Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διόρθωσιν [147]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διόρθωσιν


000-00-00 Serial Number=0475609303
Ad Innocentium papam i Ante [Go Back]  
 [00008]  ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους ∆ημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσού [52.530] του, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν·
000-00-00 Serial Number=0150301635
Ad Innocentium papam ii Ante [Go Back]  
 [00012]  Καὶ τὸ μὲν εἰς τὴν εὐλάβειαν ἧκον τὴν ὑμετέραν, τὴν προσήκουσαν διόρθωσιν εἴληφεν ἅπαντα, καὶ ὁ φορυτὸς τῶν κακῶν καὶ τὰ σκάνδαλα ἀνῄρηται, καὶ αἱ Ἐκκλησίαι εἰρήνης ἀπήλαυσαν καὶ λευκῆς γαλήνης, καὶ πάντα κατὰ ῥοῦν φέρεται, καὶ καταφρονηθέντες [52.536] ἐξεδικήθησαν νόμοι, καὶ θεσμοὶ πατέρων παραβαθέντες.
 [00018]  Προσδοκῶμεν γὰρ καὶ ἔσεσθαί τι πλέον εἰς διόρθωσιν.
000-00-00 Serial Number=0260196805
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00330]  Τὸ δὲ μὴ ἁμαρτάνειν ἀνεπαισθήτως, ἀλλ' ἐπιγινώσκειν ταχέως καὶ συνορᾷν τὸ πλημμεληθὲν, οὐκ ἔστι μικρὸν, ἀλλ' ὁδός τις καὶ ἀρχὴ πρὸς διόρθωσιν ἄγουσα καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν.
000-00-00 Serial Number=0716094792
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00023]  ὥστε καὶ τοῖς μὴ προσέχουσι Γραφαῖς κοινὴν γενέσθαι τὴν διόρθωσιν, εἰ βουληθεῖεν.
 [00643]  «Πῶς δὲ τὰ τοσαῦτα κακὰ λήψεται διόρθωσιν;» μηδὲ περιεργάζου τῆς τοῦ Θεοῦ παραδοξοποιίας τὸν τρόπον.
000-00-00 Serial Number=0429150343
Ad illuminandos catecheses Ante [Go Back]  
 [00138]  Τὰ μὲν γὰρ ὀστράκινα σκεύη συντριβέντα οὐκ ἂν λάβοι διόρθωσιν, διὰ τὴν ἐκ τοῦ πυρὸς ἐγγενομένην αὐτοῖς ἅπαξ ἀντιτυπίαν·
 [00247]  Τοὺς φύλακας οὓς εἶπον περιστήσαντες, χρόνον ῥητὸν ὁρίσαντες ἑαυτοῖς πρὸς διόρθωσιν, καὶ καταδίκην ἐπιθέντες, εἰ τοῦ χρόνου παρελθόντος μὴ κατορθώσαιμεν τοῦτο.
000-00-00 Serial Number=0735235155
Ad populum Antiochenum Ante [Go Back]  
 [00624]  Ἀλλ' ὅτι μὲν, εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ταύτην ἐργάσεσθε τὴν διόρθωσιν, καὶ τὸν Θεὸν ὑβριζόμενον οὐ περιόψεσθε, σφόδρα πεπίστευκα.
 [01266]  Ταῦτ' οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου μεταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπικειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φροντίσωμεν.
 [01965]  καὶ κέρδος φέρει, καὶ ταχίστην τὴν διόρθωσιν.
 [02080]  Ἐπειδὴ γὰρ τὸν ἱερέα τὸν ἡμέτερον καὶ κοινὸν πατέρα ἀνέστησεν ὁ Θεὸς ἐντεῦθεν, καὶ ἔπεισεν ἀπελθεῖν, καὶ τῆς πρεσβείας συνεφάψασθαι ταύτης, κατέσχε λοιπὸν ἐκείνους κατὰ μέσην τὴν ὁδὸν, ἵνα μὴ φθάσαντες τὸ πῦρ ἀνάψωσι, καὶ τῷ διδασκάλῳ λοιπὸν ἀνόνητον ποιήσωσι τὴν διόρθωσιν, τὰς βασιλικὰς ἐμπρήσαντες ἀκοάς.
 [02636]  ψυχῆς δὲ καταφρονῶμεν, καὶ ταῦτα μήτε ἀργύριον καταβάλλειν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτε ὀδύνας ὑφίστασθαι, ἀλλὰ χωρὶς τούτων ἁπάντων διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι μόνον, πᾶσαν αὐτῆς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας;
 [02941]  Ὥστε δὲ ταχυτέραν γενέσθαι τὴν διόρθωσιν, τοῦτο ποίησον ὃ λέγω·
 [03478]  ἔστι [49.130] γὰρ, ἔστι μεγάλα ἀπὸ τῶν ἀλόγων καρπώσασθαι εἰς ἠθῶν διόρθωσιν.
 [03812]  Τῆς γὰρ ἀρετῆς τὴν μὲν γνῶσιν ἐνέθηκεν ἡμῶν τῇ φύσει, τὴν δὲ πρᾶξιν καὶ τὴν διόρθωσιν ἐπέτρεψεν ἡμῶν τῇ προαιρέσει.
 [03843]  ὅταν γὰρ ἡμῖν ὀνειδίζωσι τὰ ἁμαρτήματα, καὶ ἄκοντας εἰς διόρθωσιν αὐτῶν διεγείρουσι.
 [03895]  ∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ χεῖρα ὀρέξαι, καὶ ὅσην ἐνταῦθα ποιοῦμαι τὴν σπουδὴν πρὸς τὴν διόρθωσιν τὴν ὑμετέραν, τοσαύτην ἀπελθόντες ἐντεῦθεν ἐπιδείκνυσθε περὶ τὴν σωτηρίαν τὴν ὑμετέραν φροντίδα.
 [04839]  Λέγεταί τις ἐξ αὐτῶν καὶ ἕτερον ῥῆμα γέμον φιλοσοφίας εἰπεῖν, ὅτι οἱ μὲν ἀνδριάντες οἱ κατενεχθέντες ἀνέστησαν πάλιν, καὶ τὸ οἰκεῖον ἀπέλαβον σχῆμα, καὶ τὸ γεγενημένον διόρθωσιν ἔσχε ταχίστην·
 [04909]  Τοῦτο καὶ ὁ βασιλεὺς ἐποίησε τοιαύτας ἐπιθεὶς τιμωρίας, βλάβην μὲν οὐδεμίαν ἐχούσας, πολλὴν δὲ φερούσας τὴν διόρθωσιν.
