Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιεικείας [149]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιεικείας


000-00-00 Serial Number=0603477061
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00073]  Καὶ τοὺς μὲν μείζους ἑαυτῶν καὶ δυνατωτέρους καὶ ἀδικοῦντας καὶ ὑβρίζοντας φέρομεν μετὰ ἐπιεικείας πολλῆς, διὰ τὸν παρ' αὐτῶν φόβον, πρὸς δὲ τοὺς ὁμοτίμους καὶ ἐλάττονας οὐδὲν λελυπηκότας ἀπεχθανόμεθα.
000-00-00 Serial Number=0864415646
Ad Innocentium papam i Ante [Go Back]  
 [00022]  Ἀλλ' ἡμεῖς συνειδότες ὅτι οὐ πρὸς δικαστήριον ἀφικόμεθα ἢ γὰρ ἂν μυριάκις παρεγενόμεθα, ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τά τε ἔμπροσθεν γεγενημένα καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπεστάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος ∆ημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππιαρίας Λουπίκινον, πρεσβυτέρους δὲ, Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀποκρινόμενοι, καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ' ἐχθρὸν πρόδηλον καὶ πολέμιον φανερόν.
000-00-00 Serial Number=0887202919
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01260]  καὶ τοῦτο ἐξ ὧν μετὰ πολλῆς ἐπιεικείας ἀποκρίνεται πρὸς αὐτὴν δῆλον ἡμῖν.
000-00-00 Serial Number=0339532018
Ad illuminandos catecheses Ante [Go Back]  
 [00030]  οὐ μακαρίζω δὲ μόνον, ἀλλὰ [49.224] καὶ ἐπαινῶ τὴν εὐγνωμοσύνην, ὅτι μὴ καθάπερ οἱ ῥᾳθυμότεροι τῶν ἀνθρώπων, ἐν ἐσχάταις ἀναπνοαῖς τῷ φωτίσματι προσήλθετε, ἀλλ' ἐντεῦθεν ἤδη καθάπερ οἰκέται εὐγνώμονες, μετὰ πολλῆς εὐνοίας ὑπακοῦσαι ∆εσπότῃ παρεσκευασμένοι, τὸν αὐχένα τῆς ψυχῆς μετὰ πολλῆς ἐπιεικείας τε καὶ προθυμίας ὑπὸ τὴν ζεύγλην ἠγάγετε τοῦ Χριστοῦ, καὶ τὸν ζυγὸν ἐδέξασθε τὸν χρηστὸν, καὶ τὸ φορτίον ἐλάβετε τὸ ἐλαφρόν.
000-00-00 Serial Number=0607971966
Ad populum Antiochenum Ante [Go Back]  
 [00467]  πρόσελθε, καὶ διανάστησον καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων, καὶ δι' ἐπιεικείας καὶ σφοδρότητος ποικίλον ἔστω τὸ φάρμακον.
 [04820]  Ἐπεὶ καὶ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, καὶ μετὰ σωφροσύνης καὶ ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύνην τοῦ νέου λογίζονται πάντες·
 [05637]  Εἰ δὲ τοῦ μὴ γενέσθαι σοι χείρονα διὰ τῆς σῆς ἐπιεικείας τὸν ἐχθρὸν φροντίζεις, ἐκεῖνο μάνθανε, ὅτι οὐχ οὕτω γίνεται χείρων, ἀλλ' ἂν μὴ καταλλαγῇς μᾶλλον·
 [05650]  Σὲ μὲν ἀποδέχομαι τῆς φιλαδελφίας καὶ τῆς πραότητος καὶ τῆς ἐπιεικείας·
 [05658]  ἐκείνῳ δὲ ἔγκλημα, ὅτι οὐδὲ ἀπὸ τῆς σῆς ἐπιεικείας βελτίων γέ [49.204] γονε.
000-00-00 Serial Number=0363870382
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00316]  Καὶ διὰ τοῦτο καὶ αὐτὸς ἐκείνων ἀφέμενος, τούτοις οἷς μάλιστα μέλει τῶν παίδων, μᾶλλον δὲ οἷς μέλειν μὲν ἔδει, μέλει δὲ οὐδαμῶς, διαλέξομαι προσηνῶς καὶ μετ' ἐπιεικείας πολλῆς, τοσοῦτον αὐτοὺς παραιτησάμενος μὴ δυσχεραίνειν, μηδὲ ἀγανακτεῖν, εἴ τις τὸ λυσιτελὲς τοῖς ἐκείνων παισὶ μᾶλλον αὐτῶν ἐκείνων εἰδέναι λέγοι.
 [01215]  Εἰ γὰρ μήτε δικαστήρια ἦν, μήτε κατήγοροι, μήτε συκοφάνται, μὴ βάσανοι καὶ τιμωρίαι, μὴ δεσμωτήρια καὶ κολάσεις, μὴ δημεύσεις καὶ ζημίαι, μὴ φόβοι καὶ κίνδυνοι, μὴ ἔχθραι, μὴ ἐπιβουλαὶ, μὴ λοιδορίαι καὶ μῖσος, μὴ λιμοὶ καὶ λοιμοὶ, μηδ' ἄλλο τι τῶν ἀπηριθμημένων δεινῶν, ἀλλὰ πάντες μετ' ἐπιεικείας ἔζων τῆς προσηκούσης, τίς ἂν τῶν ζώντων ἁπάντων ἠμφισβήτησε περὶ τῆς τοῦ Θεοῦ προνοίας;
 [01263]  Ὅτι ἡ μὲν τῶν λόγων σπουδὴ τῆς ἀπὸ τῶν τρόπων ἐπιεικείας δεῖται, ἡ δὲ τῶν τρόπων ἐπιείκεια οὐκέτι τῆς ἀπὸ τῶν λόγων προσθήκης.
