Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βάθος [161]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βάθος


000-00-00 Serial Number=0219292343
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00299]  καὶ πάντα διελθὼν τὰ ἐπὶ τῆς γῆς, ἄνεισιν εἰς τὸν οὐρανὸν, καὶ δεῖξαι βουλόμενος, ὅτι οὐδὲν μέγα τῶν ἐνταῦθα κολαστηρίων καταφρονεῖν διὰ τὸν Χριστὸν, ἐπήγαγεν, ὅτι Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 [00305]  Τὸ γὰρ ὕψωμα καὶ βάθος, καὶ ζωὴ καὶ θάνατος, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει.
000-00-00 Serial Number=0918459058
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00495]  εἰ δὲ καὶ ὁ τοσούτων ἀποῤῥήτων κοινωνήσας, καὶ εἰς τρίτον ἀνελθὼν οὐρανὸν, ἰλιγγίασε πρὸς ταύτην τὴν ἄβυσσον, καὶ διακύψας πρὸς τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ Θεοῦ κατεπλάγη μόνον, καὶ εὐθὺς ἀνεχώρησε, τί μάτην κόπτομεν ἑαυτοὺς πολυπραγμονοῦντες τὰ ἀνεξερεύνητα καὶ ζητοῦντες τὰ ἀνεξιχνίαστα;
000-00-00 Serial Number=0145604908
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00024]  ∆ιὰ τοῦτο ὁ Σολομὼν οὐχ ἁπλῶς εἴρηκεν ὅτι «πᾶς τις ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ» ἀλλὰ «ὁ ἀσεβὴς» μόνος.
 [00025]  Ἐκείνων γὰρ μόνων τοῦτο τὸ πάθος ἐστίν, ἐπειδὰν εἰς τὸ βάθος ἔλθωσιν τῶν κακῶν.
 [00040]  κἂν αὐτὸν παραδεξώμεθα, ἀνάγκη λοιπὸν κατασπασθέντας εὐθέως τῷ βάρει, καὶ τῆς σειρᾶς ἀπορραγέντας ἐκείνης, κατελθεῖν εἰς τὸ βάθος τῶν κακῶν, ἔνθα καὶ αὐτὸς γέγονας νῦν.
000-00-00 Serial Number=0927729368
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00050]  [2.6] Ἰδὼν γὰρ πέλαγος ἀχανὲς ἀνεωχθέν, καὶ ἐν αὐτῷ τῷ μέρει τούτῳ καὶ πρὸς αὐτὸ τῆς προνοίας αὐτοῦ ταύτης τὸ βάθος διακύψαι βουληθείς, ὥσπερ τινὶ σκοτοδίνῳ κατασχεθεὶς τῷ ἀρρήτῳ τῆς οἰκονομίας ταύτης καὶ θαυμάσας καὶ ἐκπλαγεὶς τὸ ἄφατον, τὸ ἀπέραντον, τὸ ἄρρητον, τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ σοφίας τε καὶ προνοίας, ἀπεπήδησε, ταύτας ἀφεὶς τὰς φωνὰς καὶ μετὰ πολλῆς τῆς ἐκπλήξεως ἀνακεκραγὼς ταῦτα τὰ ῥήματα·
 [00051]  «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.».
 [00052]  [2.7] Εἶτα δεικνὺς ὅτι τὸ βάθος μὲν εἶδε, πόσον δὲ μαθεῖν οὐκ ἠδυνήθη, ἐπήγαγεν·
 [00074]  [2.11] Εἰ τοίνυν τὸ βάθος ἄπειρον τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως καὶ τὰ κρίματα αὐτοῦ ἀνεξερεύνητα καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι καὶ ἡ δωρεὰ αὐτοῦ ἀνεκδιήγητος καὶ ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν, οὐ τὸν ἐμὸν καὶ τὸν σὸν καὶ τοῦ δεῖνος, οὐδὲ τὸν τοῦ Παύλου καὶ Πέτρου μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν ἀρχαγγέλων καὶ τῶν ἄνω δυνάμεων, ποίαν ἕξεις αὐτὸς ἀπολογίαν, εἰπέ μοι;
000-00-00 Serial Number=0878169954
Ad populum Antiochenum Ante [Go Back]  
 [00041]  καὶ γὰρ πρὸς πολὺ βάθος τὸν λόγον καθεῖναι παρασκευάζομαι.
 [00072]  Ἴδετε πρὸς πόσον βάθος κατηγάγομεν τὸν λόγον;
 [00075]  ∆ιὰ γὰρ τοῦτο πρὸς πολὺ βάθος κατέβημεν, ἵνα διεγείραντες ὑμῶν τὴν διάνοιαν, ἐν ἀσφαλεῖ τὰ νοήματα ἀποθώμεθα.
 [01320]  οὕτω καὶ ἡμᾶς ἀναγκαῖον ποιεῖν, καὶ καθάπερ ἀρότρῳ τῇ θλίψει καταχρησαμένους ἀναῤῥῆξαι τῆς καρδίας τὸ βάθος.
 [02849]  πολλάκις γοῦν ψηφῖδος μικρᾶς ἐμπεσούσης εἶξε, καὶ παρεχώρησε, καὶ πρὸς τὸ βάθος αὐτὴν παρέπεμψεν.
 [02920]  Καὶ οἶδα μὲν ὅτι τὴν ἀκοὴν ὑμῶν ἐξένισε τῶν νοημάτων τὸ βάθος, ἀλλ' ἐὰν ὀλίγον νήψωμεν, καὶ ἐν τούτοις ἐθίσωμεν ἑαυτοὺς, καὶ ἑτέροις ῥᾳδίως ἐσόμεθα διδάσκαλοι.