 [05039]  Ὡς εἰ μέγα τι εἰς τὴν τῶν τρόπων διόρθωσιν ἀπ' αὐτῆς ἐκαρπωσάμεθα, κἂν ηὐξάμεθα καθ' ἑκάστην ἡμέραν παραγίνεσθαι τὴν νηστείαν, δι' αὐτῶν τῶν ἔργων αἴσθησιν λαμβάνοντες τῶν κατορθωμάτων αὐτῆς, καὶ οὐκ ἄν ποτε τὴν ἐπιθυμίαν αὐτῆς ἐξεβάλομεν, οὐκ ἂν προσδοκωμένης αὐτῆς ἐγενόμεθα κατηφεῖς καὶ ἐναγώνιοι.
000-00-00 Serial Number=0418726325
Adversus Judaeos Ante [Go Back]  
 [00466]  Ἐπεὶ οὖν καὶ ἡμεῖς ὁρῶμεν νόσον χαλεπωτάτην προσιέναι μέλλουσαν, ἄνωθεν καὶ πρὸ πολλοῦ διεμαρτυράμεθα τοῦ χρόνου, ὥστε πρὸ τῆς πείρας τοῦ κακοῦ τὴν διόρθωσιν.
 [00940]  Ἐπεὶ οὖν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς εἶχεν ἐκεῖνος, ἀσεβὴς ὢν, ἵνα μὴ ἰδὼν αὐτὸν ἀπὸ τῆς ὄψεως ἀπελάσῃ, εἶτα ἀπελάσας μὴ δέξηται τὴν διόρθωσιν, κρύπτει καὶ τὸ πρόσωπον ἑαυτοῦ καὶ τὴν τοῦ πράγματος διήγησιν, ὥστε καὶ περιγενέσθαι λέγων, καὶ ἐν οἷς ἐβούλετο ἐκεῖνον συνομολογοῦντα λαβεῖν.
 [01207]  Εἴθε μοι δυνατὸν ἦν τοὺς ἐκεῖ τρέχοντας εἰδέναι, καὶ οὐκ ἂν ἐδεήθην ὑμῶν, ἀλλὰ τὴν ταχίστην ἐποιήσαμεν ἂν διόρθωσιν.
 [02727]  Παρακάθισον δὴ, καὶ εἰπὲ πρὸς αὐτὸν, ἑτέρωθεν ποιησάμενος τὴν ἀρχὴν, ὥστε ἀνύποπτον γενέσθαι τὴν διόρθωσιν.
000-00-00 Serial Number=0750515997
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01308]  ἐδεδοίκει γὰρ μή ποτε αὐτὸ τοῦτο ὑφορώμενος ἐκεῖνος, πρὸ ὥρας αὐτὸν ἤδη καταδήσῃ τοῖς τοῦ βίου σχοινίοις, καὶ ταύτης αὐτὸν ἀποστήσας τῆς σπουδῆς, ἐπὶ τὴν ζώνην ἀγάγοι, καὶ τὴν ἐξ ἐκείνης ῥᾳθυμίαν ἅπασαν, καὶ ἀδύνατον αὐτῷ τὴν μετὰ ταῦτα κατασκευάσῃ διόρθωσιν.
000-00-00 Serial Number=0045857430
Catecheses ad illuminandos Ante [Go Back]  
 [00902]  Εἰ μὴ προλαβόντες τοσαύτην ἐποιησάμεθα τὴν παραίνεσιν, διὰ παντὸς τοῦ χρόνου ἐνηχοῦντες, παρακαλοῦντες καθάπερ τὰ παιδία τὰ μικρά, οὕτω καθ' ἑκάστην ἡμέραν διὰ τῆς συνεχοῦς διδασκαλίας προτρεπόμενοι ἐπὶ τὴν τῆς ἀρετῆς ὁδόν, δεικνύντες τῆς κακίας τὴν λύμην, διεγείροντες πρὸς τὴν τῶν ἤδη ἐπταισμένων διόρθωσιν, εἰ μὴ τοίνυν προλαβόντες ταῦτα ἅπαντα πεποιήκαμεν, τάχα ἄν τις αὐτοὺς καὶ συγγνώμης ἠξίωσε.
000-00-00 Serial Number=0975201786
Catechesis de juramento Ante [Go Back]  
 [00015]  καὶ ὁ χρόνος δὲ ἱκανὸς καὶ ἡ δοθεῖσα προθεσμία πρὸς τὴν διόρθωσιν πρὸς τῷ τέλει λοιπόν ἐστι, καὶ ὑμεῖς εὐήνιοι καὶ καταπειθεῖς·
000-00-00 Serial Number=0678562760
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00017]  Ὅσον γὰρ μακροθυμεῖ, ζητῶν τὴν διόρθωσιν, τοσοῦτον ἀγανακτήσει μὴ διορθουμένων ἡμῶν, καὶ ὡς ἐξυβρίσασι τὴν χάριν ἐπελεύσεται ὀξέως.
000-00-00 Serial Number=0281797707
De Anna i Ante [Go Back]  
 [01104]  οὐ γὰρ πρὸς λοιδορίας καὶ σκώμματα παρεσκεύαστο, οὐ πρὸς ὀνείδη καὶ κατηγορίαν, ἀλλὰ πρὸς παραίνεσιν καὶ συμβουλὴν, πρὸς διόρθωσιν καὶ νουθεσίαν.
000-00-00 Serial Number=0769639254
De Christi precibus Ante [Go Back]  
 [00003]  καὶ εἰς τὴν τοῦ παλαιοῦ νόμου διόρθωσιν·
 [00163]  Οὐ διὰ τὰ εἰρημένα, ἀλλὰ διὰ τὰ μέλλοντα ῥηθήσεσθαι ταύτην τὴν διόρθωσιν τίθησιν.
000-00-00 Serial Number=0100975454
De Davide et Saule Ante [Go Back]  
 [00006]  Ὅταν γὰρ πάθος ἐῤῥιζωμένον καὶ πολὺν ἐμφιλοχωρῆσαν τῇ ψυχῇ χρόνον βούληταί τις πρόῤῥιζον ἀνελεῖν, οὐκ ἀρκεῖ μιᾶς, οὐδὲ δύο ἡμερῶν πρὸς τὴν διόρθωσιν ταύτην παραίνεσις, ἀλλὰ χρὴ πολλάκις καὶ ἐπὶ πολλαῖς ταῖς ἡμέραις περὶ ταύτης διαλέγεσθαι τῆς ὑποθέσεως·
000-00-00 Serial Number=0659884334
De baptismo Christi Ante [Go Back]  
 [00049]  Ἀλλὰ γὰρ, ἵνα μὴ τὸν χρόνον ἅπαντα εἰς ἔγκλημα τῶν ἀπολιμπανομένων ἀναλώσωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν τῆς αὐτῶν ἐκείνων ῥᾳθυμίας διόρθωσιν, φέρε τι περὶ τῆς παρούσης ἑορτῆς φιλοσοφήσωμεν.
