὑποσχέσεως τὴν ἀρχὴν ἐποιήσατο τῆς εὐχῆς.
 [00253]  Ἐπειδὴ γὰρ ἐκ τοῦ ἀκουσθῆναι, καὶ ἐξ εὐχῆς αὐτὸν ἔλαβε, καὶ οὐκ ἀπὸ φύσεως, τῆς ἐργασίας τὴν μνήμην, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τοῦ παιδίου λοιπὸν ἐναπέθετο.
 [00281]  Οὐδὲν ἄρα ἴσον εὐχῆς, ἀγαπητοὶ, οὐδὲν πίστεως δυνατώτερον.
 [00319]  καὶ [54.645] διπλοῦς ἦν αὐτῆς τῆς γαστρὸς ὁ ἁγιασμὸς, ὅτι τε τοιοῦτον ἦν τὸ κυούμενον παιδίον, ὅτι τε ἐξ εὐχῆς καὶ τῆς ἄνωθεν χάριτος τὴν ἀρχὴν τῆς κυήσεως ἔλαβεν.
 [00342]  καίτοι γε βραχὺ τὸ μέτρον τῆς εὐχῆς τῆς γυναικός.
 [00350]  Εἰπὼν γὰρ τοῖς μαθηταῖς, μὴ κατὰ τοὺς ἐθνικοὺς εὔχεσθαι, καὶ μὴ βαττολογεῖν, καὶ μέτρον ἡμᾶς εὐχῆς ἐδίδαξε·
 [00362]  ἐβιάσατο καὶ ὑπακοῦσαι τῷ ἱερεῖ, καὶ τῆς εὐχῆς ἀποστῆναι.
 [00492]  Ὃν ἀνέσεως καιρὸν ποιοῦνται ἅπαντες, τοῦτον εὐχῆς ἐποιεῖτο αὕτη καιρὸν, καὶ μετὰ τράπεζαν πρὸς ἱκετηρίαν ἀνέτρεχε, καὶ πηγὰς ἠφίει δακρύων, καὶ διάνοιαν παρεῖχε σωφρονοῦσαν καὶ νήφουσαν, καὶ μετὰ τράπεζαν οὕτως ἐκτενῶς ηὔξατο, ὡς δῶρον ὑπὲρ φύσιν λαβεῖν, καὶ λῦσαι στείρωσιν, καὶ φύσιν ἀσθενήσασαν διορθῶσαι.
 [00494]  Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τὸ σῶμα ἐμπλήσει τῆς εὐλογίας.
 [00495]  Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ πηγῆς δαψιλέστερον ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά.
 [00572]  Οὐ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν παρασκευάζουσιν·
 [00709]  Ἐπειδὴ δὲ ἀνῆκε τὴν πληγὴν ἐκείνην, καὶ τὴν αἴτησιν ὁ Θεὸς ἔδωκε, τότε ποιεῖ καταφανῆ τὴν εὐεργεσίαν τῷ ἱερεῖ, βουλομένη κοινωνὸν τῆς εὐχαριστίας λαβεῖν, ὥσπερ τότε τῆς εὐχῆς ἔλαβε·
 [00727]  Καὶ ὁ πρῶτος τοίνυν ἐξ εὐχῆς, καὶ οἱ μετ' ἐκεῖνον ἐξ εὐλογίας τὰς ἀρχὰς ἔλαβον·
 [00731]  οὕτω καὶ ἡ γυνὴ, μετὰ πίστεως τὰ ῥήματα δεξαμένη τοῦ ἱερέως, κομῶντας ἡμῖν στάχυας ἑτέρους ἤνεγκε, καὶ τὴν παλαιὰν μετέβαλεν ἀρὰν, ἀπὸ εὐχῆς καὶ εὐλογίας τίκτουσα.
 [00791]  καὶ εἴς τε τὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ εἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ τόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης.
 [00877]  Οὕτω γοῦν καὶ αὕτη τὴν φύσιν ἐνίκησε, καὶ τὴν ἀνάγκην ἐβιάσατο, καὶ τῇ προσεδρίᾳ τῆς εὐχῆς ἀπὸ μήτρας πεπηρωμένης τέκνον βλαστῆσαι παρεσκεύασε, ∆ιὰ τοῦτο πάλιν ἐπὶ τὴν εὐχὴν καταφεύγει, καὶ μετὰ τὸ λαβεῖν οὕτω λέγουσα·
 [00980]  Οὐδὲν γὰρ εὐχῆς ἴσον·
 [00994]  τοῦτο καὶ ἐνταῦθα ποιῶμεν, καὶ καθάπερ ἐπ' ἀνθράκων, τῆς εὐχῆς, τιθέντες ἡμῶν τὸ στόμα, οὕτω πάλιν ἀνάπτωμεν ἡμῶν τὴν διάνοιαν εἰς εὐλάβειαν, καὶ μιμώμεθα τοὺς οἰκοδόμους.
 [01021]  Ὅπου γὰρ ἂν ᾖς, δύνασαι στῆσαι τὸν βωμὸν, προαίρεσιν νήφουσαν ἐπιδειξάμενος μόνον, καὶ οὐδὲν κωλύει τόπος, οὐδὲ ἐμποδίζει καιρὸς, ἀλλὰ κἂν γόνατα μὴ κλίνῃς, κἂν μὴ στῆθος τύψῃ, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνῃς, διά [54.668] νοιαν δὲ μόνον ἐπιδείξῃς θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς.
 [01071]  Ὅταν γὰρ καὶ ἡ τῶν ἁγίων μυστηρίων ἀπόλαυσις, καὶ ἡ τῶν ἄλλων τῶν πνευματικῶν κοινωνία, οἷον εὐχῆς λέγω, καὶ ἀκροάσεως, καὶ εὐλογιῶν, καὶ ἀγάπης, καὶ τῶν ἄλλων ἁπάντων, ἡ αὐτὴ καὶ σήμερον ᾖ, οὐδὲν ἔσται ἐλάττων ἐκείνης αὕτη ἡ ἡμέρα, οὔτε ὑμῖν, οὔτε ἐμοὶ τῷ λέγοντι.
 [01092]  οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ εὐχῆς, τῆς ἐλπίδος τῆς ἡμετέρας·
 [01093]  εὐχῆς δὲ, δι' ἧς ἡ στεῖρα μήτηρ ἐγένετο, καὶ πολύπαις ἡ ἄπαις, καὶ ἡ κατώδυνος ἐν εὐθυμίᾳ·
 [01113]  Ὅρα πῶς τὸν αὐτὸν διατηρεῖ νόμον διὰ τῆς εὐχῆς ἁπάσης.
000-00-00 Serial Number=0069689572
De Chananaea Ante [Go Back]  
 [00496]  Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον·
 [00498]  Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις εἰσακοῦσαι τῆς εὐχῆς σου;
 [00503]  Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται.
 [00537]  πολλὴ ἐν τῇ εὐχῇ στενοχωρία, ἀλλὰ μέγα τὸ πλάτος τῆς εὐχῆς ἦν.
 [00570]  μὴ εὐχῆς χρεία ἐνταῦθα;
 [00574]  Ὅπου δεῖ εὐχῆς, ἀσθενὲς τὸ σκεῦος.
 [00597]  Ποῦ εἰσιν οἱ τολμῶντες λέγειν, ὅτι δι' εὐχῆς ὁ Υἱὸς ἤνυσε;
000-00-00 Serial Number=0183795691
De Christi precibus Ante [Go Back]  
 [00041]  Κἀκείναις μὲν ἱκανῶς τότε ἐπεξήλθομεν ταῖς αἰτίαις, καὶ τῆς ἐπὶ τῷ Λαζάρῳ, καὶ τῆς πρὸς αὐτῷ τῷ σταυρῷ γενομένης εὐχῆς μνημονεύσαντες, καὶ δείξαντες σαφῶς, ὅτι τὴν μὲν, ἵνα τὴν οἰκονομίαν πιστώσηται, τὴν δὲ, ἵνα τὴν τῶν ἀκουόντων ἀσθένειαν διορθώσηται, πεποίηκεν, οὐδεμιᾶς αὐτὸς δεόμενος βοηθείας.
 [00105]  σὺ δὲ σκόπει μετὰ ἀκριβείας, πῶς οὐδαμοῦ δεῖται εὐχῆς.
 [00108]  Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται.
000-00-00 Serial Number=0025010049
De Davide et Saule Ante [Go Back]  
 [00010]  Ὁ γὰρ σήμερον μὲν περὶ ἐλεημοσύνης, αὔριον δὲ περὶ εὐχῆς, μετ' ἐκείνην δὲ περὶ ἐπιεικείας, εἶτα πάλιν περὶ ταπεινοφροσύνης διαλεγόμενος, οὐδέτερον τούτων ἐν τοῖς ἀκροαταῖς κατορθῶσαι δυνήσεται, ἀπὸ τούτου πρὸς ἐκεῖνο, καὶ πάλιν ἀπ' ἐκείνου πρὸς ἕτερον συνεχῶς μεταπηδῶν·
 [00575]  οὐκ ἦν ὁ ∆αυῒδ ἀκούσας τῆς εὐχῆς τῆς λεγούσης, Ἄφετε τοῖς ἀνθρώποις τὰ ὀφλήματα αὐτῶν, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος·
 [00699]  πρὸ γὰρ τοῦ λίθου, ἡ τῆς εὐχῆς δύναμις αὐτὸν ἐχειρώσατο.
000-00-00 Serial Number=0888268828
De Lazaro Ante [Go Back]  
 [02461]  Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ἵνα τῇ συνηθείᾳ τῆς εὐχῆς ἀναμνησθῶμεν ἐκεῖ ὅτι ὑπεύθυνοί ἐσμεν κολάσεσι.
