Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χρείας [154]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χρείας


000-00-00 Serial Number=0201559603
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00413]  Ἐνῆν μὲν οὖν καὶ εἰς μεῖζον μῆκος ἐκτεῖναι τὸν λόγον, ἀλλ' ἐπειδὴ μόνον ὑπακοῆς καὶ οὐκ ἄλλης χρείας ἕνεκεν ἡμῖν εἴρηται, καὶ ταῦτα πέρα τοῦ δέοντος γέγραπται.
000-00-00 Serial Number=0678566456
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01329]  Ἱκανὴ μὲν οὖν καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλλοτρία ταπεινῶσαι τὸν ἄνδρα, τὸν καὶ χρείας ἕνεκεν ἀποδημοῦντα μόνον.
000-00-00 Serial Number=0619555175
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00018]  Ἄλλον γὰρ ἡμῖν ὁ Θεὸς προηυτρέπισεν βίον καὶ τοῦ πρὸς ἐκεῖνον δρόμου τὴν παροῦσαν ζωὴν ὁδὸν κατεσκεύασεν, τὰς παρὰ τῆς κτίσεως χρείας εἰς ἐφόδιον μόνον τῆς ὁδοῦ κατατάξας.
000-00-00 Serial Number=0618061185
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00353]  [7.10] Ἡ γὰρ περιουσία τῆς εὐμηχάνου σοφίας πολλὴν πανταχοῦ τὴν ποικιλίαν ἐργάζεται, ὁμοῦ μὲν τῆς οἰκείας θαυματουργίας τὴν ἀπόδειξιν ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τῆς τῶν ὁρώντων προνοοῦσα χρείας καὶ πολλὴν καὶ ἄφατον τὴν ὠφέλειαν παρεχομένη καὶ μετὰ τούτων ἁπάντων καὶ τὴν ἡδονήν.
 [00361]  [7.14] Πάντα γὰρ αὐτοῦ δεῖται καὶ ἀπολαύει τῆς χρείας καὶ ἀμείνω γίνεται ταύτης μετέχοντα, οὐ σώματα δὲ μόνον, οὐδὲ φυτά, ἀλλὰ καὶ ὕδατα, καὶ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις λεπτυνομένη καὶ καθαιρομένη καὶ διειδεστέρα γινομένη.
 [00373]  ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, [7.18] ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, [7.19] ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, [7.20] ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζῴων.
 [00388]  [7.29] Εἰ δέ τις προσθείη τὰς νύκτας ταῖς ἡμέραις ἐγρηγορὼς καὶ ἐργαζόμενος ἢ καὶ ἀργῶν καὶ ἐπὶ πλέον τοῦτο ποιήσειεν, ἀποθανεῖται εὐθέως ἤ, εἰ μὴ τοῦτο, νόσῳ πάντως μακρᾷ παραδοθείς, οὐδὲν ἀπὸ τῆς ἡμέρας καρπώσεται εἰς τὴν τῆς οἰκείας χρείας ἐνέργειαν, τῆς δυνάμεως αὐτῷ κατασβεσθείσης.
 [00389]  [7.30] Εἰ δὲ καὶ ἐπὶ τὸν ἄπειρον τῶν ἰχθύων δῆμον ἁπλώσαιμεν τὸν λόγον, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν τῇ πλεομένῃ, τῶν ἐν τῇ ἀπλώτῳ θαλάττῃ ἢ καὶ τὰ ἄφατα τῶν ὀρνίθων κατίδοιμεν ἔθνη, τῶν ἐν ἀέρι, τῶν ἐν γῇ, τῶν ἐν ὕδασιν ὁμοῦ καὶ γῇ καὶ γάρ ἐστιν ἀμφίβια πολλὰ ἐν αὐτοῖς τῶν ἀγρίων, τῶν ἡμέρων, τῶν ἀγρίων μέν, τιθασσευομένων δέ, τῶν δι' ὅλου μενόντων ἀγρίων, τῶν ἐσθιομένων, τῶν οὐκ ἐσθιομένων καὶ περιεργασαίμεθα ἑκάστου καὶ κάλλος καὶ πτερὸν καὶ φωνὴν ᾠδικήν, [7.31] ἔτι τε τὰς διαφορὰς μόνον αὐτῶν εἰ καταμάθοιμεν καὶ ᾠδῆς καὶ τραπέζης καὶ διαγωγῆς καὶ τὰς διατριβὰς καὶ τὰ ἤθη καὶ τὰς χρείας καὶ τὰς διακονίας ἃς παρέχουσιν ἡμῖν πάσας ἐπέλθοιμεν καὶ τὰ μεγέθη καὶ τὴν βραχύτητα καὶ τὰς ὠδῖνας καὶ τὴν ἀνατροφὴν καὶ τὴν πολλὴν ἐν τούτοις καὶ ἄφατον ποικιλίαν καὶ τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ ἰχθύων ποιήσαιμεν καὶ ἐντεῦθεν ἔλθοιμεν καὶ ἐπὶ τὰς βοτάνας, τὰς πανταχοῦ τῆς γῆς φυομένας, ἑκάστου τε τούτων καὶ καρπὸν ἴδοιμεν καὶ χρείαν καὶ εὐωδίαν καὶ ὄψιν καὶ θέσιν καὶ φύλλα καὶ χρῶμα, καὶ σχῆμα καὶ μέγεθος καὶ μικρότητα καὶ ὠφέλειαν, καὶ ἐργασίας τρόπους, [7.32] καὶ φλοιῶν καὶ στελεχῶν καὶ κλάδων διαφορὰς καὶ λειμῶνας καὶ παραδείσους, εἶτα μετέλθοιμεν ἐπὶ τὰ ποικίλα ἀρώματα καὶ τοὺς παντοδαποὺς τόπους αὐτῶν περιεργασαίμεθα καὶ τοὺς τρόπους τῆς εὑρέσεως καὶ τῆς ἐπιμελείας καὶ τῆς γεωργίας καὶ ὅτι πρὸς ἰατρείαν ἡμῖν συντελεῖ·
000-00-00 Serial Number=0345626652
Ad illuminandos catecheses Ante [Go Back]  
 [00469]  ὁ μὲν γὰρ εἰς τὸν βίον οὐδεμίαν εἰσάγει χρείαν, οὗτος δὲ τὸ πλέον ἡμῖν κατεσκεύασε τῆς χρείας μυρίαις τέχναις ὑπηρετούμενος.
000-00-00 Serial Number=0431179762
Ad populum Antiochenum Ante [Go Back]  
 [00654]  Οὐ χρείας ἕνεκεν, ἀλλ' ἀπονοίας μόνης, ἵνα ἀπὸ τούτων σεμνότερος τῶν ἄλλων ἀνθρώπων εἶναι δοκῇς.
 [00702]  Οἰκίας οἰκοδομούμεθα, ἵνα οἰκῶμεν, οὐχ ἵνα φιλοτιμώμεθα Τὸ μεῖζον τῆς χρείας, περιττὸν τῆς χρείας ἐστὶ καὶ ἄχρηστον.
 [00706]  οὕτω καὶ οἰκία μείζων τῆς χρείας ἐμποδίζει πρὸς τὴν εἰς οὐρανοὺς ἀποδημίαν.
 [00807]  Ὅτι δὲ οἱ πένητες μετὰ τῆς χρείας καὶ τοῦ πεινῇν ἐπὶ τὸ πρᾶγμα ἔρχονται, οἱ δὲ πλουτοῦντες οὐκ ἀναμένουσι τοῦτο, παντί που δῆλόν ἐστιν·
 [03040]  Μετὰ γὰρ τῶν εἰρημένων ἔπελθέ μοι τοὺς λειμῶνας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον·
 [03337]  Ὥστε εἰ καὶ ἁπαλώτεροι αἱ πόδες αὐτῶν, ἀλλὰ πρὸς πλείους ἐπιτηδειότεροι χρείας, καὶ οὔτε διὰ τὴν ἀσθένειάν τι βλάπτονται, τῆς τοῦ ἵπ [49.125] που δυνάμεως διακονουμένης, καὶ παρὰ τὴν ποικιλίαν τῆς βαδίσεως πλεονεκτοῦσι.
 [03517]  Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς·
 [03518]  οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν καὶ τῶν ἄλλων πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὕτε πάντα ἀφῆκεν ἄδηλα.
000-00-00 Serial Number=0057271898
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00397]  Εἰ γὰρ τὸ μὴ δεῖσθαι πλειόνων συνωμολόγηται μέγιστον ὂν ἀγαθὸν, τὸ καὶ τῆς τῶν ὄντων χρείας ἐξώτερον εἶναι, μείζονος [47.336] εὐπραγίας ἂν εἴη.
 [01555]  Οὐκοῦν ὅμοιον ποιήσεις, ὥσπερ ἂν εἰ εἰς μὲν ὀχετοὺς ἀμαρῶν ὁρῶν τινα ἐμβάλλοντα τὰ ἑαυτοῦ, κύριος φῂς εἶναι, εἰς δὲ χρείας ἀναγκαίας τοῦτο ποιοῦντα, ὡς οὐκ ἔχοντα τῶν ἀναλισκομένων ἐξουσίαν θρηνεῖς.
000-00-00 Serial Number=0468241096
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00139]  Εἰ δὲ γυναικὸς τὸν περὶ τὸ σῶμα κόσμον ἀφαιρεῖ τὰ θεῖα γράμματα, πόσῳ μᾶλλον ἀνδρὶ προσήκει τὸ παντελῶς ἀκαλλώπιστον, καὶ ἡ μέχρι τῆς χρείας περιβολὴ, ἵνα σκέπασμα ᾖ καὶ μὴ καλλώπισμα, καθάπερ ὠνόμασεν ὁ Παῦλος·
000-00-00 Serial Number=0555096686
Catecheses ad illuminandos Ante [Go Back]  
 [00746]  [5.4] Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες οὐκ ἀνέξεσθε μετὰ τὴν ἡμετέραν παραίνεσιν τῆς χρείας ὑπερβῆναι τοὺς ὅρους.
 [00812]  τὰ ἄλογα ἐπειδὰν διψῇ μέχρι τῆς χρείας τὴν ἐπιθυμίαν ἵστησι
 [00815]  Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, οὕτω καὶ ἄνθρωπος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους καὶ μεῖζον ἐπιθεὶς τὸ φορτίον τῇ γαστρὶ κατέδυσεν αὐτοῦ τὴν διάνοιαν καὶ τῆς ψυχῆς τὴν εὐγένειαν ἐλυμήνατο.
000-00-00 Serial Number=0772740364
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00163]  Εἰ γὰρ καὶ τοσαύτης ἐπικειμένης ἀνάγκης νῦν καὶ πολλῆς ἑτέρας χρείας καὶ γὰρ καὶ παιδοποιοῦσι, καὶ οἰκουροῦσι, καὶ ἕτερα διακονοῦνται ἄλλα καὶ πλείονα τούτων·
 [00313]  ἀδελφῶν δὲ ὄντων, πάλιν τὰ τῆς χρείας συστέλλεται, ἅτε οἰκειοτέρας οὔσης.
000-00-00 Serial Number=0372677982
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00079]  μηδὲ τὰ περιττὰ τῆς χρείας συνάγαγε, ἵνα μὴ τὰ [52.417] πρὸς τὴν χρείαν ἀπολέσῃς·
000-00-00 Serial Number=0751759171
De Anna i Ante [Go Back]  
 [01192]  Καὶ οὗτος πάλιν ἐξ ἴσης πλουσίῳ καὶ πένητι πρόκειται τῆς χρείας ὁ θησαυρός.
 [01201]  οὐ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύσις, ὡς τὸ τῆς χρείας ἀναγκαῖον ἕκαστον ἡμῖν τούτων ἡδὺ καθίστησιν.
000-00-00 Serial Number=0265333474
De Joseph et de castitate Ante [Go Back]  
 [00054]  ταύτης ἕνεκα τῆς χρείας μοι πέπρασαι·
000-00-00 Serial Number=0209656954
De Lazaro Ante [Go Back]  
 [00727]  Ἂν οὖν πλέον τι τῆς χρείας εἰς ἑαυτὸν ἀναλώσῃ τῆς ἀναγκαίας, χαλεπωτάτας ἐκεῖ δώσει τὰς εὐθύνας.
 [00732]  Ὅταν μὴ εἰς περιττὰς αὐτὰ ἀναλίσκωμεν χρείας, μηδὲ εἰς ἡμετέρας μόνον, ἀλλὰ ταῖς τῶν πενήτων αὐτὰ συμμερίζωμεν χερσί·
 [00733]  κἂν εὔπορος ᾖς, πλέον δέ τι τῆς χρείας ἀναλίσκῃς, λόγον δώσεις τῶν ἐμπιστευθέντων σοι χρημάτων.
000-00-00 Serial Number=0609047353
De fato et providentia Ante [Go Back]  
 [00269]  Καὶ ὁ μὲν ἥττω τῆς χρείας εἶχεν, ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπήλαυεν.
 [00594]  τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν.
 [00595]  Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ καὶ ὑπὲρ τὴν χρείαν ὁδεύωμεν;
000-00-00 Serial Number=0651293635
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00095]  καὶ πολλάκις ἑαυτῷ διακονήσασθαι δυνάμενος οἰκέτην ὠνήσατο οὐ χρείας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι ἠτιμῶσθαι ἑαυτῷ διακονούμενος.
 [00098]  Τούτων οὐδὲν χρείας ἕνεκεν·
 [00099]  εἰ γὰρ χρείας ἕνεκεν ταῦτα ἐγίνετο, τὸ πλέον ἂν τοῦ γένους τῶν ἀνθρώπων ἀπωλώλει καὶ διέφθαρτο.
000-00-00 Serial Number=0990802348
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00743]  [5.11] Καὶ τὸ δὴ πάλιν θαυμαστότερον, ὅτι οὐ μόνον ἐξεῖπεν, ἀλλὰ καὶ μέχρι τῆς χρείας ἔστη.
 [00746]  αὐτὸς μὲν γάρ, τῆς χρείας καλούσης, τοῦτο ἐποίησεν.
000-00-00 Serial Number=0011033535
De mutatione nominum Ante [Go Back]  
 [00972]  ὁ δὲ Θεὸς ἀνενδεὴς ὢν, καὶ βουλόμενός σοι δεῖξαι, ὅτι οὐδενὸς τῶν ἡμετέρων δεόμενος, τῆς δουλείας ἡμῶν ἐφίεται, ἀλλ' εἰς ἓν μόνον σκοπῶν τὸ συμφέρον ἡμῖν, καὶ οὐ τῆς αὐτοῦ χρείας ἕνεκεν, ἀλλὰ τῆς ἡμετέρας ὠφελείας ἅπαντα πράττει, ἂν μὲν ἑκόντες καὶ βουλόμενοι καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότες προσέλθωμεν·
000-00-00 Serial Number=0521568000
De paenitentia [1] Ante [Go Back]  
 [00597]  καὶ εἰς διαφόρους χρείας ἕκαστος ὑμῶν ἀσχολεῖται.
 [00817]  Οἶδε γὰρ ὅτι ῥᾴθυμος εἶ καὶ ἀναπεπτωκὼς, καὶ ἐὰν ἐπιτύχῃς τῆς χρείας, ἀναχωρεῖς, μηκέτι εὐχόμενος·
 [00818]  καὶ προφάσει τῆς χρείας ὑπερτίθεταί σε, ἵνα πυκνότερον τῷ Θεῷ προσομιλῇς, καὶ τῇ εὐχῇ σχολάζῃς.
000-00-00 Serial Number=0213780522
De perfecta caritate Ante [Go Back]  
 [00019]  Πολλῶν πλήσας τὴν οἰκουμένην ἀγαθῶν, ἔδωκεν ἑκάστῃ χώρᾳ πάλιν ἰδιάζουσαν ἐπιτηδειότητα καρπῶν, ἵνα διὰ τὸ τῆς χρείας ἀναγκαῖον πρὸς ἀλλήλους βαδίζοντες, καὶ τῶν περιττευόντων μεταδιδόντες, καὶ τῶν λειπόντων ἡμῖν ἀντιλαμβάνοντες, ἀγαπῶμεν τὸ ὁμόφυλον.
000-00-00 Serial Number=0653195202
De precatione [2] Ante [Go Back]  
 [00021]  ἀλλὰ δεῖ καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμονίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς [64.464] εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ καταμίσγειν, ἵνα καθάπερ ἅλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων ∆εσπότῃ γίνωνται.
000-00-00 Serial Number=0224294424
De sacerdotio Ante [Go Back]  
 [00383]  Τί γὰρ δήποτε τοὺς μὲν μυρίους ἀνασχομένους ἱδρῶτας εἰς τὰς τῆς Ἐκκλησίας χρείας παρεῖδον, τὸν δὲ οὐδέποτε τοιούτων γευσάμενον πόνων, πᾶσαν δὲ τὴν ἡλικίαν ἐν τῇ τῶν ἔξωθεν λόγων ματαιοπονίᾳ καταναλώσαντα, ἐξαίφνης εἰς ταύτην εἵλκυσαν τὴν τιμήν;
 [00802]  Εἰ δέ ποτε συμβαίη τινὰ τῶν πλουσιωτέρων καὶ δυνατωτέρων, χρείας τινὸς κατεπειγούσης, εἰς τὸ κοινὸν τῆς Ἐκκλησίας κέρδος συνεχέστερον ἰδεῖν, εὐθέως ἐντεῦθεν θωπείας καὶ κολακείας προσετρίψατο δόξαν.
000-00-00 Serial Number=0530466974
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00103]  Ἀλλ' ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν δεύτερος γὰρ ὢν τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις, ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέβειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθάπερ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακαλεῖ·
000-00-00 Serial Number=0491038680
De virginitate Ante [Go Back]  
 [01533]  Καὶ ὅταν μὲν εἰς πόαν ἀπενεχθῆναι συμβῇ συμβαίνει δὲ τοῦτο καθ' ἕκαστον ἐνιαυτὸν καὶ ἐπὶ πολλαῖς ἡμέραις , ἀνάγκη πάλιν οἴκοι μένειν ὥσπερ δεδεμένην καὶ μηδὲ χρείας καλούσης ἀναγκαίας ἐξιέναι τῆς οἰκίας.
000-00-00 Serial Number=0159555495
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00022]  Εἰ γὰρ ἀλλήλων χρῄζομεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν ἡμᾶς·
 [02234]  Καὶ ὁ μὲν πλείω τῆς χρείας εἶχεν·
 [02360]  Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν οἰκετῶν ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος·
 [02370]  Τοσαύτη γὰρ τῆς πρὸς ἀλλήλους ἡμῶν χρείας ἀνάγκη οἰκονομικῶς παρὰ τοῦ Θεοῦ κατεσκεύασται, ὅτι, κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω ταύτης ἀπήλλακται τῆς συναφείας καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου.
 [02559]  τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν.
 [02560]  Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ ὑπὲρ τὴν χρείαν τρυφῶντες ὦμεν;
 [02563]  Οὐκοῦν μηδὲν πλέον ζητῶμεν τῆς χρείας, ἀλλ' ὁ μὲν ὀσπρίοις δυνάμενος ἀρκεῖσθαι καὶ ὑγιαίνειν, μηδὲν πλέον ἐπιζητείτω·
 [02567]  περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν.
 [02597]  Πῶς οὖν οὐκ ἄτοπον, τὰ μὲν ἄλογα ζῶα μηδὲν πλέον τῆς χρείας ἐπιζητεῖν, ἀνθρώπους δὲ λογικοὺς καὶ εἰκόνι Θεοῦ τετιμημένους, κἀκείνων ἀλογωτέρους γίνεσθαι, τοὺς τῆς συμμετρίας ὑπερβαίνοντας ὅρους;
 [02598]  πόσῳ γὰρ τῶν οὕτω διακειμένων ἀνθρώπων βελτίων ὁ ὄνος! πόσῳ ἀμείνων ὁ κύων! Τὰ μὲν γὰρ ἄν τε φαγεῖν, ἄν τε πιεῖν δέῃ, ὅρον τὴν αὐτάρκειαν οἶδε, καὶ πέρα τῆς χρείας οὐ πρόεισι·
 [04985]  Ἂν γὰρ πλέον τι τῆς χρείας εἰς σαυτὸν ἀναλώσῃς τῆς ἀναγκαίας, χαλεπωτάτας ἐκεῖ τὰς εὐθύνας παρέξεις.
 [05440]  Εἰ δὲ οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι·
 [09999]  οὐδὲν πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον, στέργουσι·
 [09999]  ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης μήτε χρείας, μήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν·
000-00-00 Serial Number=0940809250
Epistulae Ante [Go Back]  
 [00382]  Πάντα γὰρ εἶπον τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ Κωνσταντίῳ, εἴτε εἰς οἰκοδομὰς ἀναλῶσαι δέοι, εἴτε εἰς χρείας ἀδελφῶν, μετὰ πλείονος παρασχεῖν ὑμῖν τῆς δαψιλείας, καὶ μετὰ πλείονος νῦν ἢ ἔμπροσθεν.
 [01340]  Πάντα γὰρ εἶπον τῷ κυρίῳ μου τῷ τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ πρεσβυτέρῳ Κωνσταντίῳ, εἴτε εἰς οἰκοδομὰς ἀναλῶσαι δέοι, εἴτε εἰς χρείας ἀδελφῶν, μετὰ πλείονος παρασχεῖν ὑμῖν τῆς δαψιλείας, καὶ μετὰ πλείονος νῦν ἢ ἔμπροσθεν.
 [02424]  Ἐπεὶ καὶ νῦν οὐ χρείας, ἀλλὰ φιλίας ἕνεκεν ἐπιστέλλομεν.
 [03645]  Εἰ γὰρ βουληθείης περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, τοὺς ἐκεῖθεν κατὰ χρείας ἰδίας ἀφικνουμένους εὑρήσεις, καὶ ὅλως οὐδὲν ἐπιλείψει τῷ ζητεῖν καθ' ὁδοῦ.
000-00-00 Serial Number=0924135387
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00878]  εἰ γὰρ ὁ σωματικὸς ποιμὴν πάντα ἂν ἐπέσχε, πολλῷ μᾶλλον ὁ πνευματικὸς, ὄντως ἀνδρείας χρείας πολλῷ μᾶλλον, ἢ ἐκείνῳ, ἵνα θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων.
000-00-00 Serial Number=0930394769
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00023]  Καὶ γὰρ καὶ τοῦτο τῆς μακαριότητος αὐτοῦ μέγιστον ἦν σημεῖον, τὸ μήτε ἱματίων δεῖσθαι, μὴ σκέπης, μὴ ἄλλης τινὸς τοιαύτης περιβολῆς, ἀλλ' ἔχειν σῶμα τῆς χρείας τῆς ἀπὸ τούτων ἀνώτερον.
000-00-00 Serial Number=0230403244
In Acta apostolorum Ante [Go Back]  
 [01189]  Οὐ γὰρ οἶμαι οὐδένα, κἂν σφόδρα κενόδοξος ᾖ, μὴ καλούσης χρείας θελῆσαι ἂν ἁπλῶς ἐπιδείκνυσθαι.
 [04515]  Ἐπισκέψασθε οὖν, ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.
 [09999]  κἂν μὴ εἰς τὰς οἰκίας ὑμῶν βούλησθε, ἀλλ' ἑτέρως τὰ πρὸς τὰς χρείας αὐτοῖς χορηγοῦντες.
 [09999]  οὗτος δὲ, οὐδὲ ἀναγκαίας ἀπαιτούσης χρείας, τῆς οὐσίας ἅπτεται τῶν χρημάτων.
 [09999]  Ὅρα αὐτὸν ἐνεργοῦντα, καὶ οὐδαμοῦ θαυματουργοῦντα ἁπλῶς, ἀλλ' ἀπὸ χρείας·
000-00-00 Serial Number=0811517954
In Ecclesiasten Ante [Go Back]  
 [00115]  εἰς ἀναγκαίας γὰρ ἀναλώσει χρείας.
000-00-00 Serial Number=0312253416
In Genesim sermones Ante [Go Back]  
 [00161]  Ἵν' οὖν μὴ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν σε θαυμάζειν αὐτὴν παρασκευάσῃ, καὶ τὸ τῶν εὐεργεσιῶν πλῆθος πρὸς ἀσέβειαν ὑποσκελίσῃ, δείκνυσί σοι, πρὶν ἢ γενέσθαι, αὐτὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα τὴν ἀσθένειαν ἰδὼν, θαυμάσῃς τὸν παραγαγόντα αὐτὴν, καὶ πᾶσαν ἐνθέντα αὐτῇ τὴν δύναμιν ταύτην·
000-00-00 Serial Number=0015308261
In Joannem Ante [Go Back]  
 [01703]  Εἰς τὰ ἴδια ἦλθεν, οὐ τῆς αὑτοῦ χρείας ἕνεκεν (ἀνενδεὲς γὰρ, ὅπερ ἔφην, τὸ Θεῖον), ἀλλὰ τῆς τῶν ἰδίων ἕνεκεν [59.74] εὐεργεσίας.
 [03627]  Ἐπειδὴ γὰρ ἀνενδεής ἐστι, καὶ οὐ χρείας ἕνεκεν ταῦτα λαμβάνει, εἰκότως οὐκ ἐν τῷ μέτρῳ τῶν διδομένων, ἀλλ' ἐν τῇ προαιρέσει τοῦ
 [03909]  ὁ δὲ τῆς χρείας μὴ λαβὼν αἴσθησιν, οὐδὲ τῆς εὐεργεσίας σαφῆ καὶ τρανὴν αἴσθησιν λήψεται.
 [05122]  Οὐ χρείας ἕνεκεν, ἀλλ' ὑπὲρ τοῦ μάρτυρας ἔχειν τῆς ἀκαίρου ταύτης φαντασίας τοὺς ἀπαντῶντας.
000-00-00 Serial Number=0477860034
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00248]  ἐμπορίαν πνευματικὴν ἐμπορευσώμεθα, μηδὲν πλέον τῆς χρείας ἐπιζητῶμεν.
000-00-00 Serial Number=0812555790
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04956]  Εἰ γὰρ ἀλλήλων χρῄζομεν, καὶ οὐδὲ ἡ τῆς χρείας ἀνάγκη συνάγει εἰς φιλίαν ἡμᾶς·
 [05425]  Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν, περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν.
 [05501]  Καὶ γὰρ καὶ τοῦτο αὐτοῦ μάλιστα ἔστι θαυμάσαι, ὃ καὶ ἔμπροσθεν κατεσκεύασεν, ὅτι ἐν μὲν τοῖς ἀναγκαίοις οὐδὲν πλέον τῆς χρείας ἀφίησιν ἐπιζητεῖν, ἐν δὲ τοῖς πνευματικοῖς πολλὴν τὴν περιουσίαν συμβουλεύει ποιεῖσθαι.
 [05526]  Πρῶτον τὰ ὑστερήματα τῶν ἁγίων οὐ μόνον πληροῦτε, ἀλλὰ καὶ περισσεύετε, τουτέστι, καὶ πλέον τῆς χρείας αὐτοῖς παρέχετε·
 [05704]  Εἶδες πῶς οὐκ ἦν φιλότιμος, οὐδὲ πρὸς ἐπίδειξίν τι ἐποίει, ὅπου γε καὶ χρείας οὔσης, τόλμαν τὸ πρᾶγμα καλεῖ;
 [06439]  Ταῦτα μὲν γὰρ τὰ πάθη χρείας ἕνεκεν ἡμῖν ἐνεφυτεύθη·
000-00-00 Serial Number=0328915298
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01331]  εἰ τῆς χρείας ἐπεμέλοντο πάντες, οὐκ ἔδει λαμπρᾶς οἰκοδομῆς.
000-00-00 Serial Number=0155996442
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03190]  καὶ ὁ ἀποστερηθεὶς ὑπὸ τῆς τῶν ἀναγκαίων δάκνηται χρείας, καὶ ὀλοφύρηται, καὶ μυρίους ἐφέλκηταί σοι κατηγόρους, καὶ τῆς ἑσπέρας καταλαβούσης περιίῃ τὴν ἀγορὰν, ἐν τοῖς στενωποῖς ἐντυγχάνων πᾶσι, καὶ διαπορούμενος καὶ οὐδὲ ὑπὲρ τῆς νυκτὸς θαῤῥεῖν ἔχων;
 [04711]  Εἰκότως, ἅτε τῆς τούτων χρείας ἐκτὸς γενομένους διὰ τὴν τῆς φύσεως ὑπεροχήν.
 [04833]  Εἰ γὰρ ἐθέλοις ἰδεῖν πόσον ταύτης ἀπέχειν σε τῆς χρείας, τῆς τῶν δικαστηρίων λέγω, προσέταξεν ἡ Γραφὴ, καὶ τίσιν οἱ νόμοι κεῖνται μαθεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος·
 [09434]  οὐκ εὐμορφία δὲ μόνον, ἀλλὰ καὶ πολὺ τῆς χρείας τῶν ὀφθαλμῶν.
 [09453]  ὁ μὲν γὰρ τὰ πάντα ἐκένωσεν, οἱ δὲ τῆς αὐταρκείας ἐπιμελοῦνται μόνης, καὶ πλέον τῆς χρείας οὐδὲν ζητοῦσιν, οἱ δὲ ἐκ τοῦ περισσεύματος ἔδωκαν·
 [09999]  καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω [61.292] ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου.
000-00-00 Serial Number=0733774006
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03029]  ἐπὶ δὲ τῆς γῆς τῆς χρείας ἕκαστος ἔστω καὶ τῆς αὐταρκείας, καὶ μηδὲν πλέον ζητείτω, ἵν' οὕτω δυνησώμεθα τῶν ὄντως ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0260878325
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00472]  Ὥσπερ οὖν ἐκεῖνα οὐ χρείας ἕνεκεν ἐνδέδεται, οὕτως οὐδὲ αὗται, ἀλλὰ τῆς τοῦ ἱματίου χρείας, ἵνα τινάσσηται, φησὶν, ἵνα μὴ σητὶ κατατείνηται.
 [03830]  Οὐδὲν ἐκεῖνοι πλέον τῆς χρείας λαμβάνοντες, πολλάκις δὲ καὶ ἔλαττον στέργουσι·
000-00-00 Serial Number=0585754335
In epistulam ad Colossenses Ante [Go Back]  
 [02321]  οὐδαμοῦ τῆς χρείας, ἀλλὰ πανταχοῦ τῶν περιττῶν.
000-00-00 Serial Number=0830059409
In epistulam ad Ephesios Ante [Go Back]  
 [00482]  ὁ δὲ μηδαμοῦ κεχρημένος, αὐτὸς αὐτοῦ τῆς χρείας ἀπολαύει.
 [01808]  ποίας χρείας τῆς αὐτοῦ;
 [02829]  Καὶ ὅτι πάντα ἀναγκαίως γεγένηται, καὶ εἰς χρείας διαφόρους, πάντα ὁμότιμα.
 [03987]  Ἀλλ' εἴ τις ἀγαθὸς, φησὶ, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.
 [04262]  Οἱ γοῦν μυρία κατὰ ἀνδρῶν νομοθετήσαντες, καὶ καύσεις καὶ βασάνους, σπανιάκις γυναῖκα ἀνήρτησαν, ἀλλὰ μέχρι τοῦ [62.110] ῥαπίσαι τὸν θυμὸν ἱστῶσι Τοσαύτῃ δὲ κέχρηνται πρὸς τὴν φύσιν ταύτην αἰδοῖ, ὅτι οὐδὲ ἀναγκαίας χρείας οὔσης ἀνήρτησαν, καὶ μάλιστα ὅταν κύουσα τύχῃ.
 [04911]  πῶς πολλῷ μείζων τῆς χρείας ἐστὶν ὁ ἀὴρ, ὁ οὐρανός;
000-00-00 Serial Number=0627844870
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01824]  ἁπλῶς δὲ, αἰτίας μὴ οὔσης, μήτε χρείας, μήτε ἀνάγκης τῆς κατὰ θεοσέβειαν καλούσης, μὴ ἐπιτρέχωμεν·
 [08223]  Οὐδὲν ἀναγκαῖον οὐδὲ τῆς χρείας, ὧν ἄνευ δυνάμεθα ζῇν·
 [08263]  Ἱμάτια ἔστω τὰ τῆς χρείας, μὴ περιττά·
 [08647]  τὸ δὲ περιττὸν τῆς χρείας οὐ μόνον οὐ τρέφει, ἀλλὰ καὶ ἐκεῖνο λυμαίνεται.
 [09419]  δείξει δὲ, ἐὰν μὴ ζητῶμεν τὰ περιττὰ, ἐὰν τῆς χρείας μόνον γενώμεθα.
 [09515]  τουτέστιν, ἵνα τῆς χρείας ὦμεν καὶ τῶν ἀναγκαίων.
000-00-00 Serial Number=0079886436
In epistulam ad Philippenses Ante [Go Back]  
 [01966]  Φιλαργυρία δεινὴ, τὸ πλέον τῆς χρείας αἰτεῖν.
 [02878]  Ὑμῶν δὲ, φησὶν, ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς.
 [03149]  ἢ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν, χρείας καλούσης;
 [03158]  καὶ πάλιν περὶ ἑτέρου, Ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι ὑμῖν τὸν ὑμῶν ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου.
 [03368]  Οὐδὲν γὰρ πλέον εἰσήνεγκε κατὰ τὸν τῆς χρείας λόγον καὶ τῆς διακονίας, ἀλλὰ πλέον μὲν χρυσίον κεκένωταί σοι, τὴν αὐτὴν δὲ χρείαν καὶ ὑπηρεσίαν ἔχει·
 [04558]  Μέλλων τοίνυν αὐτὸν πέμπειν τὴν ἐπιστολὴν ἀποκομίζοντα, ὅρα πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν ὅτι οὐ τῆς τῶν λαμβανόντων χρείας, ἀλλὰ τῆς τῶν διδόντων ἕνεκεν τοῦτο γεγένηται.
 [04730]  Ὅτι καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατε.
 [04733]  ἵνα μὴ διαπαντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήσῃ, διὰ τοσούτων δείξας, ὅτι οὐ δεῖται, ἑνὶ μόνῳ τοῦτο δῆλον ἐποίησεν, εἰπὼν, Εἰς τὰς χρείας·
000-00-00 Serial Number=0875067890
In epistulam ad Romanos Ante [Go Back]  
 [06713]  Ὁ γὰρ ἐσμὸς τῶν οἰκετῶν, καὶ οἱ χρυσοφοροῦντες βάρβαροι, καὶ οἱ παράσιτοι, καὶ οἱ κόλακες, καὶ τὰ ἀργυρένδετα ὀχήματα, καὶ τὰ ἄλλα τὰ τούτων καταγελαστότερα, οὐχ ἡδονῆς ἕνεκεν οὐδὲ χρείας τινὸς γίνεται, ἀλλ' ἢ κενοδοξίας μόνης.
 [09041]  Ἂν δὲ τῆς χρείας ᾖς ἐντὸς, οὐδέποτε τοῦτον δέξῃ τὸν πυρετὸν, ἀλλὰ πάντα ἐκεῖνα οἰχήσεται, καὶ μέθαι καὶ ἀσέλγειαι.
 [09049]  Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν ἔσται, ἀλλ' ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι, καὶ μὴ πλειόνων ἐπιθυμεῖν.
 [09999]  τουτέστιν, Ἵνα ὑμεῖς μοι μάρτυρες ἦτε, ὅτι οὐ καταφρονῶν ὑμῶν, ἀλλ' ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω.
000-00-00 Serial Number=0973105073
In epistulam ad Titum Ante [Go Back]  
 [01304]  Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι [62.697] εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
 [01331]  Μανθανέτωσαν δὲ, φησὶ, καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
000-00-00 Serial Number=0415748894
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00211]  Ποῖος γὰρ πόνος, εἰπέ μοι, τῶν ὄντων ἀπολαύοντας, τὰ περιττὰ τῆς χρείας εἰς τοὺς δεομένους ἀναλῶσαι;
000-00-00 Serial Number=0315051317
In illud Homo quidam descendebat Ante [Go Back]  
 [00008]  ὁ δὲ ἄπιστος Σαμαρείτης, πιστότερος δὲ μᾶλλον καὶ τῶν ἱερέων, τῶν οἰκείων ἐπιλαθόμενος πραγμάτων, παρεμυθήσατο τὸν ξένον, καὶ τῆς ἐπειγούσης αὐτὸν χρείας ἐπιλαθόμενος, πρὸς τὴν θεραπείαν τοῦ πεπληγότος ἠπείγετο, καὶ τὸν νόμον οὐκ εἰδὼς, ἐπλήρωσε, πάντα πεποιηκὼς τὰ τοῦ νόμου.
000-00-00 Serial Number=0622942388
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00209]  Οὐδὲ γὰρ μόνον τὸ μέτρον οὐχ ὑπερέβαινον τῆς χρείας, ἀλλ' ἔστιν ὅπου οὔτε τῆς χρείας αὐτῆς ἀπέλαυον ἁπάσης·
 [00377]  Ταῦτα δὲ ἐλέγομεν, οὐκ εἰς περιουσίαν χρημάτων ὑμᾶς ἀλείφοντες, οὐδὲ παρακαλοῦντες πλείω τῆς χρείας κεκτῆσθαι, ἀλλ' ἵνα ἔχητε πρὸς τοὺς ἀπίστους ἀντιλέγειν τοὺς διαχλευάζοντας τὰ ἡμέτερα.
 [00381]  Τὸ γὰρ περιττὸν τῆς χρείας εἰς τοὺς δεομένους ἀναλίσκεσθαι δεῖ·
000-00-00 Serial Number=0619374156
In illud Vidua eligatur Ante [Go Back]  
 [00476]  τὸ ἀναγκαῖον τῆς χρείας, ὅτι πεινᾷ·
 [00485]  Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι;
000-00-00 Serial Number=0057263911
In martyres Aegyptios Ante [Go Back]  
 [00004]  Καὶ καθάπερ ἐπὶ τῆς τῶν ὠνίων εὐετηρίας, ὅταν ἴδωσιν οἱ τὰς πόλεις οἰκοῦντες πλείω τῆς χρείας τῶν οἰκούντων γενομένην τὴν φορὰν, καὶ πρὸς τὰς ἔξω διαπέμπουσι πόλεις, ὁμοῦ τε τὴν παρ' ἑαυτῶν ἐπιδεικνύμενοι φιλοφροσύνην, καὶ πρὸς τῇ τούτων περιουσίᾳ μετ' εὐκολίας ὧν ἂν δέωνται πάλιν ἀντωνούμενοι παρ' ἐκείνων·
000-00-00 Serial Number=0899539471
In principium Actorum Ante [Go Back]  
 [00777]  Μάνθανε ἀπὸ τῆς χρείας.
000-00-00 Serial Number=0592378318
In ramos palmarum [3] Ante [Go Back]  
 [00051]  ∆ιὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε δεικνύς, ὅτι οὐχ ἵππους οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλ' ὄνῳ κεχρῆσθαι καὶ περαιτέρω μὴ προβαίνειν καὶ πανταχοῦ τῆς χρείας εἶναι.
000-00-00 Serial Number=0792365193
In sanctam Pelagiam Ante [Go Back]  
 [00024]  τεθραυσμένην γὰρ τὸ σῶμα καὶ πορνείαι παρα δόντες, ἀπολύσουσιν ἄτιμον, ὡς εἶναί μοι τὴν δυσπραγίαν διττήν, καὶ τῆς τοῦ σώματος χρείας βλαβείσης τῶι πτώματι καὶ τῆς παρθενίας παρ' ἐμοῦ συληθείσης.
000-00-00 Serial Number=0544394314
In sanctum pascha [1] Ante [Go Back]  
 [00170]  Ἀλλὰ τῆς αὐταρκείας καὶ τῆς χρείας γενώμεθα, ἵνα καὶ ψυχῇ καὶ σώματι τὸ προσῆκον ἀποπληρώσωμεν, ἵνα μὴ τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα ἀθρόον ἅπαντα ἐκχέωμεν.
 [00172]  Οὐ κωλύω τοῦτο, ἀλλὰ παραινῶ τῆς χρείας γίνεσθαι, καὶ τὴν πολλὴν τρυφὴν ἐκκόπτειν, καὶ μὴ τὸ μέτρον ὑπερβαίνοντας, λυμαίνεσθαι τῆς ψυχῆς τὴν ὑγείαν.
 [00173]  Οὐδὲ γὰρ ἡδονῆς λοιπὸν ἀπολαύσεται ὁ τοιοῦτος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους·
000-00-00 Serial Number=0669837713
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00031]  Τὰ γὰρ χρώ ματα, καὶ αἱ εὔχροιαι, τούτου χάριν, οὐ χρείας μόνης.
 [00037]  καὶ εἰς τοῦτο εὐπρεπείας ἅπαντα ἡμῖν ἐξενήνεκται, ὡς, ἂν μικρὸν ἐκκόψῃς τῷ παντὶ, λυμήνασθαι κάλλει, τῆς χρείας μενούσης.
 [00206]  Ὅρα τὰ σημεῖα ταῦτα οὐκ ἐκ φιλοτιμίας τῶν αἰτούντων λαμβάνοντα τὴν ἀρχὴν, ἀλλὰ ἀπὸ χρείας ἀναγκαίας ἔχοντα τὴν ὑπόθεσιν.
 [00820]  Πάντα γὰρ χρείας ἕνεκεν, οὐ φιλοτιμίας, ὁ Θεὸς πραγματεύεται.
 [01272]  Ἄλλως δὲ πανταχοῦ αὐτὸν εὑρίσκομεν, τῆς χρείας καλούσης, ἐπιπηδῶντα, καὶ παραγινόμενον.
 [01490]  Πρὸς γὰρ τὰς χρείας τῶν πραγμά των, δι' ἃς φαίνεται, τυποῖ ἑαυτὸν, δεικνὺς ὅτι τοῖς τοιούτοις πιστεύεσθαι τὰ κριτήρια χρή.
000-00-00 Serial Number=0836415231
Oratio de epiphania Ante [Go Back]  
 [00053]  Ἔφερε δὲ ὅμως τῆς χρείας τὸ πρόσχημα, ὥστε μηδὲν αὐτῷ τῶν ἀνθρωπίνων παραλελεῖφθαι δικαίων.
000-00-00 Serial Number=0645459533
Quales ducendae sint uxores Ante [Go Back]  
 [00186]  ἵν' ὁ μὲν διὰ τὸ ἀναγκαῖον τῆς χρείας περισπούδαστος ἡμῖν ᾖ, ἡ δὲ διὰ τὸ καταδεέστερον τῆς διακονίας μὴ κατεξανιστᾶται τοῦ συνοικοῦντος.
000-00-00 Serial Number=0479496062
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00308]  Ἀλλ' ὥσπερ τὸν κόσμον τοῦτον ἀφέντες καὶ πρὸς ἑτέραν βελτίονα μετοικισθέντες οἰκουμένην, οὕτως ἤσθιον, οὕτως ἔπινον καὶ οὔτ' ἀκτὶς θερμοτέρα γινομένη τὰς κεφαλὰς ἔπληττε τὰς ἐκείνων, διετείχιζε γὰρ τὴν φλόγα νεφέλη πάντοθεν ἐπαιωρουμένη καὶ περιφορητὴ γινομένη στέγη τοῖς δήμοις ἅπασιν ἐκείνοις οὔτε ἐν νυκτὶ λαμπάδος ἐδέοντο διαιρούσης τὸ σκότος, ἀλλ' ἦν αὐτοῖς ὁ στύλος τοῦ πυρὸς πηγὴ φωτὸς ἀφάτου, δύο χρείας παρέχων, τήν τε ἀπὸ τοῦ φαίνειν, τήν τε ἀπὸ τοῦ κατευθύνειν αὐτοῖς τὴν ἀποδημίαν.
000-00-00 Serial Number=0631378174
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00200]  Καὶ γὰρ εἰ μυριάκις ἀποθανεῖν τῆς ἡμέρας ὑπὲρ τοῦ μὴ γενέσθαι τοῦτο προὔκειτο, μετὰ πολλῆς ἔδει τῆς ἡδονῆς ὑπομεῖναι τοῦτο, μή τί γε ἀναπαύσεως ἕνεκεν καὶ κοσμικῆς χρείας τοσοῦτον παραδραμεῖν κακόν.
000-00-00 Serial Number=0901256740
Sermo exhortatorius de temperantia Ante [Go Back]  
 [00140]  Τὴν τῆς χρείας τοίνυν τηρῶμεν αὐτάρκειαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»