 [03778]  Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμένην ῥᾳθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάντων, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.
000-00-00 Serial Number=0073906302
Adversus Judaeos Ante [Go Back]  
 [00012]  Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Καὶ ἦν μὲν ἱκανὴ ἡ διὰ τούτων ἀπόδειξις·
 [00402]  Πέπεισμαι γὰρ, φησὶν, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 [02298]  Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ταῦτα οὖν ἅπαντα προορῶν ἔλεγε·
000-00-00 Serial Number=0533022940
Contra Anomoeos Ante [Go Back]  
 [00062]  Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος [48.799] αὐτοῦ ἐγένετο;
000-00-00 Serial Number=0454195976
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00018]  Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τί λέγεις, ὦ Παῦλε;
 [00023]  Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος·
 [00024]  εἰς βάθος μὲν, διὰ τὴν οἰκονομίαν, εἰς ὕψος δὲ, διὰ τὴν θεολογίαν.
 [00026]  Οὔτε οὖν τὸ ὕψος, ἄνθρωπε, περιεργαζόμενος καταλαμβάνεις, οὔτε τὸ βάθος πολυπραγμονῶν εὑρίσκεις.
000-00-00 Serial Number=0482608020
De Anna i Ante [Go Back]  
 [01133]  Πέπεισμαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
000-00-00 Serial Number=0959078431
De Chananaea Ante [Go Back]  
 [00094]  Εἰς τὸ βάθος ἦν τῆς πονηρίας, καὶ εἰς τὴν ἁψῖδα ἀνέβη τῆς ἀρετῆς.
000-00-00 Serial Number=0032047570
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00029]  Ἐπεὶ καὶ πρῴην πρὸς τοσοῦτον βάθος κατενεχθεὶς ὁ λόγος οὐκ ἀπεπνίγη, καὶ μακρὰ οὕτω πελάγη διαβαίνων, οὐδαμοῦ ναυάγιον ὑμῖν ὑπέμεινε·
 [00035]  Οὐδὲ γὰρ εἰς πέτραν, οὐδὲ εἰς ἀκάνθας, οὐδὲ εἰς τὴν ὁδὸν κατενεχθῆναι συνεχωρήσατε, ἀλλὰ πάντα εἰς πίονα καὶ βαθύγειον ἄρουραν ὑπεδέξασθε, εἰς τὸ τῆς διανοίας ὑμῶν βάθος.
000-00-00 Serial Number=0743499041
De Lazaro Ante [Go Back]  
 [00622]  ∆ιὰ τοῦτο πολλάκις ἀναδύεται, καὶ πρὸς τὸ βάθος κάτω χωρεῖ, καὶ δέδοικε καὶ φρίττει, μέλλουσα τῆς σαρκὸς ἀφίπτασθαι.
 [02442]  εἰς βάθος γὰρ καταβαίνω νοημάτων.
 [02510]  Τὰ αὐτὰ γὰρ λέγω πάλιν, ἵνα ῥιζώσω, ἵνα φυτεύσω, ἵνα εἰς βάθος θήσω.
 [02512]  διὰ τοῦτο εἰς βάθος αὐτὰ καταφέρω.
000-00-00 Serial Number=0505567968
De Lazaro et divite Ante [Go Back]  
 [00089]  Ἐνθυμήθητι, εἰς ὅσον βάθος ὑπῆρχεν πλούσιος, εἰς δὲ οἷον ὕψος ὁ πένης.
000-00-00 Serial Number=0467591166
De Melchisedech Ante [Go Back]  
 [00005]  Ὀκνῶ καὶ δέδοικα μήποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν ἀποστολικῶν νοημάτων ἰλιγγιάσωμεν, ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων ἀήθεις.
 [00009]  ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει καθημένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσιν.
 [00044]  Εἰ καὶ πρὸς τὸ πέλαγος καὶ βάθος τῶν νοημάτων ἀδυνατοῦμεν, κατατολμήσωμεν τῆς θαλάττης, οὐ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν διδομένην ἡμῖν χάριν·
000-00-00 Serial Number=0024331629
De Susanna Ante [Go Back]  
 [00028]  ἐὰν δὲ συμβῇ τὴν ὅρασιν ἀκυβέρνητον μείνασαν πρὸς νεωτερικοῦ κάλλους θέαν ῥεμφθῆναι, καὶ λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας διὰ τῶν ὀφθαλμῶν εἰς τὸ βάθος τῆς καρδίας εἰσδέξασθαι, εὐθὺς, λαίλαπι ἡδονῶν ῥιπισθεῖσα, πρὸς τὴν ἁμαρτίαν ὑποβρύχιος φέρεται περὶ τὴν σωφροσύνην ναυαγήσασα·
000-00-00 Serial Number=0463180065
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00263]  Ἀλλὰ προσδοκάτω μὲν παιδεύεσθαι, μὴ παιδευέσθω δέ, ἵνα μὴ σβεννύηται ὁ φόβος, ἀλλ' ἵνα μένῃ καθάπερ πῦρ ἐνακμάζον καὶ πάσας πάντοθεν ἀνέλκον τὰς ἀκάνθας ἢ καθάπερ μάκελλα ὀξεῖα καὶ βαθεῖα εἰς αὐτὸ σκάπτουσα τὸ βάθος.