000-00-00 Serial Number=0325286925
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00042]  Ἐπειδὴ δέ τινες ἀτελέστερον διακείμενοι καὶ πρὸς τὰ βιωτικὰ μᾶλλον ἐπιῤῥεπῶς ἔχοντες, καὶ τοῖς φιλοσάρκοις ἐνηδυπαθοῦντες λογισμοῖς, οὐ καθηκόντως ποιοῦνται τὰς αἰτήσεις, τούτου χάριν ὁ κοινὸς ∆εσπότης εὐχῆς ἡμῖν διδασκαλίαν ὑπέδειξεν, εἰπών·
 [00071]  οὐ μόνον γὰρ εὐχῆς ἐστι διδασκαλία ἐκεῖνα τὰ ῥήματα, ἀλλὰ καὶ βίου τελείου παιδαγωγία.
000-00-00 Serial Number=0371349335
De baptismo Christi Ante [Go Back]  
 [00002]  Πρὸς τοὺς ἀπολιμπανομένους τῶν θείων συνάξεων, καὶ εἰς τὸ ἅγιον καὶ σωτήριον βάπτισμα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῶν ἀναξίως κοινωνούντων, καὶ ὅτι οἱ ἀτέλεστον καταλιμπάνοντες τὴν θείαν λειτουργίαν, καὶ πρὸ τῆς τελευταίας εὐχῆς ἐξερχόμενοι, τὸν Ἰούδαν μιμοῦνται, λόγος.
000-00-00 Serial Number=0849312007
De beato Philogonio Ante [Go Back]  
 [00198]  ἀλλ' εἴ ποτε μέλλοιτε τῆς ἁγίας ταύτης μεθέξειν προσφορᾶς, πρὸ πολλῶν ἡμερῶν ἑαυτοὺς διακαθαίρειν διὰ μετανοίας καὶ εὐχῆς καὶ ἐλεημοσύνης καὶ τῆς περὶ τὰ πνευματικὰ σχολῆς, καὶ μὴ πάλιν ἐπιστρέφεσθαι καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον.
000-00-00 Serial Number=0504474282
De consubstantiali Ante [Go Back]  
 [00203]  ἀλλ' ὅμως ἐπειδὴ ἀναισχυντοῦσιν, ἀπ' αὐτῶν τῶν ῥημάτων τῆς εὐχῆς ὑμῖν ποιῆσαι πειράσομαι φανερὸν, ὅτι τὸ ὅλον τῆς οἰκονομίας ἐστὶ, καὶ τῆς κατὰ τὴν σάρκα ἀσθενείας.
 [00205]  Ἴωμεν τοίνυν ἐπ' αὐτὰ τὰ ῥήματα τῆς εὐχῆς·
 [00289]  ἵνα δὲ μὴ τῶν εἰρημένων ἐπικλύσω τὸ πλῆθος τῇ περιουσίᾳ τῶν ῥηθήσεσθαι μελλόντων, ἐνταῦθα τὸν πρὸς ἐκείνους στήσας λόγον, καὶ τὰ λειπόμενα εἰς ἑτέραν ἀναβαλλόμενος ἡμέραν, πρὸς παραίνεσιν εὐχῆς τρέψομαι πάλιν.
 [00295]  οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν εὐχῆς δυνατώτερον, οὐδὲ ἴσον.
 [00301]  Οὐ τιμὴ δὲ μόνον, ἀλλὰ καὶ ὠφέλεια μεγίστη γένοιτ' ἂν ἡμῖν ἀπὸ τῆς εὐχῆς, καὶ πρὶν ἢ λαβεῖν ὅπερ αἰτοῦμεν.
 [00302]  Ὁμοῦ τε γάρ τις ἀνέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, καὶ τὸν Θεὸν ἐκάλεσε, καὶ πάντων εὐθέως ἀπέστη τῶν ἀνθρωπίνων πραγμάτων, καὶ μετέστη τῇ διανοίᾳ πρὸς τὴν μέλλουσαν ζωὴν, καὶ τὰ ἐν τοῖς οὐρανοῖς φαντάζεται λοιπὸν, καὶ οὐδὲν πρὸς τὴν παροῦσαν ἔχει ζωὴν, κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ἐὰν μετὰ ἀκριβείας εὔχηται·
 [00310]  οὕτω δὴ τῆς εὐχῆς, ὥσπερ τινὸς ἀκτῖνος ἀπὸ τοῦ στόματος τοῦ ἡμετέρου καὶ τῆς γλώττης ἀναφανείσης, φωτίζεται μὲν ἡ διάνοια, πάντα δὲ τὰ ἄλογα καὶ θηριώδη πάθη δραπετεύει καὶ φυγαδεύεται, καὶ πρὸς τοὺς οἰκείους καταδύεται φωλεοὺς, μόνον ἂν μετὰ ἀκριβείας εὐχώμεθα, ἂν μετὰ ψυχῆς διεγηγερμένης καὶ διανοίας νηφούσης.
 [00318]  ὥσπερ ὁ τῆς εὐχῆς πάλιν ἐστερημένος, κἂν ἐν αὐτῷ καθέζηται τῷ θρόνῳ τῷ βασιλικῷ, πάντων ἐστὶ πενέστερος.
000-00-00 Serial Number=0459336579
De cruce et latrone i Ante [Go Back]  
 [00265]  Εἰ δέ τινές εἰσι σκληροὶ καὶ ὀργίλοι καὶ δυσανάγωγοι, ὥστε παρακοῦσαι τῶν περὶ τῆς εὐχῆς ῥηθέντων, κἂν τὸν ἀριθμὸν τῶν ἡμερῶν αἰδεσθέντες ἀπόθωνταί ποτε τὴν ἔχθραν καὶ τὴν μικροψυχίαν.
000-00-00 Serial Number=0271202326
De decem millium talentorum debitore Ante [Go Back]  
 [00248]  Ἀκούσωμεν ὅσοι ῥᾳθυμοῦμεν εὐχῆς, πόση τῶν δεήσεων ἡ δύναμις.
 [00282]  μᾶλλον δὲ [51.27] αἰσχύνου μὲν ἐπὶ τοῖς ἁμαρτήμασι, μὴ ἀπογίνωσκε δὲ, μηδὲ ἀφίστασο τῆς εὐχῆς, ἀλλὰ πρόσελθε καὶ ἁμαρτωλὸς ὢν, ἵνα καταλλάξῃς σου τὸν ∆εσπότην, ἵνα δῷς αὐτῷ τὴν οἰκείαν φιλανθρωπίαν ἐν τῇ συγχωρήσει τῶν ἁμαρτιῶν τῶν σῶν ἐπιδείξασθαι·
 [00291]  Ἀλλ' ὅμως τὸν πάντοθεν προδοθέντα ἴσχυσεν εὐχῆς ἐξαρπάσαι δύναμις.
 [00297]  ἵνα μάθῃς ὅτι μετὰ τῆς εὐχῆς, καὶ πρὸ τῆς εὐχῆς, τοῦ δεσπότου τὰ σπλάγχνα τὸ πᾶν ἐποίησεν.
 [00366]  Καὶ τοῦτο μάλιστα μὲν ἐντεῦθεν ἐπεδείξατο, καὶ ἀπὸ τῆς εὐχῆς δὲ αὐτῆς ἐκέλευσεν ἡμῖν λέγειν οὕτως·
000-00-00 Serial Number=0493747175
De diabolo tentatore Ante [Go Back]  
 [00620]  Ἰδοὺ πέντε μετανοίας ὁδοὺς ἐδείξαμεν, πρώτην τὴν κατάγνωσιν τῶν ἡμαρτημένων, δευτέραν τὸ ἀφεῖναι τοῖς πλησίον τὰ ἁμαρτήματα, τρίτην τὴν ἀπὸ τῆς εὐχῆς γιγνομένην, τετάρτην τὴν ἀπὸ τῆς ἐλεημοσύνης, πέμπτην τὴν ἀπὸ τῆς ταπεινοφροσύνης.
000-00-00 Serial Number=0789186358
De fato et providentia Ante [Go Back]  
 [00184]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων τοῦ Θεοῦ οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων εὐχῆς ἡ παῤῥησία, γένοιτο πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων ἀπαλλαγέντας τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα.
000-00-00 Serial Number=0201147616
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00023]  Ἑλισσαῖος δὲ ὁ τούτου μαθητὴς τὴν αὐτὴν τοῦ διδασκάλου σωφροσύνην κεκτημένος, ἐν τῇ ἀτόκῳ μήτρᾳ τῆς Σωμανίτιδος, δι' εὐχῆς τὸν στάχυν τοῦ τέκνου ἐβλάστανε·
000-00-00 Serial Number=0507927418
De incomprehensibili dei natura Ante [Go Back]  
 [00642]  πολλάκις γὰρ αὐτὴ τῆς εὐχῆς ἡ ἀκολουθία παρέξει τῶν ζητουμένων ἡμῖν τὴν ἀπόδειξιν.
 [00784]  Ἀλλ' ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς Ἐκκλησίας ἐκκόψαι χαλεπόν.
 [00806]  Οὕτω καὶ ὁ Παῦλος ποιεῖ ἐν τοῖς προοιμίοις τῶν ἐπιστολῶν εὐχόμενος, ἵν' ὥσπερ λύχνου φῶς, οὕτω τὸ τῆς εὐχῆς φῶς προοδοποιήσῃ τῷ λόγῳ.