000-00-00 Serial Number=0511905253
De cruce et latrone i Ante [Go Back]  
 [00159]  Ἵνα γὰρ μὴ διὰ τὴν κοινωνίαν τῆς τιμωρίας νομίσῃς ὅτι κοινωνὸν αὐτὸν ἐποίησε τῆς ἁμαρτίας, ἐπήγαγε τὴν διόρθωσιν, λέγων·
000-00-00 Serial Number=0807099819
De cruce et latrone ii Ante [Go Back]  
 [00206]  ἐπάγω τὴν διόρθωσιν διὰ τῶν ἑξῆς·
 [00209]  Ἵνα γὰρ μὴ ἀκούσας ὅτι εἶπεν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, νομίσῃς ὅτι κοινωνὸν αὐτὸν τῆς ἁμαρτίας ἐποίησε, διὰ τοῦτο ἐπήγαγε τὴν διόρθωσιν, καί φησιν·
 [00229]  Ταῦτα ἀκούων, ἀγαπητὲ, μηδέποτε ἀπογνῷς σαυτοῦ, ἀλλ' ἐννοῶν τὸ ἄφατον μέγεθος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπείγου πρὸς τὴν τῶν ἡμαρτημένων διόρθωσιν.
000-00-00 Serial Number=0055244148
De decem millium talentorum debitore Ante [Go Back]  
 [00242]  Εἰ δὲ μηδενὶ διωρθώθη τούτων, οὐ παρὰ τὸν διδάσκαλον, ἀλλὰ παρ' ἐκεῖνον τὸν μὴ δεξάμενον τὴν διόρθωσιν ἡ αἰτία.
000-00-00 Serial Number=0847127080
De fato et providentia Ante [Go Back]  
 [00415]  καὶ ὅσα πρὸς διδασκαλίαν καὶ διόρθωσιν παρὰ τοῦ Θεοῦ καὶ τῆς φύσεως, καὶ διὰ προφητῶν εἰσενήνεκται καὶ διὰ ἁγίων ἀνδρῶν, ἀνατρέπει καὶ καταλύει, καὶ δείκνυσι περιττά.
000-00-00 Serial Number=0050030529
De jejunio sermones 1 Ante [Go Back]  
 [00576]  διὰ τοῦτο νόμον ἔλαβε πρὸς διόρθωσιν τῶν ὁμοφύλων.
000-00-00 Serial Number=0143163443
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00952]  ∆ιὸ καὶ ὁ δημιουργὸς τοῦτο κατεφύτευσε πρὸς διόρθωσιν τῶν ἁμαρτανόντων, ἵνα διεγείρῃ τὸ νωθρὸν τῆς ψυχῆς καὶ παρειμένον, ἵνα ἀφυπνίζῃ τὸν καθεύδοντα καὶ διαλελυμένον, καθάπερ στόμωμα σιδήρῳ, οὕτω τὸ τῆς ὀργῆς εὔτονον ἐνθεὶς ἡμῶν τῇ διανοίᾳ, ἵνα αὐτῷ χρησώμεθα εἰς δέον.
000-00-00 Serial Number=0445734918
De mutatione nominum Ante [Go Back]  
 [00671]  ἀλλ' ὥσπερ ἐγκαλλωπιζόμενος τῇ διορθώσει τῇ παρὰ τοῦ κηδεστοῦ γενομένῃ, οὐ τοὺς τότε μόνον ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι σήμερον γενομένους, καὶ τοὺς αὖθις ἐσομένους μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν γραμμάτων ἐδίδαξε, καὶ ὅτι αὐτὸς τὸ δέον συνιδεῖν οὐκ ἠδυνήθη, καὶ ὅτι τὴν διόρθωσιν ἐδέξατο παρὰ τοῦ κηδεστοῦ.
000-00-00 Serial Number=0729609847
De nativitate Joannis Baptistae [1] Ante [Go Back]  
 [00051]  Ὢ τῆς φιλανθρώπου τιμωρίας διόρθωσιν μᾶλλον ἐργασαμένης τὴν κόλασιν.
000-00-00 Serial Number=0490716994
De paenitentia [1] Ante [Go Back]  
 [01320]  Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς σωφρονοῦσι καὶ ταῦτα ἀρκεῖ πρὸς διόρθωσιν.
 [01743]  Εἰ προελάμβανεν ἡ δίκη τὴν διόρθωσιν, ὁ κόσμος παντελῶς ἀπώλλυτο καὶ διεφθείρετο·
 [01853]  ὅτι ὁ μὲν νόμος ἀπαραιτήτως ἐκόλαζε τοὺς ἁμαρτάνοντας, ἡ δὲ χάρις μετὰ πολλῆς μακροθυμίας ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἐπαγάγῃ τὴν διόρθωσιν.
000-00-00 Serial Number=0806699753
De paenitentia sermo 1 Ante [Go Back]  
 [00056]  Πᾶσα γὰρ ἀστοχία ἢ ναυάγιον πρὸ τελευτῆς ἔχει διόρθωσιν καὶ παραμυθίαν.
 [00255]  Ὑμεῖς δὲ ταῦτα πάντα δυνάμενοι ποιῆσαι, οὐκ ἐποιήσατε, Ἀλλ' ἐματαιώθητε ἐν διαλογισμοῖς, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος ὑμῶν καρδία, καὶ ἐστερήσατε ἑαυτοὺς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ἐναυαγήσατε ναυάγιον μὴ ἔχον διόρθωσιν.