000-00-00 Serial Number=0506925285
De incomprehensibili dei natura Ante [Go Back]  
 [00130]  θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ πέλαγος καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος κατακύψωμεν.
 [00167]  ἀλλὰ ταῦτα πάντα ἀφεὶς καὶ μικρόν τι μέρος ἐξετάσας τῆς προνοίας αὐτοῦ, καθ' ὃ τοὺς μὲν Ἰουδαίους ἐξέβαλε, τοὺς δὲ ἐξ ἐθνῶν εἰσεδέξατο, καὶ πρὸς αὐτὸ τοῦτο τὸ μικρὸν μέρος, ὥσπερ πρὸς πέλαγος ἄπειρον ἰλιγγιάσας καὶ βάθος ἰδὼν ἀχανές, ἀπεπήδησεν εὐθέως καὶ μέγα ἀνεβόησεν εἰπών·
 [00168]  «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ».
 [00677]  Οἷον ἀκατάληπτον λέγεται πέλαγος, εἰς ὃ καθιέντες ἑαυτοὺς οἱ κολυμβηταὶ καὶ πρὸς πολὺ καταφερόμενοι βάθος, τὸ πέρας ἀδυνατοῦσιν εὑρεῖν·
 [01414]  Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων, οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται.
000-00-00 Serial Number=0232318044
De jejunio sermones 1 Ante [Go Back]  
 [00489]  Ἐὰν δὲ καὶ εἰς τὰ πετρώδη μὴ εὑρεθῇ βάθος γῆς·
000-00-00 Serial Number=0673754513
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00049]  Οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ.
 [00998]  Ὁ γὰρ ἐν σώματι θνητῷ καὶ ἐπικήρῳ πάντα ὑπὲρ τοῦ Χριστοῦ προδούς, ὧν κύριος ἦν, μᾶλλον δὲ ὧν οὐκ ἦν, καὶ γὰρ καὶ τὰ ἐνεστῶτα, καὶ τὰ μέλλοντα προέδωκε, καὶ ὕψωμα καὶ βάθος καὶ κτίσιν ἑτέραν , οὗτος εἰ ἐν ἀσωμάτῳ φύσει ἦν, τί οὐκ ἂν εἶπε;
000-00-00 Serial Number=0934100866
De mutatione nominum Ante [Go Back]  
 [01086]  οὐκ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις δεῖξαι τὸν τῶν ἀποκειμένων ἀγαθῶν θησαυρὸν, ἂν μὴ διερευνήσῃς τὸ βάθος.
 [01089]  ὁ δὲ ἐρευνῶν οὐ μέχρι τῆς ἐπιφανείας ἵσταται, ἀλλὰ πρὸς τὸ βάθος αὐτὸ καταβαίνει.
000-00-00 Serial Number=0086594522
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00039]  Καὶ πάντες μὲν ἄνθρωποι τῷ φυσικῷ τῆς νυκτὸς ὕπνῳ τυραννούμενοι, πρὸς βάθος καθέλκονται·
000-00-00 Serial Number=0766015410
De paenitentia sermo 1 Ante [Go Back]  
 [00167]  ἐγὼ δὲ πλεῖόν τι ὑπονοῶ ἔχειν βάθος τὸ ῥῆμα, καὶ οὐ μόνον τὴν ἐκ τῶν θρόνων ἀνόρθωσιν, ἀλλὰ καὶ μυστικώτερόν τι σημαίνειν νόημα·
000-00-00 Serial Number=0504547179
De perfecta caritate Ante [Go Back]  
 [00038]  φησὶ γὰρ, Ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
000-00-00 Serial Number=0396068573
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00178]  Ἐπειδὴ γὰρ περὶ σταυροῦ αὐτῷ διελέγετο καὶ ἀναστάσεως, οὐκ εἰδὼς τῶν λεγομένων τὸ βάθος, οὐδὲ τῶν δογμάτων τὸ ἀπόῤῥητον, οὐδὲ τὴν μέλλουσαν τῇ οἰκουμένῃ σωτηρίαν καταλαμβάνειν, [48.774] λαβὼν αὐτὸν κατ' ἰδίαν ἔλεγεν·
000-00-00 Serial Number=0087654293
De proditione Judae Ante [Go Back]  
 [00059]  εἰ δέ τις ἀκριβῶς ἐξετάσῃ ἓν ἕκαστον τῶν λεγομένων, πολλὴν ἔχει τὴν θεωρίαν, καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.
 [00463]  εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν ἕκαστον τῶν εἰρημένων, πολλὴν ἔχει θεωρίαν καὶ πολὺ τὸ βάθος τῶν νοημάτων.
000-00-00 Serial Number=0851947427
De prophetiarum obscuritate Ante [Go Back]  
 [00005]  Ὀκνῶ καὶ δέδοικα, μή ποτε τὸν λιμένα ἐξελθόντες, καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν προφητικῶν νοημάτων, ἰλιγγιάσωμεν·
 [00009]  ἕτεροι γοῦν [56.164] τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασι κυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσι τοιοῦτον, ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει διαιτωμένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ παντὶ τῷ σώματι δεχόμενοι τὴν ἅλμην, οὐ δυσχεραίνουσι.