 [01057]  Καὶ περὶ μὲν τῆς εὐχῆς ταῦτα·
 [01362]  Καὶ καθάπερ νεφῶν συνδρομὴ παρὰ μὲν τὴν ἀρχὴν ζοφερὸν ποιεῖ τὸν ἀέρα, ἐπειδὰν δὲ ἐπαλλήλους ἀφῇ τὰς νιφάδας, ἀποθεμένη τὸν ὑετὸν ἅπαντα, γαληνὸν καὶ φαιδρὸν ἐργάζεται τὸν ἀέρα, οὕτω δὴ καὶ ἀθυμία ἕως μὲν ἂν ἔνδον συστρέφηται, σκοτοῖ τὸν ἡμέτερον λογισμόν, ἐπειδὰν δὲ διὰ τῶν τῆς εὐχῆς ῥημάτων καὶ τῶν μετ' ἐκείνων δακρύων κενωθῇ καὶ εἰς τὸ ἔξω διαπνεύσῃ, πολλὴν ἐντίθησι τῇ ψυχῇ τὴν φαιδρότητα, τῆς ἀντιλήψεως τοῦ Θεοῦ καθάπερ τινὸς ἀκτῖνος εἰς τὴν διάνοιαν ἀφεθείσης τοῦ εὐχομένου.
 [01369]  Κἂν γὰρ πολλὰ ἔχῃς κατορθώματα καὶ μηδὲν ἑαυτῷ σύνοιδας πονηρόν, νομίζεις δὲ παρρησίαν ἔχειν, πάσης ἐξέπεσες τῆς εὐχῆς·
 [01432]  Καὶ τί θαυμαστὸν εἰ περιστάσεις ἀνθρωπίνας λύειν οἶδεν εὐχῆς δύναμις, ὅπου γε καὶ ἁμαρτημάτων φύσιν σβέννυσι καὶ ἀφανίζει ῥᾳδίως;
000-00-00 Serial Number=0647097290
De jejunio [1] Ante [Go Back]  
 [00058]  Ὁρᾶτε, ἀγαπητοὶ, πόσον ἰσχύει νηστεία μετ' εὐχῆς καὶ ἔργων ἐκτελουμένη.
000-00-00 Serial Number=0988559842
De jejunio et eleemosyna Ante [Go Back]  
 [00034]  Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη·
000-00-00 Serial Number=0874755681
De jejunio sermones 1 Ante [Go Back]  
 [00089]  ἀλλ' ἐν ἡμέρᾳ νηστείας, ἐν ἡμέρᾳ σεμνότητος, ἐν ἡμέρᾳ φιλαδελφίας, ἐν φωτὶ θεοσεβείας, ἐν ὄρθρῳ πίστεως, ἐλεημοσύνης τε καὶ εὐχῆς·
000-00-00 Serial Number=0921917677
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00031]  εἰπὼν γὰρ τὸ μὴ φοβοῦ οὐκ ἐσιώπησεν, ἀλλὰ καὶ τῆς εὐχῆς τὸ κέρδος ἐμήνυσεν.
000-00-00 Serial Number=0350683153
De oratione Ante [Go Back]  
 [00001]  Περὶ εὐχῆς.
 [00007]  Λοιπὸν, ἀδελφοὶ, ἐφ' ὅσον ἐπὶ θύραις ἡ κρίσις ἐστὶ, πολλῶν δακρύων, πολλοῦ ὀδυρμοῦ, πολλῆς εὐχῆς χρεία, εὐχῆς οὐ σήμερον καὶ αὔριον γενομένης.
000-00-00 Serial Number=0291132331
De paenitentia [1] Ante [Go Back]  
 [00820]  Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ.
 [01049]  Εἰσὶ δὲ πολλοὶ οἵτινες μυρίους στίχους ἀπαγγέλλουσι τῆς εὐχῆς ἕνεκεν λέγοντες·
000-00-00 Serial Number=0977047980
De patientia sermo 2 Ante [Go Back]  
 [00141]  πῶς οὖν ὁ προφήτης, ὃν προσδοκᾷς ἔρχεσθαι, ὁ ἐπιβεβηκὼς ἐπὶ ἅρματος πυρίνου, καὶ τὸν οὐρανὸν κλείσας ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς οὗτος ὁ δι' εὐχῆς ἐγείρας νεκροὺς, ὑπὸ κόρακος ἐτρέφετο;
000-00-00 Serial Number=0835011482
De precatione [1] Ante [Go Back]  
 [00007]  Εἰ οὖν τυφλῷ ζημία τὸ μὴ ὁρᾷν τὸν ἥλιον, πόση ζημία Χριστιανῷ τὸ μὴ προσεύχεσθαι συνεχῶς καὶ διὰ τῆς εὐχῆς τὸ τοῦ Χριστοῦ φῶς εἰς τὴν ψυχὴν εἰσάγειν;
 [00021]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοὺς αἰτοῦντας παρὰ τοῦ Θεοῦ σωφροσύνην, καὶ δικαιοσύνην, καὶ πραότητα, καὶ χρηστότητα, μὴ τυγχάνειν τῆς εὐχῆς.
000-00-00 Serial Number=0201489627
De precatione [2] Ante [Go Back]  
 [00002]  Περὶ εὐχῆς
 [00003]  Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα διηγησάμενοι κατὰ δύναμιν, καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμετέρᾳ διεξελθόντες φιληκοΐᾳ, βουλόμεθα καὶ περὶ εὐχῆς ὑμῖν διηγήσασθαι σήμερον·
 [00010]  Τίς δὲ τῆς εὐχῆς ἐραστὴς νηστείας ἀμελῆσαι δυνήσεται ὑπ' αὐτῆς τῆς Γραφῆς διδασκόμενος, ὅτι Νηστεία καὶ δέησις ἐκ θανάτου ῥύεται.
 [00034]  Τῶν γὰρ ἱερέων τῆς Βάαλ πανημέριον ἐπικαλουμένων τὸ εἴδωλον, αὐτὸς ἐκ καθαρᾶς καρδίας τὴν φωνὴν ἀνατείνας, καὶ βοήσας καρδίᾳ καὶ στόματι, τὸ πῦρ κατήγαγεν ἐξ οὐρανῶν, μαρτυρία τῆς εὐχῆς τῆς δικαίας.
 [00038]  ∆ι' εὐχῆς καὶ Ἰησοῦς, ὁ τοῦ Ναυῆ, τὸ μέγα καὶ περιφανέστατον ἐν τοῖς οὐρανοῖς ἄστρον τὸν ἥλιον, μέσον ἤδη τοῦ πόλου κατατέμνοντα τὸν αἰθέρα, ἐν αὐτῷ τῷ τόπῳ καιρὸν ἡμέρας διατρίψαι πεποίηκεν.
 [00040]  ∆ι' εὐχῆς καὶ τὸ μέγα τῶν ἀποστόλων σύστημα κατηξιώθη τὸν Παράκλητον δέξασθαι σήμερον·
000-00-00 Serial Number=0218449235
De proditione Judae Ante [Go Back]  
 [00036]  ∆ιὰ γὰρ τοῦτο τετάρτην ἡμέραν ταύτην ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος, τῇ συνεχείᾳ τῆς παραινέσεως ῥιζωθείς.
 [00054]  Ἀλλὰ τὰ μὲν περὶ τῆς εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν ἱκανῶς εἴρηται·
 [00441]  ∆ιὰ γὰρ τοῦτο τετάρτην ἡμέραν [49.384] ἔχω διαλεγόμενος ὑμῖν περὶ εὐχῆς τῆς ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μόνιμος γένηται τῆς διδασκαλίας ὁ λόγος τῇ συνεχείᾳ τῆς παραινέσεως, ἵνα ῥιζωθῇ ὑμῶν ταῖς διανοίαις.
 [00457]  Ἀλλὰ περὶ μὲν τῆς εὐχῆς ἱκανῶς εἴρηται.
000-00-00 Serial Number=0005888283
De profectu evangelii Ante [Go Back]  
 [00018]  Τὸ γὰρ ἐξ εὐχῆς, ὅθεν κερδαίνειν ἔδει, τοσαῦτα βλαβέντα μᾶλλον ἀπελθεῖν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐν λιμένι ναυάγιον ὑπομεῖναι.
 [00321]  Οὐδὲν γὰρ, οὐδὲν εὐχῆς δυνατώτερον πεπυρωμένης καὶ γνησίας.
000-00-00 Serial Number=0566117525
De prophetiarum obscuritate Ante [Go Back]  
 [00558]  Ὁ γὰρ ἀγάπης ἀπολαύων, καὶ εὐχῆς ἀπολαύσεται πάντως.
 [00560]  Παῦλος ἐκεῖνος, ὁ εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ ῥήματα ἀκούσας ἄῤῥητα, ὁ πάσας καταπατήσας τὰς ἀνάγκας τῆς φύσεως, ὁ ἐν ἀσφαλείᾳ τελείᾳ λοιπὸν ὢν, ἐδεῖτο καὶ εὐχῆς τῶν μαθητῶν, καὶ ἔλεγε·
 [00577]  Βούλει μαθεῖν πόση ἐστὶν ἡ δύναμις τῆς εὐχῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης;
 [00580]  Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ' ἂν τῆς εὐχῆς, ἣ τοὺς στύλους καὶ πύργους τῆς Ἐκκλησίας ὠφέλησε;
 [00583]  Ἵνα δὲ μὴ μόνον ἀπὸ τῶν τότε συμβάντων, ἀλλὰ καὶ ἀπὸ τῶν καθ' ἑκάστην τελουμένων τὴν ἡμέραν, διπλῆν τὴν δύναμιν ἐπιδείξωμεν, αὐτῆς τῆς ὑπὸ τοῦ δήμου γινομένης εὐχῆς ὑμᾶς ἀναμνήσωμεν.