000-00-00 Serial Number=0100020349
Catecheses ad illuminandos Ante [Go Back]  
 [00683]  Κἂν βαδίζωμεν ἐπὶ τῆς ἀγορᾶς, τοιαύτη ἡμῶν ἔστω ἡ πρόοδος, τοσαύτης μετεχέτω γαλήνης καὶ καταστάσεως ὡς ἐπιστρέφειν εἰς τὴν ἡμετέραν θέαν τοὺς ἀπαντῶντας, καὶ μήτε ὀφθαλμὸς ῥεμβέσθω μήτε οἱ πόδες ἄτακτα βαδιζέτωσαν καὶ ἡ γλῶττα μετὰ τῆς ἡσυχίας καὶ ἐπιεικείας τὰ ῥήματα προφερέτω καὶ ἁπλῶς ἅπαντα τὰ ἔξωθεν μηνυέτω τῆς ἔνδοθεν καθημένης ψυχῆς τὴν εὐμορφίαν, καὶ ξένη τις καὶ παρηλλαγμένη γινέσθω λοιπὸν ἡμῶν ἡ διαγωγή, ἐπειδὴ καινὰ καὶ ξένα ἐστὶ τὰ ὑμῖν ὑπηργμένα, καθάπερ ὁ μακάριος δείκνυσι Παῦλος λέγων·
 [00951]  Κἂν διαλεγώμεθα πρός τινας, μετ' ἐπιεικείας καὶ πολλῆς τῆς πραότητος τοῦτο ποιῶμεν καὶ μὴ ἀνεχώμεθα βιωτικὰς καὶ οὐδὲν ὄφελος ἐχούσας διαλέξεις ἀποτείνειν, ἀλλὰ τοιαῦτα διαλέγεσθαι ἃ καὶ τοῖς ἀκούουσι πολλὴν παρέξει τὴν ὠφέλειαν καὶ ἡμᾶς πάσης μέμψεως ἐλευθερώσει.
000-00-00 Serial Number=0817534804
Commentarius in Job Ante [Go Back]  
 [00824]  ὅρα, μεθ' ὅσης ἐπιεικείας ἀποκρίνεται τῷ διαβόλῳ ὁ θεός, παιδεύων ἡμᾶς μὴ ἐπεμβαίνειν ἐν ταῖς εὐημερίαις.
 [01840]  εἰ καὶ μηδὲν ἕτερον», φησίν, «μήτε φιλία μήτε ἡ τὸ πρότερον εὐεργεσία μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ἐποίει, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.».
 [01973]  ὅρα μεμιγμένα τὰ ῥήματα, τὰ μὲν ἐπιεικείας, τὰ δὲ ὀδύνης.
000-00-00 Serial Number=0074598372
De Anna i Ante [Go Back]  
 [00476]  Εἰ γὰρ βούλει δεῖξαι τοῖς ὑβρικόσιν, ὡς οὐ μεθύεις, δεῖξον διὰ πραότητος καὶ ἐπιεικείας, μὴ δι' ὕβρεως, μηδὲ διὰ λοιδορίας.
 [00702]  Οὐδὲν τούτων τῶν τραχέων ῥημάτων εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς·
000-00-00 Serial Number=0512086868
De Christi divinitate Ante [Go Back]  
 [00093]  Ἀλλ' ὅμως οὐδὲν τοιοῦτον οὔτε εἶπεν, οὔτε ἐνενόησεν ἐκεῖνος, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησι·
000-00-00 Serial Number=0261083782
De Davide et Saule Ante [Go Back]  
 [00010]  Ὁ γὰρ σήμερον μὲν περὶ ἐλεημοσύνης, αὔριον δὲ περὶ εὐχῆς, μετ' ἐκείνην δὲ περὶ ἐπιεικείας, εἶτα πάλιν περὶ ταπεινοφροσύνης διαλεγόμενος, οὐδέτερον τούτων ἐν τοῖς ἀκροαταῖς κατορθῶσαι δυνήσεται, ἀπὸ τούτου πρὸς ἐκεῖνο, καὶ πάλιν ἀπ' ἐκείνου πρὸς ἕτερον συνεχῶς μεταπηδῶν·
 [00017]  Ἔδει μὲν γὰρ, εἴπερ δίκαιον ἐγίνετο, τὸν λέγοντα περὶ ἐπιεικείας τε καὶ πραότητος, οἴκοθεν καὶ παρ' ἑαυτοῦ τὰ παραδείγματα παρέχειν τῆς καλῆς ταύτης φιλοσοφίας, ὥστε καὶ διὰ τῶν λόγων διδάσκειν, καὶ διὰ τῶν ἔργων παιδεύειν.
 [00019]  Τίνα οὖν εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας διαλεγόμενον;
 [00621]  Ὅτι δὲ κἂν ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς, μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρὸν, καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν·
 [00754]  τὴν δὲ πονηρίαν τῆς ψυχῆς ἐκβαλὼν διὰ τῆς τῶν ῥημάτων ἐπιεικείας, τὴν μέλλουσαν αὐτῷ ζωὴν ἐχαρίσατο καὶ τὰ ἀκίνητα ἀγαθὰ, τό γε εἰς αὐτὸν ἧκον.
 [00762]  Οὐδὲν γὰρ ἐπιεικείας δυνατώτερον.
 [00765]  Ἀλλ' ὅμως κἂν οὕτω σκληρός τις ᾖ καὶ ἀκαμπὴς, περιέσται ῥᾳδίως ὁ μετ' ἐπιεικείας αὐτῷ χρώμενος.
000-00-00 Serial Number=0767205834
De Lazaro Ante [Go Back]  
 [00231]  ὅταν δὲ τοὺς δεομένους βοηθείας ἴδωμεν σιγῇ πολλῇ παρεστῶτας, καὶ μηδὲν φθεγγομένους, ἀλλ' ἀποτυγχάνοντας μὲν ἀεὶ, μὴ δυσχεραίνοντας δὲ, ἀλλὰ σιγῇ φαινομένους μόνον ἡμῖν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀναισθητότεροι, τὴν ὑπερβολὴν τῆς ἐπιεικείας αἰδεσθέντες κατακαμπτόμεθα.
 [00394]  Οὐ γὰρ δὴ μόνον ταῖς εὐημερίαις ταῖς ἐκείνου συγκρίνων τὴν ἑαυτοῦ δυσπραγίαν, μείζονα τὴν αἴσθησιν ἐλάμβανε τῶν οἰκείων κακῶν, ἀλλὰ καὶ λογιζόμενος, ὅτι ὁ μὲν μετ' ὠμότητος καὶ ἀπανθρωπίας ζῶν, ἐν ἅπασιν εὐοδοῦται, οὗτος δὲ μετὰ ἀρετῆς καὶ ἐπιεικείας τὰ ἔσχατα πάσχει δεινά·
000-00-00 Serial Number=0177001297
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00088]  Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας τοῦ ∆εσπότου τοῦτό ἐστι σημεῖον.
