Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐνέργειαν [111]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐνέργειαν


000-00-00 Serial Number=0736686289
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01076]  Εἰ γὰρ καὶ πολλῷ βελτίων ἡμῶν ὁ δίκαιος, ἀλλὰ καὶ πρὸς πολλῷ μείζονα τὴν ἐνέργειαν παρετάξατο·
000-00-00 Serial Number=0371037960
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00388]  [7.29] Εἰ δέ τις προσθείη τὰς νύκτας ταῖς ἡμέραις ἐγρηγορὼς καὶ ἐργαζόμενος ἢ καὶ ἀργῶν καὶ ἐπὶ πλέον τοῦτο ποιήσειεν, ἀποθανεῖται εὐθέως ἤ, εἰ μὴ τοῦτο, νόσῳ πάντως μακρᾷ παραδοθείς, οὐδὲν ἀπὸ τῆς ἡμέρας καρπώσεται εἰς τὴν τῆς οἰκείας χρείας ἐνέργειαν, τῆς δυνάμεως αὐτῷ κατασβεσθείσης.
000-00-00 Serial Number=0648585975
Ad illuminandos catecheses Ante [Go Back]  
 [00146]  ∆υνατὸν μὲν οὖν τῷ Θεῷ οὐχὶ πηλίνους ὄντας μόνον διορθῶσαι διὰ λουτροῦ παλιγγενεσίας, ἀλλὰ καὶ τὴν τοῦ Πνεύματος δεξαμένους ἐνέργειαν, καὶ διολισθήσαντας διὰ μετανοίας ἠκριβωμένης πρὸς τὸ ἀρχαῖον ἐπαναγαγεῖν.
000-00-00 Serial Number=0211632848
Ad populum Antiochenum Ante [Go Back]  
 [01423]  ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν.
 [01425]  μετέβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν τῶν νεανίσκων ἡ εὐλάβεια, μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ' ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως τὴν ἐνέργειαν ἔστησεν.
 [03084]  Καθάπερ γὰρ τὸ ὄστρακον ἐκ πηλοῦ καὶ πυρὸς γίνεται, οὕτω δὴ καὶ τὸ σῶμα τῶν ἁγίων ἐκείνων πήλινον ὂν, καὶ τοῦ πνευματικοῦ πυρὸς δεξάμενον τὴν ἐνέργειαν, γέγονεν ὄστρακον.
000-00-00 Serial Number=0522919476
Adversus Judaeos Ante [Go Back]  
 [02006]  μὴ τὰ ἄλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν, αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως;
000-00-00 Serial Number=0025277853
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00408]  Ὁ μὲν γὰρ ἥλιος μυρίων ἐν τῇ γῇ κειμένων νεκρῶν ἐκχεῖται κατὰ τῆς οἰκουμένης καὶ οὐδαμοῦ συστέλλει τὰς ἀκτῖνας οὐδὲ τὴν ἐκ τούτων ἐνέργειαν διὰ τοὺς μολυσμούς, ὁ δὲ θεὸς ὁ ὑμέτερος βίους μὲν αἰσχροὺς καὶ μαγγανείας καὶ φόνους οὐκ ἀποστρέφεται οὐδὲ μισεῖ ἀλλὰ καὶ ἀγαπᾷ καὶ ἀσπάζεται καὶ φιλεῖ, σώματα δὲ ἐκτρέπεται τὰ ἡμέτερα.
 [00697]  [126] Ὅπερ καὶ τότε γέγονε καὶ ὁ μὲν τύραννος οὕτω τὸν βίον κατέλυσε, τῆς δὲ μανίας αὐτοῦ καὶ τῆς δυνάμεως τοῦ μακαρίου Βαβύλα ἕστηκεν ὑπομνήματα ὅ τε νεὼς καὶ τὸ μαρτύριον ὁ μὲν ἔρημος ὢν τὸ δὲ αὐτὴν ἔχον ἐνέργειαν ἥνπερ καὶ πρότερον.
000-00-00 Serial Number=0897047937
De Davide et Saule Ante [Go Back]  
 [00708]  οὕτως οἱ παῖδες οἱ τρεῖς τὴν ἐνέργειαν τοῦ πυρὸς ἔσβεσαν διὰ τῶν ὕμνων ἐκείνων καὶ διὰ τῆς φωνῆς.