000-00-00 Serial Number=0748338878
De sacerdotio Ante [Go Back]  
 [00354]  {ΒΑΣ.} Εἶτα ἀρκεῖν οἴει, φησί, πρὸς τὴν τῶν πλησίον διόρθωσιν τὴν τῆς ἀγάπης δύναμιν;
000-00-00 Serial Number=0192159295
De sanctis martyribus [1] Ante [Go Back]  
 [00143]  Καθάπερ πατὴρ φιλόστοργος παῖδα ἔχων μονογενῆ ἀῤῥωστίᾳ περιπεσόντα, μὴ προσιέμενον τὰ φάρμακα τῶν ἰατρῶν, ἀλλὰ διωθούμενον, παρακαθήμενος κολακεύει, φιλεῖ, περιπτύσ [50.651] σεται τῇ τῆς θεραπείας ὑπερβολῇ βουλόμενος ἐπισπάσασθαι, καὶ πεῖσαι δέξασθαι τὴν ἀπὸ τῆς θεραπείας διόρθωσιν·
 [00144]  οὕτω καὶ ὁ Παῦλος τοὺς πανταχοῦ τῆς οἰκουμένης πιστοὺς, καθάπερ υἱὸν μονογενῆ φιλῶν, καὶ ὁρῶν πολλοὺς πονηρίᾳ περιπεσόντας καὶ ἀῤῥωστίαις ἀνιάτοις ψυχῆς, εἶτα εὐκόλως οὐ δεχομένους τὸν ἔλεγχον, οὐδὲ τὴν ἐκ τῆς ἐπιτιμήσεως διόρθωσιν, ἀλλ' ἀποπηδῶντας, τοῖς δάκρυσι κατεῖχεν, ἵνα ὀδυρόμενον αὐτὸν καὶ θρηνοῦντα ἰδόντες, καὶ πρὸς τὴν ὄψιν κατακλασθέντες αὐτὴν, ἀνάσχωνται τῆς ἰατρείας, καὶ τὴν ἀῤῥωστίαν ἀποθέμενοι πρὸς ὑγείαν ἐπανέλθωσι πάλιν·
 [00146]  Εἰ δὲ τοσαύτῃ περὶ τὰ ἀλλότρια ἁμαρτήματα προνοίᾳ κέχρηται Παῦλος, πόσῃ πρὸς τὴν τῶν οἰκείων διόρθωσιν ἡμᾶς προθυμίᾳ κεχρῆσθαι δεῖ;
000-00-00 Serial Number=0241984665
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00030]  Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυπτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ ἀνιάτως ἔχοντα τοῦ λοιποῦ σώματος ἀποκόψας, ἀκέραιον τὴν ὑγίειαν ἐπανήγαγε τῷ πλήθει τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κινήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδοκῶντες περιέσεσθαι τῆς ἀληθείας, καὶ τὴν τῶν γεγενημένων ἀνατρέψειν διόρθωσιν.
000-00-00 Serial Number=0386148691
De siccitate Ante [Go Back]  
 [00072]  Τοιοῦτον ἔχομεν ἀγαθὸν ∆εσπότην, οὕτως ἡμᾶς νουθετεῖ, ἐπανάγων πρὸς τὴν διόρθωσιν·
000-00-00 Serial Number=0760236204
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01394]  Εἴθε μοι δυνατὸν ἦν τούτους εἰδέναι, καὶ οὐκ ἂν ἐδεήθην ὑμῶν, ἀλλὰ τὴν ταχίστην ἐποιησάμην διόρθωσιν.
 [01526]  καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων.
 [01796]  ἀλλὰ, χωρὶς τούτων πάντων, διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι μόνον πᾶσιν αὐτοῖς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς, εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας;
 [06598]  Ἀλλ' οὐ χρόνου πλῆθος ζητῶ, ἀλλὰ ψυχῆς διόρθωσιν·
 [08582]  Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ ∆εσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιὼν, λῃσταῖς παῤῥησίαν διδοὺς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν.
 [09999]  Οὐ γάρ ἐστιν, οὐκ ἔστι μικρὸν εἰς διόρθωσιν τὸ πάντα συναγαγόντας τὰ ἁμαρτήματα, κατ' εἶδος αὐτὰ στρέφειν συνεχῶς καὶ ἀναλογίζεσθαι.
000-00-00 Serial Number=0155734897
Epistula ad Cyriacum Ante [Go Back]  
 [00060]  Πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ' ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν, πλὴν εἰ μή τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μεταβολήν.
000-00-00 Serial Number=0603455126
Epistula ad abbatem Ante [Go Back]  
 [00056]  Παρακαλῶ οὖν, τέκνον μου καὶ ἀδελφέ, ἐπειδὴ πάλιν μοι πρὸς σὲ ὁ λόγος, ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σὲ ἢ εἰς τὸν πλησίον σου ἢ εἰς ἕτερόν τι εὑρεθῇ σφάλμα καὶ θέλεις αὐτὸν διορθώσασθαι, πρῶτον ἀσφαλίζου τὸν ἔσω σου ἄνθρωπον, τουτέστι τὴν καρδίαν σου καὶ φύλαξον αὐτὴν ἀτάραχον μετὰ τῆς μνήμης τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, ἵνα μὴ ἄλλον θέλων διορθώσασθαι τὴν ψυχήν σου διαφθείρῃς ἐν τῇ ὀργῇ κακία γὰρ κακίαν οὐκ ἐκβάλλει, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν καὶ πρὸς τὸ σφάλμα τὴν διόρθωσιν ἐπάγαγε, μὴ διὰ ὕβρεων ἢ πληγῶν, ἀλλὰ διὰ νηστείας, εἰ δέοι, καθὼς δοκιμάσῃς μετὰ τοῦ Κυρίου, τοῦτο εἰδώς, ὅτι χωρὶς αὐτοῦ οὐδὲν δύνασαι.
000-00-00 Serial Number=0795145512
Epistulae Ante [Go Back]  
 [00704]  Οἶσθα γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς, οἷα τὰ βραβεῖα, πηλίκοι οἱ στέφανοι, ὅταν τοσούτων ὄντων τῶν ταραττόντων αὐτοὶ τὴν ἐναντίαν φέρησθε, μεγίστην τοῖς παροῦσι κακοῖς ἐντεῦθεν διδόντες τὴν διόρθωσιν.
 [00750]  Καὶ γὰρ μεγίστην ἐντεῦθεν τὰ πράγματα λήψεται διόρθωσιν.
 [01269]  καὶ ἤρκεσεν εἰς τὴν τούτου διόρθωσιν ἡ τῆς φιλοσόφου σου ψυχῆς ὑπόληψις.
 [01662]  Οἶσθα γὰρ ἡλίκος ὑμῖν ἔσται ὁ μισθὸς, οἷα τὰ βραβεῖα, πηλίκοι οἱ στέφανοι, ὅταν τοσούτων ὄντων τῶν ταραττόντων αὐτοὶ τὴν ἐναντίαν φέρησθε, μεγίστην τοῖς παροῦσι κακοῖς ἐντεῦθεν διδόντες τὴν διόρθωσιν.
 [01708]  Καὶ γὰρ μεγίστην ἐντεῦθεν τὰ πράγματα λήψεται διόρθωσιν.
 [02227]  καὶ ἤρκεσεν εἰς τὴν τούτου διόρθωσιν ἡ τῆς φιλοσόφου σου ψυχῆς ὑπόληψις.