 [00588]  ὑμῖν δὲ καὶ ὑπὲρ τῆς οἰκουμένης, καὶ ὑπὲρ τῆς Ἐκκλησίας τῆς μέχρι περάτων τῆς γῆς ἐκτεταμένης, καὶ ὑπὲρ τῶν διοικούντων αὐτὴν ἐπισκόπων ἁπάντων παρακελεύεται ποιεῖσθαι τὰς δεήσεις ὁ ταύταις διακονῶν, καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμις τῆς ἐν ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης ἐστίν.
000-00-00 Serial Number=0805290639
De resurrectione mortuorum Ante [Go Back]  
 [00229]  Ἵνα γὰρ δείξῃ, ὅτι αἱ κατὰ μέρος αὗται κακώσεις οὐ μόνον ἡμᾶς λυπεῖν οὐκ ὀφείλουσιν, ἀλλὰ καὶ εὐφραίνειν, δείκνυσιν ὅτι ἡ καθολικὴ καὶ τελευταία καθαίρεσις, εὐχῆς ἔργον ἐστὶν ἡμῖν, τὴν διὰ τοῦ θανάτου κατάλυσιν οὕτω λέγων.
000-00-00 Serial Number=0265688777
De sacerdotio Ante [Go Back]  
 [00513]  Εἴ τις δύναται ταύτην ἀφεῖναι τὴν φωνήν, εἴ τις ἔχει τὴν ψυχὴν ταύτης ἐφικνουμένην τῆς εὐχῆς, ἐγκαλεῖσθαι δίκαιος ἂν εἴη φεύγων.
 [01423]  Νῦν μὲν γὰρ εἰ μὲν δυνηθείην καὶ ἑτέροις γενέσθαι χρήσιμος, βουλοίμην ἂν καὶ αὐτὸς καὶ πολλῆς μοι τοῦτο ἔργον εὐχῆς·
000-00-00 Serial Number=0538241923
De sancta pentecoste Ante [Go Back]  
 [00376]  Ἐπειδὴ μηδ' ἔστι δεύτερον λουτρὸν, ἀλλὰ τῶν δακρύων δεῖται τῶν ἡμετέρων, μετανοίας, ἐξομολογήσεως, ἐλεημοσύνης, εὐχῆς, καὶ τῆς ἄλλης ἁπάσης εὐλαβείας·
000-00-00 Serial Number=0196839809
De sanctis martyribus [2] Ante [Go Back]  
 [00121]  ἂν ἀγρυπνήσῃς εὐχόμενος, μὴ τὴν ταλαιπωρίαν τὴν ἀπὸ τῆς ἀγρυπνίας, ἀλλὰ τὴν παῤῥησίαν τὴν ἀπὸ τῆς εὐχῆς ἐννόει.
000-00-00 Serial Number=0479774177
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00101]  Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον, αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0792286992
De virginitate Ante [Go Back]  
 [00628]  Ὅπερ ἵνα μὴ πάθωμεν μηδὲ ὅτε μάλιστα ἵλεω σπουδάζομεν ἡμῖν καταστῆσαι τὸν Θεόν, τότε αὐτῷ προσκρούωμεν διὰ τῆς οὕτω ματαίας εὐχῆς, κελεύει τῆς κοίτης ἀπηλλάχθαι τότε.
000-00-00 Serial Number=0558300793
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00371]  Περὶ εὐχῆς.
 [00407]  Τοσοῦτον οὖν ἐστιν ἡ τῆς εὐχῆς προσεδρεία καλὸν, ὡς ἀπὸ τῆς Χαναναίας ἐκείνης παιδευόμεθα, ὅτι ὃ τῶν ἀποστόλων ἀξιωσάντων ὁ Χριστὸς οὐκ ἐπένευσεν, αὕτη ἤνυσε, καὶ τῇ καρτερίᾳ εἰς ἔργον ἐξήνεγκε.
 [00435]  Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον·
 [00437]  Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις ταύτης ἀκοῦσαι;
 [00442]  Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται (πολλάκις γὰρ ὕπτιοι κείμεθα ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα·
 [00468]  Οὐδὲ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν ποιοῦσι, καὶ ἐνώπιον Κυρίου τὸν εὐχόμενον ἵστασθαι παρασκευάζουσιν·
 [00492]  Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς εὐχῆς δοῦναι;
 [00501]  Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τῆς εὐλογίας ἐμπλήσει τὸ σῶμα.
 [00502]  Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ πηγῆς δαψιλέστερον ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά.
 [00510]  Ἂν γὰρ ἀπολαύσῃς εὐχῶν πνευματικῶν, ἂν μετάσχῃς εὐχῆς κοινῆς, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν αὐτοῦ τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν·
 [00523]  ἀλλὰ κἂν μὴ γόνατα κλίνῃς, κἂν μὴ στῆθος τύψῃς, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνῃς, διάνοιαν δὲ μόνον ἐπιδείξῃ θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς.
 [00566]  καὶ διὰ τοῦτο κελευόμεθα αὐτὰς ἀνατείνειν, ἵνα ἡ τῆς εὐχῆς διακονία δεσμὸς αὐταῖς γένηται τῆς κακίας, καὶ ἀπαγωγὴ τῆς πονηρίας·
 [00573]  Βούλει μαθεῖν πόση ἡ δύναμις τῆς εὐχῆς τῆς ἐν τῇ ἐκκλησίᾳ γινομένης;
 [00577]  Τί τοίνυν δυνατώτερον ταύτης γένοιτ' ἂν τῆς εὐχῆς, ἣ τὸν στῦλον καὶ πύργον τῆς Ἐκκλησίας ὠφέλησε;
 [00580]  Καὶ ὑπακούετε μετὰ προθυμίας, ἔργῳ μαρτυροῦντες, ὅτι μεγάλη τῆς εὐχῆς ἡ δύναμίς ἐστι τῆς ἐν Ἐκκλησίᾳ ἀπὸ τοῦ δήμου συμφώνως ἀναφερομένης.
 [00597]  Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια·
 [00620]  Καλὸν οὖν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ' ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν·
 [00644]  Καὶ τί μοι δεῖ τῆς παρ' ἑτέρων εὐχῆς, φησὶν, ὅταν ἐγὼ εὐαρεστῶ;
 [00646]  Παῦλος οὐκ εἶπεν, Τί μοι δεῖ εὐχῆς;
 [00647]  Πέτρος οὐκ εἶπε, Τί μοι δεῖ εὐχῆς·
 [00649]  καὶ σὺ λέγεις, Τί μοι δεῖ εὐχῆς·
 [00650]  Πέτρος οὐκ εἶπεν, Τί μοι δεῖ εὐχῆς;
 [00653]  καὶ σὺ λέγεις, Τί μοι δεῖ εὐχῆς, ∆ιὰ τοῦτό σοι δεῖ, ἐπειδὴ νομίζεις μὴ δεῖσθαι.
 [00680]  δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήματι τῆς εὐχῆς.
 [00691]  Πῶς οἴει τὸν διάβολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ;
 [05359]  Ἐλεημοσύνη καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων μείζων ἐστὶ θυσία, μόνον ἂν ἐκ δικαίου γίνηται κέρδους καὶ πόνων τοιούτων, καὶ πάσης ᾖ καθαρὰ πλεονεξίας καὶ ἁρπαγῆς καὶ βίας.
 [09999]  Καὶ τὸ θαυμαστὸν, ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς οὐ παύονται πολλοὶ τοῦ γέλωτος.
000-00-00 Serial Number=0587102652
Epistula ad Cyriacum Ante [Go Back]  
 [00487]  Καὶ τὸ φοβερώτερον ἐκεῖνο, τὸν κολοφῶνα τῆς τιμωρίας, τὸ κεφάλαιον τῶν κακῶν, τὸ πάσης ἁμαρτίας ἐπιτίμιον, τοῦτο ἐν εὐχῆς αἰτεῖται τάξει καὶ ἐν χάριτος μέρει βούλεται λαβεῖν.
000-00-00 Serial Number=0207667291
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00828]  Καὶ τὸ φοβερώτατον ἐκεῖνο, τὸν κολοφῶνα τῆς τιμωρίας, τὸ κεφάλαιον τῶν κακῶν, τὸ πάσης ἁμαρτίας ἐπιτίμιον, τοῦτο ἐν εὐχῆς αἰτεῖ τάξει καὶ ἐν χάριτος μέρει βούλεται λαβεῖν.
000-00-00 Serial Number=0162562728
Expositiones in Psalmos Ante [Go Back]  
 [00005]  ἀλλ' ἵνα παιδευθῶμεν πῶς καὶ αὐτοὶ καλοῦντες τὸν Θεὸν ἀκουσθῆναι δυνησόμεθα ταχέως, καὶ πρὸ τοῦ τέλους τῆς εὐχῆς τὴν αἴτησιν λαβεῖν.
 [00057]  Καὶ εἰ ἔχω δικαιοσύνην, φησὶν, ἴσως ἐρεῖ τις, τίς χρεία εὐχῆς, ἀρκοῦντος τοῦ πράγματος ἅπαντα κατορθοῦν, καὶ τοῦ μέλλοντος διδόναι εἰδότος ὧν δεόμεθα;
 [00060]  Ἀλλ' οὐκ ἴσμεν τῆς εὐχῆς τὸ κέρδος ὡς χρὴ, ἐπειδὴ μηδὲ προσέχομεν αὐτῇ μετὰ ἀκριβείας, μηδὲ χρώμεθα κατὰ τοὺς τοῦ Θεοῦ νόμους.
 [00107]  Ὁ τῆς εὐχῆς τρόπος.
 [00173]  [55.45] ∆εῖ τοίνυν καὶ τρόπον εὐχῆς εἰδέναι.
 [00174]  Τίς δὲ ὁ τρόπος τῆς εὐχῆς;
 [00180]  Εἰ γὰρ ὁ ἁμαρτωλὸς δίκαιος γέγονεν ἀπὸ τῆς εὐχῆς, ἐννόησον ὁ δίκαιος ἡλίκος ἔσται, εἰ τοιαύτην προσάγειν μάθοι δέησιν.
 [00215]  Καὶ ὅταν προσίωμεν τῷ Θεῷ, μὴ νομίσωμεν εἶναι θέατρον τοιοῦτον, ἀλλ' ἐκ τῆς οἰκουμένης ἁπάσης, μᾶλλον δὲ καὶ ἐκ τῶν ἄνω δήμων τῶν οὐρανίων συνειλεγμένον, καὶ ἐν μέσῳ τὸν Βασιλέα [55.46] καθῆσθαι, βουλόμενον ἡμῶν ἐπακοῦσαι τῆς εὐχῆς.
 [00234]  Τί τοίνυν ταύτης τῆς εὐχῆς ἴσον;
 [00870]  Καὶ οὐχ ἁπλῶς εἶπε, Πρόσχες τῇ φωνῇ τῆς εὐχῆς μου, ἀλλὰ, Τῆς δεήσεώς μου.
 [00898]  Οὐκ οἶσθα, ὅτι καθάπερ ὕδατι σῶμα, οὕτω δι' εὐχῆς ἡ ψυχὴ καθαίρεται;
 [01038]  Ὅρα κἀνταῦθα τὴν ἡμερότητα τῆς εὐχῆς.
 [01047]  Ὅρα τῆς εὐχῆς τὸ κέρδος.
 [03412]  Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας.
 [03480]  Καὶ πανταχοῦ ὄχημα εὐχῆς εὑρίσκεται ταπεινοφροσύνη.
 [05175]  Συνεχῶς τοῦτο ποιεῖ ὁ Προφήτης, ἀπὸ εὐχῆς εἰς παραίνεσιν τρέπων τὸν λόγον, κοινὸς διδάσκαλος ὢν τῆς οἰκουμένης, καὶ τὸν θησαυρὸν εἰς τὸ μέσον προτιθεὶς τῆς φιλοσοφίας.
 [05243]  Καὶ πανταχοῦ ὄχημα εὐχῆς εὑρίσκεται ταπεινοφροσύνη.
 [06533]  Ἐπειδὴ γάρ τινες τῶν συντεταγμένων αὐτοῖς, τό τε πλῆθος καὶ τὴν παράταξιν ὁρῶντες τὴν Ἀντιόχου, καὶ τὴν νίκην, καὶ ὅτι πάντα ἐξ ἐπιδρομῆς ἐλάμβανον, τήν τε οἰκείαν ἀσθένειαν καὶ ὀλιγότητα λογιζόμενοι, μαλακώτεροι ἦσαν καὶ ἀσθενέστεροι, διεγείρων αὐτῶν τὸ φρόνημα, καὶ δεικνὺς, ὅτι τὸ πᾶν ἐπὶ τῇ στρατηγίᾳ κεῖται τοῦ Θεοῦ, καὶ χωρὶς στρατοπέδων, συμμαχοῦντος αὐτοῦ, δυνατὸν περιγενέσθαι, ἐν εὐχῆς τάξει τινὰ παραίνεσιν καὶ συμβουλὴν ποιεῖται πρὸς τοὺς στρατιώτας, καὶ τῷ Θεῷ διαλεγόμενος προθυμοτέρους ἐκείνους ἐργάζεται.
 [06796]  Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς φαίνει τὴν συμβουλὴν, παραινῶν τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτειν;
 [06978]  Ὅπερ οὖν ἐξ ἀρχῆς ἔλεγον, τοῦτο καὶ νῦν φημι, ὅτι ἐν εὐχῆς τάξει τὰ φρονήματα αὐτῶν ἀλείφουσιν, ὡσανεὶ πρὸς αὐτοὺς ἔλεγον·
000-00-00 Serial Number=0035608351
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03278]  Ἰσχυρότερον γὰρ τῆς εὐχῆς αἱ αὐτῶν ἁμαρτίαι.
 [03459]  Ἔτι τῆς αὐτῆς ἔχεται εὐχῆς καὶ προφητείας ὁ προφήτης.
 [05127]  Ὅρα, πῶς βούλεται οἰκειῶσαι διὰ τῆς εὐχῆς τὸν προφήτην;
000-00-00 Serial Number=0640775681
In Acta apostolorum Ante [Go Back]  
 [03543]  Κάλεσον αὐτὸν, ὡς ἐκάλεσεν ἡ τοῦ Ἑλκανᾶ γυνὴ, μετὰ δακρύων, μετὰ θρήνων, μετὰ εὐχῆς.
 [03725]  πολλῆς οὕτω παρακλήσεως ἔτυχον ἀπὸ τῆς εὐχῆς.
 [07109]  Τοῦτο δεῖγμα ἐπιτεταμένης εὐχῆς.
 [08304]  Ἄπελθε λαβὼν τὸν μισθὸν ἀπὸ τῆς εὐχῆς.
 [08317]  Πάλιν ἑτέρους ὁρῶ διαλεγομένους ἑστῶτας, τῆς εὐχῆς γινομένης·
 [08318]  οἱ δὲ ἐπιεικέστεροι αὐτῶν, οὐδὲ τῆς εὐχῆς γινομένης μόνον, ἀλλὰ καὶ εὐλογοῦντος τοῦ ἱερέως.
 [08355]  βέλτιον εὐχῆς τοῦτο.
 [08956]  ἂν δὲ ἁπαλὰ ᾖ, καὶ μὴ φέρῃ τὴν ἀγρυπνίαν, μέχρι μιᾶς εὐχῆς καὶ δευτέρας, καὶ κατάπαυσον·
 [08976]  Πύρωσον διὰ τῆς εὐχῆς τὴν ψυχήν·
000-00-00 Serial Number=0839861095
In Genesim sermo 3 Ante [Go Back]  
 [00032]  Νηστείαν μὴ φυλάξας Ἡσαῦ τῶν πρωτοτοκίων τὴν τιμὴν ἀπώλεσε, καὶ τῆς πατρικῆς εὐχῆς ἀλλότριος ἐγένετο.
000-00-00 Serial Number=0136342645
In Isaiam Ante [Go Back]  
 [00315]  Ὅθεν δῆλον, ὅτι εὐχῆς ὄφελος οὐδέν, καὶ μακρᾶς γινομένης, ὅταν ἐπιμείνῃ τοῖς ἁμαρτήμασιν ὁ εὐχόμενος.
000-00-00 Serial Number=0753184617
In Joannem Ante [Go Back]  
 [02197]  Αὕτη γὰρ καὶ εὐχῆς καὶ νηστείας καὶ πολλῶν ἑτέρων ἐστὶ μείζων ἡ θυσία·
 [03648]  Οὐ γὰρ ἁπλῶς, οὐδὲ καθεύδοντας ἔνι τὸ βούλημα αὐτῶν εὑρεῖν, ἀλλὰ δεῖ μὲν ἐρεύνης ἀκριβοῦς, δεῖ δὲ καὶ εὐχῆς ἐκτενοῦς, ἵνα δυνηθῶμεν μικρόν τι διαβλέψαι πρὸς τὰ ἄδυτα τῶν θείων λογίων.
000-00-00 Serial Number=0821298838
In Kalendas Ante [Go Back]  
 [00020]  Ὥσπερ γὰρ ἡ τῆς ἀγάπης δύναμις οὐ διείργεται διαστήματι τόπου, οὕτως οὐδὲ ἡ τῆς εὐχῆς ἐνέργεια, ἀλλ' ὥσπερ ἐκείνη τοὺς ἀλλήλων ἀφεστῶτας συνδεῖ, οὕτω καὶ αὕτη τοὺς πόῤῥωθεν ὄντας τὰ μέγιστα ὠφε
 [00112]  Ὅταν εἰς ἐκκλησίαν βαδίζῃς, ὅταν εὐχῆς μετέχῃς, ὅταν διδασκαλίας πνευματικῆς, ἡ πρόοδος εἰς δόξαν Θεοῦ γέγονε.
000-00-00 Serial Number=0548535764
In Psalmos 101-107 Ante [Go Back]  
 [00180]  εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς, ἔοικα τοῖς ἐν ἡμίσει ἡμερῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις.
000-00-00 Serial Number=0509586215
In Psalmum 145 Ante [Go Back]  
 [00250]  Ἀεὶ μὲν οὖν μεγάλη τῆς [55.525] εὐχῆς ἡ δύναμις·
 [00320]  Ἐπεὶ οὖν μεῖζον τὸ κέρδος καὶ μείζων ἡ εὐκολία τοῖς τῷ Θεῷ προσιοῦσι, μὴ καταφρονῶμεν εὐχῆς.
 [00321]  Τότε γάρ σοι μᾶλλον καταλλαγήσεται, τότε σοι μᾶλλον δίδωσιν ὅπερ αἰτεῖς, ὅταν σὺ διὰ σεαυτοῦ παρακαλῇς, ὅταν [55.527] καθαρὰν παρέχῃς διάνοιαν, ὅταν νήφοντα λογισμὸν, ὅταν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσι πολλοὶ, καὶ ἡ γλῶττα μὲν αὐτοῖς λέγει τὰ ῥήματα τῆς εὐχῆς, ἡ δὲ ψυχὴ πολλαχοῦ τῆς οἰκίας, τῆς ἀγορᾶς, τῶν ὁδῶν περιέρχεται·
 [00323]  Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατ' ἐκεῖνον τὸν καιρὸν δυνάμεθα ἀφέσεως τυχεῖν ἁμαρτιῶν, βουλόμενος ἡμῖν τὸν τῆς εὐχῆς προσχῶσαι λιμένα, κατ' αὐτὸν ἀνίσταται, ἐκκρούων ἡμῶν τὴν διάνοιαν τῶν λεγομένων, ὥστε ζημιωθέντας μᾶλλον ἢ κερδάναντας ἀπελθεῖν.
 [00335]  Πάντων ἐκείνων τῶν τραυμάτων φάρμακα ἐπιθῶμεν τῷ καιρῷ τῆς εὐχῆς.
000-00-00 Serial Number=0385651171
In Psalmum 705 Ante [Go Back]  
 [00046]  Τῆς δὲ τοιαύτης εὐχῆς πρὸς Θεὸν ἀναδο θείσης, εὐθὺς ἡ ὑγρὰ θάλασσα εἰς ξηρὰν μετεστρέφετο, καὶ ἀνεμποδίστως αὐτοῖς καθυπούργει.
 [00056]  Καὶ ἐπιλείψει μοι διηγουμένῳ καὶ ὁ τῆς ἡμέρας χρόνος τὰ τῶν πατέρων, προφητῶν τε καὶ βα σιλέων δι' εὐχῆς παρ' ἐλπίδα γεγενημένα νικήματα, τὰς ἐν νόσοις καὶ κινδύνοις καὶ τοῖς ἄλλοις χαλεπωτέροις πράγμασι δι' εὐχῆς γεγενημένας ἀγαθὰς καὶ ζωοφόρους ἐκβάσεις.
 [00130]  Ηὔξατο Ἠλίας ὁ ἁρματηλάτης, καὶ ὀμβροτόκους νεφέλας ἐχαλίνωσε, καὶ ταύτας πάλιν δι' εὐχῆς ἀνέῳξεν.
000-00-00 Serial Number=0917307377
In catenas sancti Petri Ante [Go Back]  
 [00089]  Ὢ τῆς ἐκ θεοῦ ταχίστης ἐπικουρίας καὶ τῆς ἀποστολικῆς πρὸς αὐτὸν ἐντεύξεως! Ὢ μεγίστης ἐγκαρδίου εὐχῆς, ἥτις ὡς ἀπό τινος σφενδόνης τοῦ τῆς Ἐκκλησίας στόματος ἐκπεμφθεῖσα πρὸς οὐρανοὺς, τὴν μὲν Ἡρώδου καρδίαν και ρίως κατέτρωσε, τὸν δὲ κορυφαῖον τῶν αὐτοῦ χειρῶν διεσώσατο! Βαβαὶ χάριτος ἀποστολικῆς καὶ ἐλπίδος ἐνυποστάτου καὶ ἀληθοῦς, δι' ὧν τὸ θεῖον ἔχων εὐήκοον, ἐξ αὐτῶν τῶν τοῦ θανάτου βρόχων ἀφήρπαστο! Εἰ δέ τις ἀντεπάγων διαποροίη, τί δήποτε μὴ πρὸς αὐτὸ τὸ συλληφθῆναι γενόμενον τὸν ἀπόστολον ἀνάρπαστον τῶν ἰουδαϊκῶν χειρῶν [φ.
000-00-00 Serial Number=0530285537
In decollationem sancti Joannis Ante [Go Back]  
 [00034]  ὁ τὸν ὑετὸν τῆς οἰκουμένης ἐν τῇ γλώττῃ βαστάζων, ὁ πῦρ οὐρανόθεν κατενέγκας, καὶ δι' εὐχῆς νεκροὺς ἐγείρας, ἐφοβήθη γυναῖκα;
000-00-00 Serial Number=0005010724
In diem natalem Ante [Go Back]  
 [00299]  Μὴ τοίνυν ἀντὶ καταλλαγῆς παροξύνωμεν τὸν Θεὸν, ἀλλὰ πᾶσαν ἐπιμέλειαν καὶ πάντα κόσμον ἐπιδεικνύμενοι, καὶ ἀταραξίαν ψυχῆς, μετ' εὐχῆς καὶ συντετριμμένης καρδίας προσίωμεν, ἵνα καὶ αὐτῷ τούτῳ τὸν ∆εσπότην ἡμῶν Ἰησοῦν Χριστὸν ἐξιλεωσάμενοι, δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0827356160
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00542]  Εἶτα ἀρχόμενος τῆς εὐχῆς φησιν·
 [00607]  ∆ιὸ δὴ καὶ τῆς εὐχῆς ὁ νόμος ἀπὸ τῶν δογμάτων ἐπὶ τὴν πολιτείαν μεταβαίνει.
 [00633]  δεῖ γὰρ μετὰ τῆς εὐχῆς καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν.
 [00751]  ∆ιὸ δὴ παρακαλῶ ταῦτα πάντα ἐννοήσαντας, εἰδέναι καιρὸν εὐχῆς, καὶ μεταρσίους γίνεσθαι, καὶ ἀπαλλάττεσθαι τῆς γῆς, καὶ αὐτῶν ἅπτεσθαι τῶν ἁψίδων τοῦ οὐρανοῦ, ἵνα δυνηθῶμεν τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν·
 [01777]  δεύτερον, ὅτι ἐναντία αἰτεῖς τῷ σχήματι τῆς εὐχῆς.
 [01848]  Πῶς οἴει τὸν διά [61.436] βολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ;
 [05363]  ∆ιὰ τῆς εὐχῆς λογισμὸν ὑφορμοῦντα τῇ φιλοτιμίᾳ ταύτῃ ἀναιρεῖ, τὸν καὶ νῦν πολλοῖς ἐμποδίζοντα.
 [05496]  Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης·
 [07058]  ὅτε δὲ ἤκουσε παρὰ τοῦ Θεοῦ, ὅτι οὐ δεῖ τοῦτο γίνεσθαι, οὐ μόνον οὐκ ἠθύμησεν ἀποτυχὼν τῆς εὐχῆς, ἀλλὰ καὶ ηὐφράνθη.
000-00-00 Serial Number=0058256865
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00814]  Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια;
000-00-00 Serial Number=0959243715
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00071]  Τουτέστιν, εὐχῆς μοι ἔργον ἐστὶ, τὸν πάντα χρόνον διατελῶ τοῦτο ποιῶν διηνεκῶς.
 [02744]  Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου Οὐδὲν ταύτης τῆς εὐχῆς ἄμεινον.
000-00-00 Serial Number=0412716269
In epistulam I ad Corinthios Ante [Go Back]  
 [08103]  ∆είκνυσιν ὅτι οὐκ ἐν τῷ καιρῷ τῆς εὐχῆς μόνον, ἀλλὰ καὶ διηνεκῶς ἐγκεκαλύφθαι δεῖ.
 [09999]  καὶ οὐδεὶς ἐγκαλεῖ τῶν ὁρώντων, ἀλλ' οὕτω καλὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς καὶ εὐχῆς ἄξιον εἶναι.
 [09999]  Εἶτα καὶ τὴν αἰτίαν λέγων τῆς εὐχῆς, ἐπ-άγει·
 [09999]  Καὶ γὰρ ἦσαν τὸ παλαιὸν καὶ χάρισμα εὐχῆς ἔχοντες πολλοὶ μετὰ γλώττης, καὶ ηὔχοντο μὲν, καὶ ἡ γλῶττα ἐφθέγγετο, ἢ τῇ Περσῶν, ἢ τῇ Ῥωμαίων φωνῇ εὐχομένη, ὁ νοῦς δὲ οὐκ ᾔδει τὸ λεγόμενον.
000-00-00 Serial Number=0770499289
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00183]  Καλὸν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ', ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν.
 [00184]  Καὶ τί μοι δεῖ, φησὶν, εὐχῆς τῆς παρ' ἑτέρων, ὅταν ἐνεργὸς ὦ, καὶ μὴ καταστήσω ἐμαυτὸν ἐν χρείᾳ;
 [00188]  Τί μοι δεῖ εὐχῆς;
 [00191]  Τί μοι δεῖ εὐχῆς;
 [00193]  Τί μοι δεῖ εὐχῆς;
 [00196]  Τί μοι δεῖ εὐχῆς;
 [00198]  Κἂν ὡς Παῦλος γένῃ, χρείαν ἔχεις εὐχῆς.
 [00205]  Τί μοι δεῖ εὐχῆς;
 [00242]  Καὶ τίς χρεία, φησὶ, τῆς παρ' ἑτέρου εὐχῆς, ὅταν ἐγὼ εὐαρεστῶ;
 [00244]  Χρεία, καὶ πολλῆς χρεία εὐχῆς·
 [00248]  Ἀλλ' αὐτὸς οὗτος ὁ δίκαιος ὁ σώσας τοὺς φίλους αὑτοῦ τότε ἀπὸ εὐχῆς, ἐν τῷ καιρῷ τῷ Ἰουδαϊκῷ οὐκ ἠδυνήθη σῶσαι τοὺς Ἰουδαίους ἀπολλυμένους.
 [02753]  Κἂν κολάσω ῥᾳθυμοῦντα, ἢ τῆς ἐκκλησίας ἀπαγάγω, ἢ τῆς κοινῆς εὐχῆς ἀπείρξω, ἀλγεῖ, οὐ διὰ τὸ τούτων ἐκπεσεῖν, ἀλλὰ διὰ τὴν κοινὴν αἰσχύνην.