000-00-00 Serial Number=0229417145
De sacerdotio Ante [Go Back]  
 [01042]  μὴ γὰρ δυνηθέντες ἀκριβῶς ἐξετάσαι τῶν ἀποστολικῶν φρενῶν τὸ βάθος, μηδὲ συνιέναι τὴν τῶν ῥημάτων διάνοιαν, διετέλεσαν τὸν ἅπαντα χρόνον νυστάζοντες καὶ χασμώμενοι καὶ τὴν ἀμαθίαν τιμῶντες ταύτην, οὐχ ἣν ὁ Παῦλός φησιν εἶναι ἀμαθής, ἀλλ' ἧς τοσοῦτον ἀπεῖχεν ὅσον οὐδὲ ἄλλος τις τῶν ὑπὸ τὸν οὐρανὸν τοῦτον ἀνθρώπων.
000-00-00 Serial Number=0523460627
De sacerdotio lib 7 Ante [Go Back]  
 [00019]  Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὑψιπέτης ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανὸν, ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν·
000-00-00 Serial Number=0049472272
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00033]  ὑμῶν δὲ ἡ θερμότης ἐδείκνυτο, ὅτι ἐν τριάκοντα οὐδὲ ὅλαις ἡμέραις οὕτω μετὰ ἀκριβείας τὰ παρ' ἐκείνου καταβληθέντα ἐδέξασθε σπέρματα, ὡς πρὸς τὸ βάθος τῆς διανοίας παραπέμψαι τὰς ῥίψας, καὶ μηδενὶ τῶν προσενεχθέντων ἐνδοῦναι λοιπὸν πειρασμῶν.
000-00-00 Serial Number=0184511065
De virginitate Ante [Go Back]  
 [00272]  Καὶ γὰρ καὶ ἐνταῦθα τὸ βάθος τῆς σοφίας ἔστι τοῦ Παύλου κατανοῆσαι.
000-00-00 Serial Number=0827673495
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01170]  ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
 [01186]  Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
 [01799]  ∆ιὰ τοῦτο πολλάκις ἀναδύεται καὶ πρὸς τὸ βάθος κάτω χωρεῖ, καὶ δέδοικε καὶ φρίττει, μέλλουσα τῆς σαρκὸς ἀφίπτασθαι.
 [04326]  ∆ιὰ [63.701] τοῦτο Παῦλος ἐκπληττόμενος ἔλεγεν, Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Οὐκ εἶπεν, ἀκατάληπτα, ἀλλ', Ἀνεξερεύνητα.
 [08493]  Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
 [08523]  Τοῦτο γάρ ἐστι τὸ, Εἰς βάθος, ἢ εἰς ὕψος.
 [09165]  Οὔτε γὰρ ἐνεστῶτα, φησὶν, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ.
000-00-00 Serial Number=0190849781
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01229]  Καθάπερ γὰρ σκορπίος ἢ ὄφις, ὅταν βαθυτέραν λάβῃ πληγήν, μειζόνως τὸ κέντρον ἄρας κατὰ τοῦ πλήξαντος ἐξανίσταται, τῆς πολλῆς ἀλγηδόνος ἀπόδειξιν παρέχων τὴν ῥαγδαίαν κατὰ τοῦ παίοντος ῥύμην, οὕτω δὴ καὶ τὸ ἀναίσχυντον θηρίον ἐκεῖνο, ἐπειδὴ τὰ τραύματα εἰς βάθος ἐδέξατο παρὰ τῆς θαυμασίας σου καὶ ὑψηλῆς ψυχῆς, μειζόνως ἐπεπήδησε καὶ πλείους ἐπήγαγε πειρασμούς.
000-00-00 Serial Number=0910830200
Expositiones in Psalmos Ante [Go Back]  
 [03221]  Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος·
 [04984]  Ἂν μὲν γὰρ μαλακὴν εὕρῃ καὶ χαῦνον τὰ παρὰ τοῦ διαβόλου πεμπόμενα βέλη, διαδύεται εἰς τὸ βάθος·
 [06350]  Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἀλλὰ τὸ φίλτρον ὃ περὶ ἡμᾶς ἐπεδείξατο ποῖος παραστήσει λόγος;
000-00-00 Serial Number=0259861112
Fragmenta in Proverbia Ante [Go Back]  
 [00992]  ὡς γὰρ ἀσεβὴς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονεῖ, οὕτως ὁ εὐσεβὴς φοβεῖται·
000-00-00 Serial Number=0873351872
Homilia de capto Eutropio Ante [Go Back]  
 [00881]  καὶ εἰ βούλει, ἀνάπτυξον τὸ βάθος τοῦ λόγου τοῦ εἰρημένου, καὶ βλέπε τὸ ἱμάτιον τὸ διάχρυσον.
000-00-00 Serial Number=0488629103
In Acta apostolorum Ante [Go Back]  
 [03239]  ἡ γὰρ Πέτρου δημηγορία εἰς τὸ βάθος τὰ σπέρματα κατέβαλε, καὶ τῆς διανοίας αὐτῶν ἥψατο.
 [05794]  Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ.
 [08202]  Οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν δεινὸν, ἀλλὰ τὸ κεῖσθαι μετὰ τὸ ἐλθεῖν·
 [08203]  οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν ἀσεβὲς, ἀλλὰ τὸ καταφρονῆσαι μετὰ τὸ ἐλθεῖν.
 [08641]  Πόσας οἴει νῦν αἰσχύνεσθαι, καὶ πρὸς αὐτὸ καταδύεσθαι τὸ βάθος, ὥσπερ τι παραπέτασμα καὶ προκάλυμμα ἐπιζητούσας, ἵνα τούτων μὴ ἀκούοιεν τῶν λόγων;
 [09999]  ∆εῖ δὴ τὸ βάθος τοίνυν εἰδέναι, ἢ μὴ κατατολμᾷν.