 [02663]  Κἂν γὰρ μηδὲν γίνηται πλέον εἰς διόρθωσιν τῶν γεγενημένων, οὐ μικρὰ παράκλησις ἡμῖν, ὅπερ ἔφθην εἰπὼν, τοσαύτης ἀπολελαυκόσι καὶ ἀπολαύουσι παρὰ τῆς τιμιότητος τῆς ὑμετέρας ἀγάπης.
 [02729]  Ἐπειδὴ δὲ οὐ ῥᾴδιον ἡμῖν τοῦτο πρὸς αὐτὰς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπῳκισμένοις, καὶ οὐδενὸς ἡμῖν ταχέως ἐπιχωριάζειν δυναμένου, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, τὴν ὀφειλομένην ἀποδεδώκαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, ἐννοοῦντας τοῦ κατορθώματος τὸ μέγεθος, εἰ καὶ πολὺς ὁ παρελθὼν ἀνηλώθη χρόνος, καὶ ἐπὶ τὸ χεῖρον τῶν ἐναντιουμένων αὔξεται ἡ φιλονεικία, καὶ μένουσι νοσοῦντες ἀνίατα, τὰ γοῦν παρ' ὑμῶν μὴ διαλιπεῖν εἰς διόρθωσιν τῶν γεγενημένων εἰσφέροντας.
 [02813]  [52.709] γὰρ τοῖς ταράττουσιν ἅπαντα μεῖζον τὸ κρῖμα, τοσούτῳ καὶ ὑμῖν πλείων ὁ μισθὸς, τοσαύτῃ κεχρημένοις ὑπομονῇ καὶ σπουδῇ εἰς διόρθωσιν τῶν κακῶς παρ' ἑτέρων γεγενημένων.
 [02831]  Ἴστε γὰρ ἡλίκον τοῦ κατορθώματος τὸ μέγεθος, καὶ ὅσον λήψεσθε τὸν μισθὸν, τοσαύτην ταραχὴν, καὶ οὕτω κύματα ἄγρια, τό γε εἰς ὑμᾶς ἧκον, καταστέλλουσαι, καὶ τὴν προσήκουσαν εἰς τὴν τῶν γεγενημένων κακῶν εἰσφέρουσαι διόρθωσιν.
 [02839]  Ἵνα μὴ νομίσητε ἀλλότριον ὑμῶν εἶναι τὸ τῆς σπουδῆς ἅπτεσθαι, καὶ τῶν πόνων τῶν εἰς τὴν ἐκκλησιαστικὴν διόρθωσιν συντελούντων, ἀλλ' ὡς πρέπον ὑμῖν ἐστι, καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τὴν προσήκουσαν εἰσενέγκητε σπουδὴν, εἰς τὸ λῦσαι τὴν κοινὴν ζάλην καὶ ταραχὴν τὴν τὰς Ἐκκλησίας τῆς Ἀνατολῆς καταλαβοῦσαν, Ὅσῳ γὰρ χαλεπωτέρα γέγονεν ἡ ζάλη, καὶ βαρύτερος ὁ χειμὼν, τοσούτῳ καὶ ὑμῖν πλείων ἔσται ὁ μισθὸς, ταῖς πάντα πρᾶξαι καὶ παθεῖν αἱρουμέναις, ὑπὲρ τοῦ τὴν διαταραχθεῖσαν εἰρήνην ἐπαναγαγεῖν, καὶ ἐν καταστάσει τῇ προσηκούσῃ σπουδάσαι καταστῆσαι διαταραχθέντα ἅπαντα.
 [02933]  Καὶ ἡ καταλαβοῦσα τὰς Ἐκκλησίας τὰς κατὰ τὴν Ἀνατολὴν ταραχὴ, σφοδροτάτη καὶ ποικίλη, καὶ ἡ παρὰ τῆς εὐλαβείας ὑμῶν εἰσενεχθεῖσα εἰς τὴν διόρθωσιν ταύτης σπουδὴ, πολλὴ καὶ δαψιλής.
000-00-00 Serial Number=0303021133
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00171]  Πολλὰ πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ' ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν, πλὴν εἰ μή τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μεταβολήν.
 [00725]  Ἐπεὶ οὖν οὐδὲν ἄλλο ὁρῶ πρὸς τὴν ἀπειλουμένην καταστροφὴν συντελοῦν εἰς διόρθωσιν, ἢ μέλλησιν καὶ ἀναβολὴν οὐδὲ γὰρ δυνατὸν αὐτοῖς πλεῦσαι εἰς τὸν Βόσπορον νῦν, οὐδὲ εἰς τὰ μέρη ἐκεῖνα , ὑπερθέσθαι τέως αὐτοὺς διὰ τὸν χειμῶνα παρασκεύασον·
000-00-00 Serial Number=0468053937
Expositiones in Psalmos Ante [Go Back]  
 [03387]  ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε·
 [03650]  Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθωσιν, καὶ τὸ μὴ παρανόμως ζῇν.
 [05150]  ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε·
 [05413]  Ὅρα πῶς οὐ κόλασιν αὐτῶν ἐπιζητεῖ, ἀλλὰ νουθεσίαν καὶ διόρθωσιν, καὶ τὸ μὴ παρανόμως ζῇν.
000-00-00 Serial Number=0094476521
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01091]  Πολλὰ συναποκρίνονται τῷ Θεῷ οἱ προφῆται, καθάπερ ἔν τινι σκηνῇ, τὴν διόρθωσιν ἐργαζόμενοι τοῦ λαοῦ.
 [01780]  Τουτέστι μὴ δεχόμενον διόρθωσιν.
 [02338]  ὥστε αὐτοὺς εἰς πίστιν ἀγαγεῖν καὶ διόρθωσιν·
 [03189]  διὰ τοὺς ἀνθρώπους, εἰς διόρθωσιν τούτων, ἐπειδὴ καὶ δι' αὐτοὺς γέγονεν.
000-00-00 Serial Number=0288145781
Fragmenta in Proverbia Ante [Go Back]  
 [01881]  οὐκ ἄρα μέθη καὶ τριβὴ πενίας ποιητικὸν μόνον, ἀλλὰ καὶ τοῦ νοσήματι περιβάλλειν χαλεπῷ καὶ ἀνιάτῳ, καὶ οὐκ ἔχοντι διόρθωσιν.
000-00-00 Serial Number=0175826967
In Acta apostolorum Ante [Go Back]  
 [01215]  Μὴ δὴ νομίσητέ τι τῶν παρ' ἡμῶν λεγομένων πρὸς ἀπέχθειαν λέγεσθαι, ἀλλὰ πρὸς διόρθωσιν.
