Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum χώραν [153]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum χώραν


000-00-00 Serial Number=0554073036
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00925]  ἡμεῖς δὲ ἐκείνων μὲν οὐδενὶ, τῶν δὲ εἰς τὴν ἐξωτέραν χώραν ἀφικομένων συγγενόμενοί τινι, καὶ τὸν χρόνον αὐτὸν ἐρωτήσαντες ὅσον ὁδοιπορεῖν ἠναγκάσθη, ἠκούσαμεν ὅτι τριάκοντα πέντε ἡμερῶν ἀριθμόν·
 [01612]  Καὶ γὰρ μετὰ τοὺς πολέμους τούτους διεδέξατο λιμὸς τὴν χώραν πᾶσαν, καὶ τοῦ κακοῦ ζητῶν λύσιν εὑρεῖν, ἠναγκάζετο τοὺς τοῦ Σαοὺλ ἐκδοῦναι παῖδας εἰς σφαγήν.
000-00-00 Serial Number=0213921666
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00619]  Χρόνου δὲ παρελθόντος οὐ μακροῦ καὶ αὐχμοῦ τὴν πλησίον χώραν κατακαίοντος καὶ τῶν ἐν τῇ χώρᾳ πάντων ὀδυρομένων, ἐκελεύσθη τις δι' ὀνείρατος ἀπελθεῖν καὶ τὸν ἄνδρα ἐκεῖνον παρακαλέσαι τὸν καθειργμένον, ὥστε εὔξασθαι καὶ λῦσαι τὸν αὐχμόν.
000-00-00 Serial Number=0359803021
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00635]  ἀλλὰ ἀλήτης γέγονα καὶ φυγάς, ἄπολις, ἄοικος, μετανάστης καὶ εἰς βάρβαρον ἀπηνέχθην χώραν καὶ τῆς ἀναγκαίας ἀπορῶν τροφῆς καὶ περὶ τῶν ἐσχάτων ὁρῶ καθ' ἑκάστην ἡμέραν ἐπικρεμάμενόν μοι τὸν κίνδυνον.
 [01137]  καὶ τοῦ Εὐαγγελίου χωρὶς ἐν συλλόγοις καὶ συνουσίαις, ταῖς οἴκοι, ταῖς ἐν ἀγορᾷ, ταῖς ἁπανταχοῦ, κἂν εἰς τὴν Περσῶν χώραν ἀπέλθῃς, κἂν εἰς τὴν Ἰνδῶν, κἂν εἰς τὴν Μαύρων, κἂν ὅσην ἥλιος ἐφορᾷ γῆν καὶ πρὸς αὐτὰς τὰς ἐσχατιάς, ταύτης ἀκούσῃς τῆς φωνῆς καὶ ὄψει τὸν δίκαιον ἐκεῖνον ἔτι καὶ νῦν βοῶντα, ἐνηχοῦντα καὶ τὴν κακίαν ἐλέγχοντα τοῦ τυράννου καὶ οὐδέποτε σιγῶντα, οὐδὲ τῷ πλήθει τοῦ χρόνου τὸν ἔλεγχον μαραινόμενον.
000-00-00 Serial Number=0983377218
Ad populum Antiochenum Ante [Go Back]  
 [01050]  Λιμοῦ τοίνυν ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, καὶ πολλοῦ τὴν χώραν αὐχμοῦ κατέχοντος, καὶ πάντων δαπανωμένων, ὁ μὲν τῶν προφητῶν ἔλεγεν·
 [01451]  καὶ τιμῶσιν αὐτὸ μετὰ πολλῆς τῆς θεραπείας οἱ βάρβαροι οἱ τὴν χώραν ἐκείνην οἰκοῦντες ἔτι καὶ νῦν.
000-00-00 Serial Number=0616499841
Ad viduam juniorem Ante [Go Back]  
 [00129]  Ὃ γὰρ μηδέποτε γέγονε, συνέβη νῦν, καὶ τὴν αὑτῶν ἀφέντες οἱ βάρβαροι χώραν μυρίους σταδίους τῆς ἡμετέρας καὶ πολλάκις τοσούτους ἐπέδραμον, καὶ τὰς χώρας κατακαύσαντες, καὶ τὰς πόλεις ἑλόντες, οὐκ ἐθέλουσιν ὑποστρέφειν οἴκαδε πάλιν, ἀλλ' ὥσπερ χορεύοντες μᾶλλον ἢ πολεμοῦντες οὕτω καταγελῶσι τοὺς ἡμετέρους ἅπαντας·
 [00165]  Καὶ τούτους οὐ παρ' ἐμοῦ δεήσῃ μαθεῖν, ἀλλ' ἀκριβέστερον ἡμῶν οἶδας αὐτὴ τὸν Ἐπαμεινώνδαν, τὸν Σωκράτην, τὸν Ἀριστείδην, τὸν ∆ιογένην, τὸν Κράτητα, τὸν μηλόβοτον ἀνέντα τὴν χώραν τὴν αὑτοῦ.
000-00-00 Serial Number=0143096328
Adversus Judaeos Ante [Go Back]  
 [00707]  τριακόσιοι πατέρες, ἢ καὶ πλείους, εἰς τὴν Βιθυνῶν χώραν συνελθόντες ταῦτα ἐνομοθέτησαν·
 [00993]  ὁ τὴν Ῥωμαίων χώραν οἰκῶν οὐ τὴν ἡμετέραν μέτεισι πολιτείαν;
 [01917]  Εἰ γὰρ τὰς ἁμαρτίας τὰς ἑαυτῶν προβάλλοιντο, καὶ εἴποιεν, ὅτι Ἐπειδὴ ἡμάρτομεν τῷ Θεῷ, καὶ προσεκρούσαμεν αὐτῷ, διὰ τοῦτο τὴν οἰκείαν οὐκ ἀπολαμβάνομεν χώραν, καὶ οἱ συνεχῶς κατηγορούντων τῶν προφητῶν ἀναισχυντοῦντες, καὶ τραγῳδούντων τὰς μιαιφονίας αὐτῶν ἀρνούμενοι, οὗτοι νῦν ἐξομολογήσονται καὶ καταγνώσονται τῶν οἰκείων ἁμαρτημάτων·
 [02375]  Εἰ μὲν γὰρ εἶπε, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ ἐσίγησεν, εἶχεν ἄν τινα χώραν εἰς ἀπολογίαν ὁ λόγος·
000-00-00 Serial Number=0472913802
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00108]  προκατάλαβε τὴν διάνοιαν καὶ τοὺς λογισμοὺς, ἵνα μὴ εὕρῃ χώραν ἐκεῖνο τὸ πάθος τὸ ἀναίσχυντον.
000-00-00 Serial Number=0192140579
Catecheses ad illuminandos Ante [Go Back]  
 [00343]  Εἰ γὰρ τοὺς οὐδαμόθεν ἡμῖν προσήκοντας ἐνάγειν εἰς τὸν τῆς ἀρετῆς ζῆλον καλόν, πολλῷ μᾶλλον ἐκεῖνον ὃν εἰς χώραν τέκνου πνευματικοῦ ἀναδεχόμεθα, τὴν πρόσταξιν εἰς αὐτὸν ἀποπληροῦν ὀφείλομεν.
 [00698]  Καθάπερ γὰρ ὁ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος καὶ τοῖς ἥλοις ἐκείνοις προσπεπαρμένος ὑπὸ τῶν ὀδυνῶν διακοπτόμενος καὶ ἐντεῦθεν κἀκεῖθεν ὡς εἰπεῖν κεντούμενος, οὐκ ἂν δυνηθείη ποτὲ ὑπὸ σαρκικῆς ἐπιθυμίας ἐνοχληθῆναι ἀλλὰ καὶ τὰ πάθη πάντα καὶ ἐπιθυμία πᾶσα πονηρὰ φυγαδεύεται, τῆς ὀδύνης οὐδεμίαν χώραν ἐκείνοις τοῖς πάθεσι παρεχούσης, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀναθέντες οὕτως αὐτῷ προσηλώθησαν καὶ κατεγέλασαν τῶν σωματικῶν ἀναγκῶν ὡσανεὶ σταυρώσαντες ἑαυτοὺς μετὰ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν.
000-00-00 Serial Number=0595922649
Commentarius in Job Ante [Go Back]  
 [00013]  μᾶλλον δέ, οὐκ ἦν ἀπὸ τοῦ Ἰακώβ, ἀλλὰ καὶ χώραν ξένην εἶχεν·
000-00-00 Serial Number=0637689233
Contra theatra Ante [Go Back]  
 [00145]  ἢ μεταστῆσαι πάλιν εἰς χώραν βούλεται κρείσσονα;
 [00372]  Πῶς οἰκήσεις ἔτι τῶν Χαναναίων τὴν χώραν, νικήσας οὕτω καὶ θηρίων ὠμότητα;
000-00-00 Serial Number=0940551102
De Anna i Ante [Go Back]  
 [00661]  Ἀνῆλθε τοίνυν τὸ καλὸν ἔρνος τοῦτο μεταφυτεύουσα, καὶ καθάπερ οἱ φιλόπονοι τῶν γηπόνων πρότερον σπέρματα εἰς τὴν γῆν καταβάλλουσι κυπαρίττων καὶ ἑτέρων τοιούτων, εἶτα, ἐπειδὰν ἴδωσι τὸ σπέρμα δένδρον γενόμενον, οὐκ ἀφιᾶσιν ἐπὶ τῆς αὐτῆς γῆς, ἀλλ' ἀνασπάσαντες ἐκεῖθεν, ἐφ' ἑτέραν μεταμοσχεύουσι χώραν, ὥστε νεαρώτερον τοῖς κόλποις ὑποδεξαμένην τὴν γῆν, ἀκραιφνῆ καὶ ὁλόκληρον τὴν ἑαυτῆς δύναμιν εἰς τὴν ἀνατροφὴν ἐκείνης ἐπιδεῖξαι τῆς ῥίζης·
000-00-00 Serial Number=0184980631
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00086]  Εἰ δὲ καὶ χώραν τις καὶ ἔθνος ἐξετάζειν βούλοιτο τὸν μὲν Κίλικα εὑρήσει τὸν δὲ πόλεως ἀσημοῦ πολίτην μᾶλλον δὲ οὐδὲ πόλεως ἀλλὰ κώμης τῆς ἐσχάτης, ἀπὸ Βηθσαιδὰ γὰρ τῆς Γαλιλαίας δέ ἐστι χωρίον οὕτως καλούμενον ἐξ ἧς ὁ μακάριος ἐκεῖνος ἦν.
000-00-00 Serial Number=0680146635
De Chananaea Ante [Go Back]  
 [00357]  ἀπῆλθες εἰς τὴν Χαναναίων χώραν, Χαναναίοις ἀνεμίγης, τοῦ νόμου λέγοντος·
000-00-00 Serial Number=0446784854
De Christi precibus Ante [Go Back]  
 [00305]  Καθάπερ γὰρ τὰ τοῦ σώματος ἡμῶν ὀστᾶ ἐξολισθήσαντα τῆς οἰκείας ἕδρας, ἂν μὲν εὐθέως ἐπανάγηται, οὐ μετὰ πολλοῦ πόνου τὴν οἰκείαν ἀπολαμβάνει χώραν·
 [00306]  ἂν δὲ πολὺν ἔξω τῆς οἰκείας ἕδρας μείνῃ χρόνον, δυσκόλως ἐπανέρχεται πάλιν καὶ πρὸς τὴν οἰκείαν ἐπάνεισι χώραν, καὶ ἐπαναχθέντα δὲ πολλῶν δεῖται τῶν ἡμερῶν, ὥστε ἁρμοσθῆναι μετὰ ἀκριβείας καὶ ἑδρασθῆναι καὶ μεῖναι·
000-00-00 Serial Number=0577961504
De Lazaro Ante [Go Back]  
 [01623]  Καὶ πῶς οὐκ ἄτοπον, εἰ μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν·
 [02345]  Ἔχω, φησὶ, χώραν εὔφορον.
 [02498]  οὐ γάρ ἐστι φύσει ἡ κακία, ἵνα μὴ ἔχῃ χώραν ἡ ἀρετή.
000-00-00 Serial Number=0328657627
De Maccabeis Ante [Go Back]  
 [00108]  Ποίαν ἔχεις μοι δεῖξαι χώραν οὕτως εὔφορον;
 [00114]  τὸ δὲ σῶμα τῆς μητρὸς αὐτῶν προστεθὲν σῶμα μὲν ἦν ἓν, μαρτύρων δὲ δὶς ἑπτὰ χώραν ἐπλήρου, ὅτι τε καθ' ἕκαστον αὐτῶν ἐμαρτύρησε, καὶ ὅτι κἀκείνους τοιούτους εἰργάσατο, Ἐκκλησίαν ὁλόκληρον μαρτύρων ἡμῖν ἀποκυήσασα.
000-00-00 Serial Number=0331391037
De diabolo tentatore Ante [Go Back]  
 [00284]  Καίτοι γε ἥλιον ὁρῶμεν ἐπὶ τοσούτοις ἔτεσιν εὔτακτα καθ' ἑκάστην βαδίζοντα τὴν ἡμέραν, ποικίλον ἀστέρων χορὸν τὴν οἰκείαν διατηροῦντα τάξιν, σελήνης δρόμους ἀπαρεμποδίστους, νυκτὸς καὶ ἡμέρας διαδοχὴν ἀκριβῆ, πάντα, καὶ τὰ ἄνω καὶ τὰ κάτω ὥσπερ ἐν ἁρμονίῳ τινὶ χορείᾳ, μᾶλλον δὲ καὶ πολλῷ πλέον καὶ ἀκριβέστερον, τὴν οἰκείαν ἕκαστον χώραν διαφυλάττον, καὶ οὐκ ἐξιστάμενον τῆς τάξεως ἧς παρὰ τὴν ἀρχὴν αὐτὰ ποιῶν ἔταξεν ὁ Θεός.
000-00-00 Serial Number=0496225476
De eleemosyna [1] Ante [Go Back]  
 [00060]  βούλει ἰδεῖν τίνες πτωχοὶ πτωχὰ προσάγοντες μεγάλων θησαυρῶν χώραν ἐκληρονόμησαν;
000-00-00 Serial Number=0670118153
De eleemosyna [3] Ante [Go Back]  
 [00059]  βούλει ἰδεῖν τίνες πτωχοὶ πτωχὰ προσάγοντες μεγάλων θησαυρῶν χώραν ἐκληρονόμησαν;
000-00-00 Serial Number=0580752134
De jejunio sermones 1 Ante [Go Back]  
 [00553]  Οὗτος οὐχ ὑπήκουσε τοῖς προφήταις, οὐκ ἐνέωσε τὴν λογικὴν αὐτοῦ χώραν·
000-00-00 Serial Number=0239414155
De paenitentia [1] Ante [Go Back]  
 [02584]  Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι κατεσθίουσι.
000-00-00 Serial Number=0029236197
De paenitentia sermo 1 Ante [Go Back]  
 [00305]  ἐμάθετε εἰς ποίαν χώραν μακρὰν ἀποδημοῦσιν οἱ καταπονοῦντες καὶ θλίβοντες τοὺς ἀδυνάτους;
 [00580]  ∆εῦτε οὖν ὁμοῦ, πάντες οἱ πιστοὶ καὶ φιλόθεοι, δεῦτε, συμφωνίᾳ συναχθῶμεν εἰ καὶ τὰ πέρατα ὅλα συναχθῆναι ἐπὶ τὸ αὐτὸ ἀδύνατον, ἀλλὰ χώραν πρὸς χώραν·
000-00-00 Serial Number=0549845755
De patientia sermo 1 Ante [Go Back]  
 [00211]  Εἰ γὰρ εἰς χώραν καὶ ξένην πόλιν ἐνταῦθα πορευόμενοι δεόμεθα τοῦ χειραγωγοῦντος, πόσων ἡμῖν δεῖ τῶν βοηθῶν καὶ χειραγωγῶν τοῦ διασῶσαι καὶ διαπεράσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοὺς ἀφανεῖς τοῦ ἀέρος τούτου, οὓς διώκτας καὶ τελώνας καὶ φορολόγους ὀνομάζει ἡ θεία Γραφή;
000-00-00 Serial Number=0755290031
De profectu evangelii Ante [Go Back]  
 [00092]  Οὐ γὰρ δὴ τοὺς τὴν Ῥωμαίων οἰκοῦντας χώραν μόνον, ἀλλὰ καὶ τοὺς βαρβάρους ἅπαντας, καὶ γῆν καὶ θάλατταν φέρων εἰς τὰς ἐκείνου χεῖρας ἐνέθηκεν ὁ Θεός.
000-00-00 Serial Number=0524638355
De remissione peccatorum Ante [Go Back]  
 [00054]  ἔδησαν καὶ Ἰουδαῖοι Χριστὸν, ἀλλ' ἔλυσεν αὐτῶν Χριστὸς τὸν ναὸν, κατέστρεψεν αὐτῶν τὴν Ἱερουσαλὴμ, παρέλυσεν αὐτῶν τὰ νόμιμα, ἠκύρωσεν αὐτῶν τὰς περιτομὰς, διέλυσεν αὐτῶν τὰς συναγωγὰς, ἀφήρπασεν αὐτῶν τὸν νόμον καὶ τοὺς προφήτας, καὶ αὐτοὺς ἀχύρου δίκην ἀνὰ πᾶσαν πόλιν καὶ χώραν ἐλίκμησεν.
000-00-00 Serial Number=0997049928
De sancta trinitate Ante [Go Back]  
 [00429]  ∆ιελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ.
000-00-00 Serial Number=0425945580
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00149]  φυλαττώμεθα γὰρ μὴ δῶμεν χώραν ταῖς τῶν αἱρετικῶν λαβαῖς, οὐδὲ ὡς πονηρὰν φεύγων αὐτὴν, ἀλλ' ὡς κρείττονος τῆς μελλούσης ἐπιθυμῶν.
000-00-00 Serial Number=0038367510
De virginitate Ante [Go Back]  
 [00612]  Ἄξιον δὲ ἐξετάσαι κἀκεῖνο, τί δήποτε, εἴπερ τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, οὐκ ἀφίησιν αὐτὸν χώραν ἔχειν ἐν τῷ τῆς νηστείας καὶ τῆς προσευχῆς καιρῷ.
 [00709]  Ἔνθα δὲ ἂν ᾖ συγγνώμη, χώραν ἔπαινος οὐκ ἂν ἔχοι.
000-00-00 Serial Number=0191275060
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03519]  ∆ιὰ τοῦτο χώραν αὐτῷ κατὰ πάντων ὁ ∆εσπότης οὐ δίδωσιν, ὡς φιλάνθρωπος·
000-00-00 Serial Number=0699532390
Epistula ad Cyriacum Ante [Go Back]  
 [00066]  Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν τῶν σπαργάνων ἀπῳκίζετο γῆν διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρ βαρον ἀπαγόμενος χώραν;
 [00173]  Ἀλλ', ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βαρβάρων χώραν ἀπερρίφησαν καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον καὶ παρὰ πάντων ἀπεγνώσθησαν καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελείπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἄφνω τὴν θαυματοποιίαν εἰργάσατο καὶ διεσκόρπισε τὸ πῦρ.
 [00309]  Ἀλλ', ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βαρβάρων χώραν ἀπερρίφησαν, τότε ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἄφνω τὴν θαυματοποιίαν ἐνεδείξατο καὶ διεσκόρπισε τὸ πῦρ.
 [00638]  οὔτε γὰρ ὁμοφύλοις τισίν, ἀλλὰ βαρβάροις ἑτερογλώσσοις καὶ αὐτοῖς εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν.
000-00-00 Serial Number=0461320460
Epistulae Ante [Go Back]  
 [01285]  Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον, καὶ παρὰ πάντων ἀπεγνώσθησαν, καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ.
 [02243]  Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον, καὶ παρὰ πάντων ἀπεγνώσθησαν, καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ.
 [02330]  Ὅτε δὲ ἤλθομεν πρὸς τὴν χώραν τῶν Καππαδόκων, καὶ ἐν τῇ Ταυροκιλικίᾳ, πολλοὶ χοροὶ ἡμῖν ὑπήντων πατέρων ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναχῶν καὶ παρθένων, τὰς ἀθανάτους πηγὰς τῶν δακρύων ἐκχέοντες.
000-00-00 Serial Number=0753776073
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00177]  Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν σπαργάνων ἀπῳκίζετο, διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρβαρον ἀπαγόμενος χώραν;
 [00620]  Καὶ ἐν τούτοις ἡμῶν ὄντων, ἀπαγγέλλονται ἀθρόον Ἴσαυροι πλῆθος ἄπειρον κατατρέχοντες τὴν Καισαρέων χώραν καί τινα κώμην μεγάλην ἐμπρήσαντες καὶ τὰ ἔσχατα διαθέντες.
 [00685]  καὶ γὰρ ὑπέστρεψαν εἰς τὴν χώραν αὐτῶν·
 [00710]  ἄν τε ἐξορίαν εἴπῃς, οὐδὲν ἕτερον λέγεις ἢ χώραν καὶ τὰς πολλὰς πόλεις ὁρᾶν·
 [00993]  Οὐδὲ γὰρ ὁμοφύλοις τισίν, ἀλλὰ βαρβάροις ἑτερογλώσσοις καὶ αὐτοῖς εἰς βάρβαρον ἀπιοῦσι χώραν ἐξέδωκαν τὸν ἀδελφόν·
000-00-00 Serial Number=0830449760
Expositiones in Psalmos Ante [Go Back]  
 [00452]  Τὸ μὲν γὰρ παραγγέλλειν μὴ περιπίπτειν εἰς ἁμαρτήματα, προφυλακτικοῦ φαρμάκου χώραν ἐπέχει·
 [02667]  καὶ οἱ μίαν οἰκοῦντες χώραν, νῦν πανταχοῦ τῆς γῆς εἰσι διεσπαρμένοι.
 [02674]  Οὐκοῦν ὑπὲρ τούτου τιμηθῆναι ἔδει, καὶ πλείονα χώραν προσλαβεῖν, ὡς ἀρέσαντας τῷ Θεῷ.
 [04430]  καὶ οἱ μίαν οἰκοῦντες χώραν, νῦν πανταχοῦ τῆς γῆς εἰσι διεσπαρμένοι.
 [04437]  Οὐκοῦν ὑπὲρ τούτου τιμηθῆναι ἔδει, καὶ πλείονα χώραν προσλαβεῖν, ὡς ἀρέσαντας τῷ Θεῷ.
 [06522]  καὶ τὴν πόλιν καὶ τὴν χώραν περιιόντες ἅπασαν, ἀνελέγοντο πάντας, ὅσους ηὕρισκον ὑγιῶς διακειμένους·
000-00-00 Serial Number=0675807118
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00085]  Τὸ μὲν ὄνομα Ἱερεμίας, ὡς καὶ ἡ Βίβλος φησὶ, τὴν δὲ φυλὴν Λευΐτης, τὴν δὲ πατρίδα Ἀναθωθίτης, τὴν δὲ χώραν ἐν Βενιαμεὶμ κατῴκει, ἐκ τοῦ ἱερατικοῦ γένους.
 [01083]  Ὅταν γὰρ ἄμετρος ὁ φόβος ᾖ, οὐδὲν ἀφίησι κατὰ χώραν μένειν.
 [01650]  ∆έδοικα μὴ καὶ νῦν χώραν ἔχῃ λέγεσθαι·
 [04995]  εἰς ποίαν χώραν ἀπελθεῖν βούλει, εἰς ποίαν θάλασσαν, εἰς ποίαν γῆν;
 [05470]  τριβόμενοι γὰρ περὶ τὴν τῶν ὑδάτων δίοδον, χώραν ἐκείνῳ ἐδίδοσαν εἰς παντελῆ φυγήν·
 [05855]  βούλεται δὲ εἰπεῖν, ὅτι ὁ βάρβαρος καθάπερ λέων ἀναβὰς, πορθήσει τὴν χώραν·
000-00-00 Serial Number=0101099789
In Acta apostolorum Ante [Go Back]  
 [05478]  Ἂν μὲν οὖν σύμμετρα δοὺς τέλεον κατεργασθῇ, τοῦτο γίνεται, καὶ τὴν οἰκείαν ἔλαβε χώραν, καὶ τὸ μὲν ὑγιὲς καὶ χρηστὸν εἰς τὸν οἰκεῖον ἀνέδραμε τόπον, τὸ δὲ περιττὸν καὶ ἄχρηστον ὑπεξῆλθε καὶ ἐξεχώρησεν·
 [05887]  Καὶ πάντες διεσπάρησαν κατὰ τὴν χώραν τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
 [09022]  ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ διατρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
 [09298]  Ὅρα δὲ αὐτοὺς οὐκ ἐγχρονίζοντας αὐτόθι, ἅτε τοῦ ἀνθυπάτου λοιπὸν πιστεύσαντος, οὐδὲ μαλακισθέντας τῇ κολακείᾳ καὶ τῇ τιμῇ, ἀλλ' εὐθέως τοῦ ἔργου ἐχομένους, καὶ εἰς τὴν ἀντιπέραν χώραν ὁρμῶντας.
 [09999]  οὐκέτι σοι αὕτη λοιπὸν ἡ πρόφασις χώραν ἔχει.
 [09999]  Καὶ καταβὰς, φησὶν, εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν, καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε, διερ [60.284] χόμενος τὴν Γαλατικὴν καθεξῆς χώραν καὶ Φρυγίαν.
 [09999]  ∆ιελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, τὴν Φρυγίαν καὶ τὴν Γαλατίαν ἀφέντες, εἰς τὴν μεσόγαιον ἔσπευδον.
 [09999]  Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ κατὰ μέσον τῆς νυκτὸς, ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν·
 [09999]  καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
 [09999]  ἀλλὰ τοῖς ἐν ∆αμασκῷ πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεὸν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
 [09999]  Ὥσπερ γὰρ ἔνθα ἂν εὐωδία ᾖ, οὐχ ἕξει χώραν δυσωδία·
000-00-00 Serial Number=0378627539
In Christi natalem diem Ante [Go Back]  
 [00122]  ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
000-00-00 Serial Number=0573327005
In Genesim sermo 3 Ante [Go Back]  
 [00115]  Ἀλλ' οὐκ ἔδωκε χώραν τοῖς μετέπειτα γινομένοις·
000-00-00 Serial Number=0844880462
In Genesim sermones Ante [Go Back]  
 [01573]  Ξένος ὁ πατρίδα λαβὼν, εἰπέ μοι, καὶ χώραν τοσαύτην;
000-00-00 Serial Number=0650764525
In Isaiam Ante [Go Back]  
 [00206]  Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.
 [00512]  Ὅταν γὰρ τοῦ βαρβάρου τὴν χώραν κατατρέχοντος καὶ τὴν πόλιν περικαθημένου καὶ πάντας ὡς ἐν δικτύοις μέσους ἔχοντος, μηδεὶς ὁ ἀμύνων ᾖ καὶ τὸ νέφος ἐκεῖνο διακρουόμενος διὰ τὴν ἐγκατάλειψιν τοῦ Θεοῦ, εἰκότως καὶ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς πείρας πολλὴ κατασκεδασθήσεται τῶν τὰ εἴδωλα θεραπευόντων ἡ αἰσχύνη.
 [01332]  ὑπ' ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν.
 [01346]  εἰ τοίνυν Ἰουδαῖαι γυναῖκες κεκαλλωπισμέναι τοσαύτην ὑπέμειναν τιμωρίαν, τῆς πατρίδος ἐκ βάθρων ἀνασπασθείσης, καὶ μετὰ τὴν πολλὴν τρυφὴν δοῦλαι καὶ αἰχμάλωτοι καὶ ἀπόλιδες εἰς τὴν ἀλλοτρίαν ἀπενεχθεῖσαι χώραν καὶ λιμῷ καὶ λοιμῷ καὶ θανάτοις παραδοθεῖσαι μυρίοις·
 [02088]  Ὁ μὲν γὰρ εἰς ἀλλοτρίαν ἐπέμπετο καὶ βάρβαρον χώραν καὶ πρὸς τύραννον, μαινόμενον καὶ λυττῶντα·
 [02538]  Ἀναπαύσονται, οὐδὲ ὡς εἰς πολεμίαν ἀφικνούμενοι χώραν, ἀλλ' ὡς τῇ οἰκείᾳ ἐντρυφῶντες, οὐδὲ ὡς καμάτου δεόμενοι καὶ πόνων, ἀλλ' ὡς ἐπὶ φανερὰν ἀπαντήσοντες νίκην καὶ ἕτοιμον ληψόμενοι τὴν ἁρπαγήν.
 [02557]  ν δὲ καὶ τρίχας καὶ πώγωνα καὶ πόδας, ὁλόκληρον τὴν χώραν φησὶ τῇ παραβολῇ τοῦ σώματος, πᾶσαν αὐτῶν τὴν χώραν περιλαμβάνων τῷ λόγῳ, ὥσπερ καὶ ἀρχόμενος ἔλεγε·
 [02560]  οὐ περὶ ἑνὸς ἀνθρώπου λέγων, ἀλλ' ὁλόκληρον τὴν χώραν ἑνὶ σώματι παραβάλλων.
000-00-00 Serial Number=0808979034
In Joannem Ante [Go Back]  
 [00550]  Εἰ γὰρ καὶ κτιστὸς ἦν καθ' ὑμᾶς, τοῦτο οὐκ ἂν ἔχοι χώραν·
 [05382]  Πρὸ μὲν γὰρ τούτου περιττὸν ἦν ῥήματα προΐεσθαι, μηδέποτε χώραν ἐν τῇ διανοίᾳ τῶν ἀκροωμένων ἔχειν δυνάμενα·
000-00-00 Serial Number=0294235408
In Joannem theologum Ante [Go Back]  
 [00115]  κατανόησον, πόσαι κατὰ ἀνατολὴν πολιτεῖαι, πόσαι χῶραι, πόσαι Ἐκκλησίαι, πόσαι πάλιν ἐπὶ δυσμὰς ἡλίου, καὶ τὴν μεγάλην Ῥώμην ὁμοίως, καὶ ἐπὶ τὰ πλευρὰ, καὶ ἐπὶ τὰ μέρη τοῦ νότου, τήν τε Καππαδόκων χώραν, καὶ τὰ ἐν μέσῳ πάντα, νήσους, ἐρήμους, καὶ τὰ ἄκρα τῆς γῆς.
000-00-00 Serial Number=0896266580
In Lazarum iii Ante [Go Back]  
 [00012]  πρὸς τὴν οἰκείαν ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν οἰκείαν ἡ ῥὶς κατελάμβανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπὴς συζυγία, ἄρθρων ἁρμονίαι συνήπτοντο, δακτύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάττετο, ὑμένες ὑφαίνοντο, ἠνθετίζοντο τρίχες.
000-00-00 Serial Number=0104272187
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00251]  πληροφόρησον τὴν χήραν, καὶ ἀρδεύω τὴν χώραν·
000-00-00 Serial Number=0875458002
In Psalmos 101-107 Ante [Go Back]  
 [00197]  Καὶ τὸ εἰρημένον δὲ περὶ Θεοῦ, Κρεμάζων τὴν γῆν ἐπ' οὐδενὸς, ἐμφαίνει τὴν ἐν τῷ μεσωτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι.
 [00747]  Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην ἰδίᾳ νηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύον τας, ἀποκομίζουσι δὲ, καθάπερ εἰς ἑτέραν γῆν τινα ἢ χώραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν.
 [01064]  Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰ γυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς, καὶ τὰ βα ρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕρῃ χώραν πληρωθῆναι ἡ πρὸς τὸν Θεὸν Ἀβραὰμ ἐπαγγελία.
 [01097]  Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἔκλει ψις τὸ συμβὰν ἦν, μηδ' ὅτι δρόμος φύσεως, τὴν αὐτὴν χώραν οἰκοῦντες Ἑβραῖοι ταύτης οὐκ ᾔσθοντο τῆς πλη γῆς·
 [01734]  Λέγει δὲ τὰς κατὰ πόλιν καὶ χώραν συστάσας Ἐκκλησίας.
 [01838]  Οἰκειώσομαι γὰρ οὐ μόνον τὸν Μανασσῆ, ἀλλὰ καὶ τὴν ἐκείνου χώραν.
 [01857]  Ἐπιβαλῶ οὖν τὸ ὑπόδημά μου ἐπ' αὐτὴν ἐκείνην τὴν τοῦ μεμισημένου χώραν·
000-00-00 Serial Number=0063792646
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00540]  ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἂν ἔσχεν ἡ ἁμαρτία.
000-00-00 Serial Number=0930612445
In Psalmum 100 Ante [Go Back]  
 [00147]  Οὕτω λογιζόμενος ὀρθῶς, καὶ κατ' εὐθὺ πορευόμενος, τοῦ Πονηροῦ ἀναβαίνοντος ἐπὶ τὴν καρδίαν μου, καί μου τόπον αὐτῷ μὴ διδόντος, ἐν τῷ μὴ ἔχειν χώραν κατ' ἐμοῦ, οὐκ ἐγίνωσκον πότε παρεγένετο, ἐμοῦ μὴ παραδεχομένου αὐ τόν·
000-00-00 Serial Number=0222181857
In Psalmum 118 Ante [Go Back]  
 [00572]  οὐ δέδωκα χώραν τούτοις, ἀλλ' ἐμιμνη σκόμην τοῦ ὀνόματός σου.
 [01342]  Ἡμῶν γὰρ προεισφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυναστεία.
000-00-00 Serial Number=0108887196
In Psalmum 145 Ante [Go Back]  
 [00135]  ὄργανόν ἐστι τὸ σῶμα, κι θάρας καὶ αὐλοῦ καὶ λύρας χώραν ἐπέχον.
000-00-00 Serial Number=0852030456
In drachmam et in illud Homo quidam habebat duos filios Ante [Go Back]  
 [00029]  Καὶ οὐ μετὰ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν·
 [00031]  ∆απανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην·
000-00-00 Serial Number=0350322843
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00250]  Ἂν ἐννοήσῃς πῶς ὁ πατριάρχης, πῶς ὁ Ἰὼβ, ἄνθρωποι ὄντες οἱ ἀμφότεροι, οὐδὲν τοιοῦτον ἔπαθον, καὶ ταῦτα πρὸ νόμου καὶ χάριτος καὶ τῆς τοσαύτης τῶν νόμων φιλοσοφίας ἑκάτερος αὐτῶν γενόμενος, ἂν λογίσῃ, ὅτι εἰς βελτίονα χώραν μετέστη, καὶ πρὸς ἀμείνω λῆξιν ἀπεπήδησεν ὁ τελευτήσας, καὶ οὐκ ἀπώλεσας τὸν υἱὸν, ἀλλ' ἐν ἀσύλῳ λοιπὸν ἀπέθου χωρίῳ.
 [01812]  ἐξέπεσον πατρίδος, ἐλευθερίας, ἐξηχμαλωτίσθησαν καὶ ἐγένοντο δοῦλοι, καὶ εἰς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθέντες χώραν, καὶ σφάττεσθαι ἔμελλον διὰ τὸ ὄναρ εἰκῆ καὶ μάτην.
 [07071]  ὅτε ἐναυάγησε καὶ εἰς τὴν βάρβαρον ἐξηνέχθη χώραν, τότε μάλιστα ἐδοξάσθη.
000-00-00 Serial Number=0859779179
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00037]  Ἵνα μὴ ἔχωσι χώραν οἱ τοὺς ἀντιχρίστους εἰσάγοντες καὶ ψευδοχρίστους.
 [01241]  Πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τοῖς ἄλλοις τῶν πρωτείων ἀξιοῦν σαυτὸν, καὶ τὴν τῆς κεφαλῆς χώραν ἐπέχειν, ἐν δὲ τῇ διδασκαλίᾳ λείπειν τὴν τάξιν;
000-00-00 Serial Number=0755909681
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01019]  Ἐπὶ μὲν γὰρ τοῦ νόμου τῆς μάχης ἐξῆν ἀπεναντίας ἵστασθαι τῶν πολεμίων, καὶ χώραν ἀπολαμβάνοντας ἐναντίαν οὕτω παρατάττεσθαι πρὸς τοὺς ἐναντιουμένους, καὶ καιρὸν ἔχειν ἐπιθέσεως καὶ συμβολῆς·
 [03289]  εἰ δὲ μέλλοι διασπᾷν τὸ στρατόπεδον, πολεμίου μᾶλλον ἢ στρατηγοῦ χώραν ἐπλήρωσε.
 [04068]  Πάλιν ὁ ἔμπορος οὐκ οἴκοι καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς.
 [04411]  Ἐπειδὴ γὰρ ἦλθεν ἡ ἀλήθεια, οὐκέτι χώραν ἔχουσιν οἱ τύποι.
 [09325]  οὐδὲ γὰρ ἔχει χώραν ἡ διαφορά.
 [09398]  κἂν ἀνταλλάξῃ τὴν τάξιν, καὶ τὴν οἰκείαν χώραν ἀφεὶς, ἐφ' ἑτέραν ἔλθῃ, κἂν ἐπὶ μείζονα δοκῇ ἐληλυθέναι, τὸ πᾶν ἀπώλεσε καὶ διέφθειρε·
 [09999]  ὁ δὲ μηλόβοτον τὴν αὐτοῦ χώραν πᾶσαν ἀνῆκεν.
000-00-00 Serial Number=0481519639
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02448]  πῶς γὰρ τὸ, Ἐν ὑστέροις καιροῖς, καὶ τὸ, Ἀποστήσονταί τινες τῆς πίστεως, ἔχει χώραν;
000-00-00 Serial Number=0000185370
In epistulam ad Ephesios Ante [Go Back]  
 [05298]  διὰ τί μὴ μίαν ἔλαβε χρείαν μηδὲ χώραν;
 [05416]  Ἤδη προκατεβάλετο τῷ ἀνδρὶ καὶ τῇ γυναικὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν, τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν.
 [06362]  Ἐὰν γὰρ μηδεὶς τὴν ἀρχὴν ἁρπάζῃ τὴν τοῦ ἑτέρου, ἀλλὰ κατὰ χώραν ἕκαστος μένῃ, πάντα εὖ διακείσεται.
 [06398]  Οὐ γὰρ ἕξει περαιτέρω χώραν, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι.
000-00-00 Serial Number=0545201361
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00085]  νῦν δὲ τοῦ Υἱοῦ μνημονεύσας ὁμοῦ καὶ τοῦ Πατρὸς, καὶ κοινῇ θεὶς τὴν λέξιν, οὐκέτι τὸν λόγον τοῦτον χώραν ἀφίησιν ἔχειν.
000-00-00 Serial Number=0044613838
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00455]  Οὔτε γὰρ ἐπὶ τῆς ταπεινότητος ἐμμένει, ἵνα μὴ Παῦλος ὁ Σαμοσατεὺς λάβῃ χώραν, οὔτε ἀεὶ τοῖς ὑψηλοῖς ἐναπομένει·
 [01922]  οἱ δὲ ἀπελθόντες ἐπανῆλθον, τὴν μὲν χώραν θαυμάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες, ἀνθρώπων μέντοι ἀκαταμαχήτων εἶναι χώραν καὶ ἰσχυρῶν·
 [05805]  κἂν τοῦτο ποιῶμεν, μνησικακία χώραν οὐκ ἂν ἔχοι·
000-00-00 Serial Number=0830495059
In epistulam ad Philippenses Ante [Go Back]  
 [03316]  τὸ γὰρ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν.
000-00-00 Serial Number=0557995439
In epistulam ad Romanos Ante [Go Back]  
 [01266]  οὐδεμίαν γὰρ ἐνταῦθα χώραν τὰ ἀξιώματα ἔχει.
 [02673]  ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ, Κατέναντι, οὐκ ἔχει χώραν, ἀλλ' ἠκρωτηρίασται ἡ τοῦ Θεοῦ δωρεά·
000-00-00 Serial Number=0307562172
In epistulam ad Titum Ante [Go Back]  
 [00846]  Τούτων γὰρ καλῶς διοικουμένων, καὶ τὰ πνευματικὰ χώραν ἔξει·
000-00-00 Serial Number=0700158358
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00036]  Εἰ γὰρ ὑπὲρ ἑνὸς προβάτου ὄρη καὶ νάπας καὶ τὴν ἄβατον ἔπεισι χώραν ὁ ποιμὴν, ὅταν πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν;
000-00-00 Serial Number=0285980642
In illud Vidi dominum Ante [Go Back]  
 [00658]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβάλλομεν, ὅτι καθαρὰν ὁρῶμεν τὴν ἄρουραν οὐδαμοῦ ἄκανθαν ἀποπνίγουσαν, οὐδὲ ὁδὸν πατουμένην, οὐδὲ πέτραν ἄγονον, ἀλλὰ βαθεῖάν τινα καὶ λιπαρὰν χώραν, ὁμοῦ δεχομένην τὰ σπέρματα καὶ τὸν στάχυν ἡμῖν παρέχουσαν.
000-00-00 Serial Number=0175181270
In natale domini et in sanctam Mariam genitricem Ante [Go Back]  
 [00109]  Τί ἀπολῦσαι λάθρα ζητεῖς τὴν ἀσύλητον χώραν καὶ οὐράνιον ὑποδεξαμένην καρπόν;
000-00-00 Serial Number=0755076945
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00107]  Καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν.
000-00-00 Serial Number=0710397243
In parabolam de filio prodigo Ante [Go Back]  
 [00031]  Καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς (ὡς νεώτερος ἔπραξεν), ἀπεδήμησεν εἰς χώραν μακράν.
 [00042]  ∆απανήσαντος δὲ αὐτοῦ πάντα (οὐ πέφυκε γὰρ τοῖς αἰσχρῶς βιοῦσι παραμένειν ὁ πλοῦτος τῆς χάριτος), ἐγένετο οὖν λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην.
000-00-00 Serial Number=0446914375
In pharisaeum et meretricem Ante [Go Back]  
 [00221]  Εἰ σὺ τοιαύτην ἔσχες χώραν, αὕτη δὲ τὴν σὴν, ἐβούλου αὐτὴν περὶ σοῦ τοιαῦτα λέγειν ἃ σὺ κατ' αὐτῆς φρονεῖς;
000-00-00 Serial Number=0367428899
In principium jejuniorum Ante [Go Back]  
 [00057]  ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν ἐκεῖνο ἡ ψυχὴ συνελαύνεται δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμεληθῇς ἐφ' οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχούσης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λογισμῷ ἀπορίας;
000-00-00 Serial Number=0403187573
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00068]  λαμπρότερος ὁ ἀθλητὴς διὰ τῆς πομπῆς ἐκείνης ἐγίγνετο, καὶ πάντας τοὺς τὴν Κιλίκων χώραν οἰκοῦντας τῆς οἰκείας ἐποίει ζηλωτὰς ἀρετῆς.
000-00-00 Serial Number=0341504812
In sanctum pascha sermo 5 Ante [Go Back]  
 [00025]  Ἀλλὰ γὰρ τούτων γι νομένων, ἔτι καὶ ὁ Ἰσραὴλ ἐν Αἰγύπτῳ, καὶ ὁ βασιλεὺς τῶν Αἰγυπτίων χώραν εἶχε τοῦ θεομαχεῖν.
000-00-00 Serial Number=0077273309
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00170]  Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἀλλότριοι ἐνώπιον ὑμῶν κατεσθίουσι, καὶ ἠρήμω ται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.
000-00-00 Serial Number=0155307174
Non esse desperandum Ante [Go Back]  
 [00173]  ∆ιὰ τοῦτο κεφαλῆς ἐπέχεις χώραν, ἵνα εἰδῇς θεραπεύειν τὸ σῶμα.
000-00-00 Serial Number=0252687514
Quales ducendae sint uxores Ante [Go Back]  
 [00258]  Εἶτα ἐλθὼν ἐκεῖνος εἰς τὴν χώραν ἐκείνην, οὐ προσῆλθέ τινι τῶν τὴν πόλιν οἰκούντων, οὐ διελέχθη ἀνθρώποις, οὐκ ἐκάλεσε γυναῖκας·
 [00462]  Καθημένη τοίνυν ἐπὶ τῆς καμήλου καὶ φθάσασα εἰς τὴν χώραν, πρὶν αὐτὴν ἐλθεῖν ἐγγὺς, ἀναβλέψασα εἶδε τοῖς ὀφθαλμοῖς τὸν Ἰσαὰκ, καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
000-00-00 Serial Number=0403600693
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00103]  ἐπὶ ποίαν κληθεῖσα τιμὴν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ποίαν λήξῃ χώραν διὰ τὴν ῥᾳθυμίαν τὴν σήν;
000-00-00 Serial Number=0309198558
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00677]  Προσελθόντες ἡ φυλὴ Ῥουβὶμ καὶ Γὰδ, καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ, ᾔτουν παρὰ Μωϋσέως τὴν πέραν τοῦ Ἰορδάνου χώραν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»