000-00-00 Serial Number=0082702041
De beato Abraham Ante [Go Back]  
 [00243]  Τοιοῦτον γὰρ τὸ στοιχεῖον, ὅταν νεύσῃ ὁ Θεὸς, καὶ αὐτὰ τῆς οἰκείας φύσεως ἐπιλανθάνεται, καὶ τὴν ἐνέργειαν χαλινοῖ.
000-00-00 Serial Number=0310346663
De incomprehensibili dei natura Ante [Go Back]  
 [00535]  Ὥστε καὶ οὗτοι, εἰ μὴ παντελῶς ἔρημοι τῆς τοῦ Πνεύματος ἦσαν βοηθείας καὶ τὴν ἐνέργειαν αὐτοῦ πᾶσαν ἐκ τῆς ἑαυτῶν ἀπώσαντο ψυχῆς, οὐκ ἄν, Παύλου λέγοντος·
000-00-00 Serial Number=0711091995
De mutatione nominum Ante [Go Back]  
 [00235]  καὶ ἀλλαχοῦ πάλιν ἔλεγεν, ὅτι Τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ μάλιστα ἔδειξεν εἰς ἡμᾶς τοὺς πιστεύοντας.
000-00-00 Serial Number=0945318401
De precatione [1] Ante [Go Back]  
 [00131]  Ὅταν οὖν μάθῃς ὅτι καὶ Θεῷ λαλεῖς, καὶ Πνεύματος ἐνέργειαν ἐδέξω, διαλέγεσθαι μέλλων, οὐδεμίαν δώσεις τῷ διαβόλῳ πάροδον ἐπὶ τὴν ψυχὴν τὴν ἡγιασμένην ὑπὸ τοῦ Πνεύματος.
000-00-00 Serial Number=0870751977
De prophetiarum obscuritate Ante [Go Back]  
 [00606]  Ὥσπερ γὰρ σαρκικὸν καλεῖ τὸν τῇ σαρκὶ δουλεύοντα, οὕτω ψυχικὸν καλεῖ τὸν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις τὰ πράγματα ἐπιτρέποντα, καὶ μὴ δεχόμενον τοῦ Πνεύματος τὴν ἐνέργειαν.
000-00-00 Serial Number=0397612870
De resurrectione mortuorum Ante [Go Back]  
 [00325]  καίτοι τί δυσκολώτερον, ἀπὸ γῆς ποιῆσαι σάρκας καὶ φλέβας καὶ δέρμα καὶ ὀστᾶ καὶ ἶνας καὶ νεῦρα καὶ ἀρτηρίας, καὶ τὰ ὀργανικὰ, καὶ τὰ ἁπλᾶ σώματα, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, πόδας καὶ χεῖρας, καὶ ἑκάστῳ τούτων καὶ ἰδίαν καὶ κοινὴν ἐνθεῖναι τὴν ἐνέργειαν, ἢ φθαρτὰ γενόμενα ἀθάνατα ἐργάσασθαι;
000-00-00 Serial Number=0345045328
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01093]  ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν.
 [01097]  μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ', ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως, τὴν ἐνέργειαν ἔστησεν·
 [03026]  Εἶτα, ἐπειδὴ εἶδε διὰ τῶν ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου;
 [08446]  Τοῦ γὰρ ὀφείλοντος ζηλοτυπεῖν μνηστῆρος, οὐ μόνον οὐ θριαμβεύοντος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσι ποιεῖ, ὡς ὅτιπερ πεισθέντος αὐτοῦ ἐκ Πνεύματος ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγεννημένου, κατέσχε καὶ ἐξυπηρέτησεν.
 [09451]  Ἀλλὰ καὶ τὸν ἐγκεχειρισμένον τὴν ἐνέργειαν τῶν θείων μυστηρίων μετὰ πολλῆς θεραπεύωμεν τῆς τιμῆς·
000-00-00 Serial Number=0606202543
Epistula ad abbatem Ante [Go Back]  
 [00111]  Χρὴ οὖν ἀσφαλίζεσθαι καὶ ἡνιοχεῖν τὸν νοῦν καὶ χαλιναγωγεῖν αὐτὸν καὶ πάντα λογισμὸν καὶ πᾶσαν ἐνέργειαν κολάζειν διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου.
000-00-00 Serial Number=0449867129
Epistula ad monachos Ante [Go Back]  
 [00009]  Χρὴ οὖν ἀσφαλίζεσθαι καὶ ἡνιοχεῖν τὸν νοῦν καὶ χαλιναγωγεῖν αὐτὸν καὶ πάντα λογισμὸν καὶ πᾶσαν τοῦ πονηροῦ ἐνέργειαν κολάζειν διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
000-00-00 Serial Number=0224964678
Expositiones in Psalmos Ante [Go Back]  
 [03020]  Ὁ γὰρ μηδὲ ὅλην αὐτοῦ τὴν ἐνέργειαν κινήσας, ὅτε τὸν οὐρανὸν ἔδει ποιῆσαι·
 [03228]  Ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπιφάνειαν αὐτοῦ δηλοῖ, τὴν εὐκολίαν αὐτοῦ τῆς ἰσχύος.
 [04257]  οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν.
 [04783]  Ὁ γὰρ μηδὲ ὅλην αὐτοῦ τὴν ἐνέργειαν κινήσας, ὅτε τὸν οὐρανὸν ἔδει ποιῆσαι·
 [04991]  Ἐνταῦθα γὰρ τὴν ἐνέργειαν, τὴν ἐπιφάνειαν αὐτοῦ δηλοῖ, τὴν εὐκολίαν αὐτοῦ τῆς ἰσχύος.
 [06020]  οἱ δὲ παῖδες ἐν τῇ καμίνῳ τοῦ στοιχείου τὴν ἐνέργειαν ἐπέδησαν, καὶ μαινομένη ἡ φλὸξ ἐσίγα, καὶ δεδεμένη ἐσύριζεν.
 [07166]  Ὅρα δὲ καὶ ἀλλαχοῦ ἕτερον προφήτην αἰσθητῇ εἰκόνι ταύτην παραβάλλοντα τὴν ἐνέργειαν, καὶ ἐσθίοντα τὴν κεφαλίδα τοῦ βιβλίου, καὶ μεθ' ἡδονῆς ἐσθίοντα.
 [07436]  Οὐχ ἑτέρωθεν, φησὶν, ἐνέργειαν δέχῃ, ἀλλ' αὐτὸς ἑαυτῷ ἀρκεῖς.
 [07447]  Ὥσπερ γὰρ ὀργίζεσθαι τὸν Θεὸν ἡ Γραφὴ λέγει, οὐ πάθος αὐτῷ περιάπτουσα, ἀλλὰ διὰ τῆς λέξεως ταύτης τὴν ἐνέργειαν αὐτοῦ τὴν κολαστικὴν παριστῶσα, καὶ τῶν παχυτέρων καθαπτομένη·
 [07476]  ∆ιὰ τῶν παχυτέρων ὀνομάτων τούτων τὴν ἐνέργειαν αὐτοῦ δείκνυσι, δι' ἧς τὴν οἰκουμένην κατώρθωσε, δι' ἧς τὸν πόλεμον ἔλυσε, καὶ τὸ τρόπαιον ἔστησε.
000-00-00 Serial Number=0418898106
Fragmenta ex homiliis diversis Ante [Go Back]  
 [00008]  μίαν γὰρ τοῦ συναμφοτέρου καὶ τὴν αὐτὴν ἐνέργειαν λέγειν οὐδα-μῶς ὑπάρχει δυνατὸν, ἵνα μὴ τὸν αὐτὸν κατ' ἀμφότερᾳ φύσει παθητὸν, ἢ ἀπαθῆ ποιήσωμεν, ἢ τοὐναντίον φέρωμεν ἀλλήλοις ἀμφότερα.
000-00-00 Serial Number=0966919601
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01108]  Λέγει ὁ Θεὸς, ὅτι τῶν κακῶν ἐπελθόντων εἴσονται τῶν παρὰ σοῦ λεγομένων τὴν ἀλήθειαν, καὶ ὅτι κατὰ δαιμόνων ἐνέργειαν ἐπλάνησαν αὐτοὺς οἱ μάντεις.
 [04294]  Τουτέστι, τίς τούτων τῶν ἐναντιουμένων τοῖς προφήταις ἀνέμεινε θείαν ἐνέργειαν, καὶ ἀξιωθεὶς Πνεύματος ἐλάλησε ταῦτα;
 [04336]  Τουτέστιν, Οἱ διὰ τῶν προφητῶν λόγοι ἀληθεῖς καὶ ἐνέργειαν ἔχοντες.
000-00-00 Serial Number=0870889783
Fragmenta in Proverbia Ante [Go Back]  
 [01344]  πρὸς δὲ ὁμοίαν ἐνέργειαν προφέρει λόγους τοὺς λογισμοὺς, φυσικὴν εἶναι λέγει τὴν ἡδονὴν, καὶ δεῖν ἡμᾶς ἀκολουθῆσαι τῇ φύσει.
000-00-00 Serial Number=0702375233
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00206]  Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθὺς ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκοῦς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινώσας.
000-00-00 Serial Number=0015230894
In Acta apostolorum Ante [Go Back]  
 [00266]  Εἶτα ἵνα μὴ λέγωσιν, ἐν ἐπαγγελίαις ἀεὶ τὸ πρᾶγμα (καὶ γὰρ καὶ ἤδη πολλὰ περὶ αὐτοῦ διελέχθη), μηδὲ νομίσωσιν αὐτὸ ἐνέργειαν εἶναι ἀνυπόστατον, ἀπάγων αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας, φησί.
 [03236]  Ὁρᾷς ἐνέργειαν φανεράν;
 [03972]  Αἴτιος γέγονε δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν, καὶ πληρωθείς.
 [09161]  Καταμάθωμεν αὐτὴν τὴν κατασκευὴν τὴν ἡμετέραν, καὶ ὀψόμεθα ἓν μόριον ἐν ἡμῖν ταύτην ἔχον τὴν ἐνέργειαν.
000-00-00 Serial Number=0342227876
In Isaiam Ante [Go Back]  
 [00074]  Ἐπειδὴ γὰρ λαμβανόμενοι ὑπὸ τοῦ Πνεύματος [1.1] οὕτως ἔλεγον, ἅπερ ἔλεγον, τὴν ἐνέργειαν τῆς χάριτος οὕτως ὠνόμασε.
 [01448]  Παρουσίαν αὐτοῦ τὴν ἐνέργειαν καλεῖ.
000-00-00 Serial Number=0502045035
In Joannem Ante [Go Back]  
 [02924]  ἡ δὲ τούτου, τὸ καθᾶραι πάντας ἀνθρώπους καὶ χαρίσασθαι τοῦ Παρακλήτου τὴν ἐνέργειαν.
 [04700]  πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ, τὴν τοῦ ἀνέμου οὐκ ἐπιστάμενος, καίτοι φωνὴν ἀκούων;
 [04704]  πολλῷ μᾶλλον τὴν τοῦ Πνεύματος ἐνέργειαν οὐ φύσεως δυνήσονται νόμοι κατασχεῖν, οὐχ ὅροι σωματικῆς γεννήσεως, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν.
 [04706]  Οὐ γὰρ ἂν ἀπίστῳ διαλεγόμενος, καὶ οὐκ εἰδότι τοῦ Πνεύματος τὴν ἐνέργειαν εἶπε, Τὴν φωνὴν αὐτοῦ ἀκούεις.
 [05453]  Θέλει δεῖξαι, ὅτι πάντες ἡμεῖς μέτρῳ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἐλάβομεν·
 [05454]  Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει·
 [05456]  οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν.
 [05458]  Ὁ τοίνυν πᾶσαν τοῦ Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, ὁ τὰ τοῦ Θεοῦ εἰδὼς, ὁ λέγων, Ὃ ἠκούσαμεν, λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν, μαρτυροῦμεν, πῶς ἂν εἴη δίκαιος ὑποπτεύεσθαι;
 [05465]  Οὐ γὰρ διὰ τοῦτο ἀξιόπιστος αὐτοῖς, ἐπειδὴ τὴν τοῦ Πνεύματος ἐνέργειαν ἔχει·
000-00-00 Serial Number=0787669241
In Jordanem fluvium Ante [Go Back]  
 [00107]  Ἀντὶ τοῦ καταξιωθῆναι διπλῆν ἔχειν τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν.
000-00-00 Serial Number=0073069572
In Psalmos 101-107 Ante [Go Back]  
 [00729]  εὐρύχωρος δὲ, ὡς ὅλην χωροῦσα τὴν ἐνέργειαν τοῦ Πνεύματος.
 [00791]  Οὕτω τῆς θείας δυνάμεως καὶ ταύτην τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν.