000-00-00 Serial Number=0600630045
De confessione pretiosae crucis Ante [Go Back]  
 [00018]  Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας, καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου, τοῦτό ἐστι τὸ σημεῖον·
000-00-00 Serial Number=0058198392
De consubstantiali Ante [Go Back]  
 [00162]  ἐπιεικείας γὰρ τοῦτό ἐστιν·
000-00-00 Serial Number=0437629580
De fato et providentia Ante [Go Back]  
 [00330]  ἔπεισεν ἀμελῆσαι σωφροσύνης, ἐπιεικείας, τῆς ἄλλης ἀρετῆς, ἐποίησε φαύλους κατὰ τὸν βίον, πονηρῷ συζῶντας συνειδότι λοιπὸν, καὶ τὴν ἀμοιβὴν τῶν αὐτοῖς ἡμαρτημένων ἑτέροις μεταθεῖναι ζητοῦντας, δέον μεταβάλλεσθαι τῆς κακίας.
000-00-00 Serial Number=0230427325
De futurae vitae deliciis Ante [Go Back]  
 [00113]  Ἐτύπτετο, οὐ παρ' ἐλευθέρου τινὸς, ἀλλὰ παρ' οἰκέτου, μαστιγίου, καὶ οἰκοτρίβου, καὶ μετὰ τοσαύτης ἀποκρίνεται τῆς ἐπιεικείας ταῦτα.
000-00-00 Serial Number=0496260166
De incomprehensibili dei natura Ante [Go Back]  
 [00235]  Μὴ τοίνυν πρὸς ἐκείνους ἀγριαίνωμεν, μηδὲ θυμὸν προβαλλώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς διαλεγώμεθα·
 [00236]  οὐδὲν γὰρ ἐπιεικείας καὶ πραότητος ἰσχυρότερον.
 [00599]  ∆ιὰ δὴ ταῦτα παρακαλῶ πάντας ὑμᾶς καθάπερ τοὺς φρενίτιδι περιπεσόντας νόσῳ καὶ παραπαίοντας κατὰ δύναμιν τὴν ὑμετέραν πειρᾶσθαι θεραπεύειν μετὰ προσηνείας καὶ ἐπιεικείας αὐτοῖς διαλεγομένους·
000-00-00 Serial Number=0453583419
De jejunio sermones 1 Ante [Go Back]  
 [00205]  Καρποφόρον γῆν ἑαυτοὺς ἀποδείξωμεν, τὸν τῆς δικαιοσύνης ἐκφύοντες βλαστὸν, τὸν τῆς φιλανθρωπίας καὶ σωφροσύνης ἅμα τε καὶ ἐπιεικείας προσφέροντες καρπὸν, τὸν τῆς ἐξομολογήσεως πέπειρον βότρυν προσφέροντες Θεῷ.
000-00-00 Serial Number=0254648328
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00953]  ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος πολλάκις αὐτῷ ἐκέχρητο, καὶ ποθεινότερος μᾶλλον τῶν μετὰ ἐπιεικείας διαλεγομένων ἦν ὀργιζόμενος, πάντα μετὰ τοῦ προσήκοντος καιροῦ ποιῶν ὑπὲρ τοῦ κηρύγματος.
 [01059]  Ἐπειδὴ δὲ καὶ τῆς Ῥωμαίων ἐπέβη, κἀκεῖ πῶς μετὰ ἐπιεικείας διαλέγεται;
000-00-00 Serial Number=0019849598
De mansuetudine sermo Ante [Go Back]  
 [00024]  Ὅταν οὖν ὁ τῆς ἐπιεικείας διδάσκαλος πρῶτος φανῇ τὰ παραγγέλματα βεβαιῶν, ἅμα τε ὤφθη καὶ τοὺς μεμηνότας ἡμέρωσε, καὶ οὐδὲν αὐτῷ δεῖ νουθεσίας καὶ λόγων, ἀλλὰ πρίν τι φθέγξασθαι, τὴν εἰρήνην εἰσήγαγεν.
 [00110]  Ἐπειδὴ τοίνυν τοσούτους καὶ τοιούτους ἡγεμόνας ἐπιεικείας ἔχομεν, παρακαλέσωμεν ἑαυτοὺς καὶ ἀλλήλους τοῖς ἐκείνων ἴχνεσιν ἕπεσθαι, καὶ διὰ πραότητος τῷ Θεῷ λειτουργεῖν, ὡς ταύτην μᾶλλον ἀσμένως δεχομένῳ τὴν λειτουργίαν, ἢ τὰς ἄλλας ἁπάσας ἀρετάς.
000-00-00 Serial Number=0656557798
De mutatione nominum Ante [Go Back]  
 [00660]  ἀλλ' ἐννοήσας ὅτι εἰ καὶ μεγάλα αὐτῷ εἴργασται σημεῖα, ἀλλ' ὅμως ἀνθρωπίνης φύσεως μετέχει, ἣν πολλὰ λανθάνει πολλάκις, μετ' ἐπιεικείας ἐδέξατο τὴν συμβουλήν.
 [00666]  Ὅπερ οὖν συνιδὼν ὁ Μωϋσῆς ἤκουε μετὰ πάσης ἐπιεικείας ἐκείνου συμβουλεύοντος, καὶ λέγοντος·
000-00-00 Serial Number=0636997163
De paenitentia [1] Ante [Go Back]  
 [00959]  ∆ιόπερ οὐ διὰ τοῦτο χρὴ θαυμάζειν τοὺς ἁγίους, ὅτι τῆς θλίψεως αὐτῆς ἀκμαζούσης, οὕτως ἦσαν εὐλαβεῖς καὶ φιλόσοφοι, ἀλλ' ὅτι καὶ τοῦ χειμῶνος παρελθόντος καὶ γαλήνης γινομένης, ἐπὶ τῆς αὐτῆς ἔμενον ἐπιεικείας καὶ σπουδῆς.
000-00-00 Serial Number=0961487174
De precatione [1] Ante [Go Back]  
 [00123]  Ὅσης μὲν σοφίας, ὅσης δὲ ἀρετῆς, καὶ συνέσεως, καὶ καλοκαγαθίας, καὶ σωφροσύνης καὶ τρόπων ἐπιεικείας ἀναπίμπλησιν αὐτοὺς ἡ προσευχὴ καὶ ἡ δέησις! Ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἀρετῆς καὶ δικαιοσύνης ἀφορμὴν εἶναι τὴν προσευχὴν ἀποφαινόμενος, καὶ μηδὲν δύνασθαι τῶν συντελούντων εἰς εὐσέβειαν εἰσελθεῖν εἰς ψυχὴν προσευχῆς καὶ δεήσεως ἔρημον·
000-00-00 Serial Number=0378092825
De proditione Judae Ante [Go Back]  
 [00383]  Ταῦτα οὖν συνειδότες, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, κ.
