Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρθενίας [179]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρθενίας


000-00-00 Serial Number=0091858923
Ad viduam juniorem Ante [Go Back]  
 [00065]  Εἶδες ὅσα τῆς χηρείας τὰ ἐγκώμια, καὶ ταῦτα ἐν τῇ Καινῇ, ὅτε καὶ τὸ τῆς παρθενίας διέλαμψε καλόν;
000-00-00 Serial Number=0369484901
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00782]  Καὶ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων ἐκείνης αὐτὸν ἀναμνῆσαι τῆς ἡμέρας, καὶ τοῦ ποταμηδὸν ῥέοντος πυρὸς, τῆς οὐδέποτε σβεννυμένης φλογὸς, τῆς ἀφανιζομένης ἀκτῖνος, τῆς κρυπτομένης σελήνης, τῶν πιπτόντων ἄστρων, τῶν ἑλισσομένων οὐρανῶν, τῶν κλονουμένων δυνάμεων, τῆς τινασσομένης πανταχόθεν καὶ ἀναβρασσομένης γῆς, τῆς φοβερᾶς καὶ ἐπαλλήλου τῶν σαλπίγγων ἠχῆς, τῶν διατρεχόντων τὴν οἰκουμένην ἀγγέλων, τῶν παρεστηκυιῶν χιλιάδων, τῶν λειτουργουσῶν μυριάδων, τῶν μετ' αὐτοῦ τοῦ κριτοῦ παραγινομένων τῶν στρατοπέδων, τοῦ ἔμπροσθεν [47.350] λάμποντος σημείου, τοῦ τιθεμένου θρόνου, τῶν ἀνοιγομένων βίβλων, τῆς ἀπροσίτου δόξης, τῆς φοβερᾶς καὶ φρικτῆς τοῦ δικάζοντος φωνῆς, τοὺς μὲν εἰς τὸ πῦρ πέμποντος τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, τοὺς δὲ τῶν θυρῶν ἀποκλείοντος, μετὰ τὸν πολὺν τῆς παρθενίας πόνον, καὶ τῶν διακόνων αὐτοῦ τοῖς μὲν ἐπιτάττοντος τὰ ζιζάνια δῆσαι καὶ εἰς τὴν κάμινον ἐμβαλεῖν, τοῖς δὲ ἄλλους τινὰς συμποδίσαι, καὶ τὼ χεῖρε στραγγαλῶσαι, καὶ ἀπαγαγεῖν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ τῷ ἀνηκέστῳ παραδοῦναι τῶν ὀδόντων βρυγμῷ·
 [01474]  Ὅτε γοῦν περὶ παρθενίας ἔλεγεν, ἐπήγαγεν·
000-00-00 Serial Number=0961350620
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0849022508
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00104]  Εἰπὲ δὲ, ὁ ζητῶν, πῶς ὁ Χριστὸς ἐκ τῆς ἀλύτου μήτρας προελθὼν οὐκ ἠφάνισε τὴν σφραγῖδα τῆς παρθενίας, πῶς ἐκ τοῦ παρθενικοῦ Ἀδὰμ ἡ παρθένος Εὔα προῆλθε.
 [00123]  Οὔτε γὰρ ἡ τῶν τοῦ Ἀδὰμ ἐβλάβη ἁρμονία, ληφθείσης τῆς πλευρᾶς, οὔτε τῆς παρθενίας ὑβρίσθη ἡ σφραγὶς, προελθόντος τοῦ βρέφους.
 [00142]  ἐπὶ δὲ τῆς ἀφθάρτου ἐκείνης γεννήσεως οὐκ ἤθελες λυθῆναι μὲν τὴν μήτραν πρὸς τιμὴν τοῦ τικτομένου, συνελθεῖν δὲ καὶ ἑνωθῆναι καὶ τὸ τῆς παρθενίας ἀπολαβεῖν σχῆμα δυνάμει τοῦ ἐνεργοῦντος;
000-00-00 Serial Number=0383699715
De Anna i Ante [Go Back]  
 [00308]  Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον.