 [06035]  ἢ καὶ ὅτι ἤρκει εἰς διόρθωσιν τὸ ἐλέγξαι, τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν, τὸ ἐκεῖνον ὁμολογῆσαι, ὅτι ἑάλω.
000-00-00 Serial Number=0044216514
In Ecclesiasten Ante [Go Back]  
 [00611]  μέγα πρᾶγμα οἰκτίρμονα εἶναι καὶ φιλελεήμονα καὶ τὴν διόρθωσιν τῶν πεπτωκότων καὶ κειμένων ποιούμενον, κἂν μεγάλα ᾖ τὰ δεινὰ τοῖς ἐκπεπολεμωμένοις ἐπικουρεῖν, κἂν πένητες ὦσιν, μὴ παρορᾶν.
000-00-00 Serial Number=0032248557
In Genesim sermones Ante [Go Back]  
 [00588]  Οὐ γὰρ δὴ θεατὰς μόνον τῆς τιμωρίας, ἀλλὰ καὶ αὐτουργοὺς εἶναι βούλεται ὁ νομοθέτης, ἵνα εἰς τὴν δεξιὰν ἕκαστος ἰδὼν τὴν ἑαυτοῦ, δι' ἧς τὸν λίθον καὶ αὐτὸς ἔβαλε κατὰ τῆς τοῦ πατραλοίου κεφαλῆς, ἱκανὸν ὑπόμνημα πρὸς διόρθωσιν ἔχῃ.
000-00-00 Serial Number=0726050377
In Isaiam Ante [Go Back]  
 [00325]  Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, συμβουλεύει καὶ δείξας ἀνίατα νοσοῦντας διόρθωσιν εἰσάγει;
 [02445]  Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ' ἡμῶν, ἀλλ' αὐτὸς καταβὰς ὁ ∆εσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιών, λῃσταῖς παρρησίαν διδούς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν.
000-00-00 Serial Number=0358451068
In Joannem Ante [Go Back]  
 [00913]  καὶ ταχέως δραπετεύσει τὸ πάθος Πρὸς τούτοις κἀκεῖνο σκόπησον, εἴποτε εἰς ἀγριότητα ἐξενεχθεὶς ἐκράτησας σαυτοῦ, καὶ εἴποτε παρεσύρης ὑπὸ τοῦ πάθους, καὶ ἀμφοτέρους παράβαλε τοὺς καιροὺς, καὶ ἐντεῦθεν πολλὴν λήψῃ διόρθωσιν.
 [04109]  ἵνα μὴ δόξῃ ὡς ἀντίθεός τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας αὐτῶν ποιεῖται τὴν διόρθωσιν.
000-00-00 Serial Number=0257330537
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00096]  Ἀνάγκη γὰρ τὸν λόγον εἰσαγαγεῖν, καὶ τὸν χρόνον εἰπεῖν, καθ' ὃν ἥμαρτε, καὶ τὸν τόπον, καὶ τὸ πρόσωπον, καὶ τὴν μετάνοιαν, καὶ τὴν διόρθωσιν, καὶ τὸ φάρμακον, ἵνα πάντα μαθόντες μετὰ ἀκριβείας, οὕτως ἀπέλθητε.
 [00479]  Θέλω δὲ δεῖξαι λοιπὸν καὶ τὴν τούτου εὐγνωμοσύνην, καὶ τὴν τῆς διανοίας διόρθωσιν, ποίαν ἔλαβε συγχώρησιν τοῦ ἁμαρτήματος, ποίαν εὗρεν ἄφεσιν τοῦ πλημμελή ματος.
000-00-00 Serial Number=0359947503
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00033]  Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ ὁ προφήτης, ἀλλὰ μετὰ τὸν ἔλεγχον, μετὰ τὴν διόρθωσιν, μετὰ τὴν τῶν τραυμάτων ἀπαλλαγὴν, καὶ ψαλμὸν ἔγραψεν εἰς τὴν ὑπόθεσιν, ὥστε καὶ τῇ μετὰ ταῦτα γενεᾷ τὰ ἐκείνου πάθη γενέσθαι ἰα τρεῖον, καὶ τὸ ἐκείνου ναυάγιον γενέσθαι λιμένα, καὶ ἐξ ὧν ἐκεῖνος ἔπαθε, καὶ διωρθώθη, ἕτερον τοῖς αὐτοῖς περι πεσόντα τῆς αὐτῆς ἀπολαῦσαι ἰατρείας καὶ διορθώσεως.
000-00-00 Serial Number=0091830492
In Psalmum 118 Ante [Go Back]  
 [00789]  Ἵνα οὖν μὴ ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, πρὸς παίδευσιν καὶ διόρθωσιν ἡμῶν ἐπάγει ὀργὴν, καὶ κρίνει δικαίως.
000-00-00 Serial Number=0464479864
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00145]  Καὶ ὅρα μεθ' ὅσης συνέσεως καὶ ἐπιεικείας εἰς τὴν διόρθωσιν ἐνέβαλεν.
 [00156]  Ὅρα πῶς πάλιν συνετῶς ποιεῖται τὴν διόρθωσιν.
000-00-00 Serial Number=0579136729
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01576]  ἡμεῖς δὲ οἱ πολλὰ πεπλημμεληκότες, εἰς τὴν τῶν ἁμαρτημάτων διόρθωσιν χρησώμεθα τοῖς εἰρημένοις, ἵνα τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας παραστῶμεν πολλῆς·
 [03323]  ∆ιὰ γὰρ τοῦτο καὶ παχυτέρῳ ὀνόματι καλεῖ τὴν διόρθωσιν, ἵνα πολλὴν δείξῃ τὴν μετάστασιν καὶ τὴν μεταβολήν.
 [04287]  Ἀλλ' οὐ τοῦτο ζητῶ χρόνου πλῆθος, ἀλλὰ ψυχῆς διόρθωσιν.
 [04310]  Τοσαύτην γὰρ ἐπεδείξασθε τὴν διόρθωσιν, φησὶν, ὡς, εἰ καὶ ἔτυχον σφοδρότερον πλήξας οὕτως, ὡς καὶ καταγνῶναι ἐμαυτοῦ, ἐπαινεῖν με νῦν ἐμαυτὸν ἀπὸ τοῦ τέλους.
000-00-00 Serial Number=0724851191
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00551]  Οὐ τοίνυν ἐπαίρων ἑαυτὸν τοῦτο ἐποίησεν, ἀλλ' ἐν οἷς οὐκ ἐχρῆν γίνεσθαι, διὰ τοῦ οἰκείου προσώπου πρῶτον ποιεῖται τὴν διόρθωσιν.