000-00-00 Serial Number=0963048875
In Ecclesiasten Ante [Go Back]  
 [00537]  Καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό;
000-00-00 Serial Number=0516535163
In Genesim sermones Ante [Go Back]  
 [00308]  Εἰ γὰρ μὴ νῦν καταβαίημεν πρὸς τὸ βάθος τῶν Γραφῶν, ὅταν κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα οὐκέτι τῷ πονηρῷ τῆς τρυφῆς ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα, ὥστε μὴ ἀποπνίγεσθαι, πότε καταβησόμεθα;
 [00311]  Οὐχ ὁρᾶτε ὅτι καὶ οἱ λίθους πολυτελεῖς εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι καὶ τὰ κύματα ἀριθμοῦντες οὕτως εὑρίσκουσι τὸ ζητούμενον, ἀλλ' εἰς αὐτὸ καταδύονται τὸ βάθος·
000-00-00 Serial Number=0113339484
In Heliam et viduam Ante [Go Back]  
 [00042]  Καὶ καθάπερ πυρετὸς λάβρος καὶ διακαὴς εἰς σώματος φύσιν ἐμπεσὼν, οὐχὶ τὴν ἐπιφάνειαν ξηραίνει μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ χωρήσας τὸ βάθος, αὐτὴν τῶν ὀστῶν καταφρύγει τὴν φύσιν·
000-00-00 Serial Number=0988636971
In Isaiam Ante [Go Back]  
 [02335]  Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
 [02390]  Ἢ εἰς βάθος ἢ εἰς ὕψος.
000-00-00 Serial Number=0053113163
In Joannem Ante [Go Back]  
 [02067]  Οὕτω γὰρ καὶ τῶν προκειμένων ἡμῖν λόγων εἰς αὐτὸ τὸ βάθος καταθεῖναι δυνήσεσθε τὰ νοήματα, ἂν μηδεμία πονηρίας λήμη τοῖς ὀφθαλμοῖς ἐπισκοτῇ τῆς διανοίας, καὶ τὸ διορατικὸν αὐτῆς καὶ ὀξὺ συνταράσσῃ.
 [02171]  ἰ γὰρ καὶ μὴ κατὰ πλάτος διωρύξαμεν τὸ χωρίον, ὅμως γ' οὖν κατὰ βάθος διεσκάψαμεν·
 [03120]  ∆ιὰ τοῦτο λοιπὸν ἀναγκάζεται τὰ αὐτὰ λέγειν πάλιν, καθάπερ τινὰ σκληρὰν καὶ ἀνένδοτον γῆν τῇ νεώσει μαλάττων, καὶ τῷ λόγῳ οἷόν τινι ἀρότρῳ πεπιλημένην ἀνεγείρων τὴν διάνοιαν, ὥστε εἰς τὸ βάθος τὰ σπέρματα καταβαλεῖν.
 [03647]  Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν.
 [04627]  Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.
000-00-00 Serial Number=0726078629
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00038]  καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥή ματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος.
000-00-00 Serial Number=0295500100
In Samaritanam Ante [Go Back]  
 [00168]  Καθάπερ γὰρ οἱ τῶν ἰχθύων θηρευταὶ (τί γὰρ ἐκεῖνοι ποιοῦσιν, ἄκουε συνετῶς) βάλλουσιν ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ ὅταν αἴσθωνται ὅτι ἰχθὺς ἐζωγρήθη, οὐκ εὐθὺς ἀνασπῶ σιν αὐτὸν, ἀλλ' ἐνδιδόασι κατὰ μικρὸν, ἵνα ἐκεῖνος τελείως καταπίῃ καὶ ἀμερίμνως τὸ δέλεαρ, καὶ ὅταν αἴσθησιν λάβωσιν, ὅτι εἰς τὸ βάθος τῆς καρδίας καὶ ἐν τοῖς ἐγκάτοις ἐδέξατο τὸ ἄγκιστρον, τότε μᾶλλον μετὰ ἐπιτάσεως τὸν ἰχθὺν ἀνασπῶσιν οἱ πρότερον αὐτῷ συγ καταβεβηκότες·
000-00-00 Serial Number=0259782076
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00118]  Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακεδονίας, ὅτι ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους ἐπλήρωσαν.
000-00-00 Serial Number=0036796987
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01407]  Συμβαίνει πολλάκις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας εἰς τὸ βάθος τῆς ψυχῆς τὸ τοῦ λόγου ἄροτρον κατελθὸν ἐκκόψαι τὸ ἐνοχλοῦν αὐτῇ πάθος.
 [02108]  οὐ πάντες κατὰ βάθος ἴσοι τυγχάνουσιν, ἀλλ' οἱ μὲν ψιλότερον τὸ ἔδαφος ἔχοντες, ἕτεροι βαθὺ καὶ ἱκανὸν ἀποπνίξαι τὸν ἀγνοοῦντα·
000-00-00 Serial Number=0633669734
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02363]  ἂν δ' ἄρα καταφρονήσωμεν, καὶ εἰς τὸ βάθος ἔλθωμεν τῶν κακῶν, μηδὲ ἐκεῖσε γενόμενοι ἀπογνῶμεν, ἵνα μὴ ἐμπέσωμεν εἰς καρηβαρίαν.
 [02367]  οὕτω καὶ ὁ εἰς βάθος ἐλθὼν τῶν ἁμαρτημάτων.