 [03107]  δεῖ γὰρ καὶ συμβουλῆς καὶ εὐχῆς.
 [03133]  Εἰ γὰρ ὑπεύθυνος ἐγενόμην τῆς πάντων ὑμῶν προστασίας, καὶ λόγους ὑπέχειν μέλλω, πολλῷ μᾶλλον ὀφείλω τῆς παρ' ὑμῶν ἀπολαύειν εὐχῆς.
000-00-00 Serial Number=0980048180
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01220]  Ὁρᾷς ὅτι οὐ μόνον διὰ τῆς εὐχῆς, ἀλλὰ καὶ διὰ τῆς εὐχαριστίας ἑνοῖ καὶ συγκολλᾷ ἡμᾶς;
 [01292]  Ἐπειδὴ μὴ ἴστε τῆς εὐχῆς τὴν δύναμιν, μηδὲ τὸ βάθος καὶ τὸν θησαυρὸν αὐτῆς ἐπιγινώσκετε·
 [01590]  Ὁ δὲ Παῦλος ταῦτά φησι πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς·
 [01598]  ἡ δὲ παρατήρησις λοιπὸν μὴ περὶ τόπον ἔστω, ἀλλὰ περὶ τὸν τρόπον τῆς εὐχῆς.
 [03275]  ἀλλὰ πάντα εὐχῆς γέμει, πάντα ὕμνων, πάντα εὐωδίας πνευματικῆς, οὐδὲν ἐκεῖ σαρκικόν.
000-00-00 Serial Number=0190207660
In epistulam ad Colossenses Ante [Go Back]  
 [00078]  Οὐ διὰ τῆς εὐχαριστίας μόνον, ἀλλὰ καὶ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν, ὅτι καὶ οὓς οὐχ ἑώρα, τούτους εἶχε διὰ παντὸς ἐν ἑαυτῷ.
000-00-00 Serial Number=0980810761
In epistulam ad Ephesios Ante [Go Back]  
 [00809]  Οὐκοῦν οὐδὲ τῆς εὐχῆς.
 [01729]  Τὴν διάθεσιν τῆς εὐχῆς τῆς ὑπὲρ αὐτῶν δείκνυσιν.
 [01768]  αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων, οὐχ ἁπλῶς μείζονα, ἢ ἐκπερισσοῦ, ἀλλ' Ὑπερεκπερισσοῦ, τὸ μέγεθος ἐμφαίνων τῆς δωρεᾶς.
 [01790]  Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε μαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύματος χρεία ἐνιδρύσεως, τοῦ Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισμοῖς κατακολουθῶν;
 [02129]  Ἐκεῖνα μὲν γὰρ ἐπάρατα τὰ δεσμὰ, ταῦτα δὲ μακάρια, καὶ πολλῆς εὐχῆς ἄξια.
 [04808]  Ἀλλ' οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωμὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ οἶνον ἐπέσπεισα, ἀλλ' εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινα τῷ μονογενεῖ τοῦ Θεοῦ Παιδὶ, καὶ μυστηρίων μετέχω, καὶ εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν προσῆκε τὸν Χριστιανόν.
 [07009]  ἀλλ', Ὁλόκληρον αὐτὸ τὸ δῶρον ἀντιδίδωμι, τὸν πρωτότοκον, τὸν τῆς εὐχῆς υἱόν.
 [07016]  Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς καὶ χωρὶς εὐχῆς δοῦναι;
000-00-00 Serial Number=0533256829
In epistulam ad Hebraeos Ante [Go Back]  
 [04590]  ∆ιὰ τοῦτο εὐχῆς ἡμῖν δεῖ μάλιστα ἑωθινῆς καὶ νυκτερινῆς.
 [04838]  καὶ τὸ θαυμαστὸν, ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς οὐ παύονται πολλοὶ τοῦ γελᾷν.
 [07594]  Ἡμεῖς δὲ μυρία τολμῶντες μιαρὰ, καὶ πάντων ὄντες μιαρώτεροι, ἐὰν μὴ ἐκ πρώτης εὐχῆς ἀκουσθῶμεν, ἀναχωροῦμεν.
 [07867]  καὶ τότε σε ἐρήσομαι πάλιν, μᾶλλον δὲ διδάξω περὶ τῆς εὐχῆς ἧς ποιεῖται, ὅτι συγκαταβάσεως καὶ οἰκονομίας ἦν (οὐ γὰρ δὴ τοῦ Ἰησοῦ τοῦ Ναυῆ ἐλάττων ἦν ὁ Χριστὸς), καὶ τοῦ δύνασθαι διδάσκειν ἡμᾶς χωρὶς εὐχῆς.
 [07869]  οὕτω καὶ ὁ Χριστὸς οὐ δεόμενος εὐχῆς ἐποιεῖτο τὴν εὐχὴν, ἀλλὰ σὲ θέλων ἐναγαγεῖν, ἵνα συνεχῶς προσέχῃς τῇ εὐχῇ, ἵνα ἀδιαλείπτως, ἵνα νηφόντως, καὶ μετὰ πολλῆς τῆς ἀγρυπνίας ταύτην ποιῇς.
 [07906]  Πολλῆς ἡμῖν δεῖ τῆς μετανοίας, ἀγαπητοὶ, πολλῆς τῆς εὐχῆς, πολλῆς τῆς καρτερίας, πολλῆς τῆς προσεδρείας, ἵνα δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν.
000-00-00 Serial Number=0540652514
In epistulam ad Philippenses Ante [Go Back]  
 [04795]  ἐπεὶ καὶ ὁ Χριστὸς ὅρον εὐχῆς ἡμῖν διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκε, διδάσκων ἡμᾶς, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον λέγειν, δὸς ἡμῖν σήμερον.
000-00-00 Serial Number=0211763799
In epistulam ad Romanos Ante [Go Back]  
 [05164]  Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται, καλῶς ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι τὸ ῥῆμα λέγειν.
 [05431]  Μετὰ δὲ τούτων ἁπάντων ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ πνεῦμα ηὔχετο.
 [05432]  Ἐπειδὴ γὰρ πολλὰ τῶν συμφερόντων ἡμῖν ἀγνοοῦντες, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο χάρισμα εὐχῆς εἰς ἕνα τινὰ τῶν τότε, καὶ τὸ κοινῇ συμφέρον τῆς Ἐκκλησίας ἁπάσης αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε.
 [05442]  Ἀλλ' ἵνα μάθῃς, ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν·
 [05469]  ∆ιὰ τοῦτο καὶ χάρισμα εὐχῆς ἐδίδου.
 [08870]  Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς παντευχίας βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι, ἐνταῦθα δὲ ποθεινὸν καὶ εὐχῆς ἄξιον·
 [09747]  Ἀποδοὺς τοίνυν τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς ἐπὶ παραίνεσιν χωρεῖ, πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων οὕτως·
 [09999]  Ὅρα πῶς οὔτε εὐχὴν χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι.
000-00-00 Serial Number=0056034923
In illud Pater si possibile est Ante [Go Back]  
 [00178]  Νῦν δὲ ἐπειδὴ ηὐξάμην παρελθεῖν τὸ ποτήριον τοῦ θανάτου, ἵνα μὴ νομίσας διὰ τῆς εὐχῆς μου παρέρχε
 [00179]  [61.755] σθαι τὸ ποτήριον, χαῦνος γένηται περὶ τὸ πρᾶγμα τοῦ σταυροῦ, τῆς εὐχῆς μου τὴν ἔκβασιν ἀμφίβολον ποιῶ, καὶ λέγω, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.
000-00-00 Serial Number=0137906611
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00317]  Ταῦτα τοίνυν ἀμφότερα ἀπὸ τῆς εὐχῆς ταύτης ἐπαίδευσε, μήτε ἐπιπηδᾷν τοῖς κινδύνοις.
000-00-00 Serial Number=0485736370
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00134]  Ἂν ἀπολαύσῃς εὐχῶν πατρικῶν, ἂν μετάσχῃς κοινῆς εὐχῆς, ἂν ἀκούσῃς θείων λογίων, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν τούτοις τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοιπὸν, μήτι γε ἄνθρωποι πονηροὶ, σπουδάζοντες ἐπηρεάζειν καὶ συκοφαντεῖν.
000-00-00 Serial Number=0349412620
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00074]  Ὢ φιλανθρωπίας ἀπεράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβούλετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ' αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθούμενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ ∆εσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν εἰπὼν πρὸς αὐτόν·
000-00-00 Serial Number=0974387288
In principium Actorum Ante [Go Back]  
 [00107]  ἵνα παράκλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πεπληρωμένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευματικὰ ἀκαταγώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ.
 [00616]  Εἰ δὲ ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω ἐκτενοῦς, εὐχῆς οὕτω διηκριβωμένης, οἱ τοσαύτην ἔχοντες παῤῥησίαν, οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, τί ποιήσομεν ἡμεῖς, μυρίων γέμοντες τραυμάτων, οὐκ ἐπιτιθέντες δὲ τῆς εὐχῆς τὸ φάρμακον;
 [01133]  ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν λόγον τῆς εὐχῆς καταβαλόντες πρῶτον, οὕτω λαμβάνομεν ἅπερ αἰτοῦμεν.
000-00-00 Serial Number=0638953030
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00019]  ὁ διακένῳ φυσήματι τινάξας τῶν ἀρετῶν τὸν καρπὸν, τῆς ὑπερηφανίας ὁ κτήτωρ, ὁ τῆς φύσεως ἁπάσης κατ ήγορος, ὁ ἀφιλάνθρωπος ἔλεγχος, ὁ ἀσυγγνώμων ὀνει διστὴς, ἡ τρικυμία τῆς τοῦ τελώνου εὐχῆς.