 [00764]  Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος ∆εσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0395548820
De resurrectione mortuorum Ante [Go Back]  
 [00014]  Ὁ δὲ περὶ τῆς μελλούσης πεπεικὼς ἑαυτὸν κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης [50.419] μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν φεύγειν·
000-00-00 Serial Number=0228861988
De sacerdotio Ante [Go Back]  
 [00060]  Καὶ γάρ τινες τῶν ἐκεῖ παρόντων, ἀσχάλλοντα πρὸς τὴν σύλληψιν ὁρῶντες, ἠπάτησαν βοῶντες ὡς ἄτοπον εἴη τὸν μὲν θρασύτερον εἶναι δοκοῦντα παρὰ πᾶσιν ἐμὲ λέγοντες μετὰ πολλῆς τῆς ἐπιεικείας εἶξαι τῇ τῶν πατέρων κρίσει, ἐκεῖνον δὲ τὸν πολὺ συνετώτερον καὶ ἐπιεικέστερον θρασύνεσθαι καὶ κενοδοξεῖν σκιρτῶντα καὶ ἀποπηδῶντα καὶ ἀντιλέγοντα.
 [00612]  Τότε γὰρ οὐχ ἑαυτὸν μόνον, ἀλλὰ καὶ ἑτέρους πολλοὺς ἐπισύρει μεθ' ἑαυτοῦ πρὸς τὸν τῆς ἀπωλείας κρημνὸν καὶ περὶ τὴν τῆς ἐπιεικείας ἐπιμέλειαν ἀργοτέρους καθίστησι·
 [01399]  Τὸν δὲ προεστῶτα καλῶς, οὐδὲ τούτων δεῖ καταφρονεῖν, ἀλλὰ πρὸς ἅπαντας περὶ ὧν ἂν ἐγκαλῶσι διαλύεσθαι μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ πραότητος, συγγινώσκοντα μᾶλλον αὐτοῖς τῆς ἀλόγου μέμψεως ἢ ἀγανακτοῦντα καὶ ὀργιζόμενον.
 [01406]  Τίνι γὰρ ἂν ἐπέλθοι ποτὲ τοιαῦτα περὶ ἡμῶν ὑπονοεῖν καὶ ἀπὸ τῶν σημείων καὶ ἀπὸ τῆς ἐπιεικείας τῆς ἐν τῷ βίῳ, πάντων ἡμᾶς καὶ τιμώντων καὶ θαυμαζόντων;
000-00-00 Serial Number=0009379029
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00038]  Ἰδὼν τὰς τῶν λίθων βολὰς τοῖς ἱματίοις τοῖς ἑαυτοῦ περιβαλὼν ἀπέκρυψε τοῦ ἄρχοντος τὴν κεφαλὴν, ὁμοῦ τε τοὺς ἐχθροὺς τῇ τῆς ἐπιεικείας ἐντρέπων ὑπερβολῇ, καὶ τοὺς αὑτοῦ μαθητὰς παιδεύων, ὅσην περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν ἐπιδείκνυσθαι χρή·
000-00-00 Serial Number=0013958275
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00046]  οὐκ ἀπὸ ζώντων νεκροὺς ἐργάζεται, ἀλλ' ἀπὸ νεκρῶν ζῶντας κατασκευάζει, ἡμερότητος γέμων καὶ πολλῆς τῆς ἐπιεικείας.
000-00-00 Serial Number=0399329424
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01646]  Οὐδὲν τοιοῦτον οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ' ἐπιεικείας πάντα ἔφερε.
 [03025]  ἀρκοῦσαν ἀπόδειξιν παρέσχε διὰ τῆς τοῦ ὕδατος παροχῆς τῆς τῶν τρόπων ἐπιεικείας.
 [03715]  Εἰ δὲ ἀληθεύων εἴπῃ, σὺ δὲ μετ' ἐπιεικείας ἐνέγκῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρῶς καὶ καταγνῷς τῶν πεπλημμελημένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν.
 [03725]  Ὢ πόση διὰ τῆς τῶν ἐκείνου ῥημάτων ἐπιεικείας τῷ τεθηριωμένῳ τούτῳ ἀθρόον γέγονεν ἡ μεταβολή! ὁ γὰρ μηδὲ ἀπὸ ψιλοῦ τοῦ ὀνόματος ἀνεχόμενος αὐτὸν καλέσαι ποτὲ, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ μισῶν τὴν προσηγορίαν, καὶ εἰς συγγένειαν αὐτὸν ἤγαγε, τέκνον αὐτὸν προσειπὼν, καὶ πρὸς αὐτὸν τὸν φθόγγον διεθερμαίνετο τῆς φωνῆς.
 [06057]  ὁ δὲ περὶ τῆς μελλούσης ἑαυτὸν πεπεικὼς κρίσεως, καὶ τὸ φοβερὸν δικαστήριον ἐκεῖνο πρὸ τῶν ὀφθαλμῶν ἔχων, καὶ τὰς ἀπαραιτήτους εὐθύνας, καὶ τὴν ἀπαραλόγιστον ψῆφον, παντὶ τρόπῳ πειράσεται σωφροσύνης μὲν καὶ ἐπιεικείας ἀντέχεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἀκολασίαν δὲ καὶ θρασύτητα καὶ τὴν ἄλλην ἅπασαν πονηρίαν ἐκφυγεῖν.
 [06623]  Καὶ γὰρ τὸ παιδίον, ἕως μὲν ἂν ὑπὸ παιδαγωγοῦ τινος ἄγηται φοβεροῦ, κἂν σωφρονῇ, κἂν μετ' ἐπιεικείας ζῇ, θαυμαστὸν οὐδὲν, ἀλλὰ τῷ τοῦ παιδαγωγοῦ φόβῳ τὴν σωφροσύνην τοῦ νέου λογίζονται πάντες·
 [06914]  Τίνα ἂν ἕτερον εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας ἡμᾶς διαλέγεσθαι βουλομένους, ἀγαπητοὶ, ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον, καὶ ἐπὶ τούτῳ μάλιστα θαυμαστωθέντα;
 [08517]  Ἐπειδὴ γὰρ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη αὐτῷ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαῤῥεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων, καὶ τεκμήρια τούτου παρέσχε τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων, καὶ τὴν προδοσίαν ἐλέγξαι, καὶ τὴν ἄλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον, καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι, καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται·
 [09339]  Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ ∆εσπότου τοῦτό ἐστι τὸ σημεῖον·
000-00-00 Serial Number=0733389318
Epistulae Ante [Go Back]  
 [03106]  ἐπειδὴ δὲ τοιοῦτος καὶ οὕτω βεβιωκὼς, ὡς ἅπασα οἶδεν ἡ πόλις, μετ' ἐπιεικείας, μετὰ χρηστότητος, τὸ δίκαιον ἀεὶ τιμήσας, παῤῥησίᾳ τῇ προσηκούσῃ χρησάμενος, ἐλευθερίᾳ, ἀνδρείᾳ, οὐδὲν τὰ παρόντα ἡγησάμενος, ἀλλ' ἀλλότριος τῆς βιωτικῆς γενόμενος φροντίδος, ἀγάλλεσθαι χρὴ, ἐκείνῳ τε συνήδεσθαι, τῇ τε θαυμασιότητι τῇ σῇ, ὅτι τοιοῦτον προέπεμψας ἀδελφὸν, ἐν ἀσύλῳ λοιπὸν θησαυρῷ, ἅπερ ἔχων ἀπῆλθεν, ἔχοντα τὰ ἀγαθά.
000-00-00 Serial Number=0198189616
Expositiones in Psalmos Ante [Go Back]  
 [00949]  Τὸν φονικὸν ἐνταῦθά φησι, τὸν ἐπιβουλεύοντα, τὸν ὕπουλον, τὸν ἄλλα μὲν ἐπὶ στόματος φέροντα, ἕτερα δὲ ἐπὶ τῆς διανοίας, τὸν περικείμενον προσωπεῖον ἐπιεικείας, τὰ δὲ λύκων ἐπιδεικνύμενον, οὗ χεῖρον οὐκ ἂν γένοιτο οὐδέν.
 [07531]  Ὑπὲρ δὲ τῆς ἀδελφῆς πάλιν λοιδορησάσης αὐτὸν, ὅσην τίθεται τὴν ἱκετηρίαν! Καὶ πολλαχόθεν ἑτέρωθεν ἴδοι τις ἂν αὐτοῦ τὴν πραότητα, ὅτε καὶ τῆς γῆς ἐκπεσὼν, καὶ εἰς τὴν Παλαιστίνην κωλυθεὶς εἰσελθεῖν, μετὰ πάσης ἐπιεικείας διαλέγεται τοῖς Ἰουδαίοις.
000-00-00 Serial Number=0590348780
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00791]  Τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐπελάβετο τῶν οἰκείων ἁμαρτημάτων, οὔτε μετὰ ἐπιεικείας ἡμάρτανεν.
000-00-00 Serial Number=0491691113
Fragmenta in Job Ante [Go Back]  
 [01197]  εἰ καὶ μηδὲν ἕτερον, μήτε φιλία, μήτε εὐεργεσία, μήτε ἄλλο μηδὲν ὑμᾶς ἐπιεικεστέρους ποιεῖ, αὐτὴ τῶν ἐμῶν τραυμάτων ἡ θεωρία πολλῆς ὑμᾶς ὤφειλεν ἐμπλῆσαι τῆς ἐπιεικείας.
000-00-00 Serial Number=0241704643
Fragmenta in Proverbia Ante [Go Back]  
 [01003]  ἐκεῖνο δὲ, ἐπιεικείας·
000-00-00 Serial Number=0567042470
In Acta apostolorum Ante [Go Back]  
 [02122]  Ἀλλὰ ταῦτα μὲν περὶ ἐπιεικείας καὶ θυμοῦ·
 [03056]  Θὲς τῷ θυμουμένῳ νόμον μηδέποτε ὀμνύναι, καὶ οὐκ ἀναγκασθήσῃ περὶ ἐπιεικείας αὐτῷ διαλεχθῆναι.
 [04199]  Πάλιν μετ' ἐπιεικείας αὐτοῖς διαλέγονται·
 [04203]  Πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ μετὰ ἐπιεικείας πολλῆς ἀποκρίνονται.
 [04289]  Καὶ τοῦτο δὲ αὐτὸ τὸ μὴ τυφωθῆναι, τὸ μὴ κενοδοξῆσαι, πόσον ἐστὶν ἀγαθόν! τὸ μετὰ ἐπιεικείας διαλέγεσθαι, πόσον ἐστὶ κέρδος! Οὐ γὰρ δὴ πάντα τῆς χάριτος ἦν, ἀλλὰ καὶ τῆς αὐτῶν σπουδῆς πολλὰ τὰ τεκμήρια.
 [04525]  Ὅρα δή μοι τὸν Γαμαλιῆλον ἐνταῦθα πῶς μετ' ἐπιεικείας διαλέγεται καὶ βραχέα διέξεισι πρὸς αὐτοὺς, καὶ οὐ λέγει παλαιὰ διηγήματα, καίτοι γε ἔχων, ἀλλὰ νεώτερα, ἃ μάλιστα πρὸς πίστιν ἦσαν ἰσχυρά.
 [04882]  Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας ἡ ἐρώτησις, καὶ οὐδὲν τέως φορτικὸν ἔχουσα;
 [05164]  ἂν δὲ μετὰ ἐπιεικείας, ἑαυτοῦ καταγνώσεται, τὸ δὲ προηγούμενον, ἀποδέξεταί σε ὁ Θεὸς, καὶ οὕτω δυνήσῃ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05299]  Ὁρᾷς, πῶς μετὰ ἐπιεικείας διαλέγεται, καὶ πῶς δείξας τὸν θυμὸν ἐπ' ἐκείνου, δείκνυσι τὸ ἥμερον ἐπὶ τούτου;
 [05806]  κἂν δάκνηται, τῆς ἐπιεικείας μὴ ἀφίστασθαι·
 [06878]  Συμβιβάζων, φησὶ, τουτέστι, μετ' ἐπιεικείας διδάσκων.
 [08091]  Καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός.