 [02374]  Ἀσεβὴς γὰρ, φησὶ, ἐλθὼν εἰς βάθος κακῶν, καταφρονεῖ.
 [06901]  Οὔτε ζωὴ οὔτε θάνατος, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις ἑτέρα κτίσις δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 [07267]  Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωμεν τὸ βάθος τῶν κακῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ μετανοήσωμεν, σωζόμεθα πάντως·
000-00-00 Serial Number=0246799052
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01292]  Ἐπειδὴ μὴ ἴστε τῆς εὐχῆς τὴν δύναμιν, μηδὲ τὸ βάθος καὶ τὸν θησαυρὸν αὐτῆς ἐπιγινώσκετε·
000-00-00 Serial Number=0633668423
In epistulam ad Ephesios Ante [Go Back]  
 [00290]  Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! πλὴν ἀλλ' ὡς οἷόν τέ ἐστι δείκνυσι.
 [00865]  ὁ δὲ κατανύσσων καρδίας, ὁ διδοὺς πνεῦμα κατανύξεως, κατανύξῃ τὰς καρδίας ὑμῶν, καὶ ἐνθῇ εἰς βάθος τὰ σπέρματα, ὥστε ἀπὸ τοῦ φόβου αὐτοῦ λαβεῖν ἐν γαστρὶ καὶ τεκεῖν πνεῦμα σωτηρίας, καὶ μετὰ παῤῥησίας παραγενέσθαι.
 [00956]  Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων.
 [00993]  Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, φησίν.
 [01737]  Ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι, ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ.
 [01742]  Ἵνα ἰσχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος·
 [01744]  τοῦτο γὰρ πλάτος καὶ μῆκος καλεῖ, καὶ βάθος καὶ ὕψος·
 [01757]  Καταλαβέσθαι σὺν πᾶσιν ἁγίοις, τί τὸ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ.
 [02090]  αὐτοῦ Παύλου ἐστὶν ἀκοῦσαι λέγοντος, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.
 [06691]  Φρικτὰ καὶ φοβερὰ τὰ μυστήρια, καὶ πολὺ τὸ βάθος ἔχοντα.
000-00-00 Serial Number=0481788337
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01956]  Ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ἡ ψυχὴ, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ·
 [05091]  Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.
 [05101]  τί δὲ βαρύτερον, εἰπέ μοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ μυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν·
000-00-00 Serial Number=0848744512
In epistulam ad Philippenses Ante [Go Back]  
 [02590]  Ἀσεβὴς γὰρ, φησὶν, ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ.
 [02591]  Ὥσπερ οὖν ὅταν ἔλθῃ εἰς βάθος κακῶν, καταφρονεῖ·
 [02592]  οὕτως ὅταν ἔλθῃ εἰς βάθος ἀγαθῶν, σπουδάζει.
000-00-00 Serial Number=0201428235
In epistulam ad Romanos Ante [Go Back]  
 [04347]  οὕτω, καὶ πολλῷ χαλεπώτερον, εἰς τὸ βάθος τῆς ἐπιθυμίας ταύτης ἐμπεσὼν, ἀπολεῖς σεαυτὸν μετὰ τῶν ὄντων ἁπάντων.
 [05832]  Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
 [07668]  Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Ἐνταῦθα ἐπὶ τοὺς προτέρους χρόνους ἐπανελθὼν, καὶ τὴν ἄνωθεν τοῦ Θεοῦ κατανοήσας οἰκονομίαν τὴν ἐξ οὗπερ ὁ κόσμος ἐγένετο μέχρι τοῦ παρόντος, καὶ λογισάμενος πῶς ποικίλως πάντα ᾠκονόμησε, ἐξεπλάγη καὶ ἀνεβόησε, πιστούμενος τοὺς ἀκούοντας, ὅτι ἔσται πάντως ἅπερ εἶπεν.
 [07670]  Καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε·
 [09999]  Τί γὰρ ὑψηλότερον τῆς φωνῆς ἐκείνης τῆς λεγούσης, ὅτι Πέπεισμαι, ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, πόσας δοκεῖ σοι πτέρυγας ἔχειν αὕτη ἡ φωνή;
000-00-00 Serial Number=0220220327
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00030]  Καὶ διὰ τοῦτο συνεχῶς ταῦτα παραγγέλλω, ἐπειδὴ οἶδα τὸ βάθος ὃ βαδιούμεθα.
 [00031]  Ἀλλὰ μὴ θορυβηθῇς βάθος ἀκούσας·
000-00-00 Serial Number=0620814264
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00542]  Τό τε γὰρ βάθος τῆς ἐκείνου συνέσεως φαίνεται μειζόνως, ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν τίκτῃ ποταμοὺς νοημάτων·
000-00-00 Serial Number=0985621810
In illud In faciem ei restiti Ante [Go Back]  
 [00353]  πρὸς γὰρ αὐτὸ τὸ βάθος τῆς λύ σεως κατηντήσαμεν.
000-00-00 Serial Number=0378931105
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00139]  οὐ γὰρ εἰκῆ οὐδὲ μάτην συν εχῶς τοῦτο ὑμῖν παραγγέλλομεν, ἀλλ' ἐπειδὴ πρὸς τὸ βάθος τῶν νοημάτων λοιπὸν χωροῦμεν.
000-00-00 Serial Number=0173307419
In illud Messis quidem multa Ante [Go Back]  
 [00074]  Ὅταν γὰρ τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς καταβληθὲν ἀπολαύσῃ νοτίδος, εἶτα γενόμενον διάβροχον καὶ διαφυσηθὲν δράξηται τῆς παρακειμένης γῆς, καὶ εἰς ἶνας πολλὰς ἀναπλωθὲν πρὸς τὸ βάθος καταπέμψῃ τὰς ῥίζας, προκύπτει τῆς ἐπιφανείας πρῶτον, εἶτα κατὰ μικρὸν ἡλίῳ τε καὶ ὑετῷ καὶ ἀέρι τρεφόμενον, τῇ ἐκ φύσει τῆς γῆς αὔξεται, καὶ γίνεται πρότερον μὲν χλοερά τις βοτάνη καὶ ἁπαλὰ τὰ φύλλα προβάλλει, εἶτα τὸν ἄστα χυν ἄωρόν τινα ἐκφέρει, καὶ τοῦ ἔαρος ἐπιστάντος, πάλιν κατὰ μικρὸν πεπαινόμενος εἰς καλάμην καὶ ἀνθέ ρικας, πλήρη τὸν καρπὸν ἀποδίδωσι.
000-00-00 Serial Number=0554765880
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00016]  Ἵν' οὖν καὶ τὴν ἐκείνων ἔφοδον ἀποτειχίσωμεν, καὶ τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλλάξωμεν, μεταχειρίσαντες τὸ εἰρημένον, ἐνδιατρίψωμεν τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν νοημάτων.
000-00-00 Serial Number=0054128289
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00157]  Ὥσπερ γὰρ πυρετοῦ πρὸς τὸ βάθος καταδυομένου, καὶ τὰ ἔνδον ἅπαντα καταφλέγοντος, οὐδὲν ὄφελος ἐκ τῆς ἄνωθεν ἐπιφανείας τοῦ σώματος, ἂν μηδὲν πάσχῃ τοιοῦτον·
000-00-00 Serial Number=0812327683
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00258]  Πρόσεχε, εἰς βάθος καταβαίνομεν.
 [00261]  Θησαυρὸς μὲν οὖν κεκρυμμένος, ἀλλ' ἀνορύττωμεν καὶ τὰ βάθη πρὸς τὸ βάθος·
000-00-00 Serial Number=0206369638
In illud Simile est regnum caelorum grano sinapis Ante [Go Back]  
 [00046]  Ὦ βάθος πλούτου καὶ σο φίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρί ματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὦ κόκκος, δι' οὗ γεγένηται κόσμος, δι' οὗ σκότος ἐσκέ δασται καὶ Ἐκκλησία κεκαίνηται! Οὗτος ὁ κόκκος ἐπὶ τοῦ σταυροῦ κρεμασθεὶς τοσοῦτον ἔσχεν ἰσχύος μέγε θος, ὥστε καὶ δεδεμένον αὐτὸν ὄντα, ῥήματι
000-00-00 Serial Number=0705823362
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00088]  Καὶ καθάπερ ἵππος κρημνὸν ἀπότομον ὑπερβαίνειν μέλλων, ὁρμᾷ μὲν ὡς ὑπερ βάλλεσθαι μέλλων, τὸ δὲ βάθος ἰδὼν ναρκᾷ καὶ συ στέλλεται, εἶτα τὸν ἐπιβάτην ὁρῶν σφοδρότερον ἀναγ κάζοντα, πάλιν ἐπιχειρεῖ, καὶ τὸ αὐτὸ τοῦτο πάσχει, καὶ τὴν ἀνάγκην ἐνδεικνύμενος καὶ τὴν βίαν, ἵσταται ἐπὶ πολὺ χρεμετίζων ἐπὶ τοῦ χείλους τῆς φάραγγος, ὅπως παραθαῤῥύνας ἑαυτὸν κατατολμήσῃ·
000-00-00 Serial Number=0100223422
In illud Vidi dominum Ante [Go Back]  
 [00475]  Ὁ γὰρ ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ.
 [00880]  Καὶ γὰρ κολυμβητὴς ἄνθρωπος δι' οὐδὲν ἄλλο κατατολμᾷ εἰς τὸ βάθος ἑαυτὸν καταβαλεῖν τῶν ὑδάτων ἢ διὰ μαργαρίτας, τοῦ πολέμου τὴν ὑπόθεσιν.
 [01346]  Καὶ τί λέγω τὸ σῶμα, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ τοῦτο παθοῦσα ἀπὸ τῆς ἄκρας ἐπιφανείας καὶ τὰς ἐνεργείας αὐτῆς συνέλκουσα, πρὸς τὸ βάθος καταφεύγει, καθάπερ τινὶ περιβολαίῳ τῷ σώματι ἑαυτὴν πάντοθεν περιστέλλουσα;
000-00-00 Serial Number=0426239550
In lacum Genesareth et in sanctum Petrum apostolum Ante [Go Back]  
 [00125]  Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν, καὶ κομίζου τὸν ἐπηγγελμένον σοι παρ' ἐμοῦ μισθόν.
 [00145]  Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
000-00-00 Serial Number=0358042240
In laudem sancti Joannis theologi homilia 2 Ante [Go Back]  
 [00047]  ἀλλ' εἰς τὸ δεσποτικὸν στῆθος τοῦ Σωτῆρος ἀνέπεσε, καὶ εἰς τὸ βάθος τῆς σοφίας καὶ τῆς γνώσεως τὸν νοῦν φωτισθεὶς ἐβόησεν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.
