Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum συνειδὸς [216]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum συνειδὸς


000-00-00 Serial Number=0585131407
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00404]  Οὐδὲ γὰρ σάκκου περιβολὴ, οὐδὲ τὸ ἐν οἰκίσκῳ κατακλεῖσαι ἑαυτὸν, οὐδὲ τὸ καθίσαι ἐν σκότῳ, τοῦτο μόνον ἐστὶ τὸ πενθεῖν, ἀλλὰ τὸ διαπαντὸς τὴν μνήμην τῶν οἰκείων ἀναστρέφειν κακῶν, καὶ βασανίζειν τὸ συνειδὸς τούτοις τοῖς λογισμοῖς, τὸ συνεχῶς ἀναμετρεῖν τῆς ὁδοῦ τὸ μῆκος, ὅσον ἀπολειπόμεθα τῆς βασιλείας τῶν οὐρανῶν.
000-00-00 Serial Number=0460651338
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00154]  Εἰ δὲ ὁ συνειδὸς ἔχων οὕτω καθαρὸν ἀξιοῖ μὴ γενέσθαι τῶν πεπραγμένων ἐξέτασιν ἀκριβῆ, τί ποιήσομεν ἡμεῖς οἱ τοσούτοις ἐναπειλημμένοι κακοῖς, καὶ τοσοῦτον ἀπᾴδοντες τῆς παῤῥησίας ἐκείνου, καὶ μηδὲ τὸ πολλοστὸν τῆς ἐξομολογήσεως ἐκείνης ἐπιδειξάμενοι μέρος;
 [00287]  Τὸ τῶν ἁμαρτημάτων πλῆθος, τὸ συνειδὸς τὸ πονηρόν·
000-00-00 Serial Number=0662399650
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00143]  κἂν οὕτω τὸ συνειδὸς παρασκευάσωμεν, ὥστε μετὰ τοσαύτης σφοδρότητος καὶ τὴν προτέραν μισῆσαι κακίαν, καὶ τὴν ἐναντίαν ἑλέσθαι ὁδόν, μεθ' ὅσης ὁ θεὸς βούλεται καὶ ἀπαιτεῖ, οὐδὲν ἀπὸ τῶν χρόνων ἔλαττον ἕξομεν·
000-00-00 Serial Number=0759730399
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01134]  ὁ δὲ καὶ τότε αὐτὸν εὐθέως ἐφόβησε μετὰ τὴν σφαγήν οὕτω γὰρ αὐτοῦ τὸ συνειδὸς κατέσειεν ὁ φόβος, ὡς νομίζειν αὐτὸν τότε καὶ ἐκ νεκρῶν ἀναστάντα θαυματουργεῖν , καὶ νῦν δὲ καὶ ἐξ ἐκείνου διὰ παντὸς τοῦ χρόνου κατὰ πᾶσαν αὐτὸν ἐλέγχει τὴν οἰκουμένην καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων.
000-00-00 Serial Number=0797511101
Ad populum Antiochenum Ante [Go Back]  
 [00209]  Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνειδὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα.
 [01398]  Καὶ γὰρ ὑμεῖς μάρτυρες, καὶ τὸ συνειδὸς τὸ ὑμέτερον, ὅσον ἀπὸ τοῦ πειρασμοῦ τούτου τὸ κέρδος ἐσχήκαμεν·
 [01775]  Οὐ ζῶμεν μετ' ἀκριβείας, οὐκ ἔχομεν συνειδὸς ἀγαθόν·
 [01785]  ἀλλ' ἔχει τὸ συνειδὸς λελυμένον, καὶ τῆς ἔξωθεν ἁλύσεως οὐκ αἰσθάνεται.
 [02133]  Εἶπον χθὲς ὑμῖν ὅτι τὸν θάνατον δεδοίκαμεν, οὐκ ἐπειδὴ φοβερός ἐστιν ἐκεῖνος, ἀλλ' ἐπειδὴ οὔθ' ὁ τῆς βασιλείας ἡμᾶς ἔρως ἀνῆψεν, οὔτε ὁ τῆς γεέννης φόβος κατέσχεν, καὶ πρὸς τούτοις, ὅτι τὸ συνειδὸς οὐκ ἔχομεν ἀγαθόν.
 [03542]  Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων·
 [03547]  Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαίδευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέγεται.
 [03641]  Ἐπειδὴ συνειδὸς εἶχεν ἔνδον ἐνηχοῦν αὐτῷ, καὶ διδάσκον καὶ παιδεῦον ἅπαντα.
 [03819]  Καὶ τοῦτο Θεοῦ κατόρθωμα γέγονε μέγιστον, ὥστε τὸ συνειδὸς ἡμῶν καὶ τὴν προαίρεσιν τέως καὶ πρὸ τῆς πράξεως οἰκειῶσαι μὲν τῇ ἀρετῇ, ἐκπολεμῶσαι δὲ τῇ πονηρίᾳ.
 [03829]  ἀλλ' ὑπαγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ' ἑαυτῆς εἰσφέρει πόνους.
 [05134]  Ἵνα δὲ σαφέστερον ὃ λέγω ποιήσω, καὶ μάθητε, ὡς, εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἐστὶν ἀληθὲς, καὶ οἶδεν ὁ θρῆνος πολλάκις ἀνακτᾶσθαι τὰς ὀδυνωμένας ψυχὰς, καὶ κουφίζειν συνειδὸς βεβαρημένον, πολλαὶ πολλάκις γυναῖκες ἀποβαλοῦσαι παῖδας ποθεινοτάτους, ἂν μὲν κωλυθῶσι δακρῦσαι καὶ θρηνῆσαι καὶ ὀλοφύρασθαι, διαῤῥήγνυνται καὶ ἀπόλλυνται·
 [05182]  Ἴσασιν, ὅσοι πολλάκις μετ' ὀδύνης ηὔξαντο καὶ δάκρυα ἐξέχεαν, πόσην ἐκαρ [49.186] πώσαντο τὴν εὐφροσύνην, πῶς ἐξεκάθηραν τὸ συνειδὸς, πῶς μετὰ χρηστῆς ἀνέστησαν ἐλπίδος.
 [05518]  Καὶ ἵνα παρῶ τὰ ἄλλα πάντα, ἃ τὸ συνειδὸς ἑκάστου τῶν ἁμαρτανόντων ἐπίσταται, καὶ ὧν οὐκ ἔχει μάρτυρας ἀνθρώπους, ἀλλὰ τὸν Θεὸν μόνον, τῶν φανερῶν τούτων καὶ ὡμολογημένων ἂν ἀπαιτηθῶμεν λόγον, ποίαν ἐν τούτοις ἕξομεν συγγνώμην;
 [05545]  ἔστι δὲ καὶ ἕτερα, ἅπερ τὸ τῶν ἁμαρτανόντων συνειδὸς οἶδεν·
 [05638]  κἂν γὰρ ἁπάντων μιαρώτερος ᾖ, κἂν μὴ λέγῃ, κἂν μὴ κηρύττῃ, καὶ σιγῶν πάντως ἀποδέξεταί σου τὴν φιλοσοφίαν, αἰδεσθήσεταί σου τὴν πραότητα κατὰ τὸ συνειδὸς τὸ ἑαυτοῦ·
 [05800]  Καὶ γὰρ ἡ δόξα τῆς ζωῆς ἡμῶν καταβλάπτεται, μυρία κακῶς ἐκείνου λέγοντος πρὸς πάντας ἡμᾶς, καὶ ἡ διάνοια ἡμῶν θολοῦται, καὶ τὸ συνειδὸς θορυβεῖται, καὶ χειμῶνα διηνεκῆ λογισμῶν ὑφιστάμεθα.
000-00-00 Serial Number=0382350147
Adversus Judaeos Ante [Go Back]  
 [01014]  Ἐκεῖνοι, φησὶν, εἴδωλα προσκυνοῦντες, καὶ δαίμονας θεραπεύοντες, τοσοῦτον περὶ τὴν πλάνην ἔχουσι συνειδὸς, ὡς μηδὲ ἑλέσθαι καταλιπεῖν ἐκεῖνα, καὶ πρὸς τὴν ἀλήθειαν αὐτομολῆσαι·
 [02812]  Κἂν γὰρ δόξωσι παραμυθεῖσθαι τὸν πυρετὸν ταῖς ἐπῳδαῖς, οὐ γὰρ δὴ παραμυθοῦνται, ἀλλὰ χαλεπώτερον ἕτερον εἰς τὸ συνειδὸς ἄγουσι πυρετὸν, τοῦ λογισμοῦ σε καθ' ἑκάστην κεντοῦντος τὴν ἡμέραν, τοῦ συνειδότος μαστίζοντος καὶ λέγοντος·
 [02824]  Ταῦτα, καθ' ἑκάστην ἡμέραν, κεντῶν ὁ λογισμὸς, καὶ τὸ συνειδὸς μαστίζων ἐρεῖ.