 [03253]  ∆ιά τοι τοῦτο ἔφησεν, ὅτι Ταῦτα εἰς ἐμαυτὸν μετεσχημάτισα δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, δεικνὺς ὅτι εἰ ἐπ' ἐκείνων τὸν λόγον προσήγαγεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδ' ἂν ἐδέξαντο τὴν διόρθωσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα.
 [03719]  Ὁ γὰρ ἀκούσας, ὅτι οὐκ ὀνειδίζων, ἀλλ' ἀγαπῶν ταῦτα λέγει, μᾶλλον καταδέχεται τὴν διόρθωσιν.
 [03984]  Τοῦτο δὲ οὖν ἐνδείκνυται, καὶ ὅτι ἀρκεῖ πρὸς διόρθωσιν ἡ παρουσία.
 [05020]  ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ συμβουλὴν ἐπιτρέψας εὐχῇ.
 [06897]  ἀλλ' ὥσπερ ἰατρὸς, ὥσπερ διδάσκαλος, ὥσπερ πατὴρ, ὁ μὲν τῷ κάμνοντι, ὁ δὲ τῷ μαθητῇ, ὁ δὲ τῷ παιδὶ συγκαταβαίνει εἰς διόρθωσιν, οὐκ εἰς βλάβην·
 [08176]  ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταπεινώσῃ, ὅρα πῶς [61.219] ἐπάγει τὴν διόρθωσιν, λέγων·
 [09999]  ἀλλ' ὅμως ἅπαντα ταῦτα πρὸς ἓν βλεπέτω, φησὶ, τὴν τοῦ πλησίον διόρθωσιν·
000-00-00 Serial Number=0256152630
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00408]  Οἶδε γὰρ εἰς καιρὸν τὸν προσήκοντα πρὸς τὴν τῶν μαθητευομένων διόρθωσιν καὶ ὑψηλὸν καὶ μέγα τι φθέγγεσθαι.
 [00761]  Εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναντίαν ἔχων τάξιν κατηγορεῖν αὐτῶν, καὶ ἀπὸ τούτου κατασκευάσῃ μάχης ὑπόνοιαν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν, εἰπὼν, ὅτι Ἐμοὶ οἱ δοκοῦντες, οὐδὲν προσανέθεντο.
 [01859]  Πιστεύω τῷ Θεῷ, φησὶ, καὶ τὴν ἐκείνου καλῶ συμμαχίαν πρὸς τὴν ὑμετέραν διόρθωσιν θαῤῥῶν.
 [01909]  ∆εῖ δὲ ἡμᾶς συνιδεῖν καὶ ἐντεῦθεν αὐτοῦ τὴν σοφίαν, πῶς τούτους μὲν ὡς παῖδας οἰκείους, καὶ δυναμένους λαβεῖν διόρθωσιν, νουθετεῖ καὶ σωφρονίζει·
 [01970]  Ἀλλὰ φανερῶς μὲν οὐ λέγει τὸ ἁμάρτημα, φανερῶς δὲ τίθησι τὴν διόρθωσιν, ἵνα δι' αὐτῆς κἀκεῖνο μάθωσιν·
000-00-00 Serial Number=0444413841
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08485]  Εἰ παιδεύει, ἄρα εἰς διόρθωσιν, ἀλλ' οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν, οὐδὲ εἰς τὸ κακῶς παθεῖν.
000-00-00 Serial Number=0470633626
In epistulam ad Philemonem Ante [Go Back]  
 [00257]  ∆ιὰ τοῦτο πρὶν ἢ εἰπεῖν, Ἐπιτάσσειν σοι, ἐπειδὴ βαρὺ ἦν, καίτοι γε ἀπὸ ἀγάπης λεγόμενον μᾶλλον ἱκανὸν θεραπεῦσαι, ἀλλ' ὅμως ἐκ περιουσίας πολλὴν τίθεται τὴν διόρθωσιν, εἰπὼν, Παῤῥησίαν ἔχων, ὅπερ μέγαν δεικνύντος ἦν τὸν Φιλήμονα·
000-00-00 Serial Number=0806464016
In epistulam ad Romanos Ante [Go Back]  
 [00748]  νῦν μὲν γὰρ πρὸς διόρθωσιν τὰ γινόμενα, τότε δὲ πρὸς τιμωρίαν·
 [01934]  Ποία γὰρ ἦν ἀνάγκη, φησὶν, ἑτέρων κατηγορεῖν τὸν εἰς τὴν ὑμετέραν διόρθωσιν ἀποσταλέντα προφήτην;
 [02077]  οὕτω καὶ τῆς ἀποφάσεως ἐξενεχθείσης λοιπὸν, καὶ πάντων μελλόντων ἀπόλλυσθαι, καὶ παραγενομένου τοῦ ταῦτα χάριτι λύοντος τὰ δεινὰ, οὐκέτι καιρὸν εἶχον ἐκεῖνοι προβαλέσθαι τὴν ἀπὸ τοῦ νόμου διόρθωσιν.
 [05228]  Ἐν μὲν γὰρ τοῖς προτέροις τὴν τῶν ἠθῶν διόρθωσιν ἀπαιτεῖ τὸν πνευματικὸν, ἐν οἷς ἔλεγεν·
 [05296]  Ἡ τοίνυν δι' ἐμὲ γενομένη πῶς ἂν ἀδικοῖτο εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα;
 [06368]  Οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν εἰκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης.
 [06371]  Ἐπειδὴ δὲ οὐκ ἠθέλησεν εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλ' ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων διόρθωσιν διὰ τῆς εἰς ἐκεῖνον κολάσεως ἑτέρους σπουδαιοτέρους ποιῶν, καὶ τὴν δύναμιν αὐτοῦ ταύτῃ δεικνύς.
 [07385]  ἴδωμεν δὲ, εἰ τοιοῦτον τὸ πτῶμα, ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν.
 [07908]  Οὕτω καὶ ἀνεπαχθῆ ποιεῖται τὸν λόγον, πᾶσι προτιθεὶς τὰ διδάγματα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις, ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολώτερον δέξωνται.
 [09172]  Οὐ τοῦτο δὲ μόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόμενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν, δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν, ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται.
000-00-00 Serial Number=0993003607
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00289]  Ταῦτα ὁρῶν ὁ διάβολος, καὶ βουλόμενος ἐκλῦσαι τὴν ἐκ τῆς τοιαύτης ἀπειλῆς διόρθωσιν γινομένην, καθῆκε ψευ δοπροφήτας, καὶ τῶν προφητῶν ἀπειλούντων αἰχμα λωσίαν, καὶ δουλείαν, καὶ λιμοὺς, ἐκεῖνοι τὰ ἐναντία ἔλεγον, εἰρήνην, εὐετηρίαν, καὶ μυρίων ἀγαθῶν ἀπό λαυσιν.
000-00-00 Serial Number=0538792551
In illud Messis quidem multa Ante [Go Back]  
 [00060]  Ἀλλ' ἵνα μὴ πάλιν τὴν ἅπασαν διάλεξιν εἰς ταῦτα καταναλώσαντες, δαπανήσωμεν τὸν καιρὸν, τὴν διόρθωσιν ἐκείνων ἐπιτρέψαντες ὑμῶν τῇ ἀγάπῃ, τῶν σήμερον ἀναγνωσθέντων ἁψώμεθα, καὶ εἰς [63.519] τὸν λειμῶνα ὑμᾶς εἰσάξαι πειρασόμεθα τῶν θείων Γρα φῶν·
000-00-00 Serial Number=0522702575
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00085]  ὅρα πῶς οὐ παρέδραμεν αὐτὸ ὁ εὐαγγελιστὴς, ἀλλ' ἐπήγαγε τὴν διόρθωσιν, λέγων·
000-00-00 Serial Number=0894641936
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00114]  Ὅτι δὲ πένητες τρεφόμενοι οὐδὲν τοιοῦτον ἀφιᾶσι συμπεσεῖν, ἀλλὰ, κἂν γένηταί τι τῶν ἀδοκήτων, ταχίστην ἐπάγου σιν αὐτοῦ τὴν διόρθωσιν, ἀπὸ τῆς κόρης μάνθανε τῆς ἐν Ἰόππῃ.
000-00-00 Serial Number=0245315552
In illud Vidi dominum Ante [Go Back]  
 [01227]  ὁ δὲ Θεὸς φιλανθρωπίᾳ τοὺς οἰκείους ὑπερβαίνων νόμους, οὐδὲ οὕτως αὐτὸν ἐξέκοψεν, ἀλλὰ καίτοι παρακούσαντα καὶ ἀγανακτήσαντα οὐκ ἀπέρριψεν, ἀλλὰ πάλιν προσίεται καὶ παιδεύει τρόπῳ διόρθωσιν ἔχοντι μᾶλλον ἢ τιμωρίαν.
 [01266]  Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες, ἀλλ' ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα.
 [01447]  καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων.
000-00-00 Serial Number=0481319606
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00098]  Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργασαμένης! αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει.
000-00-00 Serial Number=0846732736
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00179]  Ὢ τῆς φιλανθρώπου τιμωρίας, διόρθωσιν μᾶλλον ἐργαζομένης! Αὐτὴν γὰρ ὁ ἄγγελος τὴν σφαλεῖσαν φωνὴν σωφρονίζει, αὐτὴν χαλινοῖ τὴν τολμήσασαν γλῶσσαν.
000-00-00 Serial Number=0717717469
In principium Actorum Ante [Go Back]  
 [01150]  ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ' ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πόνου πλείονα καρποῦσθαι τὴν διόρθωσιν·
000-00-00 Serial Number=0640590906
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00111]  Ἐπειδὴ οὖν πρώτη δημιουργία τοῦ ἀνθρώπου μετ' ἰσημερίαν ἐγένετο ἕκτῃ τῆς ἰσημερίας ἡμέρᾳ τῇ γὰρ παρασκευῇ ἐκτίσθη ὁ ἄνθρωπος , τὸ δὲ τῆς σελήνης πλησιφαὲς καὶ αὐτὸ μετ' ἰ σημερίαν ἐδημιουργήθη τετάρτῃ ἡμέρᾳ, διάπτωσις δὲ ἐξ ἁμαρτίας τοῦ ἀνθρώπου ἐγένετο, διὰ τοῦτο τὴν διόρθωσιν αὐτοῦ καὶ τὴν ἀνανέωσιν ἐπὶ τῆς κατὰ τὴν κτίσιν αὐτοῦ προθεσμίας ἀναλαμβάνει, καὶ ἰσημερίαν καὶ τεσσαρεσκαιδε κάτην τὴν μετ' ἰσημερίαν καὶ ἡμέραν ἕκτην συναγαγών, ἵνα διὰ πασῶν προθεσμιῶν τὴν τοῦ παθόντος ἀνάστασιν δείξειε καὶ τῆς φύσεως ἀνανέωσίν τε καὶ ἀνακεφαλαίωσιν.
000-00-00 Serial Number=0951987684
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00090]  Ἀμάρτυρος ἔστω, φησὶν, ἡ κατηγορία, ἵνα εὔκολος γένηται ἡ πρὸς διόρθωσιν μεταβολή.
 [00102]  Ὥσπερ οὖν ἡμεῖς μετὰ τοσαύτης φειδοῦς τοὺς ἐλέγχους ποιούμεθα, οὕτω, παρακαλῶ, καὶ ὑμεῖς μετὰ πάσης σπουδῆς δέξασθε τὴν διόρθωσιν, καὶ μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχετε.
000-00-00 Serial Number=0715246081
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00074]  οὐ μικρὸν τοῦτό ἐστι φάρμακον καὶ εἰς διόρθωσιν τῶν τὰ ἀνίατα νοσούντων, καὶ εἰς παραμυθίαν τῶν τὰ ἐκείνων ὀδυρομένων·
 [00088]  καίτοι γε οὐδὲν οὔτε εἶπον οὔτε ἔπραξαν ἐκεῖνοι πρὸς τὴν τῶν γινομένων διόρθωσιν, ἀλλ' ἐπειδὴ τὰ παρ' ἑαυτῶν εἰσήνεγκαν μόνον, τοσαύτῃ τετίμηνται τιμῇ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὡς καὶ ἀσφαλείας καὶ δόξης ἀξιωθῆναι πολλῆς.
000-00-00 Serial Number=0520624697
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00084]  Πάντα δὲ ταῦτα, ὥσπερ ἔφθην εἰπὼν, εἰς ἓν βλέπει, τὴν τῶν ἀκουόντων διόρθωσιν, ὥστε καὶ ἀπὸ τῆς τῶν προτέρων διηγήσεως, καὶ ἀπὸ τῆς συμβουλῆς καὶ τῆς παραινέσεως, καὶ ἀπὸ τῆς προφητείας ῥυθμίζεσθαι πρὸς τὸ δέον.
 [02132]  Ὠνομάσθη δὲ παροιμία, ἐπειδὴ παρὰ πάσης ὁδοῦ ἐγράφησαν οἱ τοιοῦτοι λόγοι, πρὸς διόρθωσιν καὶ διδασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς πορευομένων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»