000-00-00 Serial Number=0520580947
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00020]  Ῥάβδος ἄνθος ἐβλάστησεν καὶ ῥίζαν εἰς βάθος διέδωκεν, ἀστὴρ ἀστέρα προβάλλεται καὶ φάτνη τὸν τόκον ἀσπάζεται.
000-00-00 Serial Number=0096624494
In parabolam de filio prodigo Ante [Go Back]  
 [00230]  Τί εἴπω πρὸς τὸ βάθος καὶ τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν;
000-00-00 Serial Number=0365014851
In principium Actorum Ante [Go Back]  
 [00143]  Ἵν' οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημάτων ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον.
 [00421]  Ἀλλ' ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπόστολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν.
 [00422]  Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου.
 [00426]  οὕτω καὶ οἱ ἀπόστολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδομεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυμένην, οὐ διέσκαψαν βάθος, ἀλλ' εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδασκαλίαν, ἀλλ' ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ' ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν.
 [00454]  Ἀλλ' ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης.
 [00807]  Καὶ γὰρ ὄμβρος ῥαγδαῖος μὲν καταῤῥηγνύμενος, κατακλύζει τὴν ἐπιφάνειαν, καὶ τὸ βάθος οὐδὲν ὠφελεῖ·
 [00808]  ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου δίκην ἐνιζάνων τῷ προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς πρὸς τὸ βάθος διολισθαίνων, τὰς λαγόνας αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς τὴν τῶν καρπῶν φοράν.
 [00811]  καὶ διὰ τοῦτο τὸν πνευματικὸν τοῦτον ὄμβρον καταμικρὸν ὑμῖν ἐνίεμεν, ἵνα πρὸς αὐτὸ τὸ βάθος χωρήσῃ τὰ ῥήματα.
 [00813]  Βέλτιον γὰρ μικρὸν διασκάπτοντας χωρίον, καὶ πρὸς τὸ βάθος καταβαίνοντας πολὺν τῶν ἀναγκαίων εὑρίσκειν τὸν θησαυρὸν, ἢ πολλὰς ἀρούρας ἐπιόντας ἄνωθεν, ἁπλῶς καὶ εἰκῆ ταλαιπωρεῖσθαι καὶ μάτην.
 [00910]  Ἰδοὺ νῦν ἔγνωτε πόσον βάθος ἔχει νοήματος τὸ ὄνομα.
 [01168]  ∆ιὰ τοῦτο καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα.
 [01169]  Καθάπερ γὰρ τῶν φυτῶν ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται ταῖς τῶν ἀνέμων προσβολαῖς·
000-00-00 Serial Number=0007780790
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00084]  στενάξωμεν ἐκ βάθους καρδίας προσευχόμενοι, ἵνα διώξωμεν τὸ βάθος τῆς καμίνου τῆς γεέννης τὸν ἐχθρὸν ἡμῶν.
000-00-00 Serial Number=0423171937
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00014]  Ὁ μὲν ὑπὸ τῆς εὐημερίας πρὸς τὸ ὕψος ἐπήρθη, ὁ δὲ ὑπὸ δυσπραγίας εἰς πολὺ κατηνέχθη βάθος·
000-00-00 Serial Number=0083431602
Oratio de hypapante Ante [Go Back]  
 [00048]  Ω βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνιάστοι αἱ ὁδοὶ αὐτοῦ.
000-00-00 Serial Number=0570853293
Oratio secunda Ante [Go Back]  
 [00018]  Ἐμοῦ δὲ συντρίβεται ἡ καρδία καὶ τὰ ὀστᾶ τῆς ψυχῆς, καὶ ὅλος εἰς ἀπορίας καταδύομαι βάθος, ἐνθυμούμενος ὅτι τηλικαῦτα καὶ τοσαῦτα ἡμαρτηκὼς, οὐδὲ μικρόν τι μεταμελείας ἔργον ἐνεδειξάμην·
000-00-00 Serial Number=0141486168
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00110]  Πρὸς ὃν οὗτος ἰδών, τοιοῦτος ἐγίνετο καὶ νέος ὤν, εἰ δή ποτε ἐγένετο νέοςοὐ γὰρ ἔγωγε πείθομαι, οὕτως ἐξ αὐτῶν αὐτῷ τῶν σπαργάνων πολιὸν φρόνημα ἦν, ἀλλὰ καὶ κατὰ τὸν τῆς ἡλικίας λόγον νέος ὤν, πάσης φιλοσοφίας ἐπελάβετο καὶ καταμαθὼν τὴν φύσιν τὴν ἡμετέραν ὅτι καθάπερ χωρίον ἐστὶν ὑλομανοῦν, τὰ μὲν νοσήματα τῆς ψυχῆς τῷ λόγῳ τῆς εὐσεβείας, καθάπερ δρεπάνῃ τινί, ῥᾳδίως ἐξέκοπτε, καθαρὰς παρέχων τῷ γεωργῷ τὰς ἀρούρας πρὸς τὴν τῶν σπερμάτων καταβολὴν καὶ δεχόμενος ἅπαντα, πρὸς τὸ βάθος παρέπεμπεν·
000-00-00 Serial Number=0018393695
Visio Danielis Ante [Go Back]  
 [00033]  ὡς γὰρ πρεπόντως προέφημεν, ἀγαπητοί, τὸν ἐν μέσῳ τῆς γῆς πανέντιμον, ζωοποιόν τε καὶ ἰσχυρὸν σταυρὸν ὑφ' οὗ καὶ τῆς οἰκουμένης πέρατα λίαν σαφῶς ὑπογράφουσιν κατά τε πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»