 [02911]  Οὐκ ἐννοεῖς, ὅσον σου καταχέουσι γέλωτα, ὅσα σκώμματα, ὅσην χλευασίαν, ὅσην αἰσχύνην, ὅσον ὄνειδος, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ τὸ συνειδὸς τὸ ἑαυτῶν;
000-00-00 Serial Number=0470789552
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00123]  Ὅτε μὲν γὰρ εἰς τὸν βίον εἶδε τὸν ἑαυτοῦ, καὶ τὸ συνειδὸς ὑπὲρ τὸν ἥλιον λάμπον, καὶ τῶν κατορθωμάτων τὸ πλῆθος, ᾔδει ὅτι στεφάνων καὶ βραβείων καὶ μυρίων ἐπάθλων ἄξιος ἦν·
000-00-00 Serial Number=0864101708
Catecheses ad illuminandos Ante [Go Back]  
 [00145]  Αὕτη γὰρ κἂν μυριάκις ὦμεν ἀναίσθητοι καὶ λανθάνειν τοὺς πολλοὺς βουλώμεθα, τὸ συνειδὸς διεγείρει καθ' ἡμῶν τὸν δικαστὴν τὸν ἀδέκαστον κἀκεῖνος διηνεκῶς κατεξανιστάμενος ἀδιάλειπτον ἡμῶν τὴν ὀδύνην ἐργάζεται, καθάπερ δήμιός τις καταξαίνων καὶ ἄγχων τὸν λογισμὸν καὶ δεικνὺς τῆς ἁμαρτίας τὸ μέγεθος.
 [01043]  Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχικῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν.
 [01048]  Ὁ γὰρ οὕτω προσιὼν εὐθέως τὰ μυρία κομίζεται ἀγαθά, τῆς τοῦ Θεοῦ χάριτος ἀοράτως αὐτοῦ κουφιζούσης τὸ συνειδὸς καὶ πολλὴν τὴν πληροφορίαν παρεχομένης καὶ παρασκευαζούσης λοιπὸν τῆς γῆς ἀπαλλάττεσθαι καὶ πρὸς τὸν οὐρανὸν μεθορμίζεσθαι.
000-00-00 Serial Number=0145774126
Commentarius in Job Ante [Go Back]  
 [02692]  καὶ ὅταν κατειρηνεύσωσιν, τὸ συνειδὸς αὐτῶν τοιοῦτον.
000-00-00 Serial Number=0603430212
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00393]  Οὐδὲν γὰρ οὕτως ἡμᾶς εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί.
000-00-00 Serial Number=0259941936
De Anna i Ante [Go Back]  
 [00083]  ἕτερος δὲ οὐκ ἐλάττων, ὁ τοῦ συνειδότος, ὃν καὶ τοῦτον ἅπαντα τότε διὰ πλειόνων ἐξεθέμεθα λόγων, δεικνύντες πῶς αὐτοδίδακτος ἡμῖν ἐστιν ἡ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων γνῶσις, καὶ πῶς ἔνδοθεν ἡμῖν τὸ συνειδὸς ἅπαντα ἐνηχεῖ ταῦτα.
 [00087]  τό τε συνειδὸς ἔνδον ἐνηχοῦν, ἅπαντα ὑποβάλλε τὰ πρακτέα·
 [00833]  Ἐκ τῆς ἱπποδρομίας ἀναχωρῶν ἐκείνης, ἀπάντησον τοῖς ἐκ τῆς ἐκκλησίας ἀναχωροῦσι, καὶ κατάμαθε μετὰ ἀκριβείας, τίς ἐστιν ἐν ἡδονῇ μείζονι, ὁ προφητῶν ἀκούσας, καὶ μετασχὼν εὐλογίας, καὶ διδασκαλίας ἀπολαύσας, καὶ τὸν Θεὸν παρακαλέσας ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, καὶ κουφότερον ποιήσας τὸ συνειδὸς, καὶ μηδὲν ἑαυτῷ κατεγνωκὼς τοιοῦτο·
 [01063]  Ἑορτὴ γὰρ μεγίστη, συνειδὸς ἀγαθόν.
 [01068]  Ὥστε ἔξεστιν ἡμῖν, ἂν ἐθέλωμεν, καθ' ἑκάστην ἡμέραν ἑορτὴν ἄγειν, ἂν ἀρετῆς ἐπιμελώμεθα, καὶ τὸ συνειδὸς ἡμῶν ἐκκαθαίρωμεν.
000-00-00 Serial Number=0389466822
De Chananaea Ante [Go Back]  
 [00049]  ἀλλὰ τὸ συνειδὸς πολέμιον ἔχουσι συνοικοῦντα μετὰ τὴν ἁμαρτίαν.
000-00-00 Serial Number=0141211987
De Davide et Saule Ante [Go Back]  
 [00378]  Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος·
 [00469]  εἰ δὲ ἀπιστεῖς, αὐτὸν καλῶ τὸν Θεὸν μάρτυρα, τὸν τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότα, καὶ τὸ συνειδὸς ἐρευνῆσαι δυνάμενον.
000-00-00 Serial Number=0152517021
De Lazaro Ante [Go Back]  
 [00273]  Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ' ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδὸς, καὶ ἐπαναστήσεται κατηγοροῦν τῆς ἀνωμαλίας ταύτης;
 [00464]  ἀλλ' ἀνάπτυξόν μοι τούτου τὸ συνειδὸς, καὶ ὄψει πολὺν ἔνδοθεν θόρυβον τῶν ἁμαρτημάτων, φόβον διηνεκῆ, χειμῶνα, ταραχὴν, καθάπερ ἐν δικαστηρίῳ τὸν νοῦν ἐπὶ τὸν θρόνον ἀναβάντα τὸν βασιλικὸν τοῦ συνειδότος, καὶ ὥσπερ τινὰ δικαστὴν καθήμενον, καὶ τοὺς λογισμοὺς παριστῶντα, καθάπερ δημίους, καὶ ἀναρτῶντα τὴν διάνοιαν, καὶ καταξαίνοντα ὑπὲρ τῶν ἡμαρτημένων, καὶ ἐμβοῶντα μεγάλα, μηδενὸς εἰδότος, ἀλλ' ἢ τοῦ ταῦτα ἐπισταμένου βλέπειν Θεοῦ μόνου.
 [00468]  περιέρχεται πικρὸν κατήγορον περιφέρων τὸ συνειδὸς, αὐτοκατάκριτος ὢν, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι δυνάμενος.
 [00511]  μὴ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ τὸ ἑκάστου συνειδὸς ἐξετάζωμεν, καὶ τὴν ἐκ τῶν κατορθωμάτων [48.981] ἀρετὴν καὶ χαρὰν διώκοντες, ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες.
 [00623]  Ἀεὶ μὲν γὰρ ἡμᾶς κεντεῖ τῶν ἁμαρτημάτων τὸ συνειδὸς, μάλιστα δὲ κατ' ἐκείνην τὴν ὥραν, ὅταν μέλλωμεν ἐντεῦθεν ἀπάγεσθαι πρὸς τὰς εὐθύνας τὰς ἐκεῖ καὶ τὸ φοβερὸν δικαστήριον.
 [00671]  Ἂν γὰρ περιέλῃς αὐτοῦ τὸ προσωπεῖον, καὶ τὸ συνειδὸς ἀναπτύξῃς, καὶ εἰς τὴν διάνοιαν εἰσέλθῃς, πολλὴν εὑρήσεις ἀρετῆς ἐκεῖ πενίαν, καὶ πάντων ἀτιμότερον ὄντα τῶν ἀνθρώπων.
 [00892]  Κἄν τε γὰρ τολμήσωμέν τι τῶν ἀπηγορευμένων, καὶ ἀκαθάρτους ἑαυτοὺς ἐργασώμεθα, ἐπανιόντες οἴκαδε, καὶ τὰ βιβλία ὁρῶντες, μᾶλλον ἡμῶν καταδικάζομεν τὸ συνειδὸς, καὶ πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν ὀκνηρότεροι γινόμεθα·
 [00957]  ἀλλ' ὅσον δάκνει τὸ συνειδὸς, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων.
 [01271]  καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ.
 [01408]  τὸ συνειδὸς λέγω.
 [01447]  ∆ιὰ τοῦτο τὸ συνειδὸς ἡμῖν ἐγκατέθηκε καὶ πατρὸς φιλοστοργότερον.
 [01532]  Οὐκ εὔδηλον, ὅτι τὸ συνειδὸς, ὁ [48.1016] ἀπαραλόγιστος δικαστὴς, συνεχῶς αὐτῶν κατέσειε τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἐθορύβει;
 [01541]  τὸ δὲ συνειδὸς αὐτῶν ἐπιλαβόμενον καιροῦ, διανέστη καὶ καθήψατο τῆς ἐκείνων διανοίας, καὶ μηδενὸς ἀναγκάζοντος, τὰ τετολμημένα ὁμολογῆσαι παρεσκεύασε.
 [01551]  Ἵνα οὖν μὴ τότε κολαζώμεθα, μὴ τότε εὐθύνας ὑπέχωμεν, ἕκαστος εἰς τὸ συνειδὸς εἰσελθέτω τὸ ἑαυτοῦ, καὶ τὴν ζωὴν ἀναπτύξας, καὶ ἅπαντα τὰ πεπλημμελημένα μετὰ ἀκριβείας ἐπελθὼν, καταγινωσκέτω τῆς ψυχῆς τῆς ταῦτα ἐργασαμένης, κολαζέτω τοὺς λογισμοὺς, θλιβέτω, στενοχωρείτω τὴν ἑαυτοῦ διάνοιαν, δίκην ἑαυτὸν ἀπαιτείτω τῶν ἡμαρτημένων διὰ τῆς καταγνώσεως, διὰ τῆς μετανοίας τῆς ἠκριβωμένης, διὰ δακρύων, διὰ ἐξομολογήσεως, διὰ νηστείας καὶ ἐλεημοσύνης, διὰ ἐγκρατείας καὶ ἀγάπης, ἵνα παντὶ τρόπῳ δυνηθῶμεν πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ πολλῆς ἀπελθεῖν ἐκεῖ τῆς παῤῥησίας·
 [01661]  Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, ἀλλὰ κατανύγηθι, πρὸς σεαυτὸν ἐπάνελθε, τὸ συνειδὸς ἐξέτασον, σκόπησον ὅτι καὶ σὲ μικρὸν ὕστερον τοῦτο μένει τὸ τέλος.
 [02307]  ∆ιὰ τοῦτο πολλοὶ τῶν ἀνθρώπων, καὶ μάλιστα ἐν τοῖς ἐπικηδείοις, ὅταν τις παιδίον ἢ γυναῖκα ἀποβάλῃ, ἐπειδὴ τὸ πάθος τυραννεῖ, ἐπειδὴ ἀθυμία περιγίνεται, ἐπειδὴ κρατεῖ τὸ συνειδὸς, λαμβάνει φίλους εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, καὶ συμπόσιον δαψιλὲς ποιεῖ, καὶ οἶνος ἄκρατος δίδοται τῷ λυπουμένῳ, ἵνα παραμυθήσηται τὸ ἕλκος.
 [02582]  Πῶς, εἰπέ μοι, οἱ τῆς σατανικῆς ἐκείνης μετασχόντες θεωρίας δυνήσονται μετὰ παῤῥησίας ἐνταῦθα παραγενέσθαι, τὸ συνειδὸς ἔχοντες κατεξανιστάμενον καὶ καταβοῶν μεγάλα;
000-00-00 Serial Number=0256480336
De baptismo Christi Ante [Go Back]  
 [00013]  Εἰ γάρ τις ὑμῶν τὸ συνειδὸς ἀναπτύξειε νῦν, πολλὴν ἔνδον εὑρήσει τὴν ἡσυχίαν·
 [00081]  Βάπτισμα ἦν τὸ Ἰουδαϊκὸν, τὸ ῥύπων σωματικῶν ἀπαλλάττον, οὐ τῶν κατὰ τὸ συνειδὸς ἁμαρτημάτων.
 [00206]  Ἔδει μὲν οὖν, ὡς καὶ πολλάκις ἔφθην εἰπὼν, μὴ ἑορτὰς παρατηρεῖν, ἡνίκα ἂν δέοι κοινωνεῖν, ἀλλὰ τὸ συνειδὸς καθαίρειν, καὶ τότε τῆς ἱερᾶς ἅπτεσθαι θυσίας.
000-00-00 Serial Number=0718455136
De beato Philogonio Ante [Go Back]  
 [00161]  Καὶ μή μοι λεγέτω τις, αἰσχύνης γέμω, ἁμαρτη [48.754] μάτων ἔχω τὸ συνειδὸς πεπληρωμένον, φορτίον ἐπιφέρομαι βαρύτατον·
 [00194]  Νῦν δὲ εἰς τοσοῦτο ἀνοίας καὶ καταφρονήσεως πολλοὶ τῶν πιστῶν ἐληλάκασιν, ὡς καὶ μυρίων γέμοντες κακῶν, καὶ μηδεμίαν ὅλως ἑαυτῶν ἐπιμέλειαν ποιούμενοι, ἁπλῶς καὶ ὡς ἔτυχεν ἐν ταῖς ἑορταῖς τῇ τραπέζῃ ταύτῃ προσέρχονται, οὐκ εἰδότες ὅτι καιρὸς κοινωνίας οὐχ ἑορτὴ καὶ πανήγυρις, ἀλλὰ συνειδὸς καθαρὸν καὶ βίος ἐγκλημάτων ἀπηλλαγμένος.
000-00-00 Serial Number=0448436499
De cruce et latrone ii Ante [Go Back]  
 [00418]  ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν καταξιωθῶμεν, καὶ τῇ φρικτῇ ταύτῃ τραπέζῃ μετὰ πλείονος τῆς παῤῥησίας, τὸ συνειδὸς ἑαυτῶν ἐκκαθάραντες, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0598275125
De decem millium talentorum debitore Ante [Go Back]  
 [00132]  Μὴ παραδράμῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλὰ καὶ ἀνάπτυξόν μοι τὸ δικαστήριον ἐκεῖνο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν τὸ σεαυτοῦ, ἀναλόγισαι τὰ πεπραγμένα σοι παρὰ πᾶσαν τὴν ζωήν·
000-00-00 Serial Number=0066911101
De diabolo tentatore Ante [Go Back]  
 [00341]  Ὥστε ὅταν ἴδῃς τινὰ ἁρπάζοντα, πλεονεκτοῦντα, καὶ μὴ κολαζόμενον, ἀνάπτυξον καὶ σὺ τὸ σαυτοῦ συνειδὸς, ἀναλόγισαί σου τὴν ζωὴν, ἔπελθε τὰ ἡμαρτημένα, καὶ μαθήσῃ καλῶς ὅτι σοὶ πρώτῳ οὐ συμφέρει καθ' ἕκαστον τῶν ἁμαρτημάτων κολάζεσθαι.
 [00600]  Κίνησον τὸν κατήγορον ἔνδον τὸ σὸν συνειδὸς, ἵνα μὴ ἐκεῖ κατήγορον ἔχῃς ἐπὶ τοῦ βήματος τοῦ Κυρίου.
 [00683]  τὸ δὲ δάκνεσθαι καὶ στύφεσθαι τὸ συνειδὸς ἀπὸ τῆς παρουσίας ἐκείνου, οὐ μικρὸν ἂν εἴη κώλυμα τοῦ μὴ μετὰ ἀδείας τῇ πονηρίᾳ κεχρῆσθαι.
000-00-00 Serial Number=0094047606
De fato et providentia Ante [Go Back]  
 [00304]  Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδὸς, καὶ μεταθήσῃ τὴν γνώμην·
000-00-00 Serial Number=0151004791
De incomprehensibili dei natura Ante [Go Back]  
 [00718]  Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθές, ἄνθρωπον εἰς μέσον παράξω Θεοῦ φίλον, παρρησίαν ἔχοντα πολλὴν ἐπὶ σοφίᾳ καὶ δικαιοσύνῃ καὶ ἐπὶ πολλοῖς ἑτέροις μαρτυρηθέντα κατορθώμασι, τὸν ἅγιον ∆ανιήλ, ἵνα ὅταν ἀποδείξω ἐξασθενοῦντα καὶ διαλυόμενον καὶ διασπώμενον ἐκ τῆς τοῦ ἀγγέλου παρουσίας, μηδεὶς δι' ἁμαρτήματα καὶ πονηρὸν συνειδὸς τοῦτο αὐτὸν πεπονθέναι νομίζῃ, ἀλλὰ δειχθείσης τῆς κατὰ τὴν ψυχὴν αὐτοῦ παρρησίας, ἡ τῆς φύσεως ἀσθένεια σαφῶς διελέγχηται.
 [01401]  τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ καὶ αὐτῷ δεῖξον τὰ τραύματα καὶ παρ' αὐτοῦ τὰ φάρμακα αἴτησον·
000-00-00 Serial Number=0252533138
De libello repudii Ante [Go Back]  
 [00201]  καὶ μὴ καταισχύνωμεν ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον ζῶμεν ζωὴν, μηδὲ μολύνωμεν τὸ σῶμα, μηδὲ πονηρὸν συνειδὸς εἰς τὴν διάνοιαν εἰσαγάγωμεν.
000-00-00 Serial Number=0068248391
De mutatione nominum Ante [Go Back]  
 [00473]  Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐτὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέξασθαι τὴν συμβουλήν.