000-00-00 Serial Number=0464286566
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00024]  δι' εὐχῆς δὲ καὶ τῆς τοῦ Πατρὸς ἐπικλήσεως ἐγείρει τὸν Λάζαρον, ἵνα μὴ δόξῃ τοῖς τοῦ δημιουργοῦ ἀντιτάττεσθαι νόμοις.
000-00-00 Serial Number=0218693674
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00269]  Εἶτα πάλιν ὅτε ἦλθεν εἰς συμβολὴν τῆς εὐχῆς [50.733] ἐκάλεσε τοὺς ἱερεῖς τῆς Βαὰλ τῆς αἰσχύνης λέγων, Εὐξώμεθα, καὶ εἶπε·
 [00274]  Ὡς δὲ πολλῆς εὐχῆς γενομένης οὐδεὶς ἦν ὁ ἐπ ακούων (Οὐκ ἦν γὰρ φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις), εἶτα ἐξεδέχετο ὁ Ἠλίας μακροθυμῶν εὐχομένων ἐκείνων·
000-00-00 Serial Number=0201749206
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00044]  οὐκ ἀπὸ συμβουλῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ εὐχῆς, καὶ ἀπὸ πατρικῆς εὐλογίας, καὶ ἀπὸ κοινῆς συνόδου, καὶ ἀπὸ τῆς τῶν ἀδελφῶν ἀγάπης, καὶ ἐξ ἑτέρων μυρίων πολλὴν ὠφέλειαν καὶ ψυχαγωγίαν καρπωσάμενος, οὕτως ἀνεχώρησε, μυρία οἴκαδε φέρων ἀγαθά.
000-00-00 Serial Number=0701252043
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00275]  Πάλιν σοι διὰ δικαίων ἀπολογεῖται, δεικνὺς ὅτι ἐκείνοις οὐκ ἔδωκε μέλ λουσι κινδυνεύειν χωρὶς εὐχῆς καρτερικῆς, πολλῷ μᾶλλον σοὶ οὐ δώσει.
000-00-00 Serial Number=0294235229
Non esse desperandum Ante [Go Back]  
 [00005]  Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ προθυμίας τοὺς περὶ τῆς εὐχῆς ἐδέξασθε λόγους, ὅτι με μακά [51.364] ριον ἐποιήσατε.
 [00024]  Καίτοι ὁ Φαρισαῖος ηὔξατο, καὶ ἐν τῷ ἱερῷ ἔστη, καὶ τὸν αὐτὸν ἐκάλεσε Θεὸν, καὶ πλείονα εἶπε ῥήματα, καὶ ἀπὸ εὐχαριστίας τὸ προοίμιον ἐποιήσατο τῆς εὐχῆς.
 [00026]  Ὅτι οὐ τῆς εὐχῆς ὁ αὐτὸς τρόπος ἦν.
 [00031]  Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς εὐχῆς τοῦτο γέγονεν, ἀλλὰ παρὰ τὴν προαίρεσιν τὴν αὐτοῦ.
 [00045]  ἱλασμοῦ καιρός ἐστιν, εὐχῆς καιρὸς καὶ στεναγμοῦ, οὐχὶ ὀργῆς·
 [00191]  Εἰ γὰρ οὗτος τῇ καρτερίᾳ τῆς εὐχῆς φύσεως ἔλυσε πήρωσιν, πολλῷ μᾶλλον ἡμεῖς προαιρέσεως ἐλαττώματα διορθῶσαι δυνησόμεθα, τὸν Θεὸν συνεχῶς παρακαλοῦντες.
 [00205]  Καὶ γὰρ μέγα τῆς εὐχῆς τὸ ὅπλον ἐστί.
000-00-00 Serial Number=0928310573
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00072]  Ἠκούσατε γοῦν χθὲς, πῶς ἐπῄνεσα τῆς εὐχῆς τὴν δύναμιν, πῶς ἐκάκισα τοὺς μετὰ ῥᾳθυμίας εὐχομέ [51.357] νους, οὐδένα αὐτῶν δημοσιεύσας.
 [00073]  Οἱ μὲν οὖν συνειδότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις·
 [00078]  Ὁ τῶν ἐγκωμίων ἀκούσας τῆς εὐχῆς, καὶ συνειδὼς ἑαυτῷ σπουδὴν, εἰ πολλοὺς εἶχε μάρτυρας τῶν ἐγκωμίων, πρὸς ἀπόνοιαν ἂν ἐξωλίσθησε·
 [00106]  Ἐπειδὴ γὰρ μέγιστον κέρδος ἐκ τῆς εὐχῆς ὁρᾷ γινόμενον ἡμῖν, τότε μάλιστα ἐπιτίθεται·
 [00117]  ∆ιὰ τοῦτο μυρίους συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις, καὶ ἅπερ οὐδέποτε ἐλογισάμεθα, ταῦτα συνάγων ἐν τῷ καιρῷ τῆς εὐχῆς καταχεῖ ταῖς ψυχαῖς ἡμῶν.
 [00119]  οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ τὴν φλόγα τῆς εὐχῆς ἡμῖν ἀναπτομένην, μυρίαις φροντίσιν ἔνθεν καὶ ἔνθεν ῥιπίζων, οὐ πρότερον ἀφίσταται ἕως ἂν σβέσῃ τὸ φῶς.
 [00127]  ἀποφράξωμεν τοῦ πονηροῦ πνεύματος τὴν εἴσοδον, ἵνα μὴ σβέσῃ ἡμῶν τὸ φῶς τῆς εὐχῆς.
 [00134]  Ἀκούσατε σήμερον πάλιν, πῶς ὁ γενναῖος καὶ μέγας Ἰσαὰκ αὐτῆς περιεγένετο τῆς τῶν σωμάτων φύσεως δι' εὐχῆς.
 [00139]  χθὲς περὶ εὐχῆς ὁ λόγος, καὶ σήμερον πάλιν ἀπόδειξις τῆς δυνάμεως τῆς εὐχῆς.
 [00230]  ἀλλ' ὁ καιρὸς οὐκ ἀφίησι κατεπείγων τὸν λόγον πρὸς τὴν τῆς εὐχῆς δύναμιν.
 [00282]  Ἀλλὰ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων τῆς εὐχῆς, καὶ πῶς παιδικῆς ἐστι διανοίας τὰ ῥήματα, πῶς νηπιώδους ψυχῆς.
 [00295]  Ὅταν οὖν τὸν νομοθέτην ἀξιοῖς τοὺς οἰκείους παραλύειν νόμους, καὶ παρακαλῇς αὐτὸν ἀντινομοθετεῖν αὐτῷ, καὶ τόν σε κωλύσαντα κατεύχεσθαι τῶν ἐχθρῶν ἱκετεύῃς ἀκοῦσαί σου κατευχομένου τῶν ἐχθρῶν, οὐκ εὔχῃ τοῦτο ποιῶν, οὐδὲ παρακαλεῖς, ἀλλ' ὑβρίζεις τὸν νομοθέτην, καὶ παροινεῖς εἰς τὸν μέλλοντα διδόναι σοι τὰ ἀγαθὰ τὰ ἀπὸ τῆς εὐχῆς.
 [00302]  Εἶτα ἐπὶ ἄρχοντος μὲν οὐ τολμᾷς τὸν ὁμότιμον ὑβρίσαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο ποιῶν, εἰπέ μοι, οὐ φρίττεις, οὐδὲ δέδοικας ἐν καιρῷ δεήσεως καὶ εὐχῆς ἀγριαίνων οὕτω καὶ ἐκθηριούμενος, καὶ μείζονα ἀγνωμοσύνην ἐπιδεικνύμενος τοῦ τὰ ἑκατὸν ἀπαιτοῦντος δηνάρια;
 [00313]  σὺ δὲ ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς πρὸ τοῦ βασιλέως ἑστὼς ταῦτα ποιεῖς.
 [00318]  Ἀναμνήσθητι γεέννης καὶ κολάσεως καὶ τιμωρίας κατὰ τὸν καιρὸν τῆς εὐχῆς, καὶ οὐδὲ εἰς νοῦν λαβεῖν δυνήσῃ τὸν ἐχθρόν.
000-00-00 Serial Number=0724509835
Prooemia in Psalmos Ante [Go Back]  
 [00215]  Εἰ γὰρ ἀνθρώπῳ τις συγγινόμενος θαυμαστῷ πολλὰ καρποῦται ἐκ τῆς συνουσίας, πολλῷ μᾶλλον ὁ Θεῷ διηνεκῶς δι' εὐχῆς ἐκτενοῦς.
000-00-00 Serial Number=0428136170
Quales ducendae sint uxores Ante [Go Back]  
 [00143]  ἀλλ' ὁρῶντες τὴν θυγατέρα ἀπαγομένην, οὐ συνηθείας μέμνηνται, οὐκ ἀλγοῦσιν, οὐ δάκνονται, ἀλλὰ καὶ εὐχαριστοῦσι, καὶ εὐχῆς ἔργον εἶναι νομίζουσι τὸ καὶ τὴν θυγατέρα ἰδεῖν τῆς οἰκίας ἐξαγομένην, καὶ πολλὰ μετ' ἐκείνης χρήματα.
000-00-00 Serial Number=0478084803
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00570]  Περὶ τῆς εὐχῆς τοῦ ἁγιασμοῦ διατάττεται, καὶ πῶς δεῖ τὸν ἱερέα εὐλογεῖν τοὺς υἱοὺς Ἰσραήλ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»