000-00-00 Serial Number=0624089479
De caritate [1] Ante [Go Back]  
 [00049]  ἀγάπη ἄσβεστον λαμπάδα τῆς παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα·
000-00-00 Serial Number=0057156026
De corruptoribus virginum Ante [Go Back]  
 [00095]  Οὐχὶ ἐγὼ διὰ τοῦτο εἰς παρθενικὴν γαστέρα ἐνῴκησα, ἵνα ἡ ἔκπαλαι διὰ τῆς ἀπάτης ἀτιμασθεῖσα φύσις τιμηθῇ διὰ τῆς παρθενίας;
 [00096]  Παρθένον γὰρ τὴν Εὔαν οὖσαν ὁ ἐχθρὸς ᾐχμαλώτευσε, καὶ διὰ παρθενίας πάλιν ταύτην ἐν παραδείσῳ εἰσήγαγον.
 [00101]  οὐχὶ διὰ παρθενίας τὴν κορυφήν μου ἐκράτησεν;
 [00102]  οὐχὶ Ἰωάννης ὁ υἱὸς Ζεβεδαίου διὰ παρθενίας παρ' ἐμοῦ υἱὸς βροντῆς ἐκλήθη, καὶ υἱὸς τῆς μητρός μου;
 [00124]  ∆ιὸ πᾶσιν ὑμῖν τοῦτο γνωστὸν ἔστω, ὡς οὐδεμία ἀρετὴ τιμιωτέρα παρθενίας πέφυκεν εἰς πᾶν φυτὸν ἀρετῆς, ἀλλ' οὐδὲ ὁμοία ταύτης εὑρίσκεται, ἐὰν ὁ μονάζων ἐκεῖνος, ἢ ἡ παρθένος κατὰ διάνοιαν μὴ ἐκπορνεύσῃ·
000-00-00 Serial Number=0232748866
De eleemosyna [5] Ante [Go Back]  
 [00030]  Αἱ γὰρ πέντε φρόνιμοι μετὰ τῆς παρθενίας καὶ ἐλεημοσύνην εἶχον·
000-00-00 Serial Number=0469092906
De futurae vitae deliciis Ante [Go Back]  
 [00075]  Τὴν περὶ τῆς παρθενίας πάλιν εἰσήγαγε συμβουλὴν λέγων·
000-00-00 Serial Number=0908193111
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00035]  Ὦ παρθενία τὴν ἐλπίδα τοῦ κόσμου Χριστὸν ἀπόνως ἀνθήσασα! ὦ σοφία Θεοῦ, ἡ καὶ τῆς παρθενίας τὸ κλέος τὴν Μαριὰμ μὴ στερήσασα, καὶ τὸ καύχημα τοῦ κόσμου Χριστὸν δι' αὐτῆς φωτὸς δίκην ἐκλάμψασα! ὦ τέκνον ἱερὸν ἀγάμου νύμφης, ἀφθαρσίας πηγὴ, ἀθανασίας πνοὴ, Ἐκκλησίας φωστὴρ, δικαιοσύνης στατὴρ, τῶν ἐμπόρων καλὸς μαργαρίτης, καὶ τῶν φόβων ἀγαθὸς στεφανίτης, ὁ πολλοῦ πιπρασκόμενος, καὶ ὑπὸ πενήτων ἀγοραζόμενος·
000-00-00 Serial Number=0833995521
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00153]  Εἶπον καὶ ἤδη πρὸς ὑμᾶς ὅτι ἐκεῖθεν ἡ κακία δυσανάσπαστος γίνεται, ὅτι οὐδεὶς τῶν παίδων προνοεῖ, ὅτι οὐδεὶς περὶ παρθενίας αὐτοῖς διαλέγεται, οὐδεὶς περὶ σωφροσύνης, οὐδεὶς περὶ ὑπεροψίας χρημάτων καὶ δόξης, οὐδεὶς ταῦτα τὰ ἐν ταῖς γραφαῖς παρηγγελμένα.