 [00846]  εἶδες συνειδὸς ἀδέκαστον;
 [01025]  Εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι, καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων ἔγεμον, ὅσας ἀκάνθας εἶχον.
000-00-00 Serial Number=0447701752
De negatione Petri Ante [Go Back]  
 [00238]  κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης.
000-00-00 Serial Number=0267044306
De paenitentia [1] Ante [Go Back]  
 [00276]  Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν ∆εσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδὸς, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ' ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν·
 [00925]  Ὅταν γὰρ ἄνθρωπος ὑπὸ ἁμαρτίας ἁλοὺς καὶ ὑποσκελισθεὶς καταπέσῃ, εἶτα κατεσθίῃ αὐτὸν τὸ συνειδὸς, καὶ τῆς ἁμαρτίας συνεχῶς ἀναμιμνήσκων, ἑαυτὸν ἀποπνίγῃ τῇ τῆς ἀθυμίας ὑπερβολῇ, καὶ καθ' ἑκάστην ἐμπυρίζηται τὴν ἡμέραν, καὶ μυρίων παρακαλούντων, ἂν μὴ προσίηται τὴν παράκλησιν, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκούσας ὅτι πολλοὶ τῶν ἁγίων πεσόντες ἀνέστησαν, καὶ εἰς τὴν προτέραν πάλιν ἐπανῆλθον εὐδοκίμησιν, λανθανόντως λαβὼν τὴν παραμυθίαν ἀπέρχεται.
 [01026]  αὐτὸς δύναται εἰς τὸ συνειδὸς ἡμῶν εἰσελθεῖν, καὶ τῆς διανοίας ἅψασθαι, καὶ παρακαλέσαι τὴν ψυχήν.
 [01349]  ∆έομαι πάντων ὑμῶν καὶ ἀντιβολῶ, εἰς τὸ συνειδὸς ἕκαστος αὐτοῦ ἀναλογιζέσθω τὴν ἀπὸ τῆς νηστείας πραγματείαν, κἂν μὲν εὕρῃ κέρδος πολὺ γεγενημένον, προστιθέτω τῇ πραγματείᾳ·
000-00-00 Serial Number=0623408735
De proditione Judae Ante [Go Back]  
 [00208]  ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ μηδενὸς ὄντος διδασκάλου μετεβάλετο, καὶ κατέγνω τῶν τετολμημένων, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια.
 [00383]  Ταῦτα οὖν συνειδότες, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, κ.
 [00582]  ὅτε δὲ οὐδεὶς ἦν ὁ παραινῶν, τὸ οἰκεῖον συνειδὸς ἐπανέστη, καὶ οὐδενὸς ὄντος τοῦ διδάσκοντος μετεβάλετο, καὶ ἔῤῥιψε τὰ τριάκοντα ἀργύρια.
 [00764]  Ταῦτα οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ πρὸς ἀλλήλους εἰρηνεύσωμεν, καὶ τὴν ῥίζαν τῆς κακίας ἐκτίλαντες, καὶ καθάραντες ἡμῶν τὸ συνειδὸς, μετὰ πραότητος καὶ ἐπιεικείας καὶ πολλῆς τῆς εὐλαβείας προσίωμεν τῇ μεταλήψει τῶν φρικτῶν τούτων καὶ φοβερῶν μυστηρίων, μὴ ὠθοῦντες καὶ λακτίζοντες, μήτε κτύποις καὶ κραυγαῖς ἐκβοῶντες, ἀλλὰ φόβῳ πολλῷ καὶ τρόμῳ μετὰ κατανύξεως καὶ δακρύων προσερχόμενοι, ἵνα καὶ ὁ φιλάνθρωπος ∆εσπότης, ἐποπτεύσας ἡμῶν ἄνωθεν τὴν εἰρηνικὴν κατάστασιν, καὶ τὴν ἀνυπόκριτον ἀγάπην, καὶ τὴν φιλάδελφον κοινωνίαν, καὶ τούτων τῶν ἀγαθῶν καὶ τῶν ἐπηγγελμένων πάντας ἡμᾶς ἀξιώσῃ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0048639178
De prophetiarum obscuritate Ante [Go Back]  
 [00877]  ἀναπτύξωμεν ἡμῶν τὸ συνειδὸς, ἀναμνησθῶμεν ἡμῶν τὴν ζωὴν ἅπασαν, ἕκαστον τῶν ἡμαρτημένων ἡμῖν περιεργασώμεθα, καὶ μὴ μόνον μὴ λέγωμεν κακῶς ἑτέρους, ἀλλὰ μηδὲ ἀκούωμεν ἑτέρων λεγόντων κακῶς.
000-00-00 Serial Number=0477476656
De regressu Ante [Go Back]  
 [00025]  Τὸ συνειδὸς ὑμῶν εἰς μαρτυρίαν καλῶ·
000-00-00 Serial Number=0514877796
De sancta pentecoste Ante [Go Back]  
 [00064]  ἀλλὰ δεικνὺς, ὅτι οὐ καιρὸς ποιεῖ ἑορτὴν, ἀλλὰ συνειδὸς καθαρόν·
 [00066]  εὐφροσύνην δὲ πνευματικὴν καὶ νοερὰν οὐδὲν ἄλλο ποιεῖ, ἀλλ' ἢ συνειδὸς πράξεων ἀγαθῶν·
 [00067]  ὁ δὲ συνειδὸς ἔχων ἀγαθὸν καὶ πράξεις τοιαύτας, ἀεὶ ἑορτάζειν δύναται.
 [00070]  Ὁρᾷς πῶς οὐ καιρῶν σε κατέδησεν ἀνάγκῃ, ἀλλὰ συνειδὸς καθαρὸν ἔχειν παρεκελεύσατο;
 [00387]  εἴπομεν ὅτι ἑορτὴν συνειδὸς ποιεῖ καθαρὸν, οὐχ ἡμερῶν καὶ χρόνων περίοδος·
000-00-00 Serial Number=0118433654
De sanctis martyribus [1] Ante [Go Back]  
 [00085]  Τί ποτ' οὖν ἐστι τὸ κεντοῦν τὸ συνειδὸς, καὶ ποιοῦν ὥσπερ ἐκ πηγῆς ἀναβλύζειν τοὺς τῶν δακρύων κρουνούς;
000-00-00 Serial Number=0097988248
De studio praesentium Ante [Go Back]  
 [00007]  Γραφῶν δὲ γνῶσις τειχίζει τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν, ἀπολύει τὴν ψυχὴν τῶν συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, καὶ πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν.
 [00009]  Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖν δύναιτ' ἂν, ὡς συνειδὸς καθαρόν·
 [00010]  γίνεται δὲ καθαρὸν συνειδὸς, κἂν μυρίοις ἁμαρτήμασιν ᾖ βεβαρημένον, ἀκροάσεως συνεχοῦς ἀπολαῦον.
000-00-00 Serial Number=0976157963
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00270]  ὁ ταπεινόφρων δι' αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς μέγα φρονεῖ.
 [01926]  μὴ προδῷ σε τὸ συνειδὸς, καὶ οὐδείς σε προδίδωσιν.
 [01941]  εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι·
 [01992]  Τοῦτο πολλῶν καθήψατο, τοῦτο πολλοὺς ἐθορύβησεν, ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος, πρὸ ὑμῶν.
 [02019]  Ὁ γὰρ φόβος τῆς τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησι.
 [02253]  Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γενομένας εὐφημίας ἴδῃς, ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον, καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους, καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους σε καὶ μισοῦντας.
 [02393]  Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν κόνιν.
 [02454]  οὕτω καὶ ὁ τὸ συνειδὸς κεκαθαρμένον ἔχων, κἂν ῥάκια περιβεβλημένος ᾖ, καὶ λιμῷ παλαίων, τῶν σφόδρα τρυφώντων ἐστὶν εὐθυμότερος.
 [05654]  καὶ ἐν τῷ γίνεσθαι τὴν ἁμαρτίαν, καὶ πρὶν γενέσθαι καὶ μετὰ τὸ γενέσθαι σφοδρὸς ἐφέστηκε τὸ συνειδὸς ἡμῶν κατήγορος.
 [05805]  Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων τῶν ἡμετέρων ποιῶμεν, τὸ συνειδὸς τὸ ἡμέτερον κολάσαντες, ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων, ἐξετάσωμεν τί μὲν εἰς δέον ἠνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ·
 [05962]  ἀλλ' ὅσον δάκνει τὸ συνειδὸς, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων.
 [07138]  Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης κεντούμενος·
 [07681]  Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, πρὸς ἑαυτὸν ἐπάνελθε, καὶ τὸ συνειδὸς ἐξέτασον·
 [07881]  Οὐ ζῶμεν μετὰ ἀκριβείας, οὐδὲ ἔχομεν συνειδὸς ἀγαθόν·
000-00-00 Serial Number=0328648329
Epistula ad episcopos Ante [Go Back]  
 [00008]  εἰ καὶ μὴ φανερῶς, κἄν τις αὐτῶν ἀναπτύξειε τὸ συνειδὸς, πολὺ καὶ παρ' ἐκείνοις ὑμῶν εὑρήσει τὸ θαῦμα.
000-00-00 Serial Number=0997678697
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00435]  Ὁ χειμὼν τῶν θορύβων τῶν ἐν τῷ λογισμῷ γινομένων αὐτῷ οὗτος μάλιστα ἦν αὐτὸν ἀποπνίγων ἀφόρητος, καὶ τὸ συνειδὸς αὐτοῦ τὸ καθαρὸν τοῦτο μάλιστα ἐποίει τὴν ἔνδον ζάλην καὶ ἐσκότου τὸν λογισμὸν καὶ τὸν κυβερνήτην ἐτάραττεν.
 [01243]  [13.2] Ὁ γὰρ τοῦ Ἰακὼβ υἱὸς ὁ πρὸς τὸν πατέρα εἰπὼν ὅτι θηρίον πονηρὸν κατέφαγε τὸν Ἰωσήφ, καὶ τὸ πονηρὸν ἐκεῖνο ὑποκρινάμενος δρᾶμα, καὶ τῷ προσωπείῳ τούτῳ τὴν ἀδελφοκτονίαν συσκιάσαι ἐπιχειρήσας, τὸν μὲν πατέρα ἠπάτησε τότε, τὸ δὲ συνειδὸς οὐκ ἠπάτησεν οὐδὲ ἔπεισεν ἡσυχάζειν·
 [01252]  Ἐπελαμβάνετο γὰρ αὐτοῦ τὸ συνειδὸς καὶ ὁ μετὰ ἀδείας τοσαύτης τὸ αἷμα ἐκχέας τοῦ ἀδελφοῦ καὶ μηδὲν παθών, νῦν καὶ συμπαθητικὸς ἐγίνετο, καὶ τοῦ χοροῦ τῶν κοινωνησάντων αὐτῷ τῆς μιαιφονίας κατηγόρει καὶ τὴν ὠμότητα πᾶσαν ἐτραγῴδει λέγων·
000-00-00 Serial Number=0748583198
Expositiones in Psalmos Ante [Go Back]  
 [00439]  Ἐν τῷ καιρῷ τῷ μετὰ τὰ δεῖπνα, φησὶν, ἡνίκα ἂν πρὸς ὕπνον ἀπίητε, ἡνίκα ἂν μέλλητε κατακλίνεσθαι, καὶ μηδενὸς παρόντος πολλὴ ἡ ἡσυχία, βαθεῖα ἡ γαλήνη μηδενὸς διενοχλοῦντος, τὸ δικαστήριον ἔγειρον τοῦ συνειδότος, εὐθύνας ἀπαίτησον αὐτὸ, καὶ ἃ μεθ' ἡμέραν ἐβουλεύσω πονηρὰ, ἢ δόλους ῥάπτων, ἢ τὸν πλησίον ὑποσκελίζων, ἢ ἐπιθυμίας δεχόμενος διεφθαρμένας, ταῦτα ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης εἰς μέσον ἀγαγὼν, καὶ τὸ συνειδὸς ἐπιστήσας τοῖς ἀτόποις τούτοις λογισμοῖς, κατάξαινε αὐτοὺς, καὶ δίκην ἀπαίτει, κατάτεινε τὴν ἁμαρτοῦσαν διάνοιαν.
 [00923]  μετὰ δὲ τὴν τελευτὴν, καὶ τοῦ τυράννου τότε ἐκείνου τὸ συνειδὸς κατέσειε.
 [02135]  Εἰσελθέτω ἕκαστος εἰς τὸ ἑαυτοῦ συνειδὸς, καὶ τότε ὄψεται.
 [06269]  Τὸ γὰρ ζητούμενον ἐνταῦθα, ψυχὴ νήφουσα, διεγηγερμένη διάνοια, καρδία κατανενυγμένη, λογισμὸς ἐῤῥωμένος, συνειδὸς ἐκκεκαθαρμένον.
 [06407]  Καθάπερ γὰρ τὸ πονηρὸν συνειδὸς ῥυπαροὺς ἡμᾶς ἐργάζεται, καὶ εἰς ἀπόγνωσιν ἡμᾶς ἐμβάλλει·
 [06499]  Καὶ πρὸ τούτων δὲ πάντων, κἂν μηδὲν συμπέσῃ δεινὸν, πλείονος τὸ συνειδὸς τοῦ φοβουμένου τὸν Θεὸν καὶ καθαρωτέρας ἡδονῆς γέμει τῆς τοῦ πλουτοῦντος ψυχῆς.
000-00-00 Serial Number=0409382880
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05983]  Ὅρα βάρβαρον ἄνθρωπον, τὸ συνειδὸς ἔχοντα καθαρὸν, ἐπειδὴ μετὰ παῤῥησίας παρεγένετο τῆς τῶν ὅρκων.
000-00-00 Serial Number=0123944283
Fragmenta in Job Ante [Go Back]  
 [00458]  Ὅταν μὲν εἰς τὸν βίον εἶδε τὸν ἑαυτοῦ, καὶ τὸ συνειδὸς ὑπὲρ τὸν ἥλιον λάμπον, καὶ τῶν κατορθωμάτων τὸ πλῆθος, ᾔδει ὅτι στεφάνων, καὶ βραβείων, καὶ μυρίων ἐπάθλων ἄξιος ἦν·
000-00-00 Serial Number=0576878726
Homilia de capto Eutropio Ante [Go Back]  
 [00094]  Μὴ προδῷς σου τὸ συνειδὸς, καὶ οὐδείς σε προδίδωσιν.
 [00311]  Εἴ τινος δὲ ἐπιλαμβάνεται τὸ συνειδὸς, αὐτὸς αἴτιος, οὐχ ὁ ἐμὸς λόγος.
000-00-00 Serial Number=0365719438
In Acta apostolorum Ante [Go Back]  
 [01384]  Ἄλλως δὲ καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν οὔσης ἔτι τῆς σφαγῆς, καὶ πάντα αὐτοὺς ἐπτόει.
 [04753]  ὅταν γὰρ τὸ συνειδὸς μὴ βάλληται, οὐδὲ καιρὸν ἂν ἔχοι ὁ θυμός.
 [05012]  Πῶς γὰρ οἴει τὸ συνειδὸς ἡμῶν δάκνεσθαι;
 [09575]  Ἐπειδὴ γὰρ τῷ δέει κατείχοντο ὡς ἀνῃρηκότες αὐτὸν, καὶ τὸ συνειδὸς αὐτοὺς ἠλλοτρίου, οὐχ ὡς πρὸς χριστοκτόνους διαλέγονται, οὐδὲ ὡς ἀλλότριον ἀγαθὸν αὐτοῖς ἐγχειρίζοντες, ἀλλὰ τὸ οἰκεῖον.
 [09999]  μὴ καταγινωσκέτω ἡμῶν τὸ συνειδὸς, ὅτι ἡμῶν ἐλλειπόντων τι τῶν δεόντων τοῦτο γίνεται.
000-00-00 Serial Number=0743765175
In Kalendas Ante [Go Back]  
 [00070]  Ἂν τοίνυν καθαρὸν ἔχῃς τὸ συνειδὸς, ἑορτὴν ἔχεις διαπαντὸς, χρησταῖς συντρεφόμενος ἐλπίσι, καὶ ἐντρυφῶν τῇ τῶν μελλόντων ἀγαθῶν προσδοκίᾳ·
 [00133]  Εἰ λέγουσιν, ἄθλιος καὶ ταλαίπωρος, εἰπὲ ὅτι πάντων μὲν οὖν οὗτος μακαριώτατος, τὸν Θεὸν ἔχων φίλον, ἀρετῇ συζῶν, πλοῦτον κεκτημένος οὐδέποτ' ἐπιλείποντα, συνειδὸς ἔχων καθαρόν.
000-00-00 Serial Number=0813424349
In Psalmum 118 Ante [Go Back]  
 [00209]  Οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγεί ρει·
000-00-00 Serial Number=0680557668
In decem virgines Ante [Go Back]  
 [00142]  Ταῦτα πρὸς τὸ πλῆθος λέγων, τῶν ῥᾳθυμοτέρων τὸ συνειδὸς ἀσφαλίζομαι, βλάπτων οὐδὲν τοὺς εὐγνώμονας, ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν ἐργαζόμενος.
000-00-00 Serial Number=0788325191
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00251]  ἀλλ' ὥσπερ ῥίζα ἐν λιπαρῷ φυτευθεῖσα χωρίῳ, καθ' ἕκαστον ἐνιαυτὸν ὡρίμους φέρει τοὺς καρποὺς, οὕτω καὶ ἀργύριον ἐν ταῖς τῶν πενήτων χερσὶ φυτευθὲν, οὐ καθ' ἕκαστον ἐνιαυτὸν μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πνευματικοὺς ἡμῖν φέρει τοὺς καρποὺς, παῤῥησίαν πρὸς τὸν Θεὸν, ἁμαρτημάτων συγχώρησιν, ἀγγέλων ἐγγύτητα, συνειδὸς ἀγαθὸν, εὐφροσύνην πνευματικῆς ἀγαλλιάσεως, ἐλπίδα ἀκαταίσχυντον, τὰ θαυμαζόμενα ἀγαθὰ, ἅπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐν θερμῇ καὶ ζεούσῃ ψυχῇ ἐκζητοῦσι τὸ ἔλεος τῆς ἐπιφανείας αὐτοῦ·
000-00-00 Serial Number=0525020182
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00186]  οὕτω καὶ ἀθυμίας ἁπάσης ὑπερβολὴ εἰς συνειδὸς ἐμπεσοῦσα ἀγαθὸν ἀπόλλυται καὶ ἀφανίζεται ῥᾳδίως.
 [00766]  Ταῦτα δὲ ἔλεγε, κἀκείνους παιδεύων ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ἀλλὰ καὶ ἐναβρύνεσθαι, ὅταν καθαρὸν ἔχωσι συνειδὸς, καὶ ἠρέμα καθαπτόμενος τῶν ψευδαποστόλων.
 [00774]  Κἂν γὰρ μυρία πάσχωμεν δεινὰ, κἂν πάντοθεν βαλλώμεθα καὶ κινδυνεύωμεν, ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν, μᾶλλον δὲ οὐ μόνον εἰς παραμυθίαν, ἀλλὰ καὶ εἰς τὸ στεφανοῦσθαι, τὸ συνειδὸς, καθαρὸν ὂν καὶ μαρτυροῦν ἡμῖν, ὅτι δι' οὐδὲν πονηρὸν, ἀλλὰ διὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτα πάσχομεν, δι' ἀρετὴν, διὰ φιλοσοφίαν, διὰ τὴν τῶν πολλῶν σωτηρίαν.
 [00778]  Τίς οὖν ἐστιν ἡ καύχησις, καὶ τί μαρτυρεῖ ἡμῖν τὸ συνειδὸς ἡμῶν, Ὅτι ἐν ἁπλότητι καὶ ἐν εἰλικρινείᾳ;
 [00831]  Νῦν μὲν γὰρ τὸ συνειδὸς ἡμῶν οἶδεν, ὅτι χάριτι Θεοῦ πάντα ποιοῦμεν, ὡς καὶ ὑμεῖς ἴστε καὶ εἴσεσθε·
 [02392]  Ὅπερ γὰρ τῷ σώματι ψῦχος, τοῦτο πονηρὸν συνειδὸς τῇ ψυχῇ·
 [03168]  Νομίσωμεν οὖν αὐτὸ παρεῖναι νῦν, καὶ ἕκαστος τὸ ἑαυτοῦ συνειδὸς ἀναλογιζέσθω, καὶ ἤδη λογιζέσθω παρεῖναι τὸν ∆ικαστὴν, καὶ πάντα ἀνακαλύπτεσθαι καὶ εἰς μέσον ἄγεσθαι·
 [03739]  Οὐδὲν γὰρ οὕτω ποιεῖν ἡδονὴν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν.
 [03776]  Εἰ δὲ μὴ κλαίει, καθάπερ σὺ, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ ὄψει τοὺς θρήνους καὶ τοὺς κωκυτούς.
 [05107]  ἕως ἂν μὴ καταγινώσκῃ μου τὸ συνειδὸς, οὐδείς μοι λόγος τῶν ὑποπτευόντων·
 [07999]  οὐδὲν γὰρ οὕτω ποιεῖ παράκλησιν, ὡς καθαρὸν συνειδὸς, κἂν μυρίοι περικέωνται πειρασμοί.
000-00-00 Serial Number=0572442532
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00058]  ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν.
 [01226]  Οὐ τὸ συνειδὸς μαστίζον ἡμᾶς συνεχῶς καὶ δάκνον;
 [01565]  Ἐν συνηθείᾳ κατεστήσαμεν ἑαυτοὺς τοῦ νίπτεσθαι καὶ εὔχεσθαι, καὶ οὐκ ἔνι μὴ νιψάμενον τοῦτο ποιῆσαι, ἀλλ' ἡδέως οὐκ εὐχόμεθα, εἰ ἀνίπτοις χερσὶ τοῦτο ποιοῦμεν, ὡς προσκρούειν μέλλοντες Θεῷ, καὶ ὑπὸ συνειδὸς πονηρὸν ὄντες.
000-00-00 Serial Number=0345153511
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02719]  Ὅπερ ἔφθην εἰπὼν, καὶ πρὸ τοῦ προσήκοντος καιροῦ εἰς τὴν κατὰ τοῦ πεπορνευκότος κατηγορίαν ἐξενεχθεὶς, καὶ αἰνιγματωδῶς αὐτὴν παρανοίξας διὰ βραχέων, καὶ κατασείσας αὐτοῦ τὸ συνειδὸς, ἐπείγεται πάλιν ἐπὶ τὴν μάχην τῆς σοφίας τῆς ἔξωθεν, καὶ τὰ ἐγκλήματα τῶν ἐντεῦθεν πεφυσιωμένων καὶ διατεμνόντων τὴν Ἐκκλησίαν·
 [03027]  Οἱ οὖν μυρίων τραυμάτων τὸ συνειδὸς ἐμπεπλησμένον ἔχοντες, καὶ μηδὲν συνειδότες ἑαυτοῖς ἀγαθὸν, ἀλλὰ πᾶν τοὐναντίον, τί ἂν εἴποιμεν;
 [04883]  Ὁ ἠδικηκὼς ἀπῆλθε χρήματα ἔχων, ἀλλὰ καὶ συνειδὸς πονηρόν·
 [05140]  Πολλῶν γὰρ πεπληρωμένον τὸ συνειδὸς πονηριῶν, δεδοικὸς καὶ τρέμον τὴν μέλλουσαν ἀντίδοσιν, ἐπειδὴ μὴ βούλεται ἀπὸ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ κάλλιστα τὴν παραμυθίαν πορίζεσθαι, ἀπὸ τῆς ἀπιστίας ἀναπαύεσθαι βούλεται.
 [05282]  οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν.
 [06145]  Οὐδαμοῦ τέως περὶ τὴν φύσιν τοῦ πράγματος τὸν λόγον ἵστησιν, ἀλλ' ἄνω καὶ κάτω περὶ τὸ συνειδὸς τοῦ μεταλαμβάνοντος στρέφεται.
 [06936]  Καὶ γὰρ τὸ συνειδὸς ἔχειν ἀγαθὸν, καὶ τὸ παρὰ πάντων θαυμάζεσθαι, καὶ τὸ χρηστὰς ἀναμένειν ἐλπίδας, πάντων ἥδιον τῷ φύσιν ἡδονῆς ἐπεσκεμμένῳ·
 [06949]  Καὶ γὰρ ἅπαντας δέδοικε καὶ ὑποπτεύει, καὶ τὴν αὑτοῦ γυναῖκα καὶ τὸν τῆς μοιχευομένης ἄνδρα [61.187] καὶ τὴν μοιχευομένην αὐτὴν, καὶ οἰκείους καὶ φίλους καὶ συγγενεῖς, καὶ τοίχους καὶ σκιὰς καὶ ἑαυτὸν, καὶ, τὸ πάντων χαλεπώτερον, τὸ συνειδὸς ἔχει καταβοῶν, ὑλακτοῦν καθ' ἑκάστην ἡμέραν.
 [09999]  οἷον ὁ ἀκτήμων φυσᾶται πολλάκις διὰ τοῦτο, ὁ λέγειν εἰδὼς καὶ δοξομανίαν νοσεῖ, ὁ ταπεινόφρων δι' αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς μέγα φρονεῖ·
000-00-00 Serial Number=0219586492
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02453]  Αὐτὰ ἃ ψεύδονται, οὐ κατὰ ἄγνοιαν οὐδὲ οὐκ εἰδότες, ἀλλ' ὑποκρινόμενοι ψεύδονται, εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασμένοι, τουτέστι, πονηροῦ ὄντες βίου.
000-00-00 Serial Number=0206089795
In epistulam ad Colossenses Ante [Go Back]  
 [02671]  Χαίρει γὰρ ἡ ψυχὴ ἅτε κατορθοῦσα, εὐθέως φαιδρὸν ἔχει τὸ συνειδὸς, γάννυται τοῖς ἐγκωμίοις τοῖς ἑαυτῆς·
 [02673]  Ἐκεῖ δὲ μετὰ τῆς συμφορᾶς καὶ τὸ συνειδὸς ἐπίκειται μαστίζον·
000-00-00 Serial Number=0854673147
In epistulam ad Ephesios Ante [Go Back]  
 [00496]  Ἔσο κατὰ τῶν ἁμαρτημάτων τῶν σαυτοῦ τοιοῦτος, ἐπίπληττε τῇ ψυχῇ, μάστιζε τὸ συνειδὸς, σφοδρὸς ἔσο κριτὴς καὶ πικρὸς δικαστὴς τοῖς οἰκείοις ἁμαρτήμασι.
000-00-00 Serial Number=0772143304
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01670]  εἰ γὰρ καὶ πιστοὶ ἦσαν, [63.49] ἀλλ' ὅμως ἔτι πολὺ τὸ συνειδὸς εἶχον πρὸς Μωϋσέα.
 [02320]  Προσερχώμεθα, φησὶ, μετὰ παῤῥησίας, τουτέστι, μηδὲν ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες·
 [03004]  τὸ γὰρ συνειδὸς αὐτὴν συστρέφον, κατεστάλθαι ποιεῖ.
 [05401]  Οὐδὲν γὰρ οὕτω ταράττει ὀφθαλμὸν, ὡς συνειδὸς πονηρόν·
 [09021]  Οἶδα ὅτι ἀποπηδᾷ, καὶ οὐκ ἀνέχεται τὸ συνειδὸς ὑπὸ τῆς μνήμης μαστίζεσθαι τῶν κακῶν·
 [09763]  ∆εδοικέναι γὰρ χρὴ καὶ τρέμειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον τῆς ἀρχῆς, καὶ οὔτε ἑλκομένους ἅπαξ παραιτεῖσθαι, οὔτε μὴ ἑλκομένους ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν μὲν προορῶντας τοῦ ἀξιώματος τὸ μέγεθος, κατασχεθέντας δὲ, πάλιν τὴν εὐλάβειαν ἐπιδείκνυσθαι χρή.
 [09774]  τὸ συνειδὸς ἡμῶν, φησὶν, οὐδὲν ἡμῶν καταγινώσκει, οὐδὲ σύνισμεν ἑαυτοῖς ὅτι ἐπεβουλεύσαμεν ὑμῖν.
000-00-00 Serial Number=0367572188
In epistulam ad Philippenses Ante [Go Back]  
 [02250]  [62.233] καὶ οὔτε τὸ συνειδὸς τῶν ἰδίων ἁμαρτημάτων, οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πάσχειν, κατεῖχεν αὐτῶν τὴν μανίαν.
000-00-00 Serial Number=0725267470
In epistulam ad Romanos Ante [Go Back]  
 [00347]  Εὐθυμίαν γὰρ καὶ χαρὰν οὐκ ἀρχῆς μέγεθος, οὐ χρημάτων πλῆθος, οὐ δυναστείας ὄγκος, οὐκ ἰσχὺς σώματος, οὐ πολυτέλεια τραπέζης, οὐχ ἱματίων κόσμος, οὐκ ἄλλο τι τῶν ἀνθρωπίνων ποιεῖν εἴωθεν, ἀλλ' ἢ κατόρθωμα μόνον πνευματικὸν, καὶ συνειδὸς ἀγαθόν.
 [00460]  Ἐὰν γὰρ τὸ ἑαυτοῦ συνειδὸς ἕκαστος ἐξετάσῃ, ἐπὶ πολλῶν τοῦτο εὑρήσει γινόμενον πραγμάτων.
 [01375]  Ἀρκεῖ γὰρ ἀντὶ τοῦ νόμου τὸ συνειδὸς καὶ λογισμός.
 [01403]  Ἕκαστος τοίνυν εἰς τὸ ἑαυτοῦ συνειδὸς ἐλθὼν, καὶ ἀναλογιζόμενος τὰ πλημμελήματα, ἀπαιτείτω τὰς εὐθύνας ἑαυτὸν ἀκριβῶς, ἵνα τότε μὴ κατακριθῶμεν μετὰ τῆς οἰκουμένης.
 [04298]  οὐδὲν οὕτως ἀνέχει, καὶ μικροῦ πέτεσθαι ποιεῖ, ὡς συνειδὸς ἀγαθόν.
 [04516]  Ἐπαινῶ τὸν νόμον, φησὶ, κατὰ τὸ συνειδὸς, καὶ αὐτὸν δὲ εὑρίσκω ἐμοὶ τῷ βουλομένῳ τὸ καλὸν ποιεῖν συνήγορον, καὶ ἐπιτείνοντά μοι τὸ βούλημα·
 [04577]  Νόμος οὐκ ἴσχυσε, τὸ συνειδὸς οὐκ ἤρκεσε·
 [05140]  Παρὰ δὲ ἡμῖν οὐχ οὕτως, ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται.
 [08487]  καὶ πρὸ ἐκείνων τὸ συνειδὸς αὐτοῦ καταγνώσεται, καὶ μεγίστας αὐτὸν ἀπαιτήσει δίκας, καὶ ὡς τὰ ἔσχατα παθὼν, οὕτως ἐρυθριάσας ἀναχωρήσει.
 [09553]  Κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μηδὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ.
000-00-00 Serial Number=0657735825
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00197]  εἴσελθε εἰς τὸ συνειδὸς τῶν ἁμαρτημάτων, πᾶσαν ἐξέτασόν σου τὴν ζωήν·
 [00831]  κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης.
000-00-00 Serial Number=0531168163
In illud Ne timueritis Ante [Go Back]  
 [00007]  Εἰς μὲν γὰρ τὸ συνειδὸς ὑμῶν εἰσελθεῖν οὐ δύναμαι·
 [00040]  δαπάνησόν σου τὰ ἁμαρτήματα, ἀνάλωσόν σου τὰ παρανομήματα, καθαρόν σου ποίησον τὸ συνειδὸς, μετάρσιον ποίησον τὸν λογισμόν·
 [00133]  ἀλλ' ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, γύμνωσον αὐτοῦ τὴν διάνοιαν ἔτι πλουτοῦντος, καὶ ὄψει ἔνδοθεν θορύβους καὶ ταραχάς.
000-00-00 Serial Number=0835858941
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00264]  Κἂν γὰρ μηδεὶς ἀν θρώπων ἴδῃ, τὸ συνειδὸς οὐδέποτε παύσεταί σου κατ ηγοροῦν·
000-00-00 Serial Number=0334323227
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00530]  Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ Κυρίου, Ἵν' οὖν διαφύγωμεν τὴν ψῆφον ἐκείνην, πάντα τὰ ἄλλα ἀφέντες, περιεργαζώμεθα τὴν ἑαυτῶν ζωὴν, καὶ κολάζωμεν τὸν λογισμὸν τὸν ἁμαρτάνειν ἀναπείθοντα, καὶ κατανύττωμεν τὸ συνειδὸς, καὶ λόγον ἑαυτοὺς ἀπαιτῶμεν τῶν πεπραγμένων ἡμῖν.
000-00-00 Serial Number=0038820505
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00541]  οὐ γὰρ οὕτω φορτίον βαρὺ, ὡς συνειδὸς πονηρόν.
 [00584]  μυρία εἰργασάμεθα κακὰ, πονηρὸν ἔχομεν συνειδὸς, ἀπωλόμεθα.
000-00-00 Serial Number=0013158262
In illud Vidi dominum Ante [Go Back]  
 [00051]  Οὐκ ἐννοεῖς, ὅτι αὐτὸς ἀοράτως ἐνταῦθα πάρεστιν ὁ ∆εσπότης καὶ ἑκάστου τὴν κίνησιν ἀναμετρεῖ καὶ τὸ συνειδὸς λογοθετεῖ;
 [00418]  Οὐδὲν γὰρ οὕτως ἀπόνοιαν τίκτειν εἴωθεν, ὡς συνειδὸς ἀγαθόν, ἐὰν μὴ προσέχωμεν.
 [00912]  Μᾶλλον ὁ δίκαιος ὀφείλει φοβεῖσθαι τὴν ἀπόνοιαν ἢ ὁ ἁμαρτωλόςτοῦτο καὶ χθὲς εἶπον, καὶ τήμερον λέγω διὰ τοὺς χθὲς ἀπολειφθέντας διότι ὁ ἁμαρτωλὸς ἔχει τὸ συνειδὸς κατηγοροῦν αὐτοῦ καὶ ἀνάγκη ταπεινοφρονεῖν αὐτόν, ὁ δὲ δίκαιος ἐπαίρεται κατορθώμασιν.
000-00-00 Serial Number=0764156222
In magnam feriam Ante [Go Back]  
 [00025]  ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε·
000-00-00 Serial Number=0676628649
In omnes sanctos Ante [Go Back]  
 [00079]  ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε·
000-00-00 Serial Number=0880312443
In parabolam de filio prodigo Ante [Go Back]  
 [00142]  ἔνδον ἔχω προκαθήμενον τὸ συνειδὸς, τὸν ἀπαραίτητον δικαστὴν ἐν τῇ ψυχῇ βαστάζω, τὸ φοβερὸν δικαστήριον·
000-00-00 Serial Number=0133457839
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00303]  ὁ γὰρ λόγος ἔργον ἐγίνετο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν αὐτῆς ἥπτετο τῆς ψυχῆς, καὶ πᾶσαν ἀγωνίαν ἐξέβαλεν.
000-00-00 Serial Number=0718931317
In pharisaeum et meretricem Ante [Go Back]  
 [00117]  τὸ πονηρὸν συνειδὸς ἐμφράττει μου τὸ στόμα, ὃ διέφθειρεν ὁ διεφθαρμένος μου βίος·
 [00314]  ἐὰν τηρήσῃς ἄτρωτον τὸ πρὸς ἐμὲ συνειδὸς, ἀπολαύσεις τῆς ἐμῆς εὐνοίας διαπαντός.
000-00-00 Serial Number=0115281880
In principium Actorum Ante [Go Back]  
 [00336]  Ὅτε δοῦλος ἦς, μυρίους εἶχες κατηγόρους, τὸ συνειδὸς, τὰ ἁμαρτήματα, τοὺς δαίμονας ἅπαντας.
 [01460]  Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν ἣν εἶχον κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν.
000-00-00 Serial Number=0905417204
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00057]  Μνήματα γὰρ ἁγίων οὐ σοροὶ, καὶ λάρνακες, καὶ στῆλαι, καὶ γράμματα, ἀλλ' ἔρ γων κατορθώματα, καὶ πίστεως ζῆλος, καὶ συνειδὸς πρὸς Θεὸν ὑγιές.
 [00059]  Ἂν γὰρ ἀναπτύξω τὸ συνειδὸς ἑκάστου τῶν παρόντων ὑμῶν, εὑρίσκω τὸν ἅγιον τοῦτον ἔνδον τῆς διανοίας ὑμῶν ἐνδιαιτώμενον.
000-00-00 Serial Number=0284950197
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00198]  ∆ιὸ παρακαλῶ πάν τας ὑμᾶς, εἴτε ἐν ἀθυμίᾳ τίς ἐστιν, εἴτε ἐν νόσοις, εἴτε ἐν ἐπηρείαις, εἴτε ἐν ἄλλῃ τινὶ βιωτικῇ περιστάσει, εἴτε [50.596] ἐν ἁμαρτιῶν βάθει, μετὰ πίστεως ἐνταῦθα παραγινέσθω, καὶ πάντα ἐκεῖνα ἀποθήσεται, καὶ μετὰ πολλῆς ἐπαν ήξει τῆς ἡδονῆς, κουφότερον τὸ συνειδὸς ἐργασάμενος ἀπὸ τῆς θεωρίας μόνης·
 [00200]  Ἐλθὼν γὰρ ἐνταῦθα καὶ τὸν ἅγιον ἰδὼν τοῦτον, ἀκίνητα ἕξει τὰ καλὰ, τῇ μνήμῃ τῶν τούτου κατορθωμάτων μετριάζειν τὴν αὐτοῦ ψυχὴν ἀναπείσας, καὶ οὐκ ἀφιεὶς τὸ συνειδὸς ὑπὸ τῶν κατορθωμάτων πρὸς ὄγκον ἐπαρθῆναί τινα.
000-00-00 Serial Number=0834034324
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00195]  ἐνταῦθα ἔξεστι μετὰ τὸ λυθῆναι τὸν σύλλογον, τοῦ μαρτυρίου πλη σίον ὑπὸ συκῆν καὶ ἄμπελον καταλύσαντι, καὶ τῷ σώματι χαρίσασθαι τὴν ἄνεσιν, καὶ τὸ συνειδὸς ἀπαλ λάξαι καταγνώσεως.
000-00-00 Serial Number=0311232626
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00032]  ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος πρὸ ὑμῶν·
 [00054]  Ἐπιλαμβάνεται γὰρ εὐθέως τὸ συνειδὸς τοῦ λέγοντος, καὶ τὸ διδασκαλίας περικείμενον ἀξίωμα, εἰς τὰ αὐτὰ τοῖς μαθηταῖς καταπίπτειν ἁμαρτήματα, καὶ τῶν αὐτῶν δεῖσθαι ἐλέγχων, πικροτέραν τῷ λέγοντι ποιεῖ τὴν ὀδύνην.
 [00059]  Ὁ γὰρ φόβος τῆς εἰρημένης τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα, διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησιν·
 [00152]  Οἶδα κἀγὼ, ὅτι οὐκ ἀνέχεται τὸ συνειδὸς τῆς μνήμης τῶν οἰκείων πλημμελημάτων.
 [00226]  Τὸ συνειδὸς τὸ ἡμέτερον καλέσαντες ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων·
 [00234]  κἂν ἴδωμέν τι ἡμαρτημένον, κολάσωμεν τὸ συνειδὸς, ἐπιτιμήσωμεν τῇ διανοίᾳ, κατανύξωμεν τὸν λογισμὸν οὕτω σφοδρῶς, ὡς μηκέτι τολμῆσαι διαναστάντας ἡμᾶς πρὸς τὸ αὐτὸ τῆς ἁμαρτίας ἀγαγεῖν βάραθρον τῆς ἐν ἑσπέρᾳ πληγῆς μεμνημένον.
000-00-00 Serial Number=0943785667
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00070]  Πρόεισι μὲν οὖν φανερῶς ὁ λόγος, εἰς δὲ τὸ ἑκάστου συνειδὸς ἐγκαθεζόμενος, λανθανόντως καὶ τὴν παρ' ἑαυτοῦ θεραπείαν παρέχει, καὶ πρὶν ἢ δημοσιευθῆναι τὸ νόσημα, τὴν ὑγίειαν πολλάκις ἐπήγαγεν.
 [00092]  Ἀρκεῖ τὸ συνειδὸς, ἀρκεῖ ὁ κριτὴς ἐκεῖνος ὁ ἀδέκαστος.
 [00093]  Οὐχ οὕτω σὺ ἐπιτιμᾷς τῷ ἡμαρτηκότι, ὡς τὸ συνειδὸς ἑαυτοῦ (πικρότερός ἐστιν ὁ κατήγορος ἐκεῖνος), οὔτε ἀκριβέστερον εἰδὼς τὰ πεπλημμελημένα.
000-00-00 Serial Number=0541182697
Prooemia in Psalmos Ante [Go Back]  
 [00205]  Ἀπὸ τοῦ βίον ἔχειν ὀρθὸν, καὶ συνειδὸς κεκαθαρμένον.
000-00-00 Serial Number=0201323152
Quales ducendae sint uxores Ante [Go Back]  
 [00023]  οὐ μικρὸν δὲ εἰς σωτηρίας λόγον, κατοδυνηθῆναι, καὶ καταγνῶναι τὸν ἁμαρτάνοντα τῆς ἑαυτοῦ ψυχῆς, καὶ μαστίξαι τὸ συνειδὸς μετὰ πολλῆς τῆς ἀκριβείας·
000-00-00 Serial Number=0051407158
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00083]  Εἶδες πῶς ἄριστα τὴν αἰτίαν ἡμῖν εἴρηκε, δι' ἣν οὐκ ἄγγελοι οὐδὲ ἀρχάγγελοι, ἀλλ' ἄνθρωποι ταῖς Ἐκκλησίαις ἐφεστήκασιν, ἵνα δύνωνται συναλγεῖν τοῖς ὁμογενέσι, τὸ τῶν οἰκείων ἁμαρτημάτων συνειδὸς μέγιστον διδασκάλιον ταπεινοφροσύνης ἔχοντες;
000-00-00 Serial Number=0447139025
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00224]  Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν.
000-00-00 Serial Number=0109491765
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00346]  Κἂν γὰρ σφόδρα λέγωσιν ὑμᾶς φιλεῖν καὶ θαυμάζειν, κἂν χάριν ἔχωσιν ὑπὲρ ταύτης τῆς ἡδονῆς, ὑπὲρ αὐτῶν ὧν χαρίζεσθε, πάλιν μισεῖσθε κατὰ τὸ συνειδὸς τὸ ἐκείνων, ὅταν ποτὲ μικρὸν ἀνενεγκόντες ἐννοήσωσι τὴν παγίδα, ἐφ' ἧς ἑστήκασιν.
000-00-00 Serial Number=0511288524
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00026]  ὕμνον δὲ ἱερὸν τίκτει μὲν εὐλάβεια ψυχῆς, τρέφει δὲ συνειδὸς ἀγαθόν, δέχεται δὲ εἰς τὰ ταμιεῖα τῶν οὐρανῶν ὁ Θεός.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»