 [01816]  ∆εξιὰν δὲ τοῦ Θεοῦ λέγει τὴν ἀγαθὴν ἐνέργειαν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον·
 [01817]  ἐπειδὴ καὶ Θεοῦ δάκτυλος ὀνομάζεται, ὡς τῆς Τριάδος μίαν ἐχούσης οὐσίαν, δύναμίν τε καὶ ἐνέργειαν.
000-00-00 Serial Number=0477549732
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00771]  οἱ παῖδες γὰρ ἐκεῖνοι οἱ τρεῖς, οἱ ἐν τῇ Βα βυλωνίᾳ καμίνῳ τὴν φλόγα πηλὸν ἐργασάμενοι, οἱ νέοι καὶ γεγηρακότες, οἱ ὀλίγοι καὶ τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαν τες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευ θέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ, ἐλιτάνευον, καὶ ἔλεγον·
000-00-00 Serial Number=0419565797
In Psalmum 100 Ante [Go Back]  
 [00075]  Οὐκ οἶδεν ἔχθρας τὴν ὑπόστασιν, οὐκ ἐπίσταται ὀργῆς τὴν ἀγριότητα, οὐ γινώσκει κακίας τὴν ἐνέργειαν·
 [00093]  φόβος ἐὰ γένηται, ἡ καρδία παλμοῖς ἔνδοθεν τινασσομένη συν τινάσσει καὶ τὸ παρακείμενον μέλος τοῦ σώματος, καὶ ἀπολείπουσα, καὶ πάλιν ἐπισπωμένη, οὐ συγχωρεῖ ἡσυ χάζειν, ἀλλὰ συχνότερον κινουμένη μείζονα τὸν ἀγῶν παρέχει, καὶ ὅλον ταράσσει τὸ σῶμα, ἀλλοιοῖ καὶ τὸ χρῶ μα, μεταβάλλει καὶ τὸ σχῆμα, μεταποιεῖ τε τὴν ἕξιν, πελιδνὸν καὶ τὸ πρόσωπον ἀπεργάζεται, ἵστησι τῶν ὀφθαλμῶν τὴν ἐνέργειαν, ὑπότρομα ποιεῖ τὰ χείλη, τῶν γονάτων παραλύει τὴν εὐτονίαν, καὶ τὴν τὰ πάντα κι νοῦσαν γλῶσσαν συνδήσασα, ψελλὴν ἀποδείκνυσι, καὶ ὅλον, ὥς ἐστιν εἰπεῖν, ἄγριον καὶ νεκροειδῆ ἀποτελεῖ τὸ ἄνθρωπον·
000-00-00 Serial Number=0314647973
In Psalmum 118 Ante [Go Back]  
 [01699]  Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν.
000-00-00 Serial Number=0903510332
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00116]  ∆έσποτα, τὸ θεραπεῦσαι τὰ τῆς φύσεως σφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα,
000-00-00 Serial Number=0002096593
In catenas sancti Petri Ante [Go Back]  
 [00121]  ὅτε τοῖς ἐστερημένοις φωτὸς τὴν ὀπτικὴν παρεῖχεν ἐνέργειαν;
 [00305]  [54] Σὺ δέ μοι Πέτρε, Χριστοῦ ἐκκλησίας πέτρα καὶ στήριγμα, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, ὁ τοῦ Χριστοῦ γνήσιος καὶ διάπυρος μαθητὴς, ὁ πλέον τῶν ἄλλων τῇ πρὸς αὐτὸν παρρησίᾳ χρώμενος, ὁ Θεοῦ Υἱὸν Ζῶντος τοῦτον ἀνακηρύξας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν βασιλείας ἐγχειρισθεὶς, καὶ δεσμεῖν καὶ λύειν ἐν οὐρανοῖς τὰ ὑπὸ σοῦ ἐν γῇ καὶ δεσμούμενα καὶ λυόμενα, ὁ τῆς ἐνανθρωπήσεως Χριστοῦ μεγαλοφωνότατος κήρυξ, ὁ τοὺς ἐκ περιτομῆς νομικῆς πρὸς τὴν ἀκροβυστίαν τῆς τοῦ Θεοῦ ἐπιγνώσεως μεταθέμενος, ὁ πάντα διὰ Χριστὸν καταλιπὼν καὶ αὐτὸν μόνον ἀντὶ πλούτου παντὸς κτησάμενος, ὁ θανατοῦν καὶ ζωογονεῖν τὴν ἐνέργειαν εἰληφὼς παρ' αὐτοῦ, δι' ἃς ἐκεῖνος αἰτίας σοι ἀπεκάλυψεν, ὁ ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατεταμένος στῦλος καὶ ὁδηγῶν τοὺς πρὸς τὰς ἐκεῖσε μονὰς ἐπισπεύδοντας, ὁ διὰ τῆς λευϊτικῆς ἰδιωτείας τὴν ἑλληνικὴν τεχνολογίαν ἀπομωράνας, ὁ ἐν Πνεύματι θείῳ φθεγγόμενος, καὶ τῷ ῥήματι μόνον πρὸς τὸ δοκοῦν μετατρέπων τὰ ὑποκείμενα, ὁ τὴν ἐπώδυνον ἐκείνην καθυποστὰς σταύρωσιν, ἵν' ἐν μηδενὶ καθυστερῇς τῶν τοῦ διδασκάλου παθῶν, ὁ τὰς ἁλύσεις ταύτας δίκην κακούργου φορέσας καὶ ἰαμάτων πηγὴν ταύτας ἀποτελέσας, πάρεσο σήμερον συμπαθῶς, ἐπιδήμησον ἐνταυθοῖ ἀοράτως, ἐπίστηθι, τῷ θαυματουργῷ σου τούτῳ τεμένει καὶ τῇ σῇ ἁγίᾳ κλήσει διαφερόντως [φ.
000-00-00 Serial Number=0048317790
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00210]  Οὐ γὰρ κατὰ φύσεως ἀκολουθίαν αὐτοῖς ἐδίδοτο, ἀλλὰ κατὰ τὴν ἐνέργειαν τοῦ στρατηγοῦντος αὐτῶν Θεοῦ.
000-00-00 Serial Number=0071214259
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02095]  Ταῦτα ψυχῆς ζώσης τὰ ῥήματα, ταῦτα ἐνεργούσης τὴν οἰκείαν ἐνέργειαν.
 [02500]  Ἐπειδὴ γὰρ ἔθος αὐτῇ ἐνεργεῖν, ὅταν αὐτῆς παύσῃς τὴν ἐνέργειαν τὴν ἐν τοῖς ἀγαθοῖς, ἐπειδὴ ἀργεῖν οὐ δύναται, ἀναγκάζεται ἕτερα τίκτειν.
 [07835]  Ἐπειδὴ γὰρ οὐκ ἀρκεῖ ἡ πίστις εἰς τὸ ἐπισπᾶσθαι τὴν ἐνέργειαν τὴν πνευματικὴν, εἶπε δὲ, ὅτι Εἰ ἐστὲ ἐν τῇ πίστει, τὸν Χριστὸν ἔχετε ἐν αὐτοῖς, συνέβαινε δὲ πολλοὺς εἶναι ταύτης τῆς ἐνεργείας ἐρήμους πίστιν ἔχοντας, λύων τὴν ἀπορίαν φησὶν, Εἰ μή τι ἀδόκιμοί ἐστε, εἰ μὴ βίον διεφθαρμένον ἔχετε.
000-00-00 Serial Number=0955344677
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00547]  ἀλλ' ἄνθρωπός τις πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν·
 [00682]  οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
 [00718]  Ὃν ὁ Κύριος Ἰησοῦς, φησὶν, ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
 [00723]  Εἶτα δηλῶν τίς ἐστιν οὗτος, Οὗ ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ·
 [00750]  Καίτοι περὶ μὲν τούτου πολλὰ προεῤῥήθη, ὅτι ὁ ἄνομος, ὅτι ὁ υἱὸς τῆς ἀπωλείας, ὅτι παρουσία αὐτοῦ κατ' ἐνέργειαν τοῦ Σατανᾶ·
 [00752]  Ἀνθ' ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει·
000-00-00 Serial Number=0131993949
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00306]  ὥσπερ φησὶν ἀλλαχοῦ, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἡμῖν.