000-00-00 Serial Number=0264779210
De jejunio et eleemosyna Ante [Go Back]  
 [00098]  Ἵνα δὲ μάθῃς τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον;
 [00100]  πολλαί εἰσιν αἱ ἀρεταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττονες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον·
 [00113]  Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέγεθος;
 [00128]  ἐλεημοσύναι δὲ χωρὶς παρθενίας ἔσωσαν.
 [00172]  Ὁρᾷς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν.
000-00-00 Serial Number=0535355389
De libello repudii Ante [Go Back]  
 [00167]  Ὅπερ γὰρ ἐπὶ τοῦ γάμου καὶ ἐπὶ τῆς παρθενίας ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ προτέρου γάμου καὶ τοῦ δευτέρου.
 [00183]  παρθένον ἐνταῦθα λέγων, οὐ τὴν ἀποταξαμένην, ἀλλὰ τὴν ἀπειρόγαμον μόνον, καὶ μὴ γενομένην ὑπεύθυνον τῇ τῆς διηνεκοῦς παρθενίας ὑποσχέσει.
000-00-00 Serial Number=0472345114
De mansuetudine sermo Ante [Go Back]  
 [00007]  Οὐ γὰρ οὕτως [63.550] ἀγαπᾶται παρὰ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος, οὐκ ἀπὸ παρθενίας, οὐκ ἀπὸ νηστείας, οὐκ ἀπὸ τοῦ τῶν χρημάτων καταφρονεῖν, οὐκ ἀπὸ τοῦ προθύμως χεῖρα τοῖς δεομένοις ὀρέγειν, ὡς ἀπὸ τῆς ἡμερότητος καὶ τῆς τῶν ἠθῶν εὐταξίας·
000-00-00 Serial Number=0102721155
De non iterando conjugio Ante [Go Back]  
 [00022]  Ἀλλ' ὥσπερ ὅταν ὑπὲρ παρθενίας λέγωμεν, οὐ τὸν γάμον ἀτιμάζοντες ἐκείνην ἐπαίρομεν·
 [00035]  Ἡ μὲν γὰρ χήρα, ἀπὸ τῆς ἀρχῆς ἐλαττωθεῖσα τῆς παρθενίας μόνον, κατὰ τὸ τέλος ἐξισοῦται πάλιν αὐτῇ καὶ συνάπτεται·
 [00084]  Καθάπερ γὰρ ἡ παρθένος, μετὰ τὴν τῆς παρθενίας ἐπαγγελίαν διαφθαρεῖσα, μοιχείας χεῖρον ἐτόλμησεν, οὕτω καὶ ἡ χήρα ἅπαξ ἐπαγγειλαμένη, εἶτα πατήσασα τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν πεσεῖται καὶ τῆς αὐτῆς ἔσται τιμωρίας ὑπεύθυνος·
000-00-00 Serial Number=0825057387
De paenitentia [1] Ante [Go Back]  
 [00663]  τοῦτο τὸ ὄνομα ἀκούων ἐρυθριῶ, μετὰ τοσαύτην ἀρετὴν, μετὰ παρθενίας ἄσκησιν, μετὰ τὸ σῶμα εἰς οὐρανὸν ἀναπτερῶσαι, μετὰ τὸ πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν ἔχειν, καὶ τὸν καύσωνα ὑπομεῖναι, μετὰ τὸ τὴν κάμινον τῆς ἡδονῆς καταπατῆσαι·
 [00757]  Τοῦτό ἐστιν, ὃ ἔλεγον, εἰκῆ καὶ μάτην ἐκτήσαντο τὸ μέγα κτῆμα τῆς παρθενίας.
 [00758]  Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύσωνα ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερέβησαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ἀσώματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον κτῆμα τῆς παρθενίας ἐκτήσαντο·
 [00760]  Μὴ γὰρ ἐμοὶ νομίσῃς τὸ τῆς παρθενίας μέγεθος μικρὸν εἶναι·
 [00766]  Βαρὺ γὰρ ἦν τὸ τῆς παρθενίας κτῆμα οὕτως, ὡς μηδένα δύνασθαι ταύτην ἀσκῆσαι τῶν παλαιῶν.
 [00771]  βαρὺ γὰρ ἦν τὸ ἐπάγγελμα τῆς παρθενίας.
 [00772]  Ἔκτοτε ἰσχυρὰ ἡ παρθενία ἐγένετο, ἐξότε τὸ ἄνθος τὸ τῆς παρθενίας ἐβλάστησεν.
 [00775]  Ἀναζωγράφησον τῷ λόγῳ τὸ τῆς παρθενίας εἶδος, καὶ κατάμαθε τὸ μέγεθος τῆς ἀρετῆς αὐτῆς·
 [00791]  ∆ιὰ τοῦτο ἐκεῖναι οὐκ εἰσῆλθον, ἐπειδὴ μετὰ τῆς παρθενίας τὴν ἐλεημοσύνην οὐκ εἶχον.
 [00809]  ἐκεῖθεν διεδέξατο ἡμᾶς τὸ πέλαγος τῆς παρθενίας.
 [01000]  τὸ σῶμα αὐτῶν ἦν καθαρὸν, ἀλλ' ἡ ψυχὴ αὐτῶν πολλῆς ἦν ἐμπεπλησμένη τῆς μοιχείας, πονηρῶν λογισμῶν εἰς αὐτὰς χωρησάντων, τῆς τε φιλοχρηματίας, καὶ ἀσπλαγχνίας, καὶ ὀργῆς, καὶ φθόνου, καὶ ἀργίας, καὶ λήθης, καὶ ὑπερηφανίας, λυμαινομένων πάντων τὴν σεμνότητα τῆς παρθενίας αὐτῶν.
000-00-00 Serial Number=0005155623
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00064]  οὐ περὶ ἐλαίου ἐνταῦθα καὶ πυρὸς διαλεγομένη ἡ Γραφὴ, ἀλλὰ περὶ παρθενίας καὶ φιλανθρωπίας, καὶ τὴν μὲν παρθενίαν ἐν τάξει πυρὸς, τὴν δὲ ἐλεημοσύνην ἐν τάξει ἐλαίου τίθησι, δεικνῦσα ὅτι σφόδρα δεῖται φιλανθρωπίας ἡ παρθενία, καὶ ἄνευ ταύτης σωθῆναι οὐκ ἔνι.
000-00-00 Serial Number=0861040115
De precatione [1] Ante [Go Back]  
 [00020]  Εἴτε γὰρ παρθενίας τις ἐραστὴς, εἴτε [50.776] τὴν ἐν γάμῳ σωφροσύνην τιμᾷν ἐσπουδακὼς, εἴτε κρατεῖν ὀργῆς καὶ πραότητι συζῇν, εἴτε φθόνου καθαρεύειν, εἴτε ἄλλο τι τῶν προσηκόντων ποιεῖν, προσευχῆς ἡγουμένης, καὶ προλεαινούσης τὴν τοιαύτην ὁδὸν τοῦ βίου, εὐχερῆ τε καὶ ῥᾴδιον ἕξει τὸν τῆς εὐσεβείας δρόμον.
000-00-00 Serial Number=0792349041
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00010]  Παρεσκεύαστο μὲν γὰρ καὶ πρὸς βασάνους, καὶ κολαστήρια, καὶ ἅπαν τιμωριῶν εἶδος, ἀλλ' ἐδεδοίκει, μὴ τὸν τῆς παρθενίας ἀπολέσῃ στέφανον.
 [00088]  καὶ διπλῆν ταύτην, τὴν τῆς παρθενίας, καὶ τὴν τοῦ μαρτυρίου·
000-00-00 Serial Number=0439035058
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00006]  Ἦν μὲν οὖν αὐτῇ καὶ τὰ τῆς παρθενίας, ἃ τοῖς ἀκριβῶς σκοπουμένοις μέγα τι πρὸ μαρτυρίου μαρτύριον.
 [00027]  Στέφανος τῆς παρθενίας εὐθύς·
 [00074]  Ὡς δὲ ἔδει κἂν ταῖς ὁδοῖς παρθενίας ἀνδριάντας ἀναