Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εἰκὸς [415]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εἰκὸς


000-00-00 Serial Number=0866818964
Ad Innocentium papam i Ante [Go Back]  
 [00012]  ἀλλ' ἀποβὰς τοῦ πλοίου, καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμὼν, ἔξω που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο, καὶ πολλὰ παρα [52.531] καλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ' αὐτοῦ παραγενομένους παρ' ἡμῖν καταχθῆναι καὶ γὰρ ἅπαντα ηὐτρέπιστο, καὶ καταγώγια, καὶ ὅσα εἰκὸς ἦν οὔτε ἐκεῖνοι, οὔτε αὐτὸς ἠνέσχετο.
000-00-00 Serial Number=0205249310
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00049]  Εἰ δὲ ἐχθροὺς ἐλεοῦμεν καὶ φίλους ποιούμεθα, ὅταν τι τῶν ἀβουλήτων ὑπομείναντες ἴδωμεν, ἐννόησον τί πάσχειν εἰκὸς ἦν μὲ, τὸν ἁπάντων μοι φίλτατον, καὶ ὃν ἴσον ἄγω τῆς ἐμαυτοῦ κεφαλῆς, ἐν τοῖς ἀνηκέστοις ὁρῶντα κατὰ τὸν τῆς ἀθυμίας λόγον.
 [00919]  Ὅτι δὲ καὶ αὐτὸν τὰ αὐτὰ πάσχειν τῷ Νῶε εἰκὸς ἦν, μεταξὺ τοσούτων ἀσεβῶν καὶ βαρβάρων μόνον βουλόμενον εὐσεβεῖν, τοῦτο οὐκ ἔτι τοῖς ἄλλοις ὁμοίως ἄδηλόν ἐστιν, ἀλλὰ καὶ οἱ σφόδρα ἀνόητοι στοχάσαιντο ῥᾳδίως αὐτό.
 [01061]  Τὰ γὰρ κεφαλαιωδέστερα μόνον εἰποῦσα ἡ Γραφὴ, τὰ ἄλλα πάντα παρῆκεν ἐξετάζειν ἡμῖν, ὅσα καθ' ἑκάστην ἡμέραν γίνεσθαι εἰκὸς ἐν οἰκίᾳ, ἔνθα οἰκετῶν πλῆθος καὶ ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ πραγμάτων ἐπιμέλεια πολλῶν.
 [01107]  Ἀποδράντος τοίνυν ἐκείνου τοῦ διαπαντὸς ἐπὶ τῆς οἰκίας τραφέντος ἦν γὰρ ἄπλαστος οἰκῶν οἰκίαν καὶ τὰ πολλὰ μετὰ τῆς μητρὸς οἰκουροῦντος, πόσα μὲν ἦν εἰκὸς τὴν Ῥεβέκκαν ὀδύρεσθαι καὶ θρηνεῖν μεμνημένην τοῦ παιδὸς διαπαντὸς, καὶ τὸν ἄνδρα ὁρῶσαν οὐδὲν τῶν νεκρῶν ἄμεινον διακείμενον καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν νόσον;
 [01221]  οὕτω καὶ τὴν ψυχὴν κατώδυνον γενομένην ἐκείνῳ, καὶ τῇ τῆς ἀθυμίας σφόδρα κατακαυθεῖσαν φλογὶ, οὐδὲν ἦν ἀνακτήσασθαι ἱκανὸν, καὶ μάλιστα ὅτε οὐδὲ τὴν αἴσθησιν εἰκὸς εἶναι τρανήν·
 [01327]  Ταῦτα γὰρ ἅπαντα καὶ τούτῳ συμβαίνειν εἰκὸς ἦν, ἐπὶ πλείοσιν ἔτεσι καὶ μετὰ μείζονος τῆς σφοδρότητος, ὅσῳ καὶ ἡ χώρα τῆς χώρας ἐρημοτέρα.
 [01347]  Ἠθύμει μὲν οὖν ὡς ἀθυμεῖν εἰκὸς τὸν ταῦτα ἀκούοντα καὶ ὁρῶντα, οὐ παρετρέπετο δὲ ὑπὸ τοῦ πάθους, ἀλλ' ἔμενεν ἀκλινὴς, καίτοι ταῖς ἐπαγγελίαις τῶν γινομένων οὐ συμβαινόντων, ἀλλὰ καὶ μαχομένων.
 [01427]  Τούτου δὲ γενομένου, πῶς τοὺς ἐκείνων συγγενεῖς, πῶς τοὺς φίλους πρὸς τὸν Μωσέα διακεῖσθαι εἰκὸς ἦν;
 [01480]  Οὗτος δὴ οὖν ὁ Σαμουὴλ, ὁ μετὰ πολλῶν δακρύων τεχθεὶς, πρῶτον μὲν ὁρῶν ἑαυτοῦ τὸν διδάσκαλον ἐκείνῳ τῷ ἐλεεινῷ ἀπενεχθέντα θανάτῳ, οὕτω συνεχύθη καὶ ἐταράχθη, ὡς εἰκὸς εὐγνώμονα μαθητὴν καὶ φιλόστοργον.
 [01724]  Ὅπου γὰρ πόλεις καὶ ἔθνη δὲ πολλάκις ὁλόκληρα διέπεσε, πολλῷ μᾶλλον ἕνα καὶ δεύτερον εἶναι διαπαντὸς τοὺς τοῦτο πάσχοντας εἰκὸς ἦν, τοσούτων Ἐκκλησιῶν κατὰ τὴν οἰκουμένην οὐσῶν.
 [01774]  Μία γὰρ αὐτῷ παιδίσκη παρακάθηται μόνη τοσαῦτα διακονοῦσα, ὅσα εἰκὸς δύνασθαι γυναῖκά τε οὖσαν, καὶ μόνην, καὶ ἐκ τῆς ἐργασίας διατρεφομένην τῶν χειρῶν.
000-00-00 Serial Number=0472123802
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00385]  [13] Εἰ γὰρ πόλεως μιᾶς κρινομένης ἐπὶ τούτων τῶν ἀρχόντων πεφρίκασιν αἱ λοιπαὶ καὶ αἱ κινδύνων ἐκτός, τῆς οἰκουμένης ἁπάσης δικαζομένης ὑπὸ τοιούτου κριτοῦ, οὐ μαρτύρων δεομένου, οὐκ ἐλέγχων, ἀλλὰ χωρὶς τούτων ἁπάντων καὶ πράξεις καὶ ῥήματα καὶ ἐνθυμήματα παριστῶντος εἰς μέσον καὶ πάντα ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς τε ἡμαρτηκόσιν αὐτοῖς καὶ τοῖς ἀμύνουσιν ἐπιδεικνύντος, πῶς οὐκ εἰκὸς ἅπασαν κλονεῖσθαι δύναμιν.
 [00454]  Εἰ δὲ μὴ καθαρὰς μηδὲ γυμνὰς φήνασαι τὰς ἑαυτῶν οὐσίας ἐκεῖναι, ἀλλ' ἀμυδρῶς σφόδρα καὶ συνεσκιασμένως, ὅμως οὕτω διέλαμψαν, ὁποίας αὐτὰς εἰκὸς παντὸς ἀπηλλαγμένας παραπετάσματος φαίνεσθαι.
000-00-00 Serial Number=0762503743
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00513]  [10.11] Καὶ ὁμῶς οὐδὲ οὕτως ἐσκανδαλίζετο, οὐδὲ ἐθορυβεῖτο ὁ δίκαιος ἐκεῖνος, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν τινα τῶν ἀνοήτων παθεῖν καὶ χαμαὶ συρομένων.
 [00595]  ἀλλὰ καὶ ἐπιθυμίας τυραννίδα καὶ νέας ἡλικίας θορύβους καὶ ἀκολάστου γυναικὸς ἐπιβουλὴν καὶ δεσποίνης ἐφόδους καὶ νεότητος ταραχὰς καὶ πάντα ὅσα εἰκὸς ἐκ τῆς ἁφῆς ἐκείνης γενέσθαι καὶ τῆς ὄψεως καὶ τῆς μανίας, μετὰ πολλῆς τῆς εὐκολίας ὑπερβάς, ὥσπερ τις ἀετὸς ὑψηλὸν τείνας τὸ πτερὸν καὶ αὐτὰ ἀποδυσάμενος τὰ ἱμάτια καὶ καταλιπὼν ταῖς ἀκολάστοις χερσίν, ἐξῆλθεν ἱματίων μὲν γυμνός, λαμπρὰν δὲ τῆς σωφροσύνης ἕχων τὴν περιβολὴν καὶ τῆς ἁλουργίδος αὐτῆς περιφανεστέραν.
 [00840]  καὶ γὰρ εἰκὸς πολλοὺς καὶ ὑποσύρεσθαι, γινομένων τούτων·
 [01112]  Ἐννόησον γὰρ τί πάσχειν εἰκὸς ἦν τὸν Ναβουχοδονόσορ ὑπὸ τριῶν παίδων, δούλων, αἰχμαλώτων, δεδεμένων, πυρπολουμένων, τοσούτου στρατοπέδου παρόντος ἡττώμενον καὶ μὴ δυνάμενον τριῶν περιγενέσθαι σωμάτων δεδουλωμένων, ὑποκειμένων, πατρίδος ἐκπεπτωκότων, ἐλευθερίας, τιμῆς, δυναστείας, χρημάτων, πόρρω τῶν οἰκείων ἀπῳκισμένων.
 [01114]  [22.3] Ἐννόησον τί πάσχειν εἰκὸς ἦν τὸν Ἡρώδην ὑπὸ δεσμώτου ἐλεγχόμενον καὶ ὁρῶντα οὐδὲ ἀπὸ τῆς ἁλύσεως ἐνδιδόντα τῇ παρρησίᾳ, ἀλλ' αἱρούμενον σφαγῆναι μᾶλλον ἢ προέσθαι τὴν καλλίστην ἐλευθεροστομίαν ἐκείνην.
 [01119]  [22.5] Ἀλλ' ἐκείνους εἰς μέσον ἄγε μοι, τοὺς νήφοντας, τοὺς ἐγρηγορότας καὶ λογίζου πόσην εἰκὸς αὐτοὺς ἐντεῦθεν καρπώσασθαι τὴν ὠφέλειαν, ὁρῶντας ψυχὴν ἀπερίτρεπτον, φρόνημα ἀδούλωτον, γλῶτταν παρρησίας γέμουσαν, ἄνθρωπον ἐρημοπολίτην βασιλέως περιγενόμενον, δεσμούμενον καὶ οὐκ ἐνδιδόντα, ἀποτεμνόμενον καὶ οὐ σιωπῶντα·
000-00-00 Serial Number=0805853665
Ad populum Antiochenum Ante [Go Back]  
 [00063]  πολλῷ μᾶλλον εἰκὸς ἦν, καὶ τοὺς πιστοὺς τότε τὸν διδάσκαλον ὁρῶντας τὸν τοσαῦτα σημεῖα ἐργασάμενον συνεχῶς ἀῤῥωστοῦντα, καὶ τὸ σῶμα κάμνοντα, ἀνθρώπινόν τι παθεῖν.
 [02422]  Ἐπὶ ἀνθρώπων μὲν γὰρ εἰκὸς τοῦτο συμβαίνειν, ἐπειδὴ θυμῷ καὶ πάθει τὰς τιμωρίας ἐπάγουσιν·
 [02445]  Οὐ γὰρ εἶπε, καθάπερ εἰκὸς ἦν ὑβρισμένον εἰπεῖν·
 [02452]  Ταῦτα γὰρ καὶ πλείονα τούτων τὸν ὑβρισμένον εἰκὸς ἦν εἰπεῖν·
 [03346]  καὶ γὰρ τὸ σῶμα τοιοῦτον οὐχ ἁπλῶς ἐποίησον, ἀλλ' οἷον εἰκὸς εἶναι λογικῇ ψυχῇ διακονούμενον·
 [03980]  ὅπερ ὁ Σαοὺλ τότε ἐποίησεν ἀπερισκέπτως, καὶ οὔτε ὅτι εἰκὸς ἦν ἐν οὕτως ἀπείρῳ δήμῳ ἕνα γοῦν τινα παραβῆναι τὸν ὅρκον ἐνενόησεν, οὔτε ὅτι στρατιῶται καὶ στρατιῶται πολεμοῦντες πολὺ φιλοσοφίας ἀφεστήκασι, καὶ γαστρὸς κρατεῖν οὐκ ἐπίστανται, καὶ μάλιστα ὅταν πολὺς ὁ κάματος ᾖ.
 [04084]  διὰ τοῦτο καὶ συνεχεῖς ποιούμεθα τὰς ἐντροπὰς, παντοδαπὸν κατασκευάζοντες ὑμῖν τὸν λόγον, ἐπειδὴ καὶ παντοδαπὰ νοσήματα ἐν δήμῳ τοσούτῳ εἶναι εἰκὸς, καὶ οὐχ ἓν ἕλκος θεραπεύειν πρόκειται μόνον, ἀλλὰ πολλὰ καὶ διάφορα, διὰ τοῦτο καὶ ποικίλον εἶναι χρὴ τῆς διδασκαλίας τὸ φάρμακον.
 [04850]  Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὐκ ἐσφάγησαν οὐδὲ ἐξέχεαν τὸ αἷμα, ἀλλ' ὅτι τοσαύτῃ πρὸς τοὺς δικάζοντας ἐχρήσαντο παῤῥησίᾳ, ὅσῃ μόνους τοὺς ἀπεγνωκότας τῆς ἑαυτῶν ψυχῆς χρήσασθαι εἰκὸς ἦν, καὶ μετὰ τοιαύτης γνώμης ἀπὸ τῶν ὀρῶν ἐπὶ τὸ δικαστήριον ἔδραμον.
 [05415]  τί εἰκὸς ὑποστήσεσθαι νῦν τοὺς ὀμνύοντας μετὰ νόμον κωλύοντα τοῦτο ποιεῖν καὶ τοσαύτην ἐντολῶν προσθήκην;
 [05468]  καὶ γὰρ εἰκὸς, καὶ ὑμῖν ἐπιμιγνυμένους ἐμπόρους, καὶ ἐντεῦθεν ἑτέρους ἀφικνουμένους ταῦτα ἀπαγγέλλειν ἅπαντα.
 [05493]  Τὸν μὲν γὰρ μὴ [49.198] νηστεύοντα εἰκὸς καὶ συγγνώμης τυχεῖν, σώματος ἀσθένειαν προβαλλόμενον·
000-00-00 Serial Number=0369834661
Ad viduam juniorem Ante [Go Back]  
 [00018]  Ἕως μὲν γάρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνήρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἷα παρὰ ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν·
 [00105]  Εἰ δὲ σφόδρα ἀφορήτως ἔχεις πρὸς τὸ τοῦ χρόνου μακρόν, εἰκὸς αὐτὸν καὶ δι' ὀνειράτων ἐπιστῆναί σοί ποτε, καὶ διαλέγεσθαι τὰ ἐν συνηθείᾳ, καὶ δείξειν ὄψιν τὴν ποθουμένην·
 [00192]  Τὰ γὰρ ἐν τοῖς οὐρανοῖς φυτευόμενα πάντα παρ' ἡμῶν καὶ πλείονα καὶ κρείττονα ἔχει τὴν φορὰν καὶ τοιαύτην οἵαν εἰκὸς ἐν οὐρανοῖς ἐρριζωμένων αὐτῶν.
000-00-00 Serial Number=0283299387
Adversus Judaeos Ante [Go Back]  
 [02486]  Ἤδη μὲν οὖν καὶ τοῦτο λοιπὸν συναποδέδεικται, ὅτι τῆς ἱερωσύνης μετατεθείσης, καὶ νόμου μετάθεσιν ἐξ ἀνάγκης εἰκὸς ἦν γενέσθαι.
 [02725]  Εἰ μὲν γὰρ χρήματα εἰσῄεις αἰτήσων, ἢ χάριν τινὰ ληψόμενος παρ' αὐτοῦ, εἰκὸς ἦν αἰσχύνεσθαι·
000-00-00 Serial Number=0664182067
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00116]  ὁ δὲ ἐξ εὐημερίας τοσαύτης κατενεχθεὶς, διὰ τὸ ἀγύμναστον καὶ ἀμελέτητον καὶ χαλεπωτέραν ὑπομένειν εἰκὸς τὴν αἴσθησιν, καὶ πικροτέραν τὴν ὀδύνην, καὶ μείζονα τὴν ταραχήν.
000-00-00 Serial Number=0345203459
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00115]  ὁ δὲ μακάριος Παῦλος μετὰ πολλῆς στήσεται τῆς παῤῥησίας παρ' αὐτὸν τοῦ βασιλέως τὸν θρόνον λαμπρῶς ἀποστίλβων, καὶ δόξαν ἠμφιεσμένος τοσαύτην, ὡς μηδὲν τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων ἀποδεῖν, καὶ τοσοῦτον λήψεται τὸν μισθὸν, ὅσον εἰκὸς ἄνθρωπον σῶμα καὶ τὴν ψυχὴν τῶν τῷ Θεῷ δοκούντων ἕνεκεν ἐπιδόντα.
 [00239]  οἵπερ ἐπειδὰν ἅπαξ αὐτὴν παραλάβωσιν, οὕτως αὐτῇ συγγίνονται αἰσχρῶς καὶ ὑβριστικῶς, ὡς εἰκὸς δαίμονας πονηροὺς σφοδρῶς καὶ μανικῶς τῆς τε ἀπωλείας καὶ τῆς ἀσχημοσύνης ἐρῶντας τῆς ἡμετέρας.
 [00418]  κἂν ἐκεῖνος πάθῃ τι τοιοῦτον, ἐφ' ἕτερον μεταβήσεται, καὶ τὰς τῶν ὑδάτων πηγὰς πρότερον ἐπιλιπεῖν εἰκὸς, ἢ τῶν ταῦτα ὑπακουσομένων τινά.
 [00630]  Εἰ δὲ τιμᾶσθαι βούλει διὰ τὸν υἱὸν καὶ μὴ καταφρονεῖσθαι εἰκὸς γάρ σε καὶ τούτων ἐρᾷν, οὐκ οἶδα πῶς ἂν ἑτέρως μᾶλλον ἔτυχες τούτου, ἢ παῖδα κτησάμενος τὴν ἀνθρωπίνην ὑπερβαίνοντα φύσιν, καὶ λαμπρὸν οὕτω πανταχοῦ τῆς οἰκουμένης φαινόμενον, καὶ μετὰ τῆς εὐδοκιμήσεως ταύτης οὐδὲ ἐχθρόν τινα ἔχοντα.
 [00655]  Ἐννόησον οὖν τὸν ἐν τοῖς ἄλλοις ἅπασι πρὸς ἄκρον ἥκοντα τῆς ἀρετῆς, πῶς εἰκὸς καὶ τοῦτο μετὰ πολλῆς φυλάξεσθαι τῆς ὑπερβολῆς τὸ καλόν.
 [00879]  Πρῶτον μὲν γὰρ, ἐπειδὴ ταῦτα πάντα ἤκουσε, καὶ πρὸς ἔσχατον τιμωρίας ἥκοντα εἶδεν ἑαυτὸν, οὐκ ἀπεδυσπέτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι τοιοῦτον, οἷον εἰκὸς τοὺς πολλούς·
 [01320]  εἰ δὲ συμβαίη τι παθεῖν αὐτὸν, οἷον εἰκὸς νέον ὄντα καὶ ἐν τοσαύτῃ ζῶντα τρυφῇ καὶ ῥᾳθυμίᾳ, ἀπὸ σοῦ καὶ τῶν σῶν χειρῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἐκζητήσει τοῦ παιδίου τούτου τὴν ψυχὴν ὁ Θεός.
 [01329]  Ἐν ἀρχῇ μὲν γὰρ ἐπιθέμενον αὐτῷ τὸν πατέρα, καὶ διασαλεύειν εἰκὸς ἦν τὰ τῆς φιλοσοφίας φυτὰ, ἁπαλά τε ὄντα καὶ ἄρτι
 [01724]  Εἰ γὰρ ἀθλητάς τις πόλεσι τρέφων, ἢ στρατιώτας βασιλεῦσιν ἀσκῶν, μεγάλῃ τιμηθήσεται τιμῇ, πόσην ἡμᾶς εἰκὸς λαβεῖν δωρεὰν, οὕτω γενναίους καὶ μεγάλους ἄνδρας, μᾶλλον δὲ ἀγγέλους τῷ Θεῷ τρέφοντας;
000-00-00 Serial Number=0268630981
Catecheses ad illuminandos Ante [Go Back]  
 [00275]  Εἰ γὰρ μηδέπω καμόντας μηδὲ ἐπιδειξαμένους τι γενναῖον τοσαύτης ἀξιοῖ τῆς δωρεᾶς καὶ τὰ ἐν παντὶ χρόνῳ πεπλημμελημένα ἀφίησιν, εἰ μετὰ τὴν τοσαύτην φιλοτιμίαν εὐγνώμονες γενόμενοι τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν βουληθείητε, πόσης ὑμᾶς εἰκὸς ἀξιωθῆναι παρὰ τοῦ φιλανθρώπου Θεοῦ τῆς ἀμοιβῆς;
000-00-00 Serial Number=0286373317
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00150]  ἐπειδὴ γὰρ εἰκὸς τὸ θηρίον ἐκεῖνο ταῦτα ἀκοῦσαν τὰ ῥήματα ἀγριωθῆναι μᾶλλον ἀναίσχυντον γάρ ἐστι καὶ αὐτῇ βούλεται ἐπιπηδῆσαι τῇ ὄψει, διὰ τοῦ χρίσματος ἐντυπῶν σου τῷ προσώπῳ τὸν σταυρὸν ἅπασαν αὐτοῦ καταστέλλει τὴν μανίαν·
000-00-00 Serial Number=0806571603
Commentarius in Job Ante [Go Back]  
 [00504]  καὶ ὁ ἀεὶ ἐν ἀσφαλείᾳ καὶ ἐν ἀσφαλείᾳ τοσαύτῃ, ὅσην εἰκὸς ἔχειν τὸν τῆς θεοῦ προνοίας ἀπολαύοντα, ὅρα πῶς ἤκουσε τοῦτο, ὁ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινός, ἀλλ' ἐκ πρώτης ἡλικίας γαληνοῦ τοῦ βίου πειραθείς.
 [00879]  ἐπειδὴ γὰρ εἰκὸς ἦν τοιαύτην νόσον αὐτῷ ἐπιβαλεῖν ὥστε ἀποκτεῖναι τὸ σῶμα καὶ εἶχεν εἰπεῖν, ὅτι «τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην», διὰ τοῦτό φησιν·
 [00971]  ἀπὸ γὰρ τούτων τῶν ῥημάτων εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλήν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός.
 [01160]  ὅτι εἰ οἱ πολλὰ καλὰ παρ' αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς.
 [01394]  εἰκὸς γὰρ ἦν τὸν δίκαιον καὶ εἰπεῖν τινα τῶν οἰκείων κατορθωμάτων καὶ ἤδη ὥσπερ νῦν εἰς ἀνάγκην ἐμπεσόντα·
 [01561]  ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπὸ οἰκείων λογισμῶν ἐξετάζειν τὰ καθ' ἑαυτὸν τὸν Ἰώβ, ὅρα, τί φησιν·
 [01580]  ἐπειδὴ γὰρ εἰκὸς ἦν λέγειν τινά·
 [02095]  ὅρα καὶ ἐνταῦθα πῶς αὐτὸν ἔβαλεν, ἐπειδὴ ταῖς θυσίαις εἰκὸς αὐτὸν ἦν θαρρεῖν.
 [04403]  οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν.
000-00-00 Serial Number=0713200867
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00334]  οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος.
000-00-00 Serial Number=0029140711
De Anna i Ante [Go Back]  
 [00323]  καὶ τοσαύτην εἰργάσατο τὴν ἐμπορίαν, ὅσην εἰκὸς ἦν Θεῷ συμβαλοῦσαν ἐργάσασθαι.
 [00991]  Ἀλλ' ἐπεὶ ἀνθρώπους ὄντας εἰκὸς καὶ εἰς ῥᾳθυμίαν ἐμπεσεῖν, ἐπειδὰν παρέλθῃ μία καὶ δευτέρα ὥρα καὶ τρίτη μετὰ τὴν εὐχὴν, καὶ ἴδῃς τὴν γενομένην σοι θερμότητα κατὰ μικρὸν ὑποῤῥεῖν μέλλουσαν, δράμε ταχέως πάλιν ἐπὶ τὴν εὐχὴν, καὶ καταψυγεῖσάν σου τὴν διάνοιαν θέρμανον.
000-00-00 Serial Number=0661338270
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00033]  Ἀλλὰ πᾶσαν μὲν αὐτοῦ καταλέγειν τὴν φιλανθρωπίαν οὐ τοῦ παρόντος καιροῦ ἀλλὰ κἂν πάντας τοὺς αἰῶνας περὶ αὐτῆς φθέγγηταί τις, κἂν τοσαύτην ἔχῃ δύναμιν ὅσην τὰς ἀσωμάτους δυνάμεις εἰκὸς οὐδὲ οὕτως ἐφάψεται τῆς ἀξίας ποτέ.
 [00097]  Καίτοι εἰ τὰ ἡμέτερα πλάσματα ἦν τοὺς μετ' ἐκείνους εὐκολώτερον τὰ τοιαῦτα ψεύδεσθαι εἰκὸς ἦν.
 [00241]  Πρὸς δὲ τούτοις τοὺς βουλομένους ἀναισχυντεῖν καὶ κόμπον τινὰ πεπλασμένον τὰ παρ' ἡμῖν εἶναι λέγοντας ἐπεστόμισε τὴν τῶν ἀποστόλων παρρησίαν διὰ τῶν ἔργων ἐπιδείξας καὶ διδάξας ὅτι καὶ πάλαι τοιούτους ἄνδρας γενέσθαι εἰκὸς ἦν ὅτε καὶ πλείονα ἡ τῶν σημείων ἐπίδειξις παρεῖχε τὴν ἐξουσίαν αὐτοῖς.
 [00377]  Καὶ ὁ μὲν ἵππος ὁ βασιλικὸς καὶ οἱ δορυφόροι πάντες ὄπισθεν ἐκ πολλοῦ τοῦ διαστήματος εἵποντο, πορνοβόσκοι δὲ ἄνδρες καὶ γυναῖκες προαγωγοὶ καὶ πᾶς ὁ τῶν ἡταιρηκότων χορὸς τὸν βασιλέα κυκλώσαντες εἶχον ἐν μέσῳ διὰ τῆς ἀγορᾶς βαδίζοντες καὶ τοιαῦτα φθεγγόμενοι καὶ οὕτως ἀνακακχάζοντες ὡς τοὺς ἐκ τῆς ἐργασίας ἐκείνης εἰκὸς ἦν.
 [00620]  Ἦ που μέγαν μὲν ἤγειραν γόον ἐκπηδήσασαι τῶν πηγῶν αἱ νύμφαι μέγαν δὲ ὁ Ζεὺς ὁ ἐγγύς που καθήμενος ὁποῖον εἰκὸς ἐπὶ τιμαῖς υἱέος συγκεχυμέναις μέγαν δὲ δαιμόνων μυρίων ὅμιλος ἐν τῷ ἄλσει διαι τωμένων.
000-00-00 Serial Number=0962194324
De Christi divinitate Ante [Go Back]  
 [00092]  ὅπου δὲ τριάκοντα καὶ ὀκτὼ ἔτη τὸ νόσημα παρετάθη, πῶς οὐκ εἰκὸς ἅπασαν ἀνηλῶσθαι φιλοσοφίαν ἐν μακρῷ τῷ χρόνῳ δαπανηθεῖσαν;
000-00-00 Serial Number=0654779971
De Christi precibus Ante [Go Back]  
 [00299]  Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ σάρκα ἀναλαβεῖν σημεῖόν ἐστι τοῦ τὸν Υἱὸν ἴσον εἶναι τῷ γεγεννηκότι, καὶ τοῦ τὴν ἰσότητα ταύτην οὐκ ἐπείσακτον εἶναι, οὐδὲ ἐπιγινομένην καὶ ἀπογινομένην, ἀλλ' ἀκίνητον καὶ βεβαίαν, καὶ οἵαν εἰκὸς ἔχειν υἱὸν πρὸς πατέρα;
000-00-00 Serial Number=0229061604
De Davide et Saule Ante [Go Back]  
 [00156]  Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα.
 [00157]  Καὶ γὰρ εἰκὸς ἦν ταῦτα κατὰ διάνοιαν ἕκαστον αὐτῶν δυσχεραίνοντα λέγειν·
 [00202]  Εἶτα ἵνα μὴ λέγῃς ὅτι οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἀναισθησία τὸ γινόμενον ἦν, οὐχὶ φιλοσοφία, ὅρα πῶς ἀγριωθεὶς ἐκαρτέρησεν.
 [00348]  οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν.
 [00368]  Πῶς ἦν εἰκὸς λοιπὸν τοὺς στρατιώτας ἐκείνῳ προσέχειν;
 [00474]  Καὶ γὰρ πάλιν αὐτὸν εἰς χεῖρας λαβὼν, μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκεν, οὐδὲν, ὧν εἰκὸς ἦν παθεῖν, πεπονθότα.
000-00-00 Serial Number=0237600982
De Lazaro Ante [Go Back]  
 [00099]  ἀλλ' ὅμως τοσαύτην ἔχει μανίαν, ὡς καὶ πολλάκις ἀδυνάτοις ἐπιχειρεῖν πράγμασι, καὶ ἐπιθέσθαι μὴ μόνον ἐκείνοις, οὓς προσδοκᾷ πάντως ὑποσκελίζειν καὶ περιτρέπειν, ἀλλὰ καὶ οὓς εἰκὸς περιέσεσθαι τῶν μηχανημάτων αὐτοῦ.
 [00220]  Καὶ γὰρ εἰς τὴν προτέραν ἡμέραν παρέδραμε, τὴν δευτέραν εἰκὸς ἦν τι παθεῖν·
 [00398]  [48.977] ἐννόησον πῶς εἰκὸς ἦν, ὥσπερ ἐπαλλήλοις κύμασι βαπτίζειν αὐτὸν τοῦ πένητος τὴν ψυχήν·
 [00399]  ἐννόησον τὸν Λάζαρον, οἷον εἰκὸς ἦν εἶναι, ὁρῶντα παρασίτους, κόλακας, οἰκέτας ἀναβαίνοντας, καταβαίνοντας, ἐξιόντας, εἰσιόντας, κατατρέχοντας, θορυβοῦντας, μεθύοντας, πηδῶντας, καὶ πᾶσαν ἄλλην ἀσέλγειαν ἐπιδεικνυμένους.
 [00411]  τί πάσχειν εἰκὸς ἦν ἐκεῖνον καὶ ταύτης ἀπεστερημένον τῆς ἀγκύρας;
 [00434]  Οὐ γὰρ εἶπε πρὸς ἑαυτὸν οὐδὲν τοιοῦτον, οἷον πολλοὺς λέγειν εἰκὸς, ὅτι οὗτος ὁ πλούσιος, ἂν μὲν ἀπελθὼν ἐκεῖ κολασθῇ καὶ δῷ τιμωρίαν, ἓν ἓν γέγονεν·
 [00982]  Ἐπεὶ οὖν εἰκὸς ἦν καὶ τὸν πλούσιον, εἰ καὶ πρὸς ἔσχατον ἐληλάκει πονηρίας, ἐργάσασθαί τι ἀγαθὸν, καὶ τὸν Λάζαρον, εἰ καὶ πρὸς ἄκρον ἀφίκετο ἀρετῆς, ἡμαρτηκέναι τι μικρὸν, ὅρα πῶς ἀμφότερα ταῦτα ᾐνίξατο ὁ πατριάρχης, εἰπὼν, ὅτι Καὶ σὺ ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ ὁ Λάζαρος ὁμοίως τὰ κακά.
 [01238]  πατέρα προσεῖπε τὸν Ἀβραὰμ ὁ πλούσιος, καὶ ἧς εἰκὸς ἀπολαῦσαι τέκνον πατρικῆς εὐνοίας, οὐκ ἠδυνήθη, ἵνα μάθῃς, ὅτι οὔτε συγγένεια, οὔτε φιλία, οὔτε προσπάθεια, οὔτε ἄλλο τι τῶν ὄντων ὀνῆσαι δύναται τὸν ὑπὸ τῆς οἰκείας ζωῆς προδεδομένον.
 [02303]  Ἔκειτο δὲ ἐπὶ τῆς κλίνης, καθάπερ ἰατρῷ τῷ ὕπνῳ ἑαυτὸν ἐκδοὺς, λήθην ἐργαζόμενος τῇ διανοίᾳ τῶν γεγενημένων, οἷα εἰκὸς γεγηρακότα, καὶ οἶνον πιόντα, καὶ ὕπνῳ κατεχόμενον.
000-00-00 Serial Number=0955330014
De Maccabeis Ante [Go Back]  
 [00067]  τί παθεῖν ταύτην εἰκὸς οὐχὶ κατάδικον ἕνα ὁρῶσαν ἀπαγόμενον, ἀλλ' ἑπτὰ παιδία ἀθρόον ἐν ἡμέρᾳ μιᾷ οὐχὶ συντόμῳ τελευτῇ, ἀλλὰ ποικίλαις κατακοπτόμενα σφαγαῖς;
 [00068]  Εἰ γὰρ λιθίνη τις ἦν, εἰ γὰρ ἐξ ἀδάμαντος αὐτῇ τὰ σπλάγχνα ἐπεπήγει, οὐκ ἂν διεταράχθη, οὐκ ἂν ἔπαθέ τι τοιοῦτον, οἷον καὶ γυναῖκα καὶ μητέρα παθεῖν εἰκὸς ἦν;
 [00091]  Ἐννοήσωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαίροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον.
000-00-00 Serial Number=0759601414
De beato Abraham Ante [Go Back]  
 [00067]  Εἰ γὰρ εἶπεν, εἰκὸς αὐτὴν ἐπιστομίζειν, καὶ λέγειν·
000-00-00 Serial Number=0911911726
De diabolo tentatore Ante [Go Back]  
 [00793]  Τίνας οὖν εἰκὸς ἦν πιστεῦσαι μᾶλλον, τοὺς βαρβάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόντας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προφητικαῖς ἐντραφέντας βίβλοις;
 [00978]  μᾶλλον γὰρ σὲ εἰκὸς ἐνεγκεῖν, ἢ ἐκεῖνον.
000-00-00 Serial Number=0447107255
De gloria in tribulationibus Ante [Go Back]  
 [00046]  καὶ εἰκὸς τούτων πολλοὺς μικροψυχεῖν καὶ ἐκλύεσθαι, καὶ ἀναπίπτειν καθ' ἑκάστην πολιορκουμένους ἡμέραν·
000-00-00 Serial Number=0802641273
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00017]  Καὶ μετὰ τοῦτο εἰς τὸν οἶκον εἰσαγαγὼν πᾶσαν μὲν ἐκείνην τὴν ὥραν ἀποθοῖτο, δείξας δὲ ἑαυτὸν μέλανά τινα καὶ πυρώδη καὶ ἄγριον, οἷον εἰκὸς δαίμονα, ἐκστήσειεν μὲν τὸν ἄθλιον τὸν ἐμπεσόντα, ἐναλλόμενος δὲ καὶ τῆς ψυχῆς κατασχὼν βακχεύοι τὴν ἐκείνου διάνοιαν, τοιοῦτόν τι τῆς κενοδοξίας ὁ πονηρὸς δαίμων ἐστίν.
000-00-00 Serial Number=0040177405
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00747]  Ἐπειδὴ δὲ εἰκὸς ἦν τοὺς ἄλλους εἰς αὐτὸν ὁρῶντας, ἁπλῶς καὶ εἰκῇ κεχρῆσθαι τῷ παραδείγματι·
 [00899]  Ἐπειδὴ γὰρ πάντας εἰκὸς ἦν σκανδαλίζεσθαι, τῶν ἐπηρεαζόντων τῷ λόγῳ οὐδὲν πασχόντων, διὰ τοῦτο ταῦτά φησιν.
000-00-00 Serial Number=0852654457
De mutatione nominum Ante [Go Back]  
 [00856]  Εἰ δὲ μετὰ μυρία κατορθώματα καὶ τοσούτους χρόνους τοῦτο ἐπένθει, τί εἰκὸς ἦν [51.141] αὐτὸν παθεῖν κατὰ τὸν καιρὸν ἐκεῖνον, κατόρθωμα μὲν οὐδέπω οὐδὲν ἔχοντα, τὴν δὲ δίωξιν ἑαυτῷ συνειδότα, καὶ τῆς φωνῆς ἐκείνης ἀκούοντα;
 [01112]  Εἰ γὰρ παιδίου φιλουμένου προσηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα φίλτρον, πολλῷ μᾶλλον ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν.
000-00-00 Serial Number=0527466953
De negatione Petri Ante [Go Back]  
 [00241]  δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα·
000-00-00 Serial Number=0103798509
De non iterando conjugio Ante [Go Back]  
 [00091]  Ἐπειδὴ γὰρ πολλὰς τῶν χηρῶν εἰκὸς ἦν τότε προπετέστερον καὶ αὐθαδέστερον τῷ μετὰ ταῦτα κεχρῆσθαι βίῳ, καθάπερ τινὸς ἀνάγκης καὶ δεσποτείας τῆς πρὸς τὸν ἄνδρα συζυγίας ἀπαλλαγείσας, ὡς καὶ πονηρὰν ἐπισπάσασθαι δόξαν διὰ τῆς ἰταμότητος, ἀπάγων αὐτὰς τῆς ὀλεθρίου ταύτης ἐλευθερίας, πάλιν ἐπὶ τὸν ζυγὸν ἄγει τὸν πρότερον.
 [00135]  Ἂν δὲ τὰς πρὸς τὸν ἀπελθόντα συνθήκας πατήσῃ καὶ τῆς φιλίας ἐπιλάθηται τῆς ἐκείνου, καὶ τὴν ἑσπέραν καθ' ἣν πρῶτον αὐτῇ συνήπτετο, καὶ τὸν κρότον, καὶ τὸν ὑμέναιον, καὶ τὰς γαμηλίους δᾷδας, καὶ τὰς πρώτας περιπλοκάς, καὶ τὰς τραπέζας, καὶ τῶν ἁλῶν ὧν αὐτῇ παρὰ πάντα τὸν χρόνον ἐκοινώνησε, καὶ ῥημάτων ὧν εἰκὸς γυναῖκα ἀπολαύειν παρὰ ἀνδρός·
 [00149]  καὶ οὐ τοῦτο μόνον ἀλλ' ὅτι καὶ ταχίστην εἰκὸς αὐτὴν δέξασθαι τὴν μεταβολήν.
000-00-00 Serial Number=0759996712
De paenitentia sermo 1 Ante [Go Back]  
 [00008]  Πόσην λοιπὸν παράκλησιν καὶ παραμυθίαν εἰκὸς καὶ εὐφροσύνην ὑποδέχεσθαι τὸν ἀεὶ τοῦ Θεοῦ μνημονεύοντα;
000-00-00 Serial Number=0073323488
De precatione [1] Ante [Go Back]  
 [00073]  ὅσῳ γὰρ τιμιωτέρα τοῦ σώματος ἡ ψυχὴ, τοσούτῳ μᾶλλον εἰκὸς περὶ ταύτην πλείονα σπουδὴν ἐπιδείκνυσθαι τὸν Θεόν.
 [00183]  Εἰ δὲ τοὺς μὴ δεομένους, μηδὲ αἰτοῦντας, οὕτως ἐλεεῖ καθ' ἡμέραν καὶ ἀναπαύει, πόσων εἰκὸς ἀγαθῶν ἀπολαύσεσθαι τοὺς ἐν εὐχαῖς καὶ δεήσεσι πάντα τὸν βίον ἐσχολακότας;
000-00-00 Serial Number=0975079000
De sacerdotio Ante [Go Back]  
 [00424]  εἰκὸς δὲ καὶ τούτων πολλοὺς ἢ μηδ' ὅλως ἡμᾶς ᾑρῆσθαι νομίσαι ἢ παρεώσασθαι μετὰ τὴν αἵρεσιν ἀνεπιτηδείους εἶναι δόξαντας, οὐχ ἑκόντας φυγεῖν.
 [00558]  οὕτω μὲν γὰρ καὶ ἔλεον ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ εἰκὸς ἦν.
 [00632]  ἂν δὲ τύχῃ μικρόν τι παριδών, οἷα εἰκὸς ἄνθρωπον ὄντα καὶ τὸ πολυπλανὲς τοῦ βίου τούτου περαιοῦντα πέλαγος, οὐδὲν αὐτῷ τῶν λοιπῶν κατορθωμάτων ὄφελος πρὸς τὸ δυνηθῆναι τὰ τῶν κατηγόρων στόματα διαφυγεῖν, ἀλλ' ἐπισκιάζει παντὶ τῷ λοιπῷ τὸ μικρὸν ἐκεῖνο παράπτωμα καὶ οὐχ ὡς σάρκα περικειμένῳ, οὐδὲ ἀνθρωπείαν λαχόντι φύσιν, ἀλλ' ὡς ἀγγέλῳ καὶ τῆς λοιπῆς ἀσθενείας ἀπηλλαγμένῳ δικάζειν ἅπαντες ἐθέλουσι τῷ ἱερεῖ.
 [00935]  Ὅτι τοὺς μὲν ἑλομένους εἰκὸς ὑπὸ δόξης ψευδοῦς ἀπατηθέντας ἐπὶ τοῦτο ἐλθεῖν·
 [01197]  τὸ γὰρ μὴ χαίρειν ἐπαινούμενον, οὐκ οἶδα εἴ τινι ἀνθρώπων ποτὲ κατώρθωται, τὸν δὲ χαίροντα, εἰκὸς καὶ ἐπιθυμεῖν ἀπολαύειν αὐτῶν, τὸν δὲ ἀπολαύειν ἐπιθυμοῦντα, πάντως καὶ ἐν ταῖς τούτων ἀποτυχίαις ἀνιᾶσθαι καὶ ἀλγεῖν ἀνάγκη.
000-00-00 Serial Number=0682104945
De sancta Droside martyre Ante [Go Back]  
 [00029]  Ἔνδον μὲν οὖν ἐν τῇ πόλει ἐνδιατρίβοντας οὐ σφόδρα εἰκὸς τὰ τοιαῦτα μελετᾷν καὶ φιλοσοφεῖν·
000-00-00 Serial Number=0511649668
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00024]  Καὶ μὴ παραδράμῃς ἁπλῶς τὸ συμβὰν, ἀλλ' ἐννόησον πῶς ἦν εἰκὸς κόρην διατεθῆναι ἁπαλὴν, τοῦ θαλάμου πλέον εἰδυῖαν οὐδὲν, στρατιωτῶν ἀθρόως ἐπιστάντων, πρὸ τῆς θύρας ἑστώτων, καλούντων εἰς δικαστήριον, εἰς ἀγορὰν ἑλκόντων ὑπὲρ τοιούτων καὶ τηλικούτων πραγμάτων.
 [00054]  Πόσην μὲν αἰσχύνην, πόσην δὲ ὀδύνην καὶ ὄνειδος τῶν ἀπίστων κατασκεδασθῆναι εἰκὸς ἁπάντων ἦν;
 [00103]  Ἵνα οὖν ἐναβρυνώμεθα τῷ πλήθει τῆς ὑμετέρας ἀγάπης, μετὰ τῆς αὐτῆς οἴκαδε εὐταξίας ἀναχωρῶμεν, μεθ' ὅσης εἰκὸς μάρτυρι τοιαύτῃ συγγινομένους ἀπιέναι.
000-00-00 Serial Number=0608647823
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00103]  Καίτοι γε, εἰ καὶ μὴ πρότερον, τότε γοῦν εἰκὸς ἦν ὀργισθῆναι τὸν ἀσεβῆ βασιλέα, καὶ τὴν ὀργὴν ἀφεῖναι εἰς τὸ μαρτύριον τοῦ μάρτυρος·
 [00112]  Τὸν γὰρ πόῤῥωθεν ἀφιστάμενον τοῦ προαστείου, καὶ τὸ μὲν μαρτύριον τοῦ ἁγίου τῆς λάρνακος ἔρημον, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος τὴν στέγην ἀφηρημένον ὁρῶντα, εἰκὸς τὴν αἰτίαν τούτων ἑκατέρων ζητεῖν·
000-00-00 Serial Number=0248256385
De virginitate Ante [Go Back]  
 [01696]  Τοῦτο τοίνυν ἐστὶν ἔχοντα γυναῖκα μὴ ἔχειν ὅταν τὰς περιττὰς φροντίδας τὰς διὰ τὸν ἀκκισμὸν καὶ τὴν διάθρυψιν γινομένας τῶν γυναικῶν μὴ δεχώμεθα, ἀλλὰ τοσαύτην λάβωμεν προσθήκην φροντίδος ὅσην εἰκὸς μιᾶς ψυχῆς προστεθείσης ἡμῖν καὶ ταύτης φιλοσόφως καὶ εὐτελῶς ζῆν προαιρουμένης.
000-00-00 Serial Number=0475121617
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00849]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν μέγα φρονεῖν, συνειδότα ἑαυτῷ, ὅτι μᾶλλον τῶν ἄλλων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς·
 [01887]  Τὸν μὲν γὰρ μὴ νηστεύοντα εἰκὸς καὶ συγγνώμης τυχεῖν, σώματος ἀσθένειαν προβαλλόμενον·
 [02272]  μᾶλλον δὲ, ὅσα ἂν φιλονεική [63.639] σωμεν, οὐ δυνησόμεθα λόγῳ παραστῆσαι τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκὸς, καθ' ἑκάστην ὥραν ἀποτέμνεσθαι προσδοκῶντα.
 [02274]  κτύπος δὲ τῶν ὀδόντων καὶ πάταγος καὶ τρόμος αὐτῷ τοῦ παντὸς σώματος πρόσεστι, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν.
 [02810]  Ἐννόησον οἷον εἰκὸς αὐτὸν εἶναι ὁρῶντα παρασίτους, κόλακας, καταβαίνοντας, ἀναβαίνοντας, ἐξιόντας, εἰσιόντας, θορυβοῦντας, μεθύοντας.
 [02816]  τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν;
 [03717]  Οἱ μὲν γὰρ ὡς εἰκὸς χαριζόμενοι, εἴτε καὶ κολακεύοντες, πρὸς μείζονα ὄγκον τὴν νόσον ἐπαίρουσιν·
 [05875]  Εἰ γὰρ οἱ τὸ φῶς τὸ ἡλιακὸν μὴ θεώμενοι παντὸς πικροτέραν θανάτου ὑπομένουσι ζωὴν, τί παθεῖν εἰκὸς ἡμᾶς ἀποστερηθέντας τοῦ φωτὸς ἐκείνου;
 [06381]  Πάλιν, εἰ βούλοιτο διορθοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορθοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν;
 [06978]  Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε, καὶ φείδεσθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπηλαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν διασώζοντα.
 [06979]  Καὶ γὰρ εἰκὸς ἦν ταῦτα αὐτοὺς δυσχεραίνοντας λέγειν·
 [07006]  Ἄρα πῶς ἦν εἰκὸς αὐτοὺς προσέχειν ἐκείνῳ λοιπὸν, μεθ' ὅσης εὐνοίας διακεῖσθαι πρὸς αὐτόν;
 [07022]  οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθούντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων κακῶν, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος καὶ πίσσης καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆπτε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς καὶ ἀνέπαφος.
 [07817]  Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ, καὶ μὴ πατέρες ὄντες, τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα αὐτὸν ἀναιρεῖν;
 [07846]  Καὶ ὁ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πα [63.808] τέρα φιλόπαιδα·
 [08191]  εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων.
 [08301]  Ὅτι ἀμφότερα εἰκὸς ἦν γενέσθαι, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον, ἐλθόντων τῶν μαθητῶν, [63.821] εὑρόντων αὐτῶν τὸν πῶλον, ἐπικαθίσαι.
 [08562]  Τὴν μὲν γὰρ αἴσθησιν εἰκὸς καὶ ἀπατηθῆναι·
 [09112]  Εἰπὼν δὲ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο, ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων.
 [09759]  Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα;
 [09999]  Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ὁποῖα εἰκὸς εἶναι ταῦτα;
 [09999]  Ὁ δὲ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων·
000-00-00 Serial Number=0544953167
Epistula ad Cyriacum Ante [Go Back]  
 [00098]  Καὶ γὰρ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον.
000-00-00 Serial Number=0521676779
Epistulae Ante [Go Back]  
 [00934]  εἰκὸς γὰρ αὐτοὺς ἀγνοεῖσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς.
 [01892]  εἰκὸς γὰρ αὐτοὺς ἀγνοεῖσθαι παρὰ τῆς εὐλαβείας τῆς σῆς.
 [02581]  Τὸν γὰρ χειμῶνα λοιπὸν τῆς Ἀρμενίας φέρειν ἐμελέτησα, βλαπτόμενος μὲν ἠρέμα βλάβην, ὅσην εἰκὸς οὕτως ἀσθενεῖ σώματι κεχρημένον·
 [02687]  Καὶ τοσαύτην παρ' ὑμῶν ἐπιδειχθῆναι δίκαιον σπουδὴν, ὅσην εἰκὸς ὑπὲρ τοσούτων ψυχῶν ἐσπουδακότας καὶ κάμνοντας ἐπιδείξασθαι.
000-00-00 Serial Number=0720351160
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00204]  Καὶ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον.
 [00662]  Ἐννόησον τί με πάσχειν εἰκὸς ἦν τοσούτοις συνεχόμενον κακοῖς καὶ τοῦ πυρετοῦ ἐπικειμένου καὶ μηδὲν εἰδότα τῶν κατεσκευασμένων, ἀλλὰ δεδοικότα βαρβάρους καὶ τρέμοντα καὶ προσδοκῶντα εἰς τὰς χεῖρας αὐτῶν ἐμπεσεῖσθαι.
 [01149]  διὸ καὶ τοιαῦτά ἐστιν οἷα εἰκὸς παρὰ τῆς ἀφάτου δωρεᾶς ἐκείνης διδόμενα.
 [01377]  [16.1] Οὐδὲν ξένον οὐδὲ ἀπεικὸς γέγονεν ἐπὶ τῆς εὐλαβείας τῆς σῆς, ἀλλὰ καὶ σφόδρα εἰκὸς καὶ ἀκόλουθον τὸ τῇ συνεχείᾳ τῶν ἐπαλλήλων πειρασμῶν, εὐτονώτερά σοι γενέσθαι τῆς ψυχῆς τὰ νεῦρα καὶ μείζονα πρὸς τὰ παλαίσματα τὴν προθυμίαν καὶ τὴν ἰσχὺν καὶ πολλὴν ἐντεῦθεν καρπώσασθαί σε τὴν ἡδονήν.
 [01410]  Ὁ μὲν γὰρ χειμὼν γέγονεν οἷον εἰκὸς ἐν Ἀρμενίᾳ εἶναι·
000-00-00 Serial Number=0675292373
Expositiones in Psalmos Ante [Go Back]  
 [00065]  Ἄνθρωπος γὰρ Θεῷ παιδευθεὶς διαλέγεσθαι, ὡς εἰκὸς τὸν [55.42] τῷ Θεῷ διαλεγόμενον, ἄγγελος ἔσται λοιπόν·
 [00540]  ἐννόησον οἷον εἰκὸς εἶναι τὸν τὴν βασιλείαν προσδοκῶντα ζῶσαν καὶ ἀθάνατον, καὶ τὰ ἀγαθὰ ἐκεῖνα, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
 [01993]  Ὥστε εἰκὸς ἦν σκανδαλίζεσθαι τοὺς ἀνοητοτέρους, εἰ τὰ ἐναντία ἐγένετο ὧν εἶπεν·
 [04198]  Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν, ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς, ὡς οὐκ ἔχουσι Θεὸν βοηθὸν, ὥστε κἀκείνους σωφρονισθῆναι, καὶ γενέσθαι βελτίους, τῇ πείρᾳ μαθόντας τοῦ ∆εσπότου τὴν συμμαχίαν, Φανερῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν σωτηρίαν, φησί.
 [05961]  Νυνὶ δὲ, ἐπειδὴ εἰκὸς ἦν τοὺς ἐχθροὺς τοὺς αὐτῶν ἐπεμβαίνειν, ἐνάλλεσθαι, ὀνειδίζειν αὐτοῖς, ὡς οὐκ ἔχουσι Θεὸν βοηθὸν, ὥστε κἀκείνους σωφρονισθῆναι, καὶ γενέσθαι βελτίους, τῇ πείρᾳ μαθόντας τοῦ ∆εσπότου τὴν συμμαχίαν, Φανερῶς ποιήσομαι τὴν ὑπὲρ αὐτῶν σωτηρίαν, φησί.
000-00-00 Serial Number=0345075667
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00515]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπορεῖν τινας καὶ λέγειν, τίνος ἕνεκεν ἐξ ἀρχῆς ἀπεπήδησε;
 [01099]  Μὴ γένοιτο, ὁ πάντα εἰδὼς ἀκριβῶς, ἀλλ' ὅπερ ἔφην ἀρχόμενος, τοῦτο, ὅτι συναποκρίνεται τῷ Θεῷ, ὅπερ εἰκὸς ἦν ἐκείνους εἰπεῖν, ἵνα δῷ πάλιν ἀρχὴν ἀποκρίσεως τῷ Θεῷ.
 [02354]  Ἐπειδὴ εἰκὸς ἐξ ὑμῶν εἶναί τινας, φησὶν, ἰσχυροὺς, πλουσίους, σοφοὺς, οὐδὲν ὑμᾶς ὠφελήσει τοῦτο, φησίν.
 [02451]  Ἀλλ' ὅταν ὁρῶμεν ἐν εὐδίᾳ, μακρὸν εἰκὸς εἶναι χειμῶνα, ἀστραπὴ ἐξέρχεται ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πᾶσαν ἐπιτρέχει τὴν οἰκουμένην·
 [02614]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους ταῖς εὐχαῖς ταῖς τούτου θαῤῥοῦντας γενέσθαι χείρους, οὗτος δὲ οὐκ ἠνείχετο μὴ εὔχεσθαι ὑπὲρ αὐτῶν·
 [02814]  Πολλοὶ ὡς εἰκὸς ἐκ τῶν δώδεκα φυλῶν ἁλουσῶν ἤδη συνεστρατεύοντο τοῖς πολεμίοις.
 [03171]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν σιτίων ἀποκειμένων τὴν προσδοκίαν, ἀλλὰ μὴ τὴν πεῖραν εἶναι τοῦ λιμοῦ, τῇ τοῦ ὕδατος σπάνει προκατέλαβεν αὐτῶν τὴν διάνοιαν.
 [03375]  Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν λογίζεσθαι, ὅτι ἐκείνους μὲν εἰδωλολατρήσαντας, ἴσχυσεν ἐξελέσθαι ὁ Μωϋσῆς, καὶ ὁ Σαμουήλ·
 [03709]  εἰκὸς γὰρ ἀπὸ τῶν ὀνειδισμῶν θορυβεῖσθαι αὐτόν.
 [04664]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς καὶ αἰδεσιμώτερον νομίζειν καὶ τὸν ἀπὸ τοῦ ναοῦ, καὶ τὸν ἀπὸ τῶν ἁγίων λέγοντα, σημαίνει τοῦτο.
 [04828]  Ἐν κλαυθμῷ Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς εἰδότας, καὶ τὸ μῆκος, καὶ τὴν ταλαιπωρίαν τῆς ὁδοῦ ἰλιγγιᾷν, εἰκότως καὶ τοῦτον ἀναιρεῖ τὸν φόβον λέγων, ὅτι Οὐ φεύγοντες ἥξετε, οὐ δὲ θορυβούμενοι, ἀλλὰ μετὰ τιμῆς καὶ παρακλήσεως καὶ ἀνέσεως τῆς προσηκούσης, καίτοι ποῖος τοῦτο λογισμὸς εὑρεῖν δυνήσεται, ὅτι τῆς πόλεως ἁλούσης, καὶ τῶν δεσποτῶν χειρωθέντων, οἱ δοῦλοι παρὰ τῶν δεσποτῶν τῶν χειρωσαμένων μετὰ τιμῆς ἔμελλον ἀπολύεσθαι πρὸς τὴν οἰκείαν;
000-00-00 Serial Number=0169404984
Fragmenta in Job Ante [Go Back]  
 [00447]  Ἤλγησε μὲν γὰρ ὁ Ἰὼβ, τοσοῦτον δὲ, ὅσον εἰκὸς πατέρα φιλόπαιδα, καὶ σφόδρα κηδόμενον τῶν ἀπελθόντων.
 [00574]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν, τοιαύτην αὐτῶν ὅσον ἐπιβαλεῖν, ὥστε ἀποκτεῖναι τὸ σῶμα, καὶ εἶχεν εἰπεῖν, ὅτι τῆς ψυχῆς αὐτοῦ οὐχ ἡψάμην·
 [00690]  Εἰ δὲ πολλάκις, καὶ πραγμάτων οὐκ ὄντων, λόγοι μόνοι ἴσχυσαν μαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥημάτων τούτων, καὶ τῶν πραγμάτων ὀδυνόντων αὐτόν·
 [00781]  οὐδὲ γὰρ ἦν εἰκὸς τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι·
 [00783]  εἰκὸς δὲ, μὴ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλῷ τούτων χαλεπώτερα παρὰ τῆς γυναικὸς ἀκοῦσαι τὸν δίκαιον.
 [01344]  εἰκὸς γάρ τινας λογίσασθαι, ἢ ὅτι οὐ προνοεῖς τῶν ἀνθρώπων οὓς ἔπλασας, ἢ ὅτι οἱ φαῦλοι μάλιστα παρὰ σοὶ εὐδοκιμοῦσι, καὶ ἀρέσκουσί σοι μάλιστα τὰ τούτων βουλεύματα.
 [02092]  οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν.
000-00-00 Serial Number=0882879436
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00052]  τί εἰκὸς ἦν παθεῖν ἐκεῖνον τὸν πρῶτον βλέποντα νεκρὸν, καὶ ἐν τῷ τοῦ παιδὸς σώματι, καὶ παιδὸς τοιούτου, καὶ μηδέπω τῇ συνεχείᾳ τῶν τελευτώντων μελετήσαντα τὸ πάθος, ἀλλὰ τῷ ξένῳ μάλιστα θορυβούμενον;
 [00053]  τί πάσχειν εἰκὸς ἦν ὁρῶντα μὴ φωνῆς αἰσθανόμενον, μὴ ἁφῆς, μὴ δακρύων, μὴ κωκυτῶν, μὴ κινούμενον, μὴ συναλγοῦντα τῷ πενθοῦντι πατρὶ, μὴ τὰ συνήθη πράττοντα;
000-00-00 Serial Number=0120568871
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00225]  πῶς δὲ οὐκ ἐνενόησαν ὅτι καὶ προεξαρπασθῆναι εἰκὸς τῆς παρούσης ζωῆς, τοῦ τότε βασιλεύοντος αὐτοὺς ἀναιροῦντος;
000-00-00 Serial Number=0460662186
In Acta apostolorum Ante [Go Back]  
 [00177]  Εἰ γὰρ καὶ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο, καὶ ἁφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς, καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς παθεῖν ἦν;
 [00329]  Ὁ μὲν γὰρ τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψας, καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνων οἷα εἰκὸς ἄνθρωπον ὄντα, μετανοῶν τεύξεται φιλανθρωπίας·
 [00857]  Εἰ γὰρ νῦν τοῦτο πολλοὶ περιστρέφουσι, τί τότε εἰκὸς ἦν αὐτοὺς λέγειν;
 [01392]  Ἅτε δὲ ὄντων ἐν αἰχμαλωσίᾳ τῶν Ἰουδαίων, εἰκὸς αὐτοῖς συμπαρεῖναι τηνικαῦτα πολλοὺς τῶν ἐθνῶν·
 [09999]  Εἶτα οὕτως εἰπὼν, ἐπειδὴ εἰκὸς ἦν τινας ἀκούοντας εἰπεῖν, Πῶς ἔχει λόγον ἁπλῶς σε παραδοῦναι;
 [09999]  Εἰ μὲν γὰρ ἦν τις τῶν πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι·
 [09999]  εἰ γὰρ τοσοῦτον εἵλοντο αὐτοὶ, καὶ τὸν κίνδυνον ἀνεδέξαντο πάντα, πολλῷ μᾶλλον καὶ ἐκείνους τοῦτο ποιῆσαι εἰκὸς ἦν.
 [09999]  Ἐν μὲν οὖν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινες, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι.
 [09999]  εἰ δὲ τῶν μάλιστα πάντων κατεχομένων ὑπὸ τοῦ νόμου, οὐκ ἦν εἰκὸς ἁπλῶς καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης μεταθέσθαι αὐτόν.
 [09999]  οὐ γὰρ κατὰ τὸ εἰκὸς αὐτὸν ἐδίωκον οὐδὲ κατὰ λόγον·
 [09999]  οὐδὲ γὰρ πάντας εἰκὸς ἦν θαυμάζειν αὐτούς.
 [09999]  Τῇ ἡμέρᾳ δὲ τῶν σαββάτων, ὅτε καὶ ὄχλον εἰκὸς ἦν συνελθεῖν.
 [09999]  εἰκὸς γὰρ αὐτὸν νεωστὶ τῆς ἀρχῆς ἐπιβάντα καὶ θελῆσαι χαρίσασθαι·
 [09999]  εἰκὸς γὰρ ἦν αὐτὸν ἀπὸ πολλῆς κακώσεως εἶναι τῶν δεσμῶν, τοῦ φόβου, τοῦ ἄγεσθαι καὶ φέρεσθαι.
 [09999]  τί εἰκὸς εἶναι τοὺς διδασκομένους, καὶ πόσην καρποῦσθαι τὴν ἡδονήν;
 [09999]  Ἐκ τῶν ἤδη γενομένων ἐστοχάσατο, ὅτι καὶ τοῦτο εἰκὸς ἦν αὐτοὺς ποιῆσαι.
 [09999]  Καὶ ὅρα τὸν Παῦλον, καίτοι πρὸς ἄρχοντα διαλεγόμενον, μηδὲν τούτων λέγοντα, ὧν εἰκὸς ἀνεῖναι αὐτοῦ τὴν ψυχὴν, ἀλλὰ τοιαῦτα, ἐξ ὧν καὶ φοβεῖται, καὶ κατασείεται τὴν διάνοιαν.
 [09999]  Μάλιστα μὲν οὖν εἰς τὴν μείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορμαί.
 [09999]  Καὶ ἐπεὶ πάλιν εἰκὸς ἦν τινας εἰπεῖν·
000-00-00 Serial Number=0718397379
In Ecclesiasten Ante [Go Back]  
 [00203]  εἰκὸς οὖν τὰ πρὸς ὑπόθεσιν θεογνωσίας γεγενημένα, μεγάλα τινὰ καὶ θαυμαστά.
 [00283]  Πῶς εἰκὸς αὐτοὺς διακεῖσθαι;
000-00-00 Serial Number=0798646390
In Eutropium Ante [Go Back]  
 [00070]  Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωμεν, οὐ δυνησόμεθα τῷ λόγῳ παραστῆσαι τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκὸς, καθ' ἑκάστην ὥραν ἀποκτείνεσθαι προσδοκῶντα.
 [00073]  κτύπος δὲ τῶν ὀδόντων, καὶ πάταγος καὶ τρόμος παντὸς τοῦ σώματος, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶττα διαλυομένη, καὶ σχῆμα τοιοῦτον, οἷον εἰκὸς τὴν λιθίνην ἔχειν ψυχήν.
000-00-00 Serial Number=0935035586
In Heliam et viduam Ante [Go Back]  
 [00155]  Καὶ γὰρ ὅτι εἰκὸς ἦν τοῦ λιμοῦ τὴν ἀνάγκην πρὸς ταύτην ἐξαγαγεῖν τὴν ὀργὴν τὸ γύναιον, ἐξ Ἰουδαϊκοῦ παραδείγματος μάνθανε.
 [00247]  Εἶπον περὶ τῆς χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ οὖσα, τοῦ λιμοῦ καταναγκάζοντος, οὐδὲ ῥῆμα πικρὸν πρὸς τὸν προφήτην ἐξέβαλε, καίτοι γε εἰκὸς ἦν·
000-00-00 Serial Number=0581959307
In Herodem et infantes Ante [Go Back]  
 [00110]  Ἀλλ' εἰκὸς μὲν τὰς μητέρας ὑπὸ τοῦ πάθους δακνομένας ταῦτα βοᾷν, μὴ εἰδυίας τὸ συμφέρον τοῖς αὐτῶν νεοττοῖς.
000-00-00 Serial Number=0910414219
In Isaiam Ante [Go Back]  
 [00065]  Εἰ γὰρ εἷς αὐτὸν οὕτως ἐφόβησε καὶ ταῦτα εὐεργετηθείς, τί εἰκὸς ἦν αὐτὸν παθεῖν ἐννοοῦντα τὸν ἄτακτον δῆμον ἐκεῖνον;
 [01011]  ὁ δὲ τὰς ἀφορμὰς ἀπὸ τῶν ἤδη γεγενημένων λαμβάνων καὶ τὴν οἰκείαν σύνεσιν διεγείρων, πολλὰ τῶν μελλόντων προορᾷ, ὡς εἰκὸς ἄνθρωπον ὄντα συνετὸν προϊδεῖν.
 [01051]  οὕτω δὴ καὶ οὗτος τῶν ἐναγῶν τῆς Αἰγυπτίας χειρῶν ἀπαλλαγείς, ἐξῄει, μήτε ἀπὸ τῆς ἁφῆς, μήτε ἀπὸ τῶν ῥημάτων, μήτε ἀπὸ τῆς ὄψεως, μήτε ἀπὸ τῶν ἱματίων, μήτε ἀπὸ τῶν μύρων, ἃ κληματίδος καὶ πίσσης χαλεπωτέραν ἀνῆπτε τῆς ἐπιθυμίας τὴν φλόγα, μήτε ἀπ' αὐτῆς τῆς ἡλικίας παθών τι τοιοῦτον, οἷον εἰκὸς ἄνθρωπον ὄντα παθεῖν.
 [02427]  Τὴν μὲν γὰρ αἴσθησιν εἰκὸς καὶ ἀπατηθῆναι·
 [02625]  Ἀλλ' ἐπειδὴ καὶ οὕτως εἰκὸς ἦν αὐτοὺς ἀγνωμονοῦντας λέγειν, οὐ προείπετε, οὐ προηκούσαμεν, νῦν πλάττεσθε μετὰ τὴν ἔκβασιν·
000-00-00 Serial Number=0804871261
In Joannem Ante [Go Back]  
 [00178]  Οὕτω γὰρ ἡμῖν ὑψηλὰ δόγματα, καὶ πολιτείαν ἀρίστην, καὶ φιλοσοφίαν ἥκει κομίζων, ὡς εἰκὸς τὸν ἀπ' αὐτῶν φθεγγόμενον τῶν τοῦ Πνεύματος θησαυρῶν [ὡς ἀπ' αὐτῶν ἄρτι παραγενόμενος τῶν οὐρανῶν·
 [00179]  μᾶλλον δὲ οὐδὲ τοὺς ἐκεῖ πάντας εἰκὸς ἦν εἰδέναι, ὅπερ καὶ ἔφθην εἰπών].
 [01934]  Ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἔχειν μονογενῆ καὶ γνήσιον Υἱὸν ὄντα τοῦ πάντων βασιλέως Θεοῦ.
 [02025]  τί παθεῖν εἰκὸς τοὺς τοῦ φωτὸς [59.86] ἀποστερηθέντας ἐκείνου;
 [02149]  Καὶ γὰρ εἰκὸς ἦν πολλοὺς ἀπορεῖν, πόθεν καὶ ἐκ ποίας προφάσεως ὁ ὕστερον ἐρχόμενος ἔμπροσθεν γέγονε·
 [02240]  Εἰ γὰρ ἔνθα οὐσία ἐστὶ τὸ μεταλαμβανόμενον καὶ σῶμα, καὶ μερίζεται, καὶ οὐ μερίζεται, πολλῷ μᾶλλον ὅταν περὶ ἐνεργείας ὁ λόγος ᾖ, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας, οὐδὲν εἰκὸς τοιοῦτον παθεῖν.
 [02367]  Τούτων γὰρ ἀποδειχθέντων πολλῷ μειζόνων, ἐξ ἀνάγκης καὶ τοὺς ἀγνώμονας εἰκὸς ἦν παραδέξασθαι τὴν ψῆφον καὶ τὴν ὑπόνοιαν περὶ τοῦ Χριστοῦ.
 [02807]  Τοῦτο εἶπεν, ὅτι εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ ὡς ἕνα τῶν πολλῶν, ἅτε πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον διδάσκοντα.
 [03020]  Ἀφ' ὧν στοχάζεσθαι εἰκὸς, ὅτι καὶ ταῦτα καὶ πολλῷ ἕτερα πλείονα παραλέλειπται·
 [03307]  ἐννόησον πῶς εἰκὸς διακεῖσθαι τοὺς ἐν αὐτῷ τῷ θεάτρῳ καθημένους, τοὺς ἄδειαν πολλὴν ἔχοντας, τοὺς ἐκτὸς τοῦ σεμνοῦ τούτου καὶ φρικτοῦ συνεδρίου, τοὺς μετὰ πολλῆς ἀναισχυντίας καὶ ὁρῶντας ἐκεῖνα καὶ ἀκούοντας·
 [03485]  εἰκὸς δὲ καὶ τὴν φωνὴν τοῦ Χριστοῦ ἐργάσασθαί τι ἐν αὐτῷ.
 [03537]  Ἐνενόησε γὰρ, ὅτι εἰκὸς ἦν Φίλιππον περὶ τὸν τόπον ἐσφάλθαι.
 [03714]  Εἰ δὲ λέγοι τις, μὴ εἶναι τοῦτο τεκμήριον ἱκανὸν τοῦ ταύτην ἀρχὴν εἶναι τῶν σημείων, διὰ τὸ ἁπλῶς προσκεῖσθαι, Ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐγχωροῦν πρῶτον ἐκεῖ γεγενῆσθαι, μὴ μέντοι πάντως καὶ πρῶτον (εἰκὸς γὰρ αὐτὸν ἀλλαχοῦ πεποιηκέναι ἕτερα)·
 [03764]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
 [03799]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν καὶ ἀκούσασαν παρὰ τοῦ παιδὸς μὴ βούλεσθαι μηδὲ οὕτω πεισθῆναι, ἀλλ' ἀξιοῦν ἑαυτὴν πανταχοῦ τῶν πρωτείων, ἅτε μητέρα οὖσαν·
 [04048]  Ἐπειδὴ δὲ ἐν πλήθει τοσούτῳ πολλὰ εἶναι καὶ πάθη εἰκὸς, οὐκ ἀπεικότως ποικίλλομεν τὴν διδασκαλίαν·
 [04096]  ὅθεν εἰκὸς δεύτερον τοῦτο πεποιηκέναι.
 [04100]  ὅτε δὲ εἰκὸς ἦν ἐκθηριωθῆναι ἐπιτιμωμένους, οὐ τοιούτῳ κέχρηνται πρὸς αὐτὸν τρόπῳ.
 [04112]  ἐπειδὴ δὲ εἰκὸς ἦν ἐκεῖνα λήθῃ παραδοθῆναι τῷ χρόνῳ, ἅτε οὐ πᾶσιν ὄντα γνώριμα, διὰ τὸ ἐν οἰκίᾳ τρέφεσθαι πτωχῇ καὶ εὐτελεῖ, παρόντων πάντων λοιπὸν (καὶ γὰρ πολλοὶ παρῆσαν, ἅτε ἑορτῆς πλησίον οὔσης), τοῦτο ποιεῖ, καὶ παρακεκινδυνευμένως.
 [04191]  τοῖς δὲ διὰ τῶν λόγων λεγομένοις εἰκὸς ἦν τινας διαπιστεῖν.
 [05037]  Εἰ τοίνυν συγχωρῶν ἦλθε, τούτους μάλιστα προσδραμεῖν εἰκὸς ἦν, τοὺς πολλὰ συνειδότας ἑαυτοῖς ἁμαρτήματα·
 [05372]  Οὐδὲν γὰρ ἄλλο δηλοῖ τὸ Ἐκ τῆς γῆς λαλεῖν, ἢ ὅτι μικρὰ καὶ ταπεινὰ καὶ εὐτελῆ τοῖς ἐκείνου παραβαλλόμενα τὰ ἐμὰ, καὶ τοιαῦτα, οἷα εἰκὸς γηΐνην δέξασθαι φύσιν.
 [05773]  ἡμέρᾳ μέσῃ, καὶ λέγει καὶ ἀκούει πάντα μετὰ μακροθυμίας πολλῆς, καὶ οὐδὲν ἐννοεῖ τι τοιοῦτον οἷον εἰκὸς Ἰουδαίους εἰπεῖν, ὅτι Μαίνεται καὶ ἐξέστηκεν οὗτος, προσέδησέ με πηγῇ καὶ φρέατι, παρέχων μὲν οὐδὲν, φυσῶν δὲ τοῖς ῥήμασιν·
000-00-00 Serial Number=0419534802
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00052]  καὶ οἷα εἰκὸς ἐν συμποσίῳ, προτεινομένων λόγων πολλῶν, καὶ ἑτέρων ἕτερά τινα διαλεγομένων, οὗτοι τὰ παρόντα ἐθρήνουν κακὰ, καὶ τὸν ἔμπροσθεν ἐμακάριζον χρόνον, καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς τοὺς παρόντας ἔλεγον·
000-00-00 Serial Number=0868940175
In Psalmos 101-107 Ante [Go Back]  
 [01013]  Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά.
 [01041]  Ὅτι τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεσραῒμ ἐν Αἰγύπτῳ κατοικῆσαι, τοῦ Χα ναὰν ἐπὶ τῆς καλουμένης Παλαιστίνης οἰκοῦντος.
 [01104]  Τῶν οὖν βασιλικῶν ταμείων ἐμνημόνευσεν, ὥστε δηλῶσαι τὸ τοῦ θαύματος μέγεθος, ὅτι μηδὲ πλῆθος οἰκετῶν ἢ στρατιωτῶν, ὅπερ εἰκὸς ἐν τοῖς βασιλείοις διάγειν, ἀποσοβῆσαι τοὺς βατράχους δύ νασθαι.
000-00-00 Serial Number=0078036070
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00094]  Ἤκουσεν ὁ ἄγγελος ταῦτα, καὶ καθ' ἑαυτὸν, ὡς εἰκὸς, ἐλογίζετο·
000-00-00 Serial Number=0466312349
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00204]  Φέρε, σοὶ δείξω καὶ τὴν τράπεζαν καὶ τὴν τῶν μυστηρίων κοινωνίαν ἐκεῖ σκιαγραφουμένην, ἂν μὴ τὸ πᾶν ἀπαιτῇς με πάλιν, ἀλλ' οὕτως ἐξετάσῃς τὰ γενόμενα, ὡς εἰκὸς ἐν σκιαγραφίᾳ καὶ τύποις ἰδεῖν.
000-00-00 Serial Number=0192291617
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00144]  Ὁρῶν τοίνυν ὁ Παῦλος ἐκ τοῦ πράγματος τούτου πολλὰ κακὰ, τὰ μὲν γινόμενα, τὰ δὲ μέλλοντα (καὶ γὰρ καταφρόνησις τῶν πενήτων τοῖς πλουσίοις ἐγίνετο καὶ ὑπεροψία πλείων, καὶ τοῖς πένησιν ἀθυμία καὶ ἀπέχθεια πρὸς τοὺς πλουτοῦντας, καὶ ὅσα ἄλλα εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν κακῶν), διορθοῦται τὴν πονηρὰν ταύτην καὶ πικρὰν συνήθειαν.
000-00-00 Serial Number=0529429495
In diem natalem Ante [Go Back]  
 [00075]  [49.354] Ἐπεὶ οὖν ὁ Ἰωσὴφ καὶ ἡ Μαρία τῆς Βηθλεὲμ [49.354] ὄντες πολῖται, ἐκείνην ἀφέντες, ἐν τῇ Ναζαρὲθ τὸν βίον αὐτῶν κατεστήσαντο, κἀκεῖ διέτριβον (οἷα δὴ πολλὰ συμβαίνειν εἰκὸς ἐπὶ πολλῶν ἀνθρώπων, τὰς μὲν πόλεις, ὅθεν ἐγένοντο, καταλιμπανόντων, ἐν ἄλλαις δὲ, ἐν αἷς οὐκ ἐφύησαν παρὰ τὴν ἀρχὴν, διατριβόντων), ἔδει δὲ τὸν Χριστὸν ἐν Βηθλεὲμ τεχθῆναι·
000-00-00 Serial Number=0410288811
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00045]  Ἐπεὶ οὖν εἰκὸς ἦν τινας ὑπὸ τούτων παραπείθεσθαι, πρό [61.384] τερον αὐτοὺς ἐγκωμιάσας ὑπὲρ ὧν κατώρθωσαν, καὶ τὴν ἀπόνοιαν ἐκείνων τὴν ἐπὶ τοῖς Ἰουδαϊκοῖς καταβαλὼν, ἐπειδὴ παρὰ καιρὸν αὐτὰ τηρεῖν ἐφιλονείκουν, τότε συμμέτρως καὶ τὴν ὑπὲρ τούτων ποιεῖται ἐπίπληξιν.
 [01153]  τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοιοῦτον, [61.416] τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα ἀναιρεῖν;
 [01233]  Ἐπειδὴ γὰρ καὶ τοῦτο εἰκὸς ἦν ὑποπτεύειν αὐτοὺς, καὶ λέγειν, ὅτι ∆ιὰ τοῦτο οὐκ ἠθέλησας ἐλθεῖν·
 [01267]  Εἰ δὲ καὶ ἤδη ἐλύπησαν, καὶ πάλιν ἔμελλον λυπεῖν, ἐννόησον ὅσην εἰκὸς γενέσθαι τὴν ἀηδίαν.
 [02360]  ∆ιὸ καί φησι, Κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης, τῆς τοῦ Πνεύματος, εἰς δόξαν, τὴν ἡμετέραν, τὴν ἐγγινομένην, καὶ τοιαύτην οἵαν εἰκὸς, ἀπὸ Κυρίου Πνεύματος.
 [02997]  Καὶ γὰρ εἰκὸς αὐτοὺς διὰ τὴν ἀπουσίαν τὴν αὐτοῦ, πρὸς τοῦτο ἀσθενεστέρους γεγενῆσθαι.
 [04618]  εἰκὸς γὰρ αὐτὸν καὶ περὶ τούτου πολλὰ αὐτοῖς εἰπεῖν ἐγκώμια·
 [04806]  ἂν δὲ πάροικοι μείνωμεν ὄντες, καὶ διαγάγωμεν οὕτως, ὡς παροίκους διατρίβειν εἰκὸς, πολιτῶν καὶ ἐνταῦθα καὶ ἐκεῖ ληψόμεθα παῤῥησίαν.
 [05449]  Πῶς γὰρ οὐκ εἶπεν, οἷα εἰκὸς ἦν βάρβαρον γυναῖκα καὶ ἀλλόφυλον λογίσασθαι, ὅτι Εἰ προφήτης ἦν, οὐκ ἂν ἐμοῦ ἐδεήθη;
 [05927]  Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς, κομπάζοντας λέγειν, ὅτι τὴν οἰκουμένην ἐπεστρέψαμεν, πρὸς τὰ πέρατα τῆς γῆς ἀφικόμεθα, καὶ πολλὰ ἕτερα τοιαῦτα μεγαληγορεῖν.
 [06153]  Ἐπεὶ οὖν πολλὰ εἰκὸς αὐτοὺς φλυαρεῖν τῇ ἔξωθεν σοφίᾳ κεχρημένους, τοῦτό φησιν, ὅτι Εἰ μέν τι περιττὸν ἔλεγον οὗτοι, καὶ ἕτερον ἐκήρυττον Χριστὸν, ὃν οὐ κηρυχθῆναι ἔδει, ἡμεῖς δὲ παρελίπομεν, καλῶς ἠνείχεσθε·
 [07287]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν εἰπεῖν αὐτοὺς, οὐ γὰρ ἔξεστι καὶ ἡμᾶς ἔχειν καὶ τὰ ἡμῶν;
000-00-00 Serial Number=0778392017
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00029]  τοῦτο γὰρ εἰκὸς καὶ ἄλλους μιμήσασθαι, ἀλλ' ὅτι τὸν ἀσπασμὸν τῇ ἐμῇ χειρὶ γράφω·
 [01119]  Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς μάχας γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινομένων, τούτων τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις παρεχόντων, εἰκότως τοῦτο ἐπηύξατο νῦν, ∆ῴη ὑμῖν εἰπὼν τὴν εἰρήνην διαπαντός.
000-00-00 Serial Number=0579538941
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00164]  Πόσα εἰκὸς ὑπομένειν αὐτοὺς πράγματα, ἃ λόγῳ μὲν παραστῆσαι οὐκ ἔστιν, ἔργῳ δὲ ἐκείνους μόνους δυνατὸν εἰδέναι;
 [00599]  Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν συλληφθέντα ἐγκαταλειφθῆναι, καὶ μηδεμιᾶς ἀπολαῦσαι φιλανθρωπίας, μηδὲ ῥοπῆς, μηδὲ βοηθείας, ἀλλὰ καὶ ὑπ' αὐτῶν τῶν πιστῶν καὶ φίλων προδεδόσθαι, ἄκουε τί φησιν·
 [01139]  Ἐπειδὴ εἰκὸς ἦν πολλοὺς ἐπαισχύνεσθαι καὶ τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα, ὡς τῶν διδασκάλων ἀπολλυμένων.
 [01311]  δηλῶν διὰ τούτου, ὅτι ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ εἰκὸς εἶναι πολλὴν διαφορὰν σκευῶν, οὕτω καὶ ἐνταῦθα ἐν τῇ οἰκουμένῃ πάσῃ·
 [01982]  Ἢ ἀγράφως παραδέδοται, ἢ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον.
 [02074]  Τὸ μὲν ἕτερον εἰκὸς γενέσθαι, τὸ δὲ ἄλλο οὐκέτι·
 [02571]  Καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς ἦν εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης·
 [02578]  Πάντας μὲν οὖν τοὺς πιστοὺς εἰκὸς τότε μεγάλην ἔχειν πληγὴν, μάλιστα δὲ τοὺς παρόντας τῇ τελευτῇ, καὶ ἀπολαύοντας αὐτοῦ τότε.
000-00-00 Serial Number=0647228539
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00060]  Πλὴν ἀλλ' οὐδὲ πάντας εἰκὸς ἦν διεφθάρθαι, ἀλλ' εἶναί τινας ἐν αὐτοῖς καὶ σφόδρα ἁγίους.
 [00615]  Εἰ γὰρ εὐτελῶν ἀνθρώπων καὶ οὐδενὸς ἀξίων λόγου βαπτιζόντων, αἵρεσις γέγονεν, εἰ ἐγὼ ὁ καταγγείλας τὸ βάπτισμα πολλοὺς ἐβάπτισα, εἰκὸς ἦν συστάντας μὴ μόνον ἐπὶ τῷ ὀνόματί μου καλεῖσθαι, ἀλλὰ καὶ τὸ βάπτισμα ἐμοὶ ἐπιφημίζειν.
 [00680]  καὶ ἃ τὸν Ἕλληνα εἰκὸς ἦν εἰπεῖν, ταῦτα ὁ Χριστιανὸς προεβάλλετο.
 [00684]  Εἰ γὰρ Πλάτωνος ἐλλογιμώτερος ἦν ὁ Παῦλος, πολλοὺς εἰκὸς ἀντιλέγειν, ὅτι οὐ τῇ χάριτι, ἀλλὰ τῇ εὐγλωττίᾳ περιεγένετο.
 [00772]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐκείνους, τοῦ σταυροῦ παρὰ τῶν Ἑλλήνων χλευαζομένου, τῇ σοφίᾳ τῇ δῆθεν παρ' ἑαυτῶν ἀνθίστασθαι καὶ πολεμεῖν θορυβουμένους τοῖς παρὰ τῶν Ἑλλήνων λεγομένοις, παραμυθούμενος ὁ Παῦλός φησι·
 [00857]  Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι τὸν κτίσαντα τὸν κόσμον τὸν τοσοῦτον καὶ οὕτω μέγαν, Θεὸν εἶναι εἰκὸς δύναμιν ἀμήχανόν τινα ἔχοντα καὶ ἀπόῤῥητον, σοφίας ἀνθρωπίνης λογίζεσθαι ἦν, καὶ διὰ τούτων αὐτὸν καταλαμβάνειν·
 [00989]  νῦν δὲ καὶ ἔρημοι πάντων ἐτύγχανον, καὶ εἰκὸς ἦν κἀντεῦθεν μισητοὺς γενέσθαι παρὰ πᾶσι καὶ εὐκαταφρονήτους.
 [01224]  Καὶ εἰ μὲν ἦσαν ἐν δόξῃ καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ παιδεύσει τραφέντες, μάλιστα μὲν οὐδὲ οὕτω πρὸς τοσοῦτον ὄγκον πραγμάτων εἰκὸς ἦν αὐτοὺς ἐπαρθῆναι·
 [01261]  Καὶ μὴν μισεῖν λοιπὸν εἰκὸς ἦν ἀπατήσαντα καὶ προδεδωκότα, καὶ ὅτι μυρίαις αὐτοὺς ἐλπίσιν ἐπάρας, καὶ οἰκίας καὶ γονέων καὶ πάντων ἀποστήσας, καὶ ὁλόκληρον ἔθνος ἐκπολεμώσας αὐτοῖς τὸ Ἰουδαίων, προέδωκεν ὕστερον.
 [01265]  Ὥστε τοὐναντίον εἰκὸς ἦν αὐτοὺς ποιεῖν, κηρύττειν τὴν ἀπάτην, καὶ λέγειν αὐτὸν εἴρωνα καὶ γόητα·
 [01744]  εἰκὸς δὲ μηδὲ τὸν Ἡρώδην εἰδέναι.
 [01783]  Ἢ τοῦτο τοίνυν φησὶν, ἢ εἰκὸς καὶ γεγράφθαι ἐν βίβλοις, καὶ ἠφανίσθαι τὰ βιβλία.
 [01788]  τὸν δὲ Παῦλον ἅτε νομομαθῆ ὄντα καὶ Πνεύματι φθεγγόμενον εἰκὸς εἰδέναι πάντα μετὰ ἀκριβείας.
 [01994]  Καὶ εἰκὸς ἦν τοὺς κατηχουμένους λέγειν·
 [02140]  Καὶ γὰρ εἰκὸς ἦν ἐκείνους λέγειν, ὅτι εἰ μὲν τὰ Πλάτωνος ἢ Πυθαγόρου ἤ τινος ἑτέρου τῶν φιλοσόφων ἀπηγγέλλομεν, εἰκότως οὕτω μακρὸν καθ' ἡμῶν ἀπέτεινες λόγον·
 [02502]  Καὶ οὐδὲ ἔχομεν εἰπεῖν, ὅτι προφητῶν ἤκουσεν ὁ Ἀδὰμ, οὐδὲ ὅτι ἐπὶ ἁμαρτήμασιν ἑτέρους κολαζομένους εἶδε, καὶ φοβηθῆναι ἐντεῦθεν αὐτὸν εἰκὸς ἦν, καὶ αὐτῷ τῷ παραδείγματι σωφρονισθῆναι·
 [03794]  Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, μᾶλλον δὲ καὶ τούτου τιμιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ μολίβδῳ προσδεδεμένον, οὐδὲ ἑνὶ ἱδρυμένον χωρίῳ, ἀλλ' ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουμένης καθάπερ ὑπόπτερον φερόμενον.
 [04567]  Οὐ γὰρ τοιοῦτοι οὗτοι οἱ τόκοι, ἀλλ' οἵους εἰκὸς παρὰ τοῦ Θεοῦ δίδοσθαι.
 [04576]  Ἐπειδὴ γὰρ εἶπεν, Οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ὁ τοιοῦτος, καὶ, Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, καὶ εἰκὸς ἦν αὐτοὺς ὑποπτεῦσαι ὅτι πάντας τοὺς πόρνους δεῖ φεύγειν (εἰ γὰρ μεταδίδωσι τῆς οἰκείας λύμης ὁ ἡμαρτηκὼς τοῖς οὐχ ἡμαρτηκόσι, πολλῷ μᾶλλον τοὺς ἔξωθεν ἀποστρέφεσθαι χρή·
 [04695]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, τοὐναντίον μὲν οὖν ἐστιν αἰσχύνη, φησὶν, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε·
 [05498]  Ἐπειδὴ δὲ εἰκὸς ἦν, ὃ καὶ νῦν γίνεται, τὸν μὲν ἄνδρα βούλεσθαι, τὴν δὲ γυναῖκα μηκέτι, ἢ καὶ τὸ ἐναντίον, ὅρα πῶς περὶ ἑκατέρων διαλέγεται.
 [06130]  ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους τοὺς χρόνους, καὶ ἐννόησον, ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων καὶ θυσιῶν καὶ σπονδῶν τελουμένων, καὶ τῶν πλειόνων Ἑλλήνων ὄντων, τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν, καὶ πατέρων καὶ πάππων καὶ ἐπιπάππων τοιούτων ὄντας ἐκγόνους, καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν διακεῖσθαι·
 [06874]  Καὶ τὴν μὲν σπουδὴν καὶ τὴν διακονίαν τοσαύτην ὑπέμεινα, ὅσην εἰκὸς τὸν ἅπαντας σώζοντα, οὐ μὴν ἐλπίζων ἁπάντων περιέσεσθαι·
 [07532]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύομαι τῶν προκειμένων·
 [08027]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος τὸ ἡμέτερον (οὐδὲ γὰρ ἂν ὤνησέ τι εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι, τούτου συμβάντος·
 [08370]  Καὶ ἐπειδὴ συνέβαινε τοὺς μὲν πένητας εἶναι, τοὺς δὲ πλουσίους, τὰ μὲν ἑαυτῶν οὐ κατετίθεντο πάντα εἰς μέσον, κοινὰς δὲ ἐποιοῦντο τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις, ὡς εἰκὸς, καὶ τῆς συνάξεως ἀπαρτισθείσης μετὰ τὴν τῶν μυ [61.224] στηρίων κοινωνίαν ἐπὶ κοινὴν πάντες ᾔεσαν εὐωχίαν, τῶν μὲν πλουτούντων φερόντων τὰ ἐδέσματα, τῶν δὲ πενομένων καὶ οὐδὲν ἐχόντων ὑπ' αὐτῶν καλουμένων, καὶ κοινῇ πάντων ἑστιωμένων.
 [08397]  Ὅταν γὰρ μηδὲ παραγγελίας ὀφείλῃ δεῖσθαι ὁ ἁμαρτάνων εἰς τὸ μὴ ἁμαρτεῖν, ἀσύγγνωστον εἰκὸς εἶναι τὸ ἁμαρτανόμενον.
 [08453]  Καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐτό·
 [08752]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν καὶ αἰτίας τινὰς, καὶ οὐκ ἐνῆν πάντα διὰ γραμμάτων κατορθοῦν, ἃ μὲν παρῄνεσα, φυλαττέσθω τέως, φησίν·
 [08816]  Εἰ δὲ πολλάκις καὶ πραγμάτων οὐκ ὄντων λόγοι μόνον ἴσχυσαν μαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥημάτων τούτων καὶ τῶν πραγμάτων ὀδυνώντων αὐτόν.
 [09543]  Καταστείλας τῶν ἐλαττόνων τὸν φθόνον, καὶ τὴν ἀθυμίαν αὐτῶν ἐξελὼν, ἣν εἰκὸς ἔχειν αὐτοὺς ἐκ τοῦ μειζόνων ἑτέρους κατηξιῶσθαι χαρισμάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ μείζονα εἰληφότων χα-ρίσματα·
 [09816]  Τό γε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ ὑμῶν οἰκοδομηθῆναι μέρος.
 [09880]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν ταῦτα ἀκούσαντας αὐτοὺς λέγειν·
 [09999]  καὶ γὰρ τότε μάλιστα ἐπιταθῆναι εἰκὸς τὴν γνῶσιν.
 [09999]  Ἀλλ' εἰκὸς αὐτὸν καὶ μετὰ τὴν ἀνάληψιν ὦφθαι.
 [09999]  καὶ γὰρ εἰκὸς πολλὰς γεγενῆσθαι·
000-00-00 Serial Number=0468268633
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00023]  Ἐπεὶ γὰρ εἰκὸς ἦν ὀλίγους εἶναι καὶ οὐδέπω συνεστάναι, διὰ τοῦτο αὐτοὺς παραμυθεῖται διὰ τοῦ ὀνόματος τῆς Ἐκκλησίας·
 [00402]  Οὐκοῦν οὕτω λαλοῦμεν, ὥσπερ εἰκὸς τοὺς ὑπὸ τοῦ Θεοῦ δοκιμασθέντας καὶ πιστευθέντας ἀξίους εἶναι τοῦ Εὐαγγελίου·
 [00421]  εἰκὸς γὰρ τοὺς παρὰ Θεοῦ πρὸς ἀνθρώπους ἀποσταλέντας, ὡσανεὶ ἀπὸ τοῦ οὐρανοῦ νῦν ἥκοντας πρέσβεις, πολλῆς ἀπολαῦσαι τιμῆς.
 [00702]  ἢ ὡς εἰκὸς ἦν, Ὥραν ἀπολειφθέντες ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν.
 [01128]  Ὥστε εἰ καὶ συνέβη τι, εἰκὸς ἐγίνετο·
 [01312]  οὐ γὰρ ἁπλῶς εἰκὸς αὐτὴν, ἀλλὰ μετὰ πολλῆς τῆς περιεργίας καλλωπίζεσθαι, ἅτε βουλομένην πολλοῖς τοῖς δικτύοις ἑλεῖν τὸ ἀρνίον τοῦ Χριστοῦ.
 [02286]  ἢ πῶς εἰκὸς ἡμᾶς μὴ κολάζεσθαι, χείρονα ἐκείνων πταίοντας;
000-00-00 Serial Number=0620321691
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00542]  Ἐπειδὴ γὰρ μάλιστα ἐκείνους εἰκὸς κάμνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συνειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν δὲ εἰκὸς καὶ αὐτὸν βίαν πάσχειν, ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὑπό τινος ῥεύματος, ὀγκούμενον·
 [00755]  Ἀπιστῶμεν ὀψὲ γοῦν ποτε τῶν βλαπτόντων καὶ λυμαινομένων ἡμῶν τὴν σωτηρίαν, ἵνα τύχωμεν ὧν τοὺς φίλους εἰκὸς τυχεῖν.
 [01206]  Εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, καὶ μὴ προσίεσθαι τὴν παραίνεσιν, εἴ γε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων δεῖ καιρῷ δεήσεις προσφέρειν, ὅρα τί φησι, καὶ πῶς τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δέξῃ τὴν παραίνεσιν.
 [01872]  οὐκ εἰκὸς δὲ μᾶλλον τοιούτους αὐτοὺς τρέφειν ὁμοίους αὐτῇ;
 [01960]  ἀλλ' ἐπειδὴ καὶ αὐτὸς ἔμελλεν ἐπισκόπους καθιστᾷν, ὅπερ καὶ Τίτῳ γράφων παρῄνει, καὶ ἐπειδὴ εἰκὸς ἦν πολλοὺς τοῦ πράγματος ἐπιθυμεῖν, διὰ τοῦτο ταῦτα παρεγγυᾷ.
 [02636]  Οὐ γὰρ δὴ ἀπὸ τοῦ Ἀδὰμ ὁ πρόγονος ἐκείνου πλούσιος ἦν, ἀλλὰ πολλοὺς ἑτέρους εἰκὸς πρὸ ἐκείνου γεγενῆσθαι, εἶτα ἐν τοῖς πολλοῖς εὑρεθῆναί τινα ἀδίκως τὰ τῶν ἄλλων εἰληφότα καὶ καρπούμενον.
 [02772]  εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν.
 [02793]  Καὶ μάλιστα πάντων αὐτὸς τοῦτο ἔπραττε, παρὰ τοὺς πόδας Γαμαλιήλου παιδευόμενος τὸν πατρῷον νόμον, ὥστε καὶ μετὰ ταῦτα αὐτὸν εἰκὸς προσέχειν τῇ ἀναγνώσει·
 [02919]  οὕτω καὶ τὸ σῶμα, ἐπειδὰν λιπαίνηται συνεχῶς, πολλὴν εἰκὸς τὴν παχύτητα περικεῖσθαι.
 [03122]  Ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ἐδέχετο, καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέτρεπεν ἐξευτρεπίζειν τὰ πρὸς ὑποδοχὴν, ἀλλὰ τὸ πλέον τῆς διακονίας καὶ αὐτὸς δι' ἑαυτοῦ ἔπραττε, καὶ τῇ γυναικὶ τὰ ἄλευρα φυρᾷν ἐπέταττε, καίτοι τριακοσίους δεκαοκτὼ ἔχων οἰκογενεῖς, ὧν εἰκὸς καὶ θεραπαινίδας εἶναι·
000-00-00 Serial Number=0256142497
In epistulam ad Colossenses Ante [Go Back]  
 [00126]  Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι·
 [00456]  Συντόμως εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ Θεοῦ δυναμωθέντας.
 [00506]  Οὐχ ἁπλῶς, φησὶ, δυναμοῦσθε, ἀλλ' ὡς εἰκὸς τοὺς οὕτως ἰσχυρῷ ∆εσπότῃ δουλεύοντας.
 [00640]  Οἱ δὲ ἄπτηνες καὶ ἀπαντῆσαι αὐτῷ μὴ δυνάμενοι εἰς τὸν ἀέρα, ἀλλ' οὕτω βαναύσως τραφέντες, ὡς μὴ ἔχειν τὸ πτερὸν κοῦφον, πείσονται ἅπαντα ταῦτα, ἅπερ εἰκὸς τοὺς οὕτω διακειμένους παθεῖν.
 [02323]  εἰκὸς γὰρ αὐτὰς ἐπιθυμῆσαι καὶ τρίχας ἔχειν χρυσᾶς.
 [03085]  Ὅτι εἰκὸς ἐν ταύταις ταῖς πόλεσιν εἶναι τὰς διχοστασίας·
 [03086]  ἢ εἰκὸς τὰ μὲν ἄλλα αὐταῖς κατωρθῶσθαι, τούτων δὲ οὕτως ὑστερεῖν, ὥστε δέον εἶναι καὶ περὶ τούτων αὐτοὺς ἀκούειν.
000-00-00 Serial Number=0260240138
In epistulam ad Ephesios Ante [Go Back]  
 [02190]  εἰκὸς γὰρ πολλοὺς καὶ τοιούτους ἐμβεβλῆσθαι.
 [06304]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας μὴ αἰσχύνεσθαι, μηδὲ ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθήσατο, ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαῤῥεῖν περὶ τῆς ἀμοιβῆς.
 [06462]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ πολλῶν ἐλαύνεσθαι, μὴ νομίσητε, φησὶν, ὅτι αὐτοὶ πολεμοῦσιν ἡμῖν.
 [07060]  εἰκὸς γὰρ αὐτοὺς ἐν δεινοῖς εἶναι·
000-00-00 Serial Number=0950767040
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00556]  Καίτοι πόσα αὐτὸν ἐκεῖ εἰργάσθαι εἰκὸς ἦν;
 [00724]  Εἶτα ἐπειδὴ εὐθέως ἀντέπιπτεν αὐτῷ τὰ παρὰ τῶν ἀποστόλων, καὶ εἰκὸς ἦν τινας λέγειν·
 [00779]  Εἶτα ἐπειδὴ εἰκὸς ἦν ἀντειπεῖν τινας, Εἰ ἐπῄνεσαν, πῶς οὖν τὴν περιτομὴν οὐκ ἀνεῖλον;
000-00-00 Serial Number=0458226860
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00102]  Ἐννόησον οὖν οἷα πάσχειν εἰκὸς ἦν τοὺς οἰκοῦντας τὰ Ἱεροσόλυμα καὶ τὴν Ἰουδαίαν.
 [00111]  Ἐπειδὴ γὰρ καὶ Ἰουδαῖοι ἦσαν, καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἐμάνθανον, ὅτι καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ παρὰ πόδας ἐχρῆν προσδοκᾷν, καὶ οὕτω βιῶναι, τότε δὲ τὸ ἐναντίον ἦν, τὰ μὲν ἀγαθὰ ἐν ἐλπίσι καὶ μετὰ θάνατον, τὰ δὲ κακὰ ἐν χερσὶ, καὶ πολλὰ καρτερη [63.13] σάντων αὐτῶν, εἰκὸς ἦν ὀλιγοψυχεῖν πολλοὺς, πολὺν ὑπὲρ τούτου ποιεῖται τὸν λόγον.
 [00145]  εἰκὸς γὰρ ἦν εἰπεῖν τινας, ὅτι Εἰ ταῦτα σκιὰ, εἰ ταῦτα εἰκὼν, πῶς οὐ παρεχώρησεν, οὐδὲ ὑπεξέστη τῆς ἀληθείας φανείσης, ἀλλ' ἔτι ταῦτα ἀνθεῖ;
 [00157]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς τεταλαιπωρημένους καὶ τετρυχωμένους ὑπὸ τῶν κακῶν, καὶ ἀπὸ τούτων τὰ πράγματα κρίνοντας, λογίζεσθαι ἑαυτοὺς ἐλάττους πάντων τῶν ἄλλων, δείκνυσι ταύτῃ μᾶλλον μείζονος ἀπολελαυκότας χάριτος καὶ σφόδρα ὑπερεχούσης, ἀπ' αὐτῆς τοῦ λόγου τῆς εἰσβολῆς διεγείρων τὸν ἀκροατήν.
 [01024]  εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα, ἅτε νωθροτέρων αὐτῶν γενομένων.
 [01244]  ἐπειδὴ εἶπεν, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, εἰκὸς δὲ ἦν αὐτοὺς ἔτι ἀσχάλλειν, εἶτα μετὰ ταῦτα ὀλίγα τινὰ παρενθεὶς, ταύτην τὴν μαρτυρίαν ἐπήγαγε βεβαιοῦσαν ἐκείνην.
 [01943]  εἰκὸς γάρ τινας καὶ ἀπιστεῖν λοιπὸν, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γεγενημένων.
 [02011]  Ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι·
 [02453]  καὶ ἐπείπερ ἀντέπιπτεν αὐτῷ, ὅτι οὐδὲ εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἦν ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεὺς, εἰκὸς δὲ ἦν διὰ τοῦτό τινας εἰπεῖν, Πῶς οὖν ἱερεὺς οὗτος;
 [02894]  Ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἢ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἢ κακῶς βιοῦν καὶ ῥᾳθύμως.
 [03963]  ἀφ' οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκβαλεῖν τῆς ἱερωσύνης, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν [63.102.30] Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν;
 [04354]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς φαντάζεσθαι, ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, Ἰδοὺ, φησὶν, ὁ ἱερεὺς, καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου, καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκεν.
 [06785]  Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα;
 [07522]  Ἐπεὶ οὖν εἰκὸς ἦν τοιαῦτα ἀκούειν καὶ αὐτοὺς, καὶ ἐπιθυμεῖν τὴν ἀνταπόδοσιν, λέγει ὅτι καὶ ὁ Χριστὸς καὶ ὁ Μωϋσῆς τοιαῦτα πεπόνθασιν.
 [07724]  Οὐδὲν τοιοῦτον, ὅπερ εἰκὸς ἦν ἄλλον καὶ εἰπεῖν καὶ παθεῖν, ἀλλὰ τοῖς λεγομένοις ἐπίστευσε.
 [07955]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος, καὶ μάλιστα θαυμασθέντος, φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν.
 [08556]  Ἐννόησον γάρ μοι, εἰ νῦν μυρίους ἔχοντες ὧν ζηλώσομεν τὴν ἀρετὴν, καὶ πατέρας, καὶ διδασκάλους, οὕτω θλιβόμεθα, τί παθεῖν ἐκεῖνον εἰκὸς ἦν μόνον μεταξὺ τοσούτων;
 [08989]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν μέγα φρονεῖν, συνειδότα ἑαυτῷ ὅτι μᾶλλον ἁπάντων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο συγχωρεῖται πεσεῖν, ἀπαρνήσασθαι τὸν διδάσκαλον, διὰ τοῦτο καὶ κλαίει πικρῶς, καὶ τὰ ἄλλα τὰ ἑξῆς τοῦ κλαυθμοῦ ὁμοίως ποιεῖ.
 [09389]  τοῦτο γὰρ εἰκὸς ἀπὸ τῶν θλίψεων γίνεσθαι.
 [09778]  εἰκὸς γὰρ ἦν αὐτὸν ταῦτα διαβάλλεσθαι.
000-00-00 Serial Number=0136225820
In epistulam ad Philemonem Ante [Go Back]  
 [00307]  ὥστε μάλιστα αὐτὸν φιλεῖν εἰκὸς, ὅτι ἐν πειρασμοῖς αὐτὸν ἔτεκεν.
 [00491]  Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τούτων ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)·
 [00544]  Ὥστε εἰ καὶ μὴ δι' αὐτὸν ἐκεῖνον, διὰ τοῦτον εἰκὸς ἀκουσθῆναι.
000-00-00 Serial Number=0688593686
In epistulam ad Philippenses Ante [Go Back]  
 [00047]  καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι·
 [00159]  Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ.
 [00493]  Εἰ μὲν γὰρ δεθεὶς ἀθλίως ἤνεγκε, καὶ ἐσίγησεν, εἰκὸς ἦν καὶ ἐκείνους·
 [01237]  Ἐπειδὴ εἰκὸς ἦν θορυβεῖσθαι αὐτοὺς, ἅτε τοῦ Παύλου μυρία πάσχοντος.
 [02550]  Ὅταν γάρ τι ἀγαθὸν ἐργασώμεθα, καὶ τοιοῦτον, οἷον εἰκὸς τοὺς ἐν τρόμῳ τι ποιοῦντας, τότε χαίρομεν μόνον.
 [02811]  Πολὺν γὰρ εἰκὸς αὐτὸν πεποιηκέναι χρόνον παρὰ τῷ Παύλῳ διὰ τὴν ἀσθένειαν τὴν σωματικήν.
 [02952]  Ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ, καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετείχισται, ὅπερ εἰκὸς τὸν Παῦλον τότε πάσχειν·
 [03606]  εἰκὸς γὰρ αὐτὸν περὶ κοσμικῶν πραγμάτων τοῦτο λέγειν.
 [03625]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι μείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων, δείκνυσιν ὅτι σκύβαλον αὕτη ἐστὶ πρὸς ἐκείνην.
 [03788]  ἀνεῴχθησαν [62.270] οἱ ὀφθαλμοὶ, ἀνεῴγη τὰ ὦτα, ἐλάλησεν εὔφημον φωνὴν ἡ γλῶσσα, ἔλαβεν ἰσχὺν ἡ ψυχὴ, ἔλαβε κάλλος καὶ ἄνθος τὸ σῶμα τοιοῦτον, οἷον εἰκὸς Υἱὸν Θεοῦ τεχθέντα κάλλος ἔχειν ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος, οἵαν εἰκὸς δόξαν ἔχειν υἱὸν ἄρτι τεχθέντα βασιλεῖ, καὶ ἐν ἁλουργίδι τρεφόμενον.
 [04360]  Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονηροὺς ἀπεχθῶς διακεῖσθαι, παραινεῖ τοίνυν αὐτοῖς μηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ μετὰ πολλῆς αὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ μὴν τοῖς ἀδελφοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἐχθροῖς καὶ τοῖς ἐναντίοις.
000-00-00 Serial Number=0709895849
In epistulam ad Romanos Ante [Go Back]  
 [00318]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἐν τοῖς πιστεύουσι καὶ ἐξ ὑπάρχων εἶναι καὶ ὑπάτων, καὶ πένητας καὶ ἰδιώτας, ἐκβάλλων τὴν ἀνωμαλίαν τῶν ἀξιωμάτων, πᾶσι μίαν ἐπιστέλλει προσηγορίαν.
 [00542]  καίτοι γε εἰκὸς ἦν διαπορῆσαι, τίνος ἕνεκεν πόλιν οὕτω λαμπρὰν καὶ μεγάλην, καὶ πρὸς ἣν ἅπασα ἔβλεπεν ἡ οἰκουμένη, ἐκώλυσεν ὁ Θεὸς ἀπολαῦσαι διδασκάλου τοιούτου, καὶ ἐπὶ χρόνον τοσοῦτον.
 [00612]  Ὢ ψυχῆς γενναίας! πρᾶγμα τοσούτων κινδύνων μεστὸν ἀναδεξάμενος, ἀποδημίαν διαπόντιον, πειρασμοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις (καὶ γὰρ εἰκὸς πόλει τοσαύτῃ μέλλοντα διαλέγεσθαι, ὑπὸ ἀσεβείας τυραννουμένῃ, νιφάδας πειρασμῶν ὑπομένειν·
 [00630]  Ἐπεὶ οὖν οὕτως ἦσαν πεφυσιωμένοι, ὁ δὲ Παῦλος ἔμελλε κηρύττειν τὸν Ἰησοῦν τὸν νομιζόμενον τοῦ τέκτονος υἱὸν, τὸν ἐν Ἰουδαίᾳ τραφέντα καὶ ἐν οἰκίᾳ γυναικὸς εὐτελοῦς, οὐ δορυφόρους ἐσχηκότα, οὐ χρήματα περιβαλ[λ]όμενον, ἀλλὰ καὶ ὡς κατάδικον ἀποθανόντα μετὰ λῃστῶν, καὶ ἕτερα πολλὰ ἄδοξα ὑπομείναντα, καὶ εἰκὸς ἦν αὐτοὺς ἐγκαλύπτεσθαι, οὐδὲν τῶν ἀποῤῥήτων καὶ μεγάλων εἰδότας οὐδέπω·
 [02118]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν Ἰουδαίους ἀκούσαντας, ὅτι πάντα ἄνθρωπον ἡ πίστις δικαιοῖ, δυσχεραίνειν καὶ σκανδαλίζεσθαι, ἐπήγαγεν·
 [02958]  Καὶ οὐκ εἶπεν, Εἰ δὲ ἐκείνῳ ἐλογίσθη, εἰκὸς ὅτι καὶ ἡμῖν, ἵνα μὴ ποιήσῃ αὐτὸ συλλογισμόν·
 [03273]  Ὅτι μὲν οὖν εἰκὸς καὶ εὔλογον, ἐκ τούτων ἔδειξε·
 [03608]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας θορυβεῖσθαι διὰ τὸν σταυρὸν καὶ τὸν θάνατον, δείκνυσιν ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν λοιπόν.
 [03688]  Οὐκοῦν καὶ ὑπὸ τοῦτον τάττεσθαι δίκαιον μετὰ προθυμίας τοσαύτης, μεθ' ὅσης εἰκὸς τοὺς ἀπὸ νεκρῶν ζῶντας γενομένους.
 [04962]  Εἰ δὲ ἔξωθεν οὕτως ἐστὶ καταγέλαστος, σεσηπότα σίελον ἔχων, καὶ οἴνου πνέων ὀδωδότος, ἐννόησον τὴν ἀθλίαν ψυχὴν τὴν ὥσπερ ἐν τάφῳ τῷ τοιούτῳ σώματι κατωρυγμένην, πῶς εἰκὸς διακεῖσθαι.
 [05408]  Ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μαστιζομένους, ἐλαυνομένους, μυρία [60.533] πάσχοντας δεινὰ, ἄνεσιν ζητεῖν, καὶ νομίζειν αὐτοῖς λυσιτελεῖν καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τὴν χάριν, λέγει·
 [07045]  Καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας, καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας.
 [07605]  Παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ καὶ τὸ εἰκὸς καὶ τὸ ἀκόλουθον, καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν.
 [07864]  Εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας εἰκὸς καθ' ἑκάστην ἁμαρτάνειν τὴν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι Καθ' ἑκάστην ἀνακαίνου σαυτόν.
 [08031]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν τινας ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο τὸ χάρισμα, καὶ πολλῷ μεῖζον ἐκείνου, ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κο [60.602] ρινθίους·
 [08374]  Καὶ γὰρ εἰκὸς ἦν αὐτοὺς φρονήματος μεστοὺς εἶναι, καὶ ἀπὸ τῆς πόλεως καὶ ἑτέρωθεν πολλαχόθεν·
 [08853]  Εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ καὶ προοιμίοις σπουδαιοτέρους εἶναι, ἅτε ἀκμάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲ προελθόντος καταμαρανθῆναι τὴν πᾶσαν σπουδὴν, φησὶν ὅτι τοὐναντίον μὲν οὖν δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν.
 [09093]  ὧν πολλοὺς καὶ ἐξ ἐθνῶν εἰκὸς εἶναι.
 [09128]  Καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς τοὺς μὴ νηστεύοντας κρίνειν διηνεκῶς·
 [09129]  ἢ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἶναί τινας τοὺς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους·
 [09999]  Εἰπὼν γὰρ, Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα τὸν συγγενῆ μου, καὶ τοὺς ἐκ τῶν Ναρκίσσου (οὓς εἰκὸς ἴσως μὴ τοιούτους εἶναι, οἵους τοὺς ἔμπροσθεν·
 [09999]  Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ταπεινοῦ γένους εἶναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν, ἐντεῦθεν αὐτὸν κοσμῶν.
 [09999]  Καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους.
 [09999]  ἔτι νεωτέρων τῶν πραγμάτων ὄντων, τί πάσχειν εἰκὸς τοὺς μετ' εὐλαβείας ξενοδοχοῦντας;
 [09999]  Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν·
 [09999]  Καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήμων·
000-00-00 Serial Number=0298272073
In epistulam ad Titum Ante [Go Back]  
 [00549]  μᾶλλον δὲ εἰκὸς καὶ τοῦτο ἐψεῦσθαι αὐτούς·
 [00555]  Οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς πάντας παρέλαβον, ἀλλὰ κατὰ χρόνους, καὶ ἄλλους τινὰς, ὡς τὰ ἐκ τῶν Ὑπερβορέων, ὡς τὰ τοῦ Πανὸς, ὡς τὰ μικρὰ, ὡς τὰ μεγάλα μυστήρια ἐπήγαγον ὕστερον, οὗτοι στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι θεὸν, ὑπ' αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκεῖνον ὦσιν εὐκαθοσίωτοι, τούτῳ βωμὸν ἔστησαν ἐπιγράψαντες, Ἀγνώστῳ Θεῷ, μονονουχὶ τοῦτο δηλοῦντες, καὶ εἴ τις ἄγνωστος εἴη θεός.
 [01171]  Ἔστι καὶ τοῦτο παρ' αὐτοῖς, καὶ τὸ δὴ δεινὸν, ὑπὸ ἀγνοίας τὸ πρᾶγμα ἐγίνετο, καὶ οὐκ ἐκώλυεν ὁ θεὸς ὁ παρ' αὐτοῖς, ἀλλὰ περιεώρα τὴν φύσιν ὑβριζομένην, καὶ ταῦτα τῶν ἐπισήμων οὖσαν Εἰ δὲ οὓς εἰκὸς, εἰ καὶ μὴ δι' ἕτερόν τι, διὰ γοῦν τὴν τῶν πολλῶν δόξαν ἀντέχεσθαι τῆς ἀρετῆς, οὗτοι δὲ οὕτω πρηνεῖς κατὰ τῆς κακίας ἐφέροντο·
 [01172]  τί εἰκὸς τοὺς πολλοὺς καὶ λανθανόντως βιοῦντας διαπράττεσθαι;
000-00-00 Serial Number=0513795257
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00085]  Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύκτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθεστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθέλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περιεγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε ἐκεῖνοι Προσευχόμενοι ὕμνουν τὸν Θεὸν, τῆς περὶ αὐτὸν ἀγάπης μέγιστον δεῖγμα τοῦτο ποιούμενοι.
000-00-00 Serial Number=0112770140
In illud Domine non est in homine Ante [Go Back]  
 [00033]  Ὅτι ἡ μὲν Παύλου καὶ Πέτρου δοκοῦσα μὲν εἶναι διαφορὰ, οὐκ οὖσα δὲ, οὐ πολλοῖς γνώριμος ἦν, ὅθεν οὐδὲ πολλὴν ἐκ τῆς ἀγνοίας εἰκὸς ἦν γενέσθαι τὴν βλάβην·
000-00-00 Serial Number=0016712189
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00171]  Ἐκεῖνοι γὰρ μάλιστα τῶν νόμων ὁμοίους ποιοῦσι τοὺς ἀνθρώπους τῷ Θεῷ, ὡς ἀνθρώπους εἰκὸς γενέσθαι ὁμοίους τοῦ Θεοῦ, οἱ πρὸς τὸ κοινῇ συμφέρον ἐκβαίνοντες.
 [00414]  Οὕτω καὶ ὁ Θεὸς τὸν λαὸν τότε ἐκεῖνον μετὰ τοσούτου φόβου καὶ τιμωρίας τοσαύτης ἐνῆγε, μεθ' ὅσης εἰκὸς ἦν οἰκέτην ἀγνώμονα·
 [00833]  ἐχθρὸς παρώξυνε, δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι, ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα·
000-00-00 Serial Number=0889785945
In illud In faciem ei restiti Ante [Go Back]  
 [00301]  οὐ φύσιν πραγμάτων ἐξετάζοντες, οὐ τὸ εἰκὸς καὶ τὸ εὔλογον καὶ τὸ ἀναγκαῖον σκο ποῦντες, ἀλλ' εἰς ἓν μόνον βλέποντες, ὅπως τὴν φιλονεικίαν τὴν ἑαυτῶν ἐμπλήσωσι.
000-00-00 Serial Number=0453364968
In illud Messis quidem multa Ante [Go Back]  
 [00096]  ἐπειδὴ τὰ πράγματα οὕτω διέκειτο, ἔμελλε δὲ αὐτοὺς παντα χοῦ τῆς οἰκουμένης ἐκπέμπειν, εἰκὸς δὲ αὐτοὺς θορυ βεῖσθαι καὶ ταράττεσθαι, καὶ πρὸς ἑαυτοὺς ἀναλογίζε σθαι Καὶ λέγειν·
000-00-00 Serial Number=0401727021
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00015]  εἰκὸς δὲ καὶ αἱρετικοὺς παρόντας ἐπιπηδῆσαι τοῖς εἰρημένοις, καὶ πολλοὺς τῶν ἀφελεστέρων ἀδελφῶν ἐντεῦθεν ὑποσκελίζειν.
000-00-00 Serial Number=0076843500
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00051]  Καὶ γὰρ εἰκὸς ἐν τῇ Ἐκκλησίᾳ τῇ Ῥωμαίων πολλοὺς εἶναι περιφανεῖς, οὓς ἠνάγκαζε τοὺς πτωχοὺς ἐκείνους ἀσπάσασθαι.
000-00-00 Serial Number=0178386152
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00018]  ἀπὸ δὲ τοῦ κάλλους τοῦ ταύτης τοσαῦτα ἔξεστι καρπώσασθαι ἀγαθὰ, ὅσα εἰκὸς κεκτῆσθαι τὸν ἐραστὴν ἔχοντα τὸν Θεόν.
000-00-00 Serial Number=0430581927
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00028]  οὐδὲν εἶπεν οἷον εἰκὸς ἦν, ὅτι Ὁρᾷς με παραλελυμένον χρόνον τοσοῦτον κατακείμενον, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής;
 [00032]  Εἰ δὲ μετὰ τριάκοντα ὀκτὼ ἔτη οὕτω πρᾶος ἦν, οὕτως ἐπιεικὴς, τῆς εὐτονίας αὐτῷ καταβληθείσης ἁπάσης καὶ τῆς δυνάμεως τῶν λογισμῶν, ἐννόησον ὁποῖον εἰκὸς εἶναι τοῦτον ἐν τοῖς προοιμίοις τῶν δεινῶν.
000-00-00 Serial Number=0191023409
In pharisaeum et meretricem Ante [Go Back]  
 [00106]  Κομίσασα γὰρ, φησὶν, ἀλάβαστρον μύρου, καὶ στᾶσα παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω, κλαίουσα ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι, καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ, λαλοῦσα τῇ σιωπῇ, καὶ βοῶσα τῇ σιγῇ, καὶ φθεγγομένη τῇ ψυχῇ πρὸς τὸν εἰδότα ψυχῶν ὀδυνωμένων ἀκούειν, καὶ μὴ φθεγγομένων στομάτων, τοιαύτην ἱκεσίαν, ὡς εἰκὸς, τοῖς δάκρυσι γράφουσα·
000-00-00 Serial Number=0796112537
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00124]  ἂν ἡμᾶς μετανοοῦντας μὴ δέξῃ, τοῦ κόσμου παντὸς τὰς ἐλπίδας ἐξέκοψας, Τοιούτοις παρὰ τὰς ἀρχὰς, ὡς εἰκὸς, Νινευῖται λόγοις ἐχρῶντο·
000-00-00 Serial Number=0009104431
In ramos palmarum [2] Ante [Go Back]  
 [00029]  Ἔστι δὲ πάντως εἰκὸς εἰπεῖν, τίς καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις, ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν.
000-00-00 Serial Number=0222850919
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00026]  Ὁποῖον οὖν εἶναι εἰκὸς τὸν συντραφέντα ἐκείνοις, καὶ πανταχοῦ συγγενόμε νον, καὶ ῥητῶν καὶ ἀποῤῥήτων αὐτοῖς κοινωνήσαντα, καὶ τοσαύτης εἶναι δόξαντα αὐτοῖς ἀρχῆς ἄξιον;
 [00136]  Καὶ αὐταὶ δὲ οὐ τὴν τυχοῦσαν παράκλησιν ἐλάμβανον μετὰ προθυμίας τοσαύτης ἐπὶ θάνατον τρέχοντα ὁρῶσαι τὸν μάρτυρα, μεθ' ὅσης εἰκὸς ἦν τὸν ἐπὶ βασίλεια καλούμενον τὰ ἐν οὐρανῷ.
000-00-00 Serial Number=0210944951
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00125]  οἷον εἰκὸς εἶναι καὶ τοῦτον τὸν τύραννον.
000-00-00 Serial Number=0796162367
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00360]  Ἴσως εἰκὸς αὐτὸν [56.203] καὶ ἄλλα ἀξιῶσαι, ὥστε καὶ τὴν σύγκρισιν αὐτῷ γνωρίσαι.
 [00615]  Οὐ γὰρ δή που περὶ ἀνθρωπίνης ταῦτα θέμις εἰπεῖν, ὅτι ἄπειρος ἔσται ἡ βασιλεία, ἀλλ' εἰκὸς εἶναί τινα, περὶ οὗ ταῦτα λέλεκται.
 [01038]  οὕτω καὶ ἐπὶ τιμωρίας εἰκὸς γίνεσθαι, καθάπερ καὶ ἐπὶ τῶν Ἰουδαίων, ἐβούλετο αὐτοὺς εὐθέως εἰς Παλαιστίνην ἀπελθεῖν·
 [01951]  καὶ πάσας ἡμέρας, εἰκὸς μίαν;
000-00-00 Serial Number=0079511583
Non esse desperandum Ante [Go Back]  
 [00014]  Εἰ γὰρ ὁ τελώνης ἐκεῖνος, ἵνα τὸ στῆθος τύπτων εἴπῃ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἀπῆλθε δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον, πόσην εἰκὸς ἡμᾶς κτήσασθαι παῤῥησίαν, ἐν βραχεῖ χρόνῳ τοσαύτην κατάνυξιν ἐπιδειξαμένους;
000-00-00 Serial Number=0049959540
Oratio de epiphania Ante [Go Back]  
 [00033]  [6] Τούτων παρὰ τοῦ βαπτιστοῦ λεγομένων, τὸ τῶν λόγων ἐγγύθεν ἀκροώμενον πλῆθος πρὸς ἀλλήλους ὡς εἰκὸς ὑπελάλει·
000-00-00 Serial Number=0864628851
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00108]  Ἐπειδὴ γὰρ εἰκὸς ἦν ὑπὸ τῶν κατορθωμάτων αὐτὸν ἐπαρθέντα, οὐ σφόδρα εἶναι τοῖς πολλοῖς συγγνωμονικὸν, ὅρα τί ποιεῖ ὁ Θεός·
000-00-00 Serial Number=0680081367
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00356]  Τότε γὰρ, ἂν μὴ παραστῇ λάμπουσα οὕτως ἡμῶν ἡ ψυχὴ, ὡς εἰκὸς τὴν ἁρμοσθεῖσαν ἐκείνῳ τῷ νυμφίῳ, ἂν μὴ πάσης κηλῖδος καὶ ῥύπου καὶ ῥυτίδος ᾖ καθαρὰ, ἀπολεῖται, καὶ τὰ ἔσχατα πείσεται.
 [00377]  γενομένη δὲ ἐπὶ τῆς οἰκίας, τὸν ποθούμενον ἀναλογίζηται μόνον, καὶ ξένη καὶ πάροικος ᾖ καὶ παρεπίδημος, καὶ πάντα οὕτω ποιῇ, ὡς εἰκὸς ξένην τῶν ἐνταῦθα πραγμάτων, καὶ μὴ μόνον ἀρρένων ὄψεις φεύγῃ, ἀλλὰ καὶ γυναικῶν συνουσίαν τῶν βιωτικωτέρων, καὶ τοσαῦτα τῷ σώματι διακονῆται, ὅσα ἀνάγκη μόνον, τὸ δὲ πᾶν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἀναλίσκῃ, τίς οὐ θαυμάσεται, τίς οὐκ ἐκστήσεται, ἐν γυναικείᾳ φύσει πολιτείαν ἀγγελικὴν ὁρῶν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»