Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀπολαύειν [244]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀπολαύειν


000-00-00 Serial Number=0435420334
Ad Innocentium papam i Ante [Go Back]  
 [00076]  ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐλεγχομένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων τῶν ὑμετέρων δότε ἀπολαύειν συνεχῶς, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὧνπερ καὶ ἔμπροσθεν.
000-00-00 Serial Number=0133966684
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00078]  Οὐ τούτοις δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον αὐτῷ μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὐτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα.
 [00799]  Εἰ δὲ βούλοιτό τις ῥᾳθυμῶν καὶ τῶν ἐνταῦθα ἀπολαύειν ἡδέων, καὶ τῶν ἐκεῖ τοῖς πονοῦσιν ἀποκειμένων μισθῶν, ἑαυτὸν
 [01679]  Ὁ δὲ ∆ανιὴλ ἐδόκει μὲν τιμῆς ἀπολαύειν πολλῆς, καὶ οὐχ ὡς ἐν αἰχμαλωσίᾳ ζῇν ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος, καὶ ἐν δυναστείαις ὤν·
000-00-00 Serial Number=0532407224
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00303]  Τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς τὸν Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς, μετὰ ἀγγέλων, μετὰ ἀρχαγγέλων, μετὰ τῶν ἀνωτέρω δυνάμεων.
000-00-00 Serial Number=0792346835
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00196]  Ὥσπερ γὰρ εἴ τις φάρμακα βουλόμενος ὠνεῖσθαι, ἄπειρος ὤν, κελεύοι πρότερον ἐπιδείκνυσθαι τῷ ἰατρῷ ταῦτα, κἂν μάθῃ σαφῶς ὅτι ἰδὼν ἐκεῖνος ἐπῄνεσεν, οὐδεμίαν ἑτέραν ἀπόδειξιν τῆς τούτων ἀρετῆς ἐπιζητεῖ, ἀλλ' ἀκούσας ὅτι εἶδεν αὐτὰ ὁ ἰατρὸς καὶ ἐπῄνεσεν, ἀρκεῖται τῇ ψήφῳ τοῦ τεχνίτου, [4.9] οὕτω δὴ καὶ ὁ Μωυσῆς πᾶσαν περιεργίαν ἀναίσχυντον περιελεῖν βουλόμενος τῶν μετὰ ταῦτα μελλόντων ἀπολαύειν τῆς κτίσεως, ἀπήγγειλε καὶ εἶπεν ὅτι εἶδεν αὐτὰ ὁ Θεὸς καὶ ἐπῄνεσε καὶ ἐψηφίσατο εἶναι καλὰ καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν.
 [00419]  Καὶ ὅμως οὐδὲ οὕτως αὐτὸν ἐγκατέλιπεν, ἀλλὰ καὶ πεσόντα καὶ ὑποσκελισθέντα ἐπηνώρθου καὶ ἐπιμελείας ἀπολαύειν ἐποίει·
 [00460]  Εἰ γὰρ ὁ γηπόνος ὁλόκληρον ἀναμένει χειμῶνα, οὐ πρὸς ταῦτα ἅπερ ὁ σῖτος πάσχει βλέπων κατὰ τὴν ὥραν τοῦ κρυμοῦ, ἀλλὰ πρὸς ἐκεῖνα ὧν ἀπολαύειν μέλλει·
000-00-00 Serial Number=0834244311
Ad populum Antiochenum Ante [Go Back]  
 [00351]  Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ συγχωρεῖ τὰ τοιαῦτα γίνεσθαι πολλάκις, ἀλλὰ μετὰ τοῦ μὴ περιιδεῖν τοὺς μέλλοντας ἀπολαύειν τῆς ἐκ τῶν χρημάτων τούτων παραμυθίας, ἀλλ' ἑτέραν αὐτοῖς ἀντὶ τούτων παρασχεῖν ἀφορμὴν διατροφῆς, καὶ τὸν ὑπομείναντα τὸ ναυάγιον δοκιμώτερον ποιεῖ, καὶ πλείονα αὐτῷ προξενεῖ τὸν μισθόν·
 [00362]  καὶ εἰ ἀνάξιος ἤμην ἐγὼ ἀπολαύειν εὐπορίας ταύτης, διὰ γοῦν τοὺς μετέχοντας ἔδει φείσασθαι.
 [01229]  ὥστε καὶ ἐπὶ τῶν ἀνθρώπων, εἰ καὶ μὴ τῆς αὐτῆς οὐσίας εἰσὶ τῷ Θεῷ οἱ ἄνθρωποι, ὥσπερ οὖν οὐδέ εἰσιν, ἀλλ' ὅμως εἰκὼν ἐκλήθησαν, καὶ διὰ τὴν προσηγορίαν ἔδει τιμῆς ἀπολαύειν αὐτούς·
 [01359]  Ὥστε εἰ βούλει τρυφᾷν καὶ ἀνέσεως ἀπολαύειν καὶ ἡδονῆς, μὴ ζήτει ἡδονὴν μήτε ἄνεσιν, ἀλλὰ ζήτει ψυχὴν ὑπομονῆς γέμουσαν καὶ καρτερίαν ἐπιδείξασθαι δυναμένην·
 [01412]  Οὐκ ἀφίησι μὲν γὰρ διηνεκοῦς ἀνέσεως ἀπολαύειν, ἵνα μὴ γενώμεθα ῥᾳθυμότεροι·
 [02130]  Αὐτὸ γὰρ τὸ καθ' ἑκάστην ἡμέραν συλλέγεσθαι, καὶ τῆς τῶν θείων Γραφῶν ἀκροάσεως ἀπολαύειν, καὶ ἀλλήλους βλέπειν, καὶ πρὸς ἀλλήλους ὀδύρεσθαι, καὶ εὐχομένους καὶ εὐλογίας δεχομένους, οὕτως οἴκαδε ἀπιέναι, τὸ πλέον ἡμῖν ὑποτέμνεται τῆς ὀδύνης.
 [03192]  Ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι' ὑμᾷς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν τὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ [49.120] χάριν αἰτοῦντι μὴ δοῦναι, καὶ μάλιστα ὅταν αὐτὸς ἀπολαύειν μέλλῃ τῆς χάριτος ὁ διδούς;
 [03473]  οὕτω καὶ σὺ ποίησον, ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους βαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων.
 [03760]  Ἀλλ' ὅμως ἠγάπων, εἴ τις δῴη πάντα ἀποβαλοῦσιν, εἰ δέοι, καὶ τὴν ἐλευθερίαν αὐτὴν τῆς παρούσης ἀπολαύειν ζωῆς.
 [03799]  Θέλεις τῶν πρωτείων ἀπολαύειν, παραχώρησον ἑτέρῳ πρότερον τούτων.
 [05056]  καὶ ὁ στρατευόμενος διὰ τοῦτο στρατεύεται, καὶ ὁ γεωργὸς διὰ τοῦτο γεωργεῖ, καὶ τέχνην ἕκαστος διὰ τοῦτο μέτεισι, καὶ ἀρχῆς οἱ ἐρῶντες διὰ τοῦτο ἐρῶσιν, ἵνα δόξης ἀπολαύσωσι, δόξης δὲ ἀπολαύειν βούλονται, ἵνα χαίρωσι·
 [05076]  Ἄλλοι πάλιν τὸ δόξης ἀπολαύειν, καὶ δυναστείας ἐπειλῆφθαι, καὶ διέπειν ἀρχὰς καὶ παρὰ πολλῶν κολακεύεσθαι, διηνεκοῦς χαρᾶς ποιητικὸν εἶναί φασιν·
 [05102]  ὅτι δὲ τὸν πιστὸν ἀμήχανον μὴ διηνεκοῦς ἀπολαύειν ἡδονῆς, καὶ τοῦτο αὐτὸ πάλιν ἀποδεῖξαι πειράσομαι, οὐχ ἵνα μάθητε μόνον, ἀλλ' ἵνα καὶ ζηλώσητε τὸν ἄλυπον τοῦτον βίον.
 [05273]  Ὅταν γὰρ οἱ μὲν αὐτῶν μηδὲ προνοίας λέγωσιν ἀπολαύειν τὰ ὄντα, μηδὲ ὑπὸ Θεοῦ γεγενῆσθαι τὴν κτίσιν, μήτε τὴν ἀρετὴν αὐτὴν ἑαυτῇ αὐτάρκη εἶναι, ἀλλὰ δεῖσθαι χρημάτων καὶ εὐγενείας καὶ τῆς ἔξωθεν περιφανείας, καὶ ἕτερα πολλῷ τούτων καταγελαστότερα·
000-00-00 Serial Number=0680902958
Ad viduam juniorem Ante [Go Back]  
 [00018]  Ἕως μὲν γάρ σοι συνῆν ὁ μακάριος ἐκεῖνος ἀνήρ, ἀπέλαυες μὲν τιμῆς καὶ φροντίδος καὶ σπουδῆς, ἀπέλαυες δὲ οἷα παρὰ ἀνθρώπου ἀπολαύειν εἰκὸς ἦν·
 [00071]  Ἕως μὲν οὖν, ὅπερ ἔφην, συνῆς τῷ μακαρίῳ Θηρασίῳ, καὶ τιμῆς καὶ προνοίας ἀπέλαυες οἵας παρὰ ἀνθρώπου χρηστοῦ ἀπολαύειν εἰκός·
000-00-00 Serial Number=0911373794
Adversus Judaeos Ante [Go Back]  
 [01182]  Καὶ καθάπερ ὁ ἰατρὸς ἐκεῖνος οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ παραδείγματι χρήσασθαι πάλιν, χαρισάμενος τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, φιάλην οἴκοθεν κομίσας ἐκέλευσεν ἐν ταύτῃ μόνῃ τῆς ψυχροποσίας ἀπολαύειν, καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα τοῖς ἐπιδιδοῦσι προσέταξε συντρίψαι τὴν φιάλην αὐτὴν, ἵνα ἀνυπόπτως καὶ λαθραίως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης·
000-00-00 Serial Number=0846120954
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00298]  διὰ τοῦτο ἑπτὰ ἡμέρας ἐφεξῆς σύναξιν ἐπιτελοῦμεν, τὴν πνευματικὴν ὑμῖν παρατιθέμενοι τράπεζαν, ποιοῦντες ὑμᾶς ἀπολαύειν θείων λογίων, ἀλείφοντες ὑμᾶς καθ' ἑκάστην ἡμέραν, καθοπλίζοντες ὑμᾶς κατὰ τοῦ διαβόλου·
000-00-00 Serial Number=0350900471
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00252]  τοὐναντίον γὰρ, καθάπερ καὶ ἔφθην εἰπὼν, καὶ ἐβουλόμην καὶ εὔχομαι τοσαύτης ἡμᾶς ἀπολαύειν εἰρήνης, καὶ τὴν τυραννίδα τῶν κακῶν τούτων εἰς τοσοῦτον καταλυθῆναι, ὡς μὴ μόνον τοῖς ἐν ταῖς πόλεσιν ἀνάγκην μὴ γίνεσθαι τὰ ὄρη καταλαβεῖν, ἀλλὰ καὶ τοὺς τὰς ἐρημίας οἰκοῦντας καθάπερ τινὰς φυγάδας διὰ μακροῦ τοῦ χρόνου πρὸς τὴν αὐτῶν πόλιν καταγαγεῖν.