 [01321]  Εἰ καὶ μὴ πρὸς τοιαύτην ἐνέργειαν, ἀλλὰ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός·
000-00-00 Serial Number=0052424550
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02895]  ὅταν δὲ ἑνὸς μόνου γίνεται μέλους, καὶ τὴν ἰδίαν ἀπόλλυσιν ἐνέργειαν·
 [09041]  Ὃ γάρ ἐστι χάρισμα, τοῦτο διακονία, τοῦτο καὶ ἐνέργειαν λέγει·
 [09435]  Τῶν γὰρ μελῶν ἡμῶν ἕκαστον καὶ ἰδίαν ἐνέργειαν ἔχει καὶ κοινὴν, καὶ κάλλος ὁμοίως καὶ ἴδιον καὶ κοινόν ἐστιν ἐν ἡμῖν·
 [09999]  πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει.
000-00-00 Serial Number=0127497494
In epistulam ad Colossenses Ante [Go Back]  
 [01484]  Εἶτα πάλιν δεικνὺς θεῖον ὂν, Κατὰ τὴν ἐνέργειαν αὐτοῦ, φησὶ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
 [01613]  Ἔχει ἐνέργειαν ἐκείνη ἡ οὐσία.
 [01631]  Οὐκοῦν οὐκ ἀρκεῖ πρὸς ἐνέργειαν τὸ θέλειν·
000-00-00 Serial Number=0830684423
In epistulam ad Ephesios Ante [Go Back]  
 [00546]  πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἢ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνά μεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν.
 [01523]  Οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.
 [03164]  Ἀληθεύοντες δὲ, φησὶν, ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα, ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν μέτρῳ [62.84] ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.
 [03679]  οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων.
000-00-00 Serial Number=0623406351
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02054]  εἰ δὲ ἐπιμελεῖται σώματος ψυχὴ, καὶ πολλὴν αὐτοῦ ποιεῖ πρόνοιαν, καὶ μυρία πάσχει, ὥστε αὐτὸ μὴ καταλιπεῖν, καὶ ἀποῤῥηγνυμένη κωλύει, καὶ τὸ σῶμα αὐτῇ διακονεῖται, καὶ πολλὴν εἰσάγει γνῶσιν αὐτῇ, καὶ πρὸς τὴν ἐκείνης ἐνέργειαν τοῦτο κατεσκεύασται·
000-00-00 Serial Number=0475892425
In epistulam ad Hebraeos Ante [Go Back]  
 [09881]  Ἂν γὰρ τῇ τῶν μελλόντων ἐλπίδι τείνωμεν αὐτὸ πάντοθεν, καλῶς δέχεται τοῦ Πνεύματος τὴν ἐνέργειαν·
 [09893]  μὴ ἐκτετρημένα, ὥστε στέγειν τοῦ Πνεύματος τὴν ἐνέργειαν·
000-00-00 Serial Number=0413978636
In epistulam ad Philippenses Ante [Go Back]  
 [01659]  Μάρκελλος δὲ καὶ Φωτεινὸς καὶ Σωφρόνιος τὸν Λόγον ἐνέργειαν εἶναί φασι, τὴν δὲ ἐνέργειαν ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρματος ∆αυῒδ, οὐκ οὐσίαν ἐνυπόστατον.
 [04089]  Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
 [04216]  Κατὰ τὴν ἐνέργειαν, φησὶ, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
000-00-00 Serial Number=0550586700
In epistulam ad Romanos Ante [Go Back]  
 [03669]  Ἂν μὲν γὰρ περιεργάσῃ κάλλος ἀλλότριον, ὅπλον ἀδικίας γέγονεν ὁ ὀφθαλμὸς, οὐ παρὰ τὴν οἰκείαν ἐνέργειαν (ὀφθαλμοῦ γὰρ τὸ ὁρᾷν, οὐ τὸ κακῶς ὁρᾷν), ἀλλὰ παρὰ τὴν τοῦ κελεύσαντος λογισμοῦ πονηρίαν·
 [03902]  Ἐπειδὴ πολλὴν ἀπῄτησεν ἀκρίβειαν τοῦ βίου, νεκροὺς εἶναι κελεύων τῷ κόσμῳ, καὶ τεθνηκέναι τῇ πονηρίᾳ, καὶ ἀκινήτους μένειν πρὸς τὴν τῶν ἁμαρτημάτων ἐνέργειαν, καὶ ἐδόκει μέγα τι καὶ βαρὺ λέγειν καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον φύσιν·
 [04777]  Φρόνημα τοίνυν σαρκὸς τὴν κακίαν φησὶ, καὶ φρόνημα πνεύματος τὴν χάριν τὴν δεδομένην καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ, οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας διαλεγόμενος ἐνταῦθα, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας.
 [04843]  οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν, ὅλη πνευματικὴ γινομένη, σταυρουμένη πάντοθεν, καὶ τῇ ψυχῇ συναναπτερουμένη·
 [07334]  Τὸ δὲ, Ἔδωκεν, ἐνταῦθα μὴ ἐνέργειαν νόμιζε εἶναι, ἀλλὰ συγχώρησιν.
000-00-00 Serial Number=0975662410
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00017]  Ἕλικες μὲν γὰρ καὶ φύλλα δριμυτάτην καὶ στυπτικωτάτην ἔχουσι τὴν ἐνέργειαν, ὡς μηδὲ στόματι δυνατὸν πρὸς γεῦσιν ἐφάψασθαι·
 [00040]  Ἵνα δὲ μάθῃς ἀκριβέστερον τὴν δύναμιν τοῦ σταυροῦ, κατανόησον τί πρὸ σταυροῦ, καὶ τί μετὰ σταυρὸν, καὶ εὑρήσεις τοῦ σταυροῦ τὴν ἐνέργειαν.
000-00-00 Serial Number=0133235574
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00096]  Ὅρα γὰρ τὴν παραχρῆμα τῶν ὕμνων ἐνέργειαν, καὶ ὅπως καὶ ἐν δεσμωτηρίῳ γενόμενοι καὶ τῷ ξύλῳ προσδεδεμένοι, καὶ μετὰ γοήτων καὶ δεσμίων συναναμιγέντες, οὐ μόνον οὐδὲν παρεβλάβησαν, ἀλλὰ καὶ ταύτῃ μᾶλλον ἐξέλαμψαν, καὶ τῷ φωτὶ τῆς οἰκείας ἀρετῆς κατηύγασαν ἅπαντας τοὺς τὸ δεσμωτήριον οἰκοῦντας.
000-00-00 Serial Number=0549615204
In illud Memor fui dei Ante [Go Back]  
 [00086]  Τότε ∆αυῒδ, τοῦ Πνεύματος εἰπόντος αὐτῷ τὴν ἐνέργειαν, μεγαλοφώνῳ κραυγῇ ἐστηλίτευσε τὸ μυστήριον·
000-00-00 Serial Number=0070678949
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00061]  Καὶ μὴ νομίσῃς αὐτοὺς μεθύειν, μηδὲ γλεύκους εἶναι μεστοὺς, μηδὲ ὑβρίσῃς ἀπιστίᾳ τὸ δῶρον, μηδὲ μιμήσῃ τοὺς καταράτους, μηδὲ προσείπῃς μέθην τοῦ Πνεύματος τὴν ἐνέργειαν.
000-00-00 Serial Number=0884379804
In praecursorem domini Ante [Go Back]  
 [00031]  ἀναβάτην καμήλου, τὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν κατ' ἐνέργειαν τοῦ διαβόλου ἐπιφοιτῶντα τῷ κόσμῳ ἀντίχριστον.
000-00-00 Serial Number=0250100970
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00015]  θεότητος ἐνέργειαν προμηνύσας, τότε τῆς ἀν θρωπότητος τὸ ἀρχαῖον ὄφλημα καταβάλλω, καὶ διαλύσας τὰ δεσμὰ, τότε δεσμοῦμαι, καὶ διὰ τῶν πραγμάτων αὐτῶν [ἐπιδείκνυμι] ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.
000-00-00 Serial Number=0919966280
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00142]  Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθέως ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκὸς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινωθείς·
000-00-00 Serial Number=0046783924
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00042]  οὐκ ἐπειδὴ πλείω τὴν ἄνωθεν ἐπεσπάσατο χάριν, οὐδ' ὅτι δαψιλεστέραν ἐπ' αὐτὸν ἐποίησαν ἐλθεῖν τὴν τοῦ Πνεύ ματος ἐνέργειαν μόνον·
000-00-00 Serial Number=0944590271
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01506]  Ἵνα γὰρ μὴ νομίσῃς διὰ τὴν εἰκόνα παραβεβλῆσθαι, προσέθηκεν αὐτοῦ τὴν ἐνέργειαν, εἰπὼν οὐχ ἁπλῶς πῦρ, ἀλλὰ, Πῦρ φλέγον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»