 [09714]  Καὶ περὶ μετανοίας δὲ, καὶ περὶ ἐξομολογήσεως, καὶ περὶ ἐλεημοσύνης, καὶ περὶ ἐπιεικείας, καὶ περὶ σωφροσύνης, καὶ περὶ πάντων εὑρήσει πολλὰ παραδείγματα.
 [09767]  Οὐδὲν γὰρ ἴσον ἐπιεικείας, ἣ καὶ τοῖς κεκτημένοις, καὶ τοῖς χρωμένοις σφόδρα ἐστὶ χρησίμη.
 [09828]  Εἶδες πῶς πολλῆς ἐπιεικείας ἡ παῤῥησία γέμει;
 [09930]  Πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα.
 [09999]  μετὰ ἐπιεικείας ἀποκρινόμενος, Οὐ μαίνομαι, φησὶ, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.
 [09999]  Ὅσῳ ἂν χαλεπώτερα ὑβρίζῃ, τοσούτῳ πλείονος ἐπιεικείας δεῖται·
 [09999]  Σκόπει αὐτὸν πάλιν μετὰ ἐπιεικείας διαλεγόμενον.
 [09999]  ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος.
 [09999]  Ἀρκοῦσα αὕτη κατηγορία τῆς ἐκείνων προπετείας, καὶ ἀξία τῆς τῶν ἀποστόλων ἐπιεικείας οὐδὲν μακρότερον εἰρηκότων.
 [09999]  ἀλλὰ μὴ ὀργισθῇς, ἀλλὰ κήρυξον τὸν λόγον διὰ τῆς ἐπιεικείας.
 [09999]  Ὥστε καὶ ἀπὸ τῆς ἐπιεικείας θαυμασθῆναι αὐτοὺς ἐχρῆν.
 [09999]  Ὅρα γοῦν, πρὸς ἐκείνους μεθ' ὅσης ἐπιεικείας διαλέγεται.
 [09999]  ἢ καὶ ἀληθῶς τοῦτο ἐπιεικείας τεκμήριον, εἰ παρὸν πολλὰ εἰπεῖν, ὑπὲρ τοῦ μὴ ἐνοχλεῖν ὀλίγα τις λέγοι.
000-00-00 Serial Number=0052393734
In Genesim sermo 3 Ante [Go Back]  
 [00090]  Ῥομφαία ἐστὶ λυομένη, ἐν προθύροις τῆς τοῦ Θεοῦ βασιλείας ἱσταμένη, καὶ ἐκθαμβοῦσα τοὺς μὴ μετὰ ἐπιεικείας καὶ πραότητος αὐτὴν εἰσδεχομένους·
000-00-00 Serial Number=0649745703
In Genesim sermones Ante [Go Back]  
 [00529]  Ἀλλ' ὅμως οὐδὲ νόμων δεῖται ὁ μετ' ἐπιεικείας ζῶν·
 [01118]  Καὶ γὰρ οἱ Μανιχαῖοι, οἱ κύνες, οἱ ἐννεοὶ καὶ λυττῶντες, τὸ σχῆμα μὲν ἐπιδείκνυνται ἐπιεικείας, τὴν χαλεπὴν δὲ ἔνδον ἔχουσι τῶν κυνῶν μανίαν, καὶ κατακρύπτουσι τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον.
000-00-00 Serial Number=0384972513
In Heliam et viduam Ante [Go Back]  
 [00164]  αὕτη γὰρ οὐχὶ τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέρους πρὸς τιμωρίαν ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς ὑπήκουσε τῆς ἐπιεικείας.
000-00-00 Serial Number=0534943938
In Isaiam Ante [Go Back]  
 [02383]  ∆ιὰ δὴ τοῦτο καὶ ὁ μεγαλοφωνότατος οὗτος Ἡσαΐας, ἐπειδὴ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη τῷ βασιλεῖ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαρρεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων καὶ τεκμήρια τούτου παρέσχεν αὐτῷ, τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων καὶ τὴν προδοσίαν ἐλέγξαι καὶ τὴν ἅλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι' ὑπερβολὴν ἀπιστίας προτρέπεται·
000-00-00 Serial Number=0205574095
In Joannem Ante [Go Back]  
 [02666]  Ἀλλ' οὐδὲν τούτων εἶπεν, οὐδὲ ἐνεκάλεσεν ὁ μακάριος Ἰωάννης, οὐδὲ ὠνείδισεν, ἀλλὰ μετὰ ἐπιεικείας ἁπάσης ἀποκρίνεται πρὸς αὐτούς.
 [02751]  τὸν δὲ μετ' ἐπιεικείας πρότερον τὰς οὐκ οὔσας ὑπονοίας ἀναιροῦντα, καὶ τότε τὴν οὖσαν τιθέντα;
 [04269]  Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ διήλεγξεν, οὐδὲ τῆς αὐτοῦ διδασκαλίας ἀπεστέρησεν, ἀλλὰ καὶ μετὰ πολλῆς αὐτῷ τῆς ἐπιεικείας διαλέγεται, καὶ δόγματα αὐτῷ παρανοίγει τὰ σφόδρα ὑψηλὰ, αἰνιγματωδῶς μὲν, παρανοίγει δὲ ὅμως, Πολλῷ γὰρ μᾶλλον οὗτος συγγνώμης ἄξιος ἦν τῶν διὰ πονηρίαν τοῦτο ποιούντων.
 [05751]  Ἀλλ' οὐδὲν τούτων εἶπεν, ἀλλὰ μετ' ἐπιεικείας ἀποκρίνεται πολλῆς, καὶ ἐν ἀρχῇ καὶ μετὰ ταῦτα.
 [05772]  Ἀλλ' οὐχ ἡ γυνὴ τοῦτον αὐτῷ τὸν τρόπον προσφέρεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας ἐν μέσῳ καύματι, καὶ ἐν
000-00-00 Serial Number=0269550323
In Psalmum 139 Ante [Go Back]  
 [00019]  τὰ μὲν γὰρ θηρία προφανῆ τὴν πονη ρίαν κέκτηνται, οἱ δέ γε πονηροὶ ἄνθρωποι κρύπτουσι τὴν πονηρίαν τῷ σχήματι τῆς ἐπιεικείας.
000-00-00 Serial Number=0537521541
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00145]  Καὶ ὅρα μεθ' ὅσης συνέσεως καὶ ἐπιεικείας εἰς τὴν διόρθωσιν ἐνέβαλεν.
000-00-00 Serial Number=0291408181
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05641]  Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαῤ ῥῶ εἰς ὑμᾶς.
 [05674]  ∆ιὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ.
 [07963]  Καὶ γὰρ ἔμπροσθεν ἔλεγεν, Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ·
000-00-00 Serial Number=0543847382
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01205]  Ὅταν γὰρ ὑβρισθεὶς μὴ ἀνθυβρίσῃ, οὐχὶ σχεδὸν ἐνέπηξε καὶ ἐνεχάραξε τῆς ἐπιεικείας αὐτοῦ τὴν αἰδὼ εἰς τὴν τοῦ ὑβρίζοντος ψυχήν;
000-00-00 Serial Number=0681732416
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01396]  Ὁ γὰρ σφοδρὸς ἔλεγχος, ὅταν μετ' ἐπιεικείας γένηται, οὗτός ἐστιν ὁ μάλιστα δακεῖν δυνάμενος.
000-00-00 Serial Number=0269969404
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05472]  ὁ δὲ ὑπομένων καὶ ἑλκόμενος [61.152] καὶ μετ' ἐπιεικείας ἀγωνιζόμενος, οὐχ ὡς ἀνδρεῖος θαυμάζεται μόνον, ἀλλὰ καὶ ἐπὶ τῇ σωφροσύνῃ καὶ τῇ ἐπιεικείᾳ οὐχ ἧττον ἀνακηρύττεται·
 [06597]  Καὶ τῷ μὲν εὐχομένῳ καὶ τὸν Θεὸν καλοῦντι, καὶ μετ' ἐπιεικείας προσιόντι οὐδὲ, ἀποκρίνεσθαι ἀξιοῖς οὐδὲ ἐμβλέψαι, ἀλλὰ καὶ τὰ φορτικὰ ἐκεῖνα πρὸς αὐτὸν φθέγγῃ ῥήματα, ὅταν συνεχῶς ἐνοχλήσῃ·
 [08348]  Ἀλλ' ἐγὼ νῦν ὀδύρομαι μέγα, ὅταν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ἡμῶν τῶν κελευσθέντων ἀγγέλους μιμεῖσθαι, μᾶλλον δὲ τῶν κελευσθέντων αὐτὸν τὸν Θεὸν ζηλοῦν κατὰ τὸν τῆς ἐπιεικείας λόγον.
 [09999]  Εἶδες μεθ' ὅσης ἐπιεικείας ἄρχεται;
000-00-00 Serial Number=0437082171
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02808]  τουτέστι, μὴ ἀπὸ ἐξουσίας, μηδὲ ἀπὸ αὐθαδείας ἐπιπλήσσετε, ἀλλὰ μετὰ ἐπιεικείας, μετὰ ἡμερότητος.
000-00-00 Serial Number=0327772677
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02758]  Ἐνταῦθα οὐκέτι ἐπιεικείας χρεία, ἀλλ' αὐθεντίας, ἵνα μὴ τῷ κοινῷ λυμαίνηται.
 [03703]  Ἀπὸ πολλῆς ἐπιεικείας·
 [03775]  Ἐκείνοις μὲν οὖν μετὰ πολλῆς τῆς ἐπιεικείας ὑποτάττεσθαι παραινεῖ, τοῖς δὲ δεσπόταις ἀνεῖναι τὸν φόβον παρακαλεῖ, Ἀνιέντες, λέγων, τὴν ἀπειλήν.
000-00-00 Serial Number=0917114735
In epistulam ad Ephesios Ante [Go Back]  
 [04432]  Σπουδάσει τοίνυν ὑπερβαλέσθαι τῷ μέτρῳ, ἵνα τὴν ἐλάττωσιν, ἣν ἐκ τοῦ δεύτερος ἐλθεῖν ἐπὶ τὴν ἀνταπόδοσιν ὑπέμεινε, τῇ τῆς ἀντιδόσεως ὑπερβολῇ κατακρύψῃ, καὶ τὴν ἀπὸ τοῦ χρόνου γενομένην αὐτῷ ἐλάττωσιν τοῦ προτέρου παθόντος κακῶς, ταύτην ἀπὸ τῆς καθ' ὑπερβολὴν ἐπιεικείας κοινὴν ἐργάσηται.
 [04454]  Ὅταν γὰρ οἱ μηδὲν παθόντες δεινὸν, διὰ τὴν ὑπερβολὴν τῆς σῆς ἐπιεικείας ὡς ἠδικημένοι συναλγῶσι καὶ συμπάσχωσι, πάσης ὑποψίας καθαρὰ αὕτη ἡ ἐκδικία.
 [05867]  Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας καὶ γένους λαμπροῦ, οὐχ εἱλόμην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστροφῆς, τῆς κοσμιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύνης.
000-00-00 Serial Number=0052347839
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00008]  Τὸ γὰρ μετ' ἐπιεικείας ἀεὶ τοῖς μαθητευομένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυμεῶνος ἂν εἴη καὶ πολεμίου.
 [00346]  [61.624] νων ἂν εἶεν, καίτοι γε ἔργα εἶχον οὕτω πονηρὰ, ὡς τοὺς μαθητὰς κελεῦσαι μὴ ζηλοῦν, μηδὲ μιμεῖσθαι ἐκεῖνα, τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ τοὺς τῆς Ἐκκλησίας προέδρους τοὺς τῇ χάριτι τοῦ Θεοῦ μετ' ἐπιεικείας ζῶντας διαπτύοντες καὶ καταπατοῦντες;
 [02139]  δηλῶν ὅτι καὶ τῷ Πνεύματι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι μετ' ἐπιεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ.
000-00-00 Serial Number=0874370694
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08363]  Εἰ δὲ ὅλως βούλει ἀρέσκειν τῷ ἀνδρὶ, ἔστι δι' ὧν ἀρέσκεις, δι' ἐπιεικείας, διὰ πραότητος, διὰ κοσμιότητος.
000-00-00 Serial Number=0912635624
In epistulam ad Philippenses Ante [Go Back]  
 [01488]  Ὅταν δὲ κἀκεῖνος ὁ τοσαύτης ἀπολαύων τιμῆς παρὰ σοῦ, φησὶν, οὕτω πρὸς σὲ διακέηται, ἐννόησον πῶς τεῖχός ἐστι διπλοῦν ἐπιεικείας.
 [04360]  Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονηροὺς ἀπεχθῶς διακεῖσθαι, παραινεῖ τοίνυν αὐτοῖς μηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ μετὰ πολλῆς αὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ μὴν τοῖς ἀδελφοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἐχθροῖς καὶ τοῖς ἐναντίοις.
000-00-00 Serial Number=0722340345
In epistulam ad Romanos Ante [Go Back]  
 [09020]  ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ μηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡμῖν διὰ τῆς ἁγιωσύνης ἡμῶν, διὰ τῆς ἐπιεικείας.
 [09471]  Τὸ γὰρ ἀγαθὸν ὑμῶν ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ ἡνῶσθαι, τὸ συνδεδέσθαι, τὸ μετ' εἰρήνης, τὸ μετ' ἐπιεικείας ζῇν.
000-00-00 Serial Number=0207227647
In epistulam ad Titum Ante [Go Back]  
 [00887]  Εἰ δὲ τὸν δοῦλον θεάσοιντο τὸν ἐν Χριστῷ φιλοσοφοῦντα, τῶν παρ' αὐτοῖς φιλοσοφησάντων μείζονα τὴν ἐγκράτειαν ἐπιδεικνύμενον, καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ τῆς εὐνοίας διακονούμενον, παντὶ τρόπῳ θαυμάσεται τὴν δύναμιν τοῦ κηρύγματος.
 [00946]  Ἀπὸ γὰρ τῆς αὐτῆς ἐπιεικείας, ἀφ' ἧς τὸν δεσπότην εἷλεν, ἀπὸ τῆς αὐτῆς καὶ τὸν ἀρχιδεσμοφύλακα·
 [00964]  Οὐδὲν γὰρ ἐμμελέστερον τρόπων, οὐδὲν ἡδύτερον, οὐδὲν γλυκύτερον ἐπιεικείας καὶ πραότητος καὶ ὑπακοῆς·
000-00-00 Serial Number=0948061347
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00719]  Ἐνενόουν πρὸς ἑαυτοὺς, ὅτι ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ οὐχ οὕτω τὰ πράγματα ᾠκονομήθη, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἄθλους καὶ τοὺς μισθοὺς εὐθέως ἀπελάμβανον οἱ μετ' ἐπιεικείας καὶ σωφροσύνης προῃρημένοι ζῇν.
000-00-00 Serial Number=0326573431
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00323]  Καίτοι γε εἰ ἀνῃρήκει τότε τὸν Σαοὺλ, καὶ οὕτως αὐτῷ φιλοσοφίας ἐγκώμιον ἀκέραιον ἔμενεν ἂν, οὐ μόνον ὅτι ἠμύνατο, οὐκ αὐτὸς ἄρχων χειρῶν ἀδίκων, ἀλλ' ὅτι καὶ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, μετὰ πολλῆς ἐνίκα τῆς ἐπιεικείας.
 [00327]  τὸν δὲ τὰ μὲν παρελθόντα πάντα πολλὰ ὄντα καὶ χαλεπὰ ἀφέντα, ὑπὲρ δὲ τοῦ μέλλοντος δεδοικότα καὶ προκατασκευάζοντα ἀσφάλειαν ἑαυτῷ, καὶ διὰ τοῦτο ἀναγκαζόμενον ἐπὶ τὴν ἄμυναν ἀνέρχεσθαι, οὐδεὶς ἂν τῶν τῆς ἐπιεικείας ἀποστερήσειε στεφάνων.
000-00-00 Serial Number=0825497627
In illud Vidi dominum Ante [Go Back]  
 [01221]  Ἀλλ' οὐκ ἐποίησεν οὕτως ὁ Θεός, ἀλλὰ πρότερον λόγους προσήγαγε πολλῆς ἐπιεικείας γέμοντας διὰ τοῦ ἱερέως.
000-00-00 Serial Number=0112843692
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00020]  Τριάκοντα γοῦν καὶ ὀκτὼ ἔτη ἀῤῥωστίᾳ παλαίων ἀνιάτῳ καὶ μαστιζόμενος διηνεκῶς, οὐκ ἐδυσχέρανεν, οὐκ ἀφῆκε ῥῆμα βλάσφημον, οὐ κατηγόρησε τοῦ πεποιηκότος, ἀλλὰ γενναίως καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν συμφορὰν ἔφερεν ἐκείνην.
 [00026]  Ὅταν γὰρ ἀκούσῃς ὅτι ἐπιστάντι Χριστῷ καὶ οὐκ ὄντι γνωρίμῳ, ἀλλ' ἀνθρώπῳ νομιζομένῳ ψιλῷ, μετὰ τοσαύτης ἐπιεικείας διελέγετο αὐτῷ, καὶ τὴν ἔμπροσθεν αὐτοῦ φιλοσοφίαν δυνήσῃ θεάσασθαι.
 [00030]  Οὐδὲν τοιοῦτον οὐδὲ εἶπεν, οὐδὲ ἐν [51.50] ενόησεν, ἀλλὰ μετ' ἐπιεικείας·
000-00-00 Serial Number=0835949540
In principium Actorum Ante [Go Back]  
 [00650]  Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι, καὶ μετ' ἐπιεικείας διαλέγεται·
000-00-00 Serial Number=0098699868
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00051]  ταῦτα δὲ πραέως ὑπέμεινέ τε καὶ ἔπασχεν, ἡμῖν ὑπογραμμὸν παρέχων, καὶ διδάσκαλος ἐπιεικείας γενόμενος.
000-00-00 Serial Number=0451745272
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00051]  ταῦτα δὲ πραέως ὑπέμεινέ τε καὶ ἔπασχεν, ἡμῖν ὑπογραμμὸν παρέχων, καὶ διδάσκαλος ἐπιεικείας γενόμενος.
000-00-00 Serial Number=0656219900
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00383]  Μετὰ πλείονος τῆς ἐπιεικείας διαλέγεται.
000-00-00 Serial Number=0189463496
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00068]  Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον·
000-00-00 Serial Number=0337230265
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02333]  Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πειρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύτερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας.
 [02345]  Περὶ κριτοῦ συνετοῦ καὶ ἄφρονος, περὶ ὑπερηφανίας, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ ἀκρίτως καὶ ἀνεξετάστως μέμφεσθαι.
 [02384]  περὶ τῆς τῶν εἰς αὐτὸν πιστευόντων ἐπιεικείας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»