 [01543]  Νῦν γὰρ τοσαύτη τῆς κυριότητος ἡ περιουσία, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκπίπτειν τῆς δεσποτείας αὐτῶν, ἀλλὰ τότε μάλιστα τοῦ κέρδους αὐτῶν ἀπολαύειν, ὅταν ἐντεῦθεν ἀπέλθωμεν.
000-00-00 Serial Number=0346998930
Catecheses ad illuminandos Ante [Go Back]  
 [00013]  [1.3] Φέρε τοιγαροῦν καθάπερ μελλούσῃ νύμφῃ εἰς τὰς παστάδας εἰσάγεσθαι τὰς ἱερὰς διαλεχθῶμεν καὶ ὑμῖν ὑποδεικνύντες τοῦ νυμφίου τὸν ὑπερβάλλοντα πλοῦτον καὶ τὴν ἄφατον φιλανθρωπίαν ἣν περὶ αὐτὴν ἐπιδείκνυται, καὶ αὐτῇ δείξωμεν οἵων ἀπαλλαττομένη, τίνων ἀπολαύειν μέλλει.
 [00322]  [2.12] Ἀλλ' ἐπειδὴ ἐπὶ θύραις λοιπόν ἐστιν ὁ καιρὸς καθ' ὃν μέλλετε τῶν τοσούτων ἀπολαύειν δωρεῶν, φέρε διδάξωμεν ὑμᾶς καὶ ἑκάστων τῶν γινομένων
 [00603]  [4.6] Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, οἱ εἰς τὸν οὐρανὸν σήμερον πολιτογραφηθέντες, οἱ εἰς τὴν ἑστίασιν ταύτην τὴν πνευματικὴν κληθέντες καὶ τῆς τραπέζης τῆς βασιλικῆς ἀπολαύειν μέλλοντες, ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν προθυμίαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε.
 [00731]  Ἔξεστι γὰρ καὶ τούτων ἁπάντων ἀπολαύειν καὶ τὴν κατάλληλον τῷ σώματι θεραπείαν προσάγειν καὶ τὴν προσήκουσαν τῆς ψυχῆς ἐπιμέλειαν ποιεῖσθαι.
 [00983]  Εἰ γὰρ βούλοιντο, δυνήσονται καὶ οὗτοι διηνεκῶς ταύτης ἀπολαύειν τῆς προσηγορίας.
 [01074]  οὕτω γὰρ δυνησόμεθα καὶ τῶν παρόντων ἀπολαύειν καὶ τῶν μελλόντων ἐπιτυχεῖν.
000-00-00 Serial Number=0514892519
Contra Anomoeos Ante [Go Back]  
 [00186]  ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0480144858
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00298]  ἀλλὰ δεῖπνα καὶ συμπόσια συνεχῶς ἐπιτελεῖς, καὶ χρὴ τὴν οἰκίαν καλλωπίζεσθαι, καὶ μαγείρους καὶ τραπεζοποιοὺς τῆς προνοίας ἀπολαύειν τῆς παρθένου;
 [00391]  νῦν δὲ ἡμῖν ἱκανῶς ἀποδέδεικται, ὅτι οὐχ ἡδὺ τὸ τοιοῦτον, ἀλλὰ τοὐναντίον, τὸ μὴ ταύτης ἀπολαύειν τῆς θεωρίας·
 [00421]  οὔτε γὰρ τρυφᾶν ὁ παλαιὸς ἐκώλυσε νόμος, οὔτε τῶν ἄλλων ἀπολαύσεων ἀπολαύειν περιττὸν ἔφησεν εἶναι καὶ μάταιον·
000-00-00 Serial Number=0365088522
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00158]  εἰ καὶ τὰ παρόντα ἀπολαύειν ἠνάγκαζεν, ἀλλ' ἡ τῶν προσδοκωμένων φροντὶς ταύτην διέκοπτε.
000-00-00 Serial Number=0805655479
De Anna i Ante [Go Back]  
 [01176]  Εἰ γὰρ τὸ μὴ πάντας ἐπίσης ἀπολαύειν ἑνὸς πράγματος, χρημάτων λέγω, ἀπόδειξιν ποιῇ τοῦ μηδεμίαν εἶναι πρόνοιαν, ἂν φανῶσιν ἐξίσης ἅπαντες ἀπολαύοντες, οὐχ ἑνὸς πράγματος, οὐδὲ οὕτως εὐτελοῦς, ἀλλὰ πλειόνων καὶ πολὺ μειζόνων, εὔδηλον ὅτι καὶ ἄκων ἐκεῖθεν συναναγκασθήσῃ ψηφίσασθαι τῇ τοῦ Θεοῦ προνοίᾳ.
000-00-00 Serial Number=0885260761
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00113]  κρεῖττον γὰρ εἶναι μετὰ ἀφοβίας ἀπολαύειν μετρίων ἢ τοῦ πλείονος ἐφιεμένους δεδοικέναι καὶ τρέμειν ἀεὶ καὶ κατὰ αὐτούς τε ἑτέροις διδόντας καὶ παρ' ἑτέρων λαμβάνοντας ζῆν.
 [00204]  [44] Ἡμεῖς δὲ καθάπαξ τὴν ὑμετέραν ἀλογίαν καὶ παρανομίαν μισήσαντες τοὺς μὲν ἀργοῦντας καὶ διὰ τοῦτο πεινῆν ἀναγκαζομένους οὐ τρέφομεν ἀλλ' ἐργαζομένους καὶ ἑαυτοῖς καὶ ἑτέροις ἀρκεῖν πείθομεν, τοὺς δὲ ἀναπήρους τῷ σώματι γενομένους παρὰ τῶν ἐχόντων τῆς ἀναγκαίας μόνον συγχωροῦμεν ἀπολαύειν τροφῆς.
 [00282]  Οὐδεὶς δὲ ἂν ἕλοιτο πατὴρ παρὸν μυρίων ἀπολαύειν ἀγαθῶν μετὰ τῶν τέκνων κολάζεσθαι, ὁ δὲ ἀπόστολος ἅτε ἐν τῇ χάριτι πολιτευσάμενος καὶ ταύτης ἐπίτασιν πεποίηται τῆς φιλοστοργίας διὰ τὸν Χριστόν.
 [00340]  Ἐπειδὴ γὰρ τῶν ἀνθρώπων οἱ μὲν διὰ ῥαθυμίαν οἱ δὲ διὰ φροντίδας βιωτικὰς οὐκ ἐθέλουσιν εἰς τὰς τῶν μαρτύρων θήκας ἀπαντᾶν, ᾠκονόμησεν ὁ Θεὸς τούτῳ σαγηνεύεσθαι τῷ τρόπῳ καὶ τῆς θεραπείας αὐτοὺς ἀπολαύειν τῆς ἐν τῇ ψυχῇ.
000-00-00 Serial Number=0380026460
De Lazaro Ante [Go Back]  
 [00273]  Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ' ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδὸς, καὶ ἐπαναστήσεται κατηγοροῦν τῆς ἀνωμαλίας ταύτης;
 [00304]  κἂν ἁπάντων μᾶλλον λίθινος ᾖς, εὖ οἶδα, ὅτι καταγνώσῃ σαυτοῦ, σὺ μὲν ὑπὲρ τὴν χρείαν τρυφῶν, ἐκεῖνον δὲ μηδὲ τῶν κατὰ χρείαν ἀπολαύειν ἀφείς.
 [00548]  τοὺς ἐπιθυμοῦντας ἀεὶ καὶ διψῶντας τῶν ἀλλοτρίων μηδέποτε νομίζωμεν ὑγιαίνειν, μηδὲ ἀφθονίας ἀπολαύειν τινός.
 [01006]  οὕτω δὴ τὸ πολλῆς ἀνέσεως ἀπολαύειν τοὺς ἁμαρτάνοντας καὶ τρυφῆς καὶ εὐπορίας, ἐφόδιον αὐτοῖς καὶ ὑπόθεσις κολάσεως καὶ τιμωρίας ἐκεῖ γίνεται μείζονος.
 [01082]  ἐν δὲ τῷ σκάμματι καὶ ἐν τοῖς ἀγῶσιν οὐκ ἂν δύναιτ' ἀπολαύειν ἀνέσεως ὁ στεφανοῦσθαι μέλλων.
 [01188]  Καὶ οὐκ ἔστι, φησὶ, καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀνέσεως ἀπολαύειν;
 [01322]  Καὶ γὰρ οὐδὲν οὕτω τοὺς πολλοὺς σκανδαλίζειν εἴωθε καὶ ταράττειν, ὡς τὸ πλουσίους ἐν πονηρίᾳ ζῶντας εὐημερίας ἀπολαύειν πολλῆς, καὶ δικαίους μετὰ ἀρετῆς ζῶντας πρὸς ἐσχάτην ἐλαύνεσθαι πενίαν, καὶ ἕτερα μυρία τῆς πενίας ὑπομένειν χαλεπώτερα πράγματα.
 [01711]  Ὥστε καὶ πρὸ τῆς ἀναστάσεως οὐ μικρὰν ταύτην ἐλάβομεν ἀμοιβὴν, τῷ μὴ καταπίπτειν ἐπὶ μηδενὶ τῶν συμπιπτόντων δεινῶν, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι παραμυθίας ἀπολαύειν πολλῆς.
 [02743]  σὲ μὲν μετὰ τὸ τῶν ἀγαθῶν ὧν ἐνόμιζες ἀπολαύειν, ἡ θλῖψις καὶ ἡ στενοχωρία καὶ τὸ πῦρ τὸ ἄσβεστον, τοῦτον δὲ μετὰ τὸ προσπαλαῖσαι ἐν διηνεκεῖ τῇ ζωῇ οἷς ἐνόμιζες αὐτὸς εἶναι κακοῖς, ἡ ἄνεσις καὶ ἡ τῶν ἀγαθῶν ἀπόλαυσις καὶ ἡ μετὰ τῶν ἁγίων λῆξις ἐδέξατο.
000-00-00 Serial Number=0882484734
De baptismo Christi Ante [Go Back]  
 [00005]  Ὅταν γὰρ εἰς τὸ πέλαγος ἀπίδω τοῦτο τὸ πνευματικὸν, καὶ τὸν ἄπειρον τῆς Ἐκκλησίας θεάσωμαι πλοῦτον, εἶτα λογίσωμαι ὅτι τῆς ἑορτῆς παρελθούσης, καὶ τὸ πλῆθος ἡμῖν τοῦτο πάλιν ἀποπηδῆσαν οἰχήσεται, δάκνομαι καὶ ὀδυνῶμαι τὴν ψυχὴν, ὅτι τοσαῦτα τεκοῦσα τέκνα ἡ Ἐκκλησία, οὐ καθ' ἑκάστην σύναξιν ἀπολαύειν αὐτῶν δύναται, ἀλλ' ἐν ἑορτῇ μόνον.
 [00015]  Πόσης οὖν ἀθλιότητος οὐκ ἂν εἴη, τοσαύτης μέλλοντας ἀπολαύειν [49.364] φιλοσοφίας μὴ συνεχῶς ἐπιχωριάζειν καὶ φοιτᾷν πρὸς τὴν κοινὴν ἁπάντων μητέρα, τὴν Ἐκκλησίαν λέγω;
 [00208]  ὁ δὲ καθαρὸς καὶ διὰ μετανοίας ἀκριβοῦς ἀποσμηξάμενος τὰ πλημμελήματα, καὶ ἐν ἑορτῇ καὶ ἀεὶ δίκαιος ἂν εἴη μετέχειν τῶν θείων μυστηρίων, καὶ ἀπολαύειν ἂν εἴη ἄξιος τῶν τοῦ Θεοῦ δωρεῶν.
000-00-00 Serial Number=0852343798
De beato Philogonio Ante [Go Back]  
 [00009]  Εἰ γὰρ ὁ κακολογῶν πατέρα ἢ μητέρα θα [48.748] νάτῳ τελευτᾷ, εὔδηλον ὅτι ὁ εὐλογῶν ζωῆς ἀπολαύσεται πάντως, καὶ εἰ τοὺς φυσικοὺς γονεῖς τοσαύτης παρ' ἡμῶν ἀπολαύειν εὐνοίας χρὴ, πολλῷ μᾶλλον τοὺς πνευματικοὺς, καὶ μάλιστα ὅταν τοὺς μὲν κατοιχομένους ὁ ἔπαινος μηδὲν ποιῇ λαμπροτέρους, τοὺς δὲ συνιόντας ἡμᾶς καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας βελτίους ἐργάζηται.
 [00127]  Οὐ κατὰ τοῦτο δὲ μόνον δικαία ταύτης ἂν εἴη τῆς προεδρίας ἀπολαύειν ἡ ἡμέρα, ἀλλ' ὅτι καὶ τὸ ἐν αὐτῇ γενόμενον τῶν ἄλλων ἁπάντων πολὺ φρικωδέστερόν ἐστι.
000-00-00 Serial Number=0198564947
De cruce et latrone Ante [Go Back]  
 [00015]  Φίλον γὰρ τῇ εὐσεβείᾳ καὶ ἐν σκότει φῶς ἀπολαύειν, τῇ δὲ ἀσεβείᾳ καὶ ἐν φωτὶ σκότους ἀναπληροῦσθαι.
000-00-00 Serial Number=0330006480
De diabolo tentatore Ante [Go Back]  
 [00148]  Καθάπερ οὖν πατὴρ φιλόστοργος παρὰ μὲν τὴν ἀρχὴν ἀφίησιν ἐπὶ τῆς οἰκίας τὸν παῖδα τὸν ἑαυτοῦ διατρίβειν, καὶ τῶν πατρῴων ἀπολαύειν ἁπάντων·
 [00912]  Μᾶλλον δὲ οὐδὲ ἐδάφους πάντως ἀπολαύειν κύριος ἦν·
 [00922]  οὐδὲ γὰρ δεδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν·
000-00-00 Serial Number=0612866938
De fato et providentia Ante [Go Back]  
 [00012]  Πάλιν εἰ τὸ τὰ κοινὰ τῆς πόλεως πράγματα διοικεῖν, καὶ τιμῶν ἀπολαύειν, καὶ πολλοὺς ἔχειν τοὺς ὑποκειμένους ζηλωτὸν, ἐχρῆν τὸν ἀπράγμονα βίον καὶ γαληνὸν φευκτὸν εἶναι, καὶ παρὰ πάντων ἀνθρώπων μισεῖσθαι.
 [00222]  Πῶς οὖν οὐκ ἄτοπον τὸν μὲν ὑπὸ βαρβάρων βίας ἀγχόμενον, πλείστης συγγνώμης ἀπολαύειν, ὡς μηδὲ ἐγκαλεῖσθαι τὴν ἀρχὴν, τὸν δὲ ὑπὸ δυνατωτέρας, ὥς φασι, δυνάμεως καταναγκαζόμενον, δίκην διδόναι, καὶ μηδὲ λόγου μεταδιδόναι πρὸς ἀπολογίαν αὐτῷ τοιαύτην;
000-00-00 Serial Number=0170230389
De incomprehensibili dei natura Ante [Go Back]  
 [00282]  ἀντὶ γὰρ χαλινοῦ παντὸς καὶ πάσης ἡνίας, τὴν γλῶτταν ἡμῖν πέρα τοῦ μέτρου καὶ τοῦ προσήκοντος ἐκφερομένην ταῦτα ἐπισχεῖν δυνήσεται τὰ ῥήματα καὶ τὴν διάνοιαν οἰδοῦσαν καταστεῖλαι καὶ ποιῆσαι μετριάζειν διηνεκῶς καὶ ὁλόκληρον ἡμῖν ἐγκατοικίσαι τὴν εἰρήνην ἧς γένοιτο διαπαντὸς ἡμᾶς ἀπολαύειν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0967805564
De mansuetudine sermo Ante [Go Back]  
 [00015]  Καὶ παιδίῳ πατὴρ αἰδέσιμος ὁ πραότητι συζῶν, καὶ παῖς πατρὶ, καὶ δοῦλος δεσπότῃ, καὶ τὸν δεσπότην οὐδὲν ἕτερον τῆς παρὰ τῶν οἰκετῶν εὐνοίας ἀπολαύειν ποιεῖ.
000-00-00 Serial Number=0103583455
De mutatione nominum Ante [Go Back]  
 [00064]  Καὶ γὰρ τραπέζης τότε πείθομεν ἀπολαύειν, οὐχ ὅταν ἐπαινῶμεν τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ ὅταν τῶν ἐξ αὐτῆς ἐδεσμάτων τοῖς ἀπολειφθεῖσιν ἔχωμέν τι παρασχεῖν.
 [00066]  Οὐ γὰρ αἱρήσονται ἐν χάριτος τρέφεσθαι μέρει, παρὸν μετ' ἐξουσίας τῆς πατρικῆς ταύτης ἀπολαύειν τραπέζης.
 [01269]  ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0298239529
De non iterando conjugio Ante [Go Back]  
 [00135]  Ἂν δὲ τὰς πρὸς τὸν ἀπελθόντα συνθήκας πατήσῃ καὶ τῆς φιλίας ἐπιλάθηται τῆς ἐκείνου, καὶ τὴν ἑσπέραν καθ' ἣν πρῶτον αὐτῇ συνήπτετο, καὶ τὸν κρότον, καὶ τὸν ὑμέναιον, καὶ τὰς γαμηλίους δᾷδας, καὶ τὰς πρώτας περιπλοκάς, καὶ τὰς τραπέζας, καὶ τῶν ἁλῶν ὧν αὐτῇ παρὰ πάντα τὸν χρόνον ἐκοινώνησε, καὶ ῥημάτων ὧν εἰκὸς γυναῖκα ἀπολαύειν παρὰ ἀνδρός·
000-00-00 Serial Number=0345802069
De paenitentia [1] Ante [Go Back]  
 [00019]  ∆ιὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βία τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν.
000-00-00 Serial Number=0996022165
De perfecta caritate Ante [Go Back]  
 [00205]  εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβῆναι, καὶ παρ' αὐτὸν ἑστάναι τὸν βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς;
000-00-00 Serial Number=0604138732
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00244]  Ἐπειδὴ γὰρ διὰ τὸ πολλῆς ἀπολαύειν φιλίας καὶ παῤῥησίας ἐνόμιζον ὅτι καὶ τῶν ἑτέρων προτι [48.776] μηθήσονται, ἵνα μὴ ταῦτα ὑποπτεύοντες ῥᾳθυμότεροι γένωνται, ταύτης ἀπάγων αὐτοὺς τῆς ὑπονοίας, φησίν·
000-00-00 Serial Number=0290958464
De precatione [1] Ante [Go Back]  
 [00012]  φόβῳ μὲν, δεδοικότας μὴ τῆς προσευχῆς ἀνάξιοι φανῶμεν, χαρᾶς δὲ μεστοὺς γινομένους ἐπὶ τῷ μεγέθει τῆς τιμῆς, ὅτι τοσαύτης καὶ τοιαύτης προνοίας τὸ θνητὸν ἠξιώθη γένος, ὡς καὶ θείας ἀπολαύειν ὁμιλίας συνεχῶς, δι' ἧς καὶ θνητοὶ εἶναι καὶ πρόσκαιροι διαφεύγομεν, φύσει μὲν ὄντες θνητοὶ, τῇ δὲ πρὸς Θεὸν ὁμιλίᾳ πρὸς ἀθάνατον ζωὴν μεταβαίνοντες.
 [00033]  Ὅστις γὰρ οὐ προσεύχεται τῷ Θεῷ, οὐδὲ θείας ὁμιλίας ἀπολαύειν ἐπιθυμεῖ συνεχῶς, νεκρός ἐστι καὶ ἄψυχος, καὶ οὐ μετέχει τοῦ φρονεῖν.
 [00060]  Ὅ γέ τοι βασιλεὺς ὁμοῦ τε καὶ προφήτης, ὁ θαυμάσιος ∆αυῒδ, τοὺς πολλοὺς καὶ χαλεποὺς πολέμους τῇ προσευχῇ διέφυγε, τοῦτο μόνον τὸ ὅπλον τῆς στρατιᾶς προβαλλόμενος, καὶ παρέχων τοῖς ἑαυτοῦ στρατιώταις καθ' ἡσυχίαν καὶ ἄδειαν ἀπολαύειν τῆς νίκης.
000-00-00 Serial Number=0134490967
De profectu evangelii Ante [Go Back]  
 [00324]  Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν, καὶ τῶν χρηστῶν ἀπολαύειν ἐλπίδων·
000-00-00 Serial Number=0579418361
De prophetiarum obscuritate Ante [Go Back]  
 [00557]  Μεγάλη γὰρ ἡμῶν ἀσφάλεια, τῆς ὑμετέρας ἀγάπης ἀπολαύειν διηνεκῶς, δήμου τοιούτου καὶ τοσούτου.
000-00-00 Serial Number=0255561471
De sacerdotio Ante [Go Back]  
 [01197]  τὸ γὰρ μὴ χαίρειν ἐπαινούμενον, οὐκ οἶδα εἴ τινι ἀνθρώπων ποτὲ κατώρθωται, τὸν δὲ χαίροντα, εἰκὸς καὶ ἐπιθυμεῖν ἀπολαύειν αὐτῶν, τὸν δὲ ἀπολαύειν ἐπιθυμοῦντα, πάντως καὶ ἐν ταῖς τούτων ἀποτυχίαις ἀνιᾶσθαι καὶ ἀλγεῖν ἀνάγκη.
 [01250]  Εἰ μὲν οὖν τίς ἐστιν ἀνθρώπων τοιοῦτος ὡς δύνασθαι τὸ δυσθήρατον τοῦτο καὶ ἀκαταγώνιστον καὶ ἀνήμερον θηρίον, τὴν τῶν πολλῶν δόξαν, καταπατεῖν καὶ τὰς πολλὰς αὐτῆς ἐκτεμεῖν κεφαλάς, μᾶλλον δὲ μηδὲ φῦναι τὴν ἀρχὴν συγχωρεῖν, δυνήσεται εὐκόλως καὶ τὰς πολλὰς ταύτας ἀποκρούεσθαι προσβολὰς καὶ εὐδίου τινὸς ἀπολαύειν λιμένος·
 [01364]  Ὁ γὰρ ἐθισθεὶς τοσαύτης ἀπολαύειν ἀπραγμοσύνης καὶ ἐν ἡσυχίᾳ διάγειν πολλῇ, κἂν μεγάλης ᾖ φύσεως, ὑπὸ τῆς ἀνασκησίας θορυβεῖται καὶ ταράττεται καὶ τῆς οἰκείας δυνάμεως περικόπτει μέρος οὐ μικρὸν τὸ ἀγύμναστον.
 [01461]  Ἀλλ' οὐκ εἰς τὸ πλῆθος ἐλθὼν καὶ ταῖς μυρίαις ἀποληφθεὶς ταραχαῖς, δυνήσομαι ταύτης ἀπολαύειν τῆς νουθεσίας, οὐδὲ τοὺς ταῦτα παιδαγωγοῦντας λογισμοὺς εὑρεῖν·
000-00-00 Serial Number=0381856263
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00056]  Καὶ γὰρ τρυφὴ ἦν μεγίστη τὸ τῆς ἁγίας ὄψεως ἀπολαύειν ἐκείνης.
000-00-00 Serial Number=0976299524
De studio praesentium Ante [Go Back]  
 [00029]  ∆ιὰ ταῦτα ταλανίζω τοὺς ἀπολειφθέντας, ὅτι δυνάμενοι τοσαύτης ἀπολαύειν ἐπιμελείας, ἕλκεσιν ἐμφύρονται καὶ τραύμασι καθημερινοῖς, καὶ οὐδὲ ὅτι νοσοῦσιν ἴσασιν·
000-00-00 Serial Number=0960486829
De virginitate Ante [Go Back]  
 [00885]  μόνον ἐξέστω τρυφᾶν καὶ συνεχῶς ἀπολαύειν ἐπιθυμίας.
000-00-00 Serial Number=0642873645
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00620]  Καλὸν οὖν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ' ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν·
 [01643]  Ἡνίκα γὰρ Ἰσαὰκ παρὰ τοῦ βασιλέως Γεράρων καὶ τῶν ἐγχωρίων ἀδίκως ἀπηλαύνετο τῶν ἰδίων πόνων, οὐκ ἐδυσχέραινεν, οὐδὲ μικρόψυχον ἐπεδείξατο, οὐδὲ ἀνεβόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ ἀπολαύειν φρεάτων εἰμὶ κύριος;
 [02255]  τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστά σε μισούντων, καὶ ἐν ἐσχάταις συμφοραῖς
 [02403]  Εἰς δὲ τὸν οὐρανὸν ἀναβῆναι μέλλων, καὶ παρ' αὐτὸν ἑστάναι τὸν Βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς;
 [02601]  Καὶ τὰ μὲν ἄλογα πέρα τοῦ μέτρου τροφῆς ἀπολαύειν οὐκ ἀναγκάζουσι·
 [02687]  οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν·
 [03839]  Οὐ γὰρ ἀνδρὸς γενναίου τὸ τὴν ἄνεσιν ζητεῖν καὶ τρυφῆς ἀπολαύειν, ἀλλὰ σκώληκος ἀλόγου μᾶλλον ἡ ἐπιθυμία, ἢ λόγον ἔχοντος.
 [04380]  καὶ, εἰ ἀνάξιος ἤμην ἐγὼ ἀπολαύειν εὐπορίας, διὰ γοῦν τοὺς μὴ ἔχοντας ἔδει φείσασθαι.
 [05979]  οὕτω τὸ πολλῆς ἀνέσεως ἀπολαύειν ἁμαρτάνοντας καὶ εὐπορίας, ἐφόδιον τοῖς ἁμαρτάνουσι καὶ ὑπόθεσις κολάσεως μείζονος γίνεται.
 [08388]  Οὐ τούτῳ δὲ μόνον αὐτὸν ἀπεσέμνυνεν, ἀλλὰ καὶ λόγον μόνῳ τῶν πάντων ἐχαρίσατο, καὶ τῆς αὑτοῦ γνώσεως κατηξίωσε, καὶ τῆς πρὸς αὐτὸν ὁμιλίας ἀπολαύειν ἔδωκεν, ὡς ἀπολαύειν ἐκείνῳ δυνατὸν ἦν, καὶ ἀθανασίαν παρέξειν ὑπέσχετο, καὶ πολλῆς τῆς σοφίας ἐνέπλησε, καὶ πνευματικὴν χάριν ἐνέθηκεν, ὡς καὶ προφητεῦσαί τινα.
 [09461]  ∆ιὸ πολλῆς δεῖ θεραπείας ἀπολαύειν αὐτούς.
 [09999]  Πρεσβεύομεν τοίνυν, ἀπολαύειν δὲ βουλόμεθα τιμῆς, οὐ δι' ἡμᾶς, μὴ γένοιτο·
000-00-00 Serial Number=0878367007
Epistula ad Cyriacum Ante [Go Back]  
 [00625]  Καὶ γὰρ ἐκ πρώτης ἡλικίας χαλεπὸς αὐτῷ ἀναρριπίζεται πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν παρὰ τοῦ πατρὸς διαθέσεως, καίτοι γε τὸ φίλτρον ὁ νομοθέτης Μωϋσῆς οὐκ ἔφησεν ἐξ ἀρετῆς τοῦ παιδὸς ἔχειν τὴν ἀρχήν, ἀλλ' ἀπὸ τοῦ καιροῦ τῶν ὠδίνων·
000-00-00 Serial Number=0761425495
Epistulae Ante [Go Back]  
 [00145]  Πλὴν ἀλλ' ἐπειδὴ σφόδρα ἡμῖν [52.629] περισπούδαστον μανθάνειν ἐν τίσιν ὁρμᾷ τὰ σὰ, συνεχῶς καὶ γραμμάτων ἐπιθυμοῦμεν ἀπολαύειν, ἵνα μανθάνωμεν διηνεκῶς ἅπερ ἐπιθυμοῦμεν, ὅτι ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγεις πολλῇ.
 [00466]  Κἂν γὰρ μυρίαι πανταχόθεν περιεστήκωσι ταραχαὶ, καὶ πολλὰ ἐγείρηται τὰ κύματα, ἀλλὰ τοιαῦτα τὰ ὑμέτερα, ὡς καὶ ἐν χειμῶνι γαλήνης ἀπολαύειν λευκῆς, διὰ τὴν προσοῦσαν ὑμῖν ἀνδρείαν, καὶ τὴν ἀπερίτρεπτον ἀγάπην καὶ διάθεσιν.
 [00540]  οὐ μὴν ἀδείας ἀπολαύειν δυνάμεθα, διὰ τοὺς καθημερινοὺς φόβους, διὰ τὰς φήμας τῶν θανάτων γεμούσας, διὰ τὴν συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν.
 [00602]  Εἰ τοίνυν βούλει ἡμῖν χαρίσασθαι, δέσποτά μου τιμιώτατε, ἀφεὶς τὸ κελεύειν τοῖς σοῖς ἀνθρώποις θεραπεύειν ἡμᾶς ἐν ταῖς χρείαις ταῖς σωματικαῖς οὐδενὸς γὰρ δεόμεθα τούτων, ἀλλὰ πάντα ἡμῖν ὡς ἐκ πηγῶν ἐπιῤῥεῖ, αὐτὸς διὰ χάρτου μικροῦ καὶ μέλανος τὴν μεγίστην ἡμῖν πάρεχε χάριν, καὶ ἧς μάλιστα ἀπολαύειν ἐπιθυμοῦμεν.
 [00784]  ∆υνατὸν γὰρ καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ἀπολαύειν ἡμᾶς τούτων, καὶ τόπος οὐδείς ἐστιν, οὐδὲ χρόνος, ὁ τὴν τοιαύτην δυνάμενος διακόψαι βοήθειαν.
 [00892]  Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων, καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν.
 [01239]  Οὐδὲν γὰρ ὑμῖν ἔχει λεῖψαι οὐδὲ νῦν, ἀλλὰ τῆς αὐτῆς ἀφθονίας καὶ δαψιλέας ἀπολαύειν ὑμᾶς ἐκέλευσα, εἴτε ἐν ἐνδύμασιν, εἴτε ἐν ὑποδήμασιν, εἴτε ἐν διατροφαῖς τῶν ἀδελφῶν.
 [01424]  Κἂν γὰρ μυρίαι πανταχόθεν περιεστήκωσι ταραχαὶ, καὶ πολλὰ ἐγείρηται τὰ κύματα, ἀλλὰ τοιαῦτα τὰ ὑμέτερα, ὡς καὶ ἐν χειμῶνι γαλήνης ἀπολαύειν λευκῆς, διὰ τὴν προσοῦσαν ὑμῖν ἀνδρείαν, καὶ τὴν ἀπερίτρεπτον ἀγάπην καὶ διάθεσιν.
 [01498]  οὐ μὴν ἀδείας ἀπολαύειν δυνάμεθα, διὰ τοὺς καθημερινοὺς φόβους, διὰ τὰς φήμας τῶν θανάτων γεμούσας, διὰ τὴν συνεχῶς προσδοκωμένην τῶν Ἰσαύρων ἔφοδον, διὰ τὴν τοῦ σώματος, ᾗ μέχρι νῦν προσπαλαίομεν, ἀσθένειαν.
 [01560]  Εἰ τοίνυν βούλει ἡμῖν χαρίσασθαι, δέσποτά μου τιμιώτατε, ἀφεὶς τὸ κελεύειν τοῖς σοῖς ἀνθρώποις θεραπεύειν ἡμᾶς ἐν ταῖς χρείαις ταῖς σωματικαῖς οὐδενὸς γὰρ δεόμεθα τούτων, ἀλλὰ πάντα ἡμῖν ὡς ἐκ πηγῶν ἐπιῤῥεῖ, αὐτὸς διὰ χάρτου μικροῦ καὶ μέλανος τὴν μεγίστην ἡμῖν πάρεχε χάριν, καὶ ἧς μάλιστα ἀπολαύειν ἐπιθυμοῦμεν.
 [01742]  ∆υνατὸν γὰρ καὶ ἐκ τοσούτου καθημένους διαστήματος, ἀπολαύειν ἡμᾶς τούτων, καὶ τόπος οὐδείς ἐστιν, οὐδὲ χρόνος, ὁ τὴν τοιαύτην δυνάμενος διακόψαι βοήθειαν.
 [01850]  Πλὴν ἀλλὰ βουλόμεθα καὶ γραμμάτων συνεχῶς ἀπολαύειν τῶν σῶν, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς ἡμῖν ἀπαγγελλόντων, καὶ ἃ παρ' ἑτέρων μανθάνομεν, ταῦτα παρὰ τῆς γλώττης τῆς σῆς, καὶ τῆς χειρὸς ἐβουλόμεθα μανθάνειν.
 [02197]  Οὐδὲν γὰρ ὑμῖν ἔχει λεῖψαι οὐδὲ νῦν, ἀλλὰ τῆς αὐτῆς ἀφθονίας καὶ δαψιλέας ἀπολαύειν ὑμᾶς ἐκέλευσα, εἴτε ἐν ἐνδύμασιν, εἴτε ἐν ὑποδήμασιν, εἴτε ἐν διατροφαῖς τῶν ἀδελφῶν.
 [02883]  Οὕτω γὰρ καὶ ἡμεῖς χάριν πολλὴν ὁμολογήσομεν τῇ ἀγχινοίᾳ τῇ σῇ, ὅτι καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀπὸ τῆς ἐπιστολῆς δυνάμεθα συνάπτειν σου τῇ ἀγάπῃ γνησίως τοὺς ἐπιθυμοῦντας αὐτῆς ἀπολαύειν·
 [02974]  οἶδα γάρ σου τὴν μεγάλην καὶ ὑψηλὴν ψυχὴν, τὴν καὶ ἐν πολλοῖς κλυδωνίοις δυναμένην ἐξουρίας πλεῖν, καὶ ἐν μέσοις κύμασι γαλήνης ἀπολαύειν λευκῆς.
 [03472]  Ἐμοὶ γὰρ πᾶσα σπουδὴ, τιμῆς σε καὶ θεραπείας ἀπολαύειν ἁπάσης παρὰ πάντων·
 [03551]  Ἵνα δὲ μὴ μόνον ἐκ τοῦ φιλεῖσθαι παρὰ σοῦ, ἀλλὰ καὶ ἐκ τῶν γραμμάτων [52.741] ἀπολαύειν τῶν σῶν περὶ τῆς ὑγείας τῆς σῆς σημαινόντων πολλὴν καρπωσώμεθα τὴν εὐφροσύνην, δίδου ταύτην ἡμῖν τὴν χάριν.
000-00-00 Serial Number=0031134307
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00023]  Εἰ τοίνυν ἐπιθυμεῖς πυκνότητος ἀπολαύειν ἐπιστολῶν, δήλου σαφῶς ἡμῖν ὅτι γίνεταί τι πλέον ἀπὸ τῆς πυκνότητος καὶ ὄψει μετὰ δαψιλείας τοῦτο παρέχοντας.
 [00356]  ἀλλὰ καθάπαξ αὐτὴν ἀφανίσασα καὶ ἄβατον αὐτῇ τὴν σάρκα ποιήσασα, τοσοῦτον ἀπολαύειν σίτου καὶ ποτοῦ τὴν γαστέρα ἐπαίδευσας ὅσον μὴ ἀποθανεῖν καὶ δίκην δοῦναι.
 [00691]  Πῶς δὲ λέγεις γραμμάτων οὐκ ἀπολαύειν;
 [00979]  Καὶ γὰρ ἐκ πρώτης ἡλικίας οἴκοθεν χαλεπὸς αὐτῷ ἀνερριπίζετο πόλεμος, τῶν πολεμούντων ἐγκαλεῖν μὲν ἐχόντων οὐδέν, τηκομένων δὲ καὶ διαρρηγνυμένων διὰ τὸ πλείονος ἀπολαύειν αὐτὸν παρὰ τοῦ πατρὸς διαθέσεως.
000-00-00 Serial Number=0402855039
Expositiones in Psalmos Ante [Go Back]  
 [00623]  Ἰδοὺ καὶ ἄλλο προνοίας εἶδος οὐ μικρὸν, τὸ εἰρήνης ἀπολαύειν τοὺς ἀνακειμένους Θεῷ.
 [02101]  Ὥστε εἰ μέλλοιμεν ἀπολαύειν συμμαχίας τῆς ἄνωθεν, τοιαῦτα αἰτεῖν δεῖ, ἃ καὶ τὸν τοῦ δικαίου λόγον ἔχει·
 [02633]  τὰ μὲν γὰρ ἄλλα οὐ τῶν ἐχθρῶν ἕνεκεν ἐγίνετο, ἀλλ' ὥστε προσιόντας ἀπολαύειν εὐεργεσίας, καὶ ἑτέρους παιδεύεσθαι.
 [02899]  Τί ἄν τις εἴποι τὰ μέλλοντα, ὧν ἀπολαύειν μέλλει;
 [03309]  ἀλλ' ἐνταῦθα περὶ γυναικὸς ὁ λόγος, ὥστε αὐτῆς ἀπολαύειν μετὰ σωφροσύνης, πηγὴν καλῶν αὐτὴν, καὶ ἔλαφον, διὰ τὸ καθαρὸν τῆς τοῦ γάμου συνουσίας.
 [03407]  Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς.
 [04396]  τὰ μὲν γὰρ ἄλλα οὐ τῶν ἐχθρῶν ἕνεκεν ἐγίνετο, ἀλλ' ὥστε προσιόντας ἀπολαύειν εὐεργεσίας, καὶ ἑτέρους παιδεύεσθαι.
 [04662]  Τί ἄν τις εἴποι τὰ μέλλοντα, ὧν ἀπολαύειν μέλλει;
 [05072]  ἀλλ' ἐνταῦθα περὶ γυναικὸς ὁ λόγος, ὥστε αὐτῆς ἀπολαύειν μετὰ σωφροσύνης, πηγὴν καλῶν αὐτὴν, καὶ ἔλαφον, διὰ τὸ καθαρὸν τῆς τοῦ γάμου συνουσίας.
 [05170]  Εἰ τοίνυν βούλει τῆς τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν, μηδέποτε τὰ παρὰ σεαυτοῦ προδῷς.
 [06316]  Κἂν εἴπῃ τις τῶν ἐρωμένων τῶν ἡμετέρων, ὅτι Τὸν δεῖνα φιλῶ, κἂν ἐκεῖνός τι πάθῃ χρηστὸν, ἐγὼ τῆς εὐεργεσίας ἀπολαύειν νομίζω·
 [07035]  ἀλλ' αἱρούμεθα πάσχειν κακῶς μᾶλλον, καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπολαύειν μετὰ τὸ τῶν πατρῴων ἐκπεσεῖν.
000-00-00 Serial Number=0932651341
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00919]  Ὅρα τοῦ προφήτου τὸ κηδεμονικὸν, καίτοιγε οὐκ ἔμελλεν ἐκείνοις ὑποκεῖσθαι τοῖς καιροῖς, οὐδὲ αὐτόπτης ἔσεσθαι τῶν ἀγαθῶν, ἀλλ' ὡς αὐτὰ μέλλων ἀπολαύειν, οὕτω συνεύχεται.
 [01395]  Τὸν καιρὸν τῆς ἐφόδου λέγει, ὅτι ἡνίκα τὸν καρπὸν ἀπολαύειν ἐμέλλετε, τότε ἐπελθόντες ἐκεῖνοι δῃώσουσι τὴν γῆν.
 [01653]  καὶ ἀπολαύειν εἰρήνης νομίζομεν;
 [02122]  τουτέστιν, Οὐδὲ ἀπὸ τοῦ ἀπολαύειν τῶν παρ' ἐμοῦ καλῶν ἀμείνους γεγόνατε.
000-00-00 Serial Number=0845886946
Fragmenta in Job Ante [Go Back]  
 [01157]  Μᾶλλον δὲ οὐδὲ ἐδάφους παντὸς ἀπολαύειν κύριος ἦν·
 [01164]  οὐ γὰρ διδομένης ἠδύνατο τῆς τροφῆς ἀπολαύειν, Βρόμον γὰρ, φησὶν, ὁρῶ τὰ σῖτά μου, ὥσπερ ὀσμὴν λέοντος.
000-00-00 Serial Number=0285806596
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00113]  καὶ τῆς γαλήνης ἀπολαύειν τῆς διηνεκοῦς, τῆς οὐκ ἀναμεμιγμένα τοῖς ἀγαθοῖς τὰ κακὰ ἐχούσης, ἀλλὰ καθαρὰ τὰ ἀγαθὰ, τὰ ὄντως ἀγαθά.
000-00-00 Serial Number=0364668250
Homilia in martyres Ante [Go Back]  
 [00036]  Βούλει τρυφῆς ἀπολαύειν;
000-00-00 Serial Number=0119721472
In Acta apostolorum Ante [Go Back]  
 [01547]  Οὐκοῦν πᾶσαν σπουδὴν ποιώμεθα, ὥστε τῆς ἐκεῖθεν ἡμᾶς ῥοπῆς ἀπολαύειν, ἵνα καὶ τῶν παρόντων λυπηρῶν διαφύγωμεν τὴν πεῖραν, καὶ τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06148]  Οἷόν ἐστιν ἀπελθεῖν καὶ εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι αὐτὸς αὐτὸν ᾠκοδόμησε, καὶ ῥῖψαι ἑαυτὸν ὕπτιον, καὶ μετὰ τὴν αἰώραν τὴν σωματικὴν καὶ λυχνικοῖς καὶ ἑωθινοῖς ὕμνοις παραγενέσθαι, ὁμοτράπεζον ἔχειν τὸν ἱερέα, συνομιλοῦντα εὐλογίας [60.148] ἀπολαύειν, ἑτέρους ὁρᾷν ἐρχομένους ἐκεῖ;
 [06361]  Ἐκεῖνοι δὲ οὔτε κἂν τῶν ἐν Ἱεροσολύμοις ἐφρόντισαν, ἀλλ' ἑνὸς ἐγένοντο μόνου, τοῦ τιμῆς ἀπολαύειν.
 [09423]  Τιμή ἐστι τὸ τῆς παρὰ τῶν μειζόνων ἀπολαύειν δόξης.
 [09999]  ἐπεὶ εἴ γε ἐνῆν καὶ ἔχειν καὶ ἀπολαύειν ἐκείνων, οὕτως ἂν ἠθέλησεν.
 [09999]  ∆οκεῖ μὲν γὰρ εἶναι τρυφὴ, τὸ τῆς ἡδονῆς ἀπολαύειν καὶ γαστρίζεσθαι·
 [09999]  Αὐτοὶ μὲν γὰρ οὐκ ἀφιᾶσι προνοίας ἀπολαύειν τὰ ὑπὸ σελήνην·
000-00-00 Serial Number=0317147255
In Ecclesiasten Ante [Go Back]  
 [00450]  Τουτέστιν, βέλτιον ἀπολαύειν φήμης καλῆς καὶ σῴζεσθαι, ἢ ἀπὸ ἐλέου·
000-00-00 Serial Number=0024613559
In Genesim sermo 3 Ante [Go Back]  
 [00199]  Ὄντως θαυμαστὰ τὰ ἔργα Κυρίου! ὄντως ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! ὄντως ἀνεκδιήγητος ἡ ἀγαθότης αὐτοῦ! Οὐ γὰρ ἠρκέσθη τῷ Ἀδὰμ ἀπὸ χοὸς γενέσθαι ἄνθρωπον καὶ ἐν παραδείσῳ τῆς τρυφῆς ἀπολαύειν κελεύσας, ἀλλὰ καὶ βοηθὸν αὐτῷ ἐποίησε.
000-00-00 Serial Number=0940483689
In Genesim sermones Ante [Go Back]  
 [00397]  ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαύειν διηνεκῶς εἰς δόξαν τοῦ ταῦτα ἐργασαμένου Θεοῦ·
000-00-00 Serial Number=0265566170
In Isaiam Ante [Go Back]  
 [02226]  Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην ἐπιδείξωνται.
000-00-00 Serial Number=0509740114
In Joannem Ante [Go Back]  
 [00653]  ἀλλὰ δοκοῦσι μὲν ἀπολαύειν αὐτῆς, οὐκ ἀπολαύουσι δὲ, διὰ τὸ μηδὲ εἶναι δόξαν τὸ πρᾶγμα.
 [01206]  Ὥσπερ οὖν ἡλιακῆς ἀκτῖνος ἀπολαύειν ὡς χρὴ οὐκ ἔνι, μὴ διανοίγοντα τοὺς ὀφθαλμούς·
 [02850]  Πολλοὶ γὰρ οὐδὲ ἐπισκῆψαι περὶ αὐτῶν συνεχωρήθησαν, ἀλλ' ἀπῆλθον ἀθρόον, βουλόμενοι μὲν αὐτῶν ἀπολαύειν, οὐ συγχωρούμενοι δὲ, ἀλλὰ ἑλκόμενοι, καὶ ἑτέροις αὐτῶν ἐξιστάμενοι, καὶ μετὰ βίας παραχωροῦντες οἷς οὐκ ἐβούλοντο.
 [06009]  εἴ γέ σοι ἐξῆν μετὰ ἀρχόντων ἢ βασιλέων καθήμενον θεωρεῖν καὶ ἀπολαύειν τῆς θεωρίας, οὐ μεγίστην ἡγοῦ τιμὴν εἶναι τοῦτο;
000-00-00 Serial Number=0806454122
In Psalmum 100 Ante [Go Back]  
 [00249]  πρωΐαν ὀνομάζει τὴν ἀνατολὴν τοῦ ἀϊδίου φωτὸς, οὗ μέλλουσιν οἱ δίκαιοι ἀπολαύειν.
000-00-00 Serial Number=0766104579
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00152]  Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος, ἧς γένοιτο διαπαντὸς ἀπολαύειν ἡμᾶς, χάριτι αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν·
000-00-00 Serial Number=0525275767
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00175]  τί δὲ ἴσον τοῦ θλίβεσθαι δι' εὐσέβειαν, καὶ μυρίων ἀπολαύειν παρὰ τοῦ Θεοῦ παρακλήσεων, καὶ ἁμαρτημάτων ἀπηλλάχθαι τοσούτων, καὶ Πνεύματος καταξιοῦσθαι καὶ ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ μηδένα δεδοικέναι καὶ τρέμειν, καὶ πάντων λαμπρότερον φαίνεσθαι ἐν αὐτῷ τῷ κινδυνεύειν;
 [00999]  καὶ γὰρ βασιλείας μέλλομεν ἀπολαύειν, καὶ ἱερεῖς γινόμεθα προσφέροντες θυσίαν τὰ σώματα ἡμῶν.
 [05162]  οἷον, ὅταν ἀπολαύειν δέῃ τῶν φρικτῶν μυστηρίων·
 [05495]  καὶ γὰρ ταῦτα βούλεται μᾶλλον προνοίας ἀπολαύειν.
000-00-00 Serial Number=0770894527
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00235]  [62.475] Μάλιστα μὲν οὖν καὶ τὸ τῶν ἐπηγγελμένων ἀγαθῶν μὴ ἤδη ἀπολαύειν, ὑπομονῆς ἐστι·
 [00453]  Ὥσπερ γὰρ πλοῦτος αὐτοῦ ἐστι τὸ εἶναι πιστοὺς, οὕτω καὶ δόξα αὐτοῦ ἐστι τὸ εἶναι τοὺς μέλλοντας ἀπολαύειν αὐτοῦ τῶν ἀγαθῶν.
000-00-00 Serial Number=0152141273
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00619]  Ἐντεῦθεν γὰρ δείκνυσιν, ὅτι οὐδὲ περισπούδαστον ἦν αὐτῷ τῆς ἀπὸ τούτου τιμῆς ἀπολαύειν παρὰ τῶν πολλῶν, οὐδὲ δόξης ἕνεκεν ἐπὶ [61.26] τοῦτο ἤρχετο.
 [01582]  Ἡμεῖς δὲ βουλόμεθα πολλῆς ἀπολαύειν τρυφῆς καὶ ἀναπαύσεως καὶ ἀδείας·
 [03490]  καὶ μετὰ ὀρχηστῶν καὶ μαλακῶν καὶ μίμων καὶ πορνῶν γυναικῶν εὐφημίας ἀπολαύειν θέλεις, εἰπέ μοι;
 [04170]  ὁ δὲ καταφρονῶν χρημάτων [61.120] τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ μετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων.
 [04171]  Τί οὖν ἥδιον, μετὰ ἀδείας ἀπολαύειν τῶν ὄντων, ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, μηδενὸς τολμᾷν ἅπτεσθαι τῶν ἑαυτοῦ;
 [06480]  Οὐδὲν οὖν ἕτερον τὸ στόμα ἀκήμωτον ὃν τοῦ ζώου τούτου βοᾷ, ἢ ὅτι τοὺς διδασκάλους τοὺς πονοῦντας δεῖ καὶ ἀμοιβῆς ἀπολαύειν.
 [06884]  Ἀλλ' ὅμως αὐτὸς οὐκ ἀξιοῖ τῶν πρωτείων ἀπολαύειν, ἀλλ' ἀγαπᾷ, ἂν μετὰ τῶν ἄλλων κοινωνήσῃ τῶν ἀποκειμένων στεφάνων.
 [06961]  Καὶ γὰρ καὶ τοῦτον ὀψόμεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάμενον καθαρᾶς ἀπολαύειν ἡδονῆς.
 [09578]  Ὥστε εἰ καὶ τοῦτο ἄτιμον ἦν, οὐ μόνον μειζόνων ἀπολαύειν οὐκ ἔδει, ἀλλ' οὐδὲ τῶν αὐτῶν·
 [09586]  ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡμετέρας ἐπιμελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως αὐτοῖς ψηφισάμενος.
 [09664]  ἑτέραν καὶ ταύτην αἰτίαν προστιθεὶς τοῦ τὰ ἐλάττονα πλείονος ἀπο-λαύειν τιμῆς.
 [09895]  ἀπὸ τοῦ καὶ πλείονος ταῦτα ἀπολαύειν τιμῆς, Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν ἔδωκε τιμήν·
000-00-00 Serial Number=0591591954
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00183]  Καλὸν εὐχῆς ἀπολαύειν τῆς τῶν ἁγίων, ἀλλ', ὅταν καὶ αὐτοὶ ἐνεργοὶ ὦμεν.
 [03133]  Εἰ γὰρ ὑπεύθυνος ἐγενόμην τῆς πάντων ὑμῶν προστασίας, καὶ λόγους ὑπέχειν μέλλω, πολλῷ μᾶλλον ὀφείλω τῆς παρ' ὑμῶν ἀπολαύειν εὐχῆς.
000-00-00 Serial Number=0711167157
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00292]  Ἵνα γὰρ μάθῃς, ὅτι οὐδέν ἐστιν ὁ πλοῦτος, οὔτε ἡ ὑγεία, οὔτε ἡ δόξα, ἐγώ σοι δείκνυμι πολλοὺς, οἷς ἐξὸν κερδαίνειν, οὐ κερδαίνουσιν, οἷς ἐξὸν ὑγιαίνειν, κατατήκουσιν ἑαυτῶν τὰ σώματα, οἷς ἐξὸν δόξης ἀπολαύειν, πάντα πράττουσιν, ὥστε καταφρονεῖσθαι.
 [01869]  Ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, διὰ τοῦτο λέγει, Πιστὸς ὁ λόγος, ὅτι δυνήσονται πατέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς, καὶ μητέρες, ὅταν αὐτοὺς ἐκθρέψωσι καλῶς.
 [02681]  τοῦτο δὲ οὐ κακὸν τὸ μόνον ἔχειν τὰ ∆εσποτικὰ, τὸ μόνον ἀπολαύειν τῶν κοινῶν;
 [02841]  ∆ιὰ τοῦτο πολλῆς αὐτὴν βούλεται παρὰ τοῦ ἱερέως ἀπολαύειν τιμῆς·
 [03129]  Ἂν δὲ μετὰ τύφου ἐπιτάττῃς, κἂν τῶν πρωτείων κελεύῃς ἀπολαύειν, οὐκ ἔστι φιλοξενία τὸ τοιοῦτον, οὐδὲ διὰ τὸν Θεόν ἐστι.
 [03153]  ἔνεστι γὰρ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν θεραπείας παρὰ πάντων.
 [03415]  Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, Ἐπειδὴ χῆραι ἐξέπεσον, πολλῆς αὐτὰς ἐπιμελείας δεῖ ἀπολαύειν, ὥστε μὴ παθεῖν ἅπερ εἶπον, ἀλλ' ἐπέταξε γάμον;
 [03484]  Ὅταν γὰρ ὁ μὲν ἕτερος μήτε ἀγρυπνῇ, μήτε φροντίζῃ, ἀλλὰ ἁπλῶς συνεδρεύῃ ἐν ἀδείᾳ καὶ ἀμεριμνίᾳ, ἐκεῖνος δὲ κόπτηται φροντίζων, μελετῶν, [62.582] καὶ μάλιστα, ὅταν ἄπειρος ᾖ καὶ λόγων τῶν ἔξωθεν, πῶς οὐ δεῖ μάλιστα τιμῆς ἀπολαύειν καὶ πρὸ τῶν ἄλλων ἁπάντων αὐτὸν εἰς τοσούτους πόνους ἑαυτὸν ἀφιέντα;
 [03784]  Κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως, καὶ οὐκ ὀφείλουσι πολλῆς ἀπολαύειν τιμῆς παρὰ τῶν οἰκετῶν;
000-00-00 Serial Number=0476159811
In epistulam ad Colossenses Ante [Go Back]  
 [00288]  Εἰ γὰρ ἡ τιμὴ τοῦ ἀτιμάζεσθαι ἡδίων, καὶ τὸ ἐν ἐξουσίᾳ εἶναι τοῦ ὑποτάσσεσθαι, καὶ τὸ θαῤῥεῖν τοῦ τρέμειν καὶ δεδοικέναι, καὶ τὸ τῶν ἀρκούντων ἀπολαύειν τοῦ πέρα τοῦ μέτρου εἰς τὸ τῆς τρυφῆς καταποντίζεσθαι κλυδώνιον, βελτίων ἄρα ἐκείνης αὕτη ἡ τράπεζα καὶ ἡδονῆς ἕνεκεν.
 [00542]  Ἔστι γὰρ καὶ ἐν τῇ αὐτῇ εἶναι πόλει, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν·
 [00543]  τὴν δὲ αὐτὴν μερίδα ἔχειν, καὶ μὴ τῶν αὐτῶν ἀπολαύειν, οὐκ ἔστιν.
 [01102]  ἀπολαύειν δὲ βουλόμεθα τιμῆς·
 [01336]  Καὶ ταυτὸν ἐποίουν, οἷον εἰ ἐλεύθερος παῖς εἰς διδασκαλεῖον πεμπόμενος, ἐπιζητοίη τὸ μετὰ τῶν δούλων ἄγεσθαι, καὶ ὑπηρετεῖν αὐτοῖς, καὶ τὴν ἀναγκαίαν καὶ ἐλευθέρῳ πρέ [62.330] πουσαν τροφὴν λαβὼν, καὶ ἐν τῇ τοῦ πατρὸς τραπέζῃ καθήμενος, τῆς τῶν οἰκετῶν ἀπολαύειν θέλοι τῆς δυσώδους, τῆς ταραχῆς ἐμπεπλησμένης.
000-00-00 Serial Number=0497527063
In epistulam ad Ephesios Ante [Go Back]  
 [00465]  τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας;
 [03210]  Εἰ τοίνυν βουλόμεθα τοῦ πνεύματος ἀπολαύειν τοῦ ἀπὸ τῆς κεφαλῆς, ἀλλήλων ἐχώμεθα.
 [03603]  Ἐξῆν γὰρ αὐτοῖς, εἴ γε ἐβούλοντο, μήτε πλεονεκτεῖν, μήτε ἀσελγαίνειν, μήτε γαστρίζεσθαι, καὶ τῶν ἐπιθυμιῶν ἀπολαύειν·
 [03770]  κόραι εἰκοστὸν ἔτος οὔπω γενόμεναι, ἐν θαλάμοις καὶ ἐν σκιατροφίᾳ τὸν ἅπαντα διατελέσασαι χρόνον, [ἐν] θαλάμοις μύρων γέμουσαι καὶ θυμιαμάτων, ἐπὶ στρωμνῆς ἁπαλῆς κατακείμεναι, ἁπαλαὶ καὶ αὐταὶ τὴν φύσιν, καὶ τῇ πολλῇ θεραπείᾳ μαλακώτεραι γινόμεναι, διὰ τῆς ἡμέρας πάσης οὐδὲν ἕτερον ἔργον ἔχουσαι, ἢ τὸ καλλωπίζεσθαι καὶ χρυσοφορεῖν καὶ τρυφῆς ἀπολαύειν πολλῆς, οὐδὲ ἑαυταῖς διακονούμεναι, ἀλλὰ πολλὰς ἔχουσαι τὰς θεραπαινίδας τὰς παρεστηκυίας, ἱμάτια ἔχουσαι μαλακὰ τοῦ σώματος μαλακώτερα, λεπτὰς ὀθόνας καὶ τρυφερὰς, ἐν ῥόδοις καὶ ταῖς τοιαύταις εὐωδίαις διηνεκῶς ἀσχολούμεναι·
 [05084]  καὶ ἐν τῷ χρόνῳ ᾧ ἀνεβάλετο, οὐδὲ ἐν αὐτῷ ἀφίησιν ἡμᾶς ἀπολαύειν ἀμέτρως·
 [05694]  Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιμῆς ὁ Θεὸς, ὅτι σε τοῦ πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε;
000-00-00 Serial Number=0421889663
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00836]  ∆ιὰ ταῦτα πολλὴν ποιοῦνται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας, καὶ Ῥωμαίοις ἐπιστέλλων καὶ Κορινθίοις.
 [02186]  Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας.
 [02369]  ∆ιὰ τοῦτο τὴν παραίνεσιν εὐχῇ κατέκλεισε, καὶ χάριτος καὶ πνεύματος ἀναμνήσας, ὁμοῦ καὶ ἀδελφοὺς προσειπὼν, καὶ παρακαλέσας τὸν Θεὸν τούτων αὐτοὺς διηνεκῶς ἀπολαύειν, καὶ διπλῷ [61.681] τοὺς ἀνθρώπους ἀσφαλισάμενος τρόπῳ·
000-00-00 Serial Number=0870908797
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06022]  Εἰπὲ δή μοι, εἴ τινα εἶχες ἄνδρα μέγαν καὶ θαυμαστὸν, πάνυ σε φιλοῦντα καὶ κηδόμενον, εἶτα ἔγνως ὅτι διαπαντὸς ζήσεται, καὶ οὐ προτελευτήσεις αὐτοῦ, καὶ πάντα σοι παρέξει μετὰ ἀδείας τὰ αὑτοῦ, ὥστε σε ὡς τῶν σῶν ἀπολαύειν·
 [06092]  πῶς αὐτοὺς ἐᾷ, φησὶν, ὁ Θεὸς ἀπολαύειν τούτων;
 [07499]  καὶ ἑκὼν ἑαυτὸν ἔῤῥιψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῷ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν.
 [08421]  εἰ γὰρ καὶ ἑαυτὰς πωλεῖν ἐχρῆν, εἰ γὰρ ἀντ' ἐλευθέρων γενέσθαι δούλας, ὥστε δυνηθῆναι μετ' ἐκείνου εἶναι τοῦ νυμφίου, τοῦ κάλλους ἀπολαύειν ἐκείνου, μόνον ὁρᾷν εἰς τὸ πρόσωπον ἐκείνου·
000-00-00 Serial Number=0295030594
In epistulam ad Philippenses Ante [Go Back]  
 [04259]  τῷ γὰρ τοὺς εὐδοκίμους, εἴτε ἄνδρας, εἴτε γυναῖκας, τοσαύτης παρὰ τῶν λοιπῶν ἀπολαύειν τιμῆς, πολλὰ ἐγίνετο τὰ καλά.
000-00-00 Serial Number=0396627605
In epistulam ad Romanos Ante [Go Back]  
 [00352]  Εἰ τοίνυν βουλόμεθα ἀπολαύειν ἡδονῆς, πρὸ τῶν ἄλλων ἁπάντων φεύγωμεν πονηρίαν, καὶ διώκωμεν ἀρετὴν, ὡς οὐκ ἐνὸν ἄλλως τούτου μετασχεῖν, κἂν ἐπ' αὐτὸν ἀναβῶμεν τὸν θρόνον τὸν βασιλικόν.
 [00534]  Εἰ οὖν καὶ ἐπιθυμεῖς, φησὶ, καὶ εὔχῃ, καὶ μέλλεις παρακλήσεως ἀπολαύειν, καὶ παρακλήσεως μεταδιδόναι, τί τὸ κωλύον ἐλθεῖν;
 [01867]  Οὐδὲ γὰρ οἱ παρ' ἡμῖν νόμοι συγχωροῦσιν ἡμῖν ταύτης ἀπολαύειν τῆς παῤῥησίας, ὅταν ὁ βίος ἡμῶν διεφθαρμένος ᾖ.
 [03141]  ἐπεὶ καὶ τὰ παιδία τὰ μικρὰ ὅταν ἴδῃ τὸν ἰατρὸν ἢ πῦρ ἢ τομὴν ἐπάγοντα, φεύγει καὶ ἀποπηδᾷ ὀλολύζοντα καὶ σπαραττόμενα, καὶ μᾶλλον αἱρεῖται διηνεκεῖ σηπεδόνι σώματος ἐναπολέσθαι, ἢ πρόσκαιρον ὑπομείναντα πόνον, τῆς μετὰ ταῦτα ἀπολαύειν ὑγείας.
 [03803]  Καὶ τοῦτο μάλιστα τῆς κακίας τὸ χαλεπώτατον, ὅτι οὐδὲ ἰδεῖν ἀφίησι τοὺς εἰς αὐτὴν ἐμπεσόντας τῆς οἰκείας λύμης τὸ μέγεθος, ἀλλ' ἐν βορβόρῳ κείμενοι μύρων ἀπολαύειν νομίζουσι·
 [03976]  ὥστε διπλῆς ἀπολαύειν τῆς ἐλευθερίας.
 [04595]  Οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν, ἀλλὰ καὶ χρημάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε, καὶ θυμῷ χαρίσασθαι μετὰ τοῦ δικαίου, καὶ τρυφῇ χρήσασθαι συμμέτρῳ·
 [05324]  Εἰ γὰρ ἡ κτίσις ἐλπίζει διὰ σὲ πάντα γινομένη, πολλῷ μᾶλλον σὺ, δι' ὃν ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν πάντων ἐκείνων.
 [05569]  εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβαίνειν, καὶ παρ' αὐτὸν ἑστάναι τὸν τῶν ὅλων βασιλέα, καὶ ἀντιλάμπειν τοῖς ἀγγέλοις, καὶ τῆς ἀποῤῥήτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δεῖ προέσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι τῇ ἡδονῇ.
 [06018]  Ὁ γὰρ τοιοῦτος θάνατος μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει.
 [07157]  ἀνάξιοι τῶν κτισμάτων ἀπολαύειν τῶν δοξαζόντων αὐτὸν οἱ βλασφημοῦντες αὐτόν·
 [07158]  ἐπεὶ καὶ υἱὸς πατέρα ὑβρίζων, ἀνάξιος οἰκετῶν εὐδοκιμούντων ἀπολαύειν διακονίας.
 [07276]  μᾶλλον δὲ, ὡς ὀφείλων ἀθανάτου ζωῆς διηνεκῶς ἀπολαύειν.
 [07771]  καὶ ταῦτα οὐχ ὑπὲρ ὧν αὐτὸς ἔμελλεν ἀπολαύειν, ἀλλ' ὑπὲρ ὧν ἐκεῖνοι κερδανεῖν εἶχον.
 [08575]  Ἵνα γὰρ μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι Ἐξευτελίζεις ἡμᾶς καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας ἄρχουσιν ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν·
 [08891]  οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ παροινίας·
 [09999]  Ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ πολλῆς ἀσφαλείας ἔδει ἀπολαύειν [60.672] αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων ἦσάν τινες ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παρόντες·
000-00-00 Serial Number=0907449365
In epistulam ad Titum Ante [Go Back]  
 [01029]  Καὶ ταύτης μὲν ἀφίησιν ἀπολαύειν τῆς ἐπιθυμίας, καὶ δευτέρῳ προσιέναι γάμῳ, καὶ πολλὴν ποιεῖται τοῦ πράγματος τὴν ἐπιμέλειαν, καὶ οὐδαμοῦ ὑπὲρ τούτου κολάζει·
000-00-00 Serial Number=0115645707
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00044]  ἀλλὰ διὰ τὸ τῆς προσκαίρου δόξης ἀπολαύειν τῶν ἀνθρώπων, παρεῖχον.
000-00-00 Serial Number=0706571817
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00782]  διὰ πάντων τούτων δηλῶν, ὅτι κοινῇ πάντας καὶ ὁμοῦ παραγενομένους τῶν οὐρανίων τιμῶν ἀπολαύειν χρή.
000-00-00 Serial Number=0974748075
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00322]  Ἐμοὶ γὰρ καὶ ἰατρῶν χειρῶν χρησιμώτερον, καὶ πάσης τῆς ἐκεῖθεν παραμυθίας λυσιτελέστερον, τὸ τῆς ὑμετέρας ἀπολαύειν ἀγάπης·
000-00-00 Serial Number=0984855533
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00014]  νυνὶ δὲ τὸν νοῦν τῆς φρονήσεως ἡμῶν αὐξηθέντα σκοπήσας, μειζόνων ἡμᾶς συγχωρεῖ ἀπολαύειν διδαγμάτων.
000-00-00 Serial Number=0698124468
In illud In faciem ei restiti Ante [Go Back]  
 [00221]  Ὁ δὲ οὕτω περὶ πάντας διακείμενος, ᾔδει καὶ πόσης τὸν Πέτρον προεδρίας ἀπολαύειν ἐχρῆν, καὶ ᾐδεῖτο μάλιστα πάντων ἀνθρώπων τοῦτον, καὶ ὡς ἄξιος ἦν, οὕτω περὶ αὐτὸν διέκειτο.
000-00-00 Serial Number=0765043736
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00174]  τὸν δὲ ὑπὸ τῶν ἀγγέλων προηγουμένων οὕτως ἐντεῦθεν ἀπενεχθῆναι, καὶ ὁμόσκηνον τῷ πατριάρχῃ γενέσθαι, καὶ τῶν ἀγαθῶν ἀπολαύειν, ὧν ἐκεῖνος.
000-00-00 Serial Number=0631607711
In illud Memor fui dei Ante [Go Back]  
 [00275]  Τούτων οὕτω πραττομένων καλῶς, λοιπὸν καὶ ἡ θάλασσα αὐτὴ ἐπεθύμησε τῆς εὐωδίας ἀπολαύειν, καὶ ἤρξατο δημοσιεύειν ἑαυτὴν, καὶ τῇ γῇ λέγουσα ἀντέβαλεν·
000-00-00 Serial Number=0767450452
In illud Ne timueritis Ante [Go Back]  
 [00700]  ποίας δὲ ἀπολογίας τεύξῃ, ἢ τίνος συγγνώμης, τὸ μὲν ἄλογον καὶ οὐδὲ τῆς φιλοτιμίας αἰσθανόμενον ὑπὲρ τὴν χρείαν καλλωπίζων (ταὐτὸν γὰρ ἐκείνῳ καὶ χρυσὸς, καὶ μόλυβδος), τὸν δὲ Χριστὸν λιμῷ τηκόμενον ὁρῶν, καὶ οὐδὲ τῆς ἀναγκαίας ποιῶν ἀπολαύειν τροφῆς;
000-00-00 Serial Number=0340818226
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00102]  Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον, ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστηκεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ·
000-00-00 Serial Number=0115526915
In illud Vidua eligatur Ante [Go Back]  
 [00352]  ∆ιὰ τοῦτο καὶ τοῦ προδότου, ἵνα μὴ μέλλῃς λέγειν, ὅτι εὐτελὴς καὶ εὐκαταφρόνητος ὁ μέλλων ἀπολαύειν τῆς θεραπείας.
000-00-00 Serial Number=0994464815
In parabolam de filio prodigo Ante [Go Back]  
 [00281]  Καὶ ὑμεῖς δὲ οἱ μέλλοντες ἀπολαύειν τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον ἀποῤῥίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιον νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε.
000-00-00 Serial Number=0685959220
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00029]  Τί τὸν οὐρανὸν ἁρπάζειν φιλονεικεῖς, ὁ μηδὲ τῆς γῆς ἄξιος ὢν ἀπολαύειν;
000-00-00 Serial Number=0814051688
In pharisaeum et meretricem Ante [Go Back]  
 [00009]  Πτερώσωμεν οὖν ἑαυτοὺς τοῖς τῆς πίστεως καὶ τοῖς τῆς μετανοίας πτεροῖς, καὶ θελήσωμεν ἀναπτῆναι πρὸς τὸν ἡμέτερον Ποιητὴν, καὶ ἡμεῖς, ὡς πρωτότοκοι τῆς Ἐκκλησίας υἱοὶ, καὶ ὑμεῖς, οἱ καθάπερ ἔμβρυα ὡς ἐν ταῖς λαγόσι τῆς Ἐκκλησίας προλοχευόμενοι, καὶ ποθοῦντες τὰς μακαρίας καὶ ἀνωδύνους ὠδῖνας ἀσπάσασθαι, καὶ γενέσθαι τέκνα τοῦ πολεμήσαντος ὑπὲρ ἡμῶν (ἀναγκαία γὰρ τῆς πίστεως ἡ χάρις καὶ ὑμῖν τοῖς ἀπολαύειν μέλλουσι τῶν αὐτῶν ἀγαθῶν)·
000-00-00 Serial Number=0259547234
In principium Actorum Ante [Go Back]  
 [01041]  Καὶ γὰρ καὶ τοῦτο ἀρχόντων, τὸ μὴ τιμῆς ἀπολαύειν μόνον, ἀλλὰ καὶ πολλὴν ἐνδείκνυσθαι πρὸς τοὺς ἀρχομένους τὴν πρόνοιαν καὶ τὴν προστασίαν.
000-00-00 Serial Number=0121241748
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00055]  Καὶ πάλιν ὅταν ἴδη τέ τινα τῶν μελλόντων ἐκεῖ πολλῆς ἀπολαύειν τιμῆς ἐν θλίψει καὶ στενοχωρίᾳ, καὶ μυρίοις ὄντα κακοῖς ἐν τῇ προσκαίρῳ ταύτῃ ζωῇ, μὴ δακρύητε διὰ τὰ παρόντα δεινὰ, ἀλλὰ μακαρίζητε, καὶ ζηλωτὸν εἶναι νομίζητε διὰ τοὺς ἀποκειμένους αὐτῷ στεφάνους ἐν τοῖς ἀπείροις αἰῶσιν ἐκείνοις.
000-00-00 Serial Number=0879114747
In sanctum pascha [1] Ante [Go Back]  
 [00171]  Μὴ γὰρ κωλύω ἀπολαύειν τροφῆς καὶ ἀνίεσθαι;
000-00-00 Serial Number=0764126122
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00046]  Οὐχ ἁπλῶς εἶπε, Μὴ καταμάνθανε κάλλος, ἀλλὰ προσέθηκεν, Ἀλλότριον, ὡς τό γε οἰκείου ἀπολαύειν αἰνεῖ.
000-00-00 Serial Number=0070700884
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00224]  Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν.
000-00-00 Serial Number=0953649938
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01217]  [56.349] καὶ τῆς τραπέζης ἀπολαύειν τῆς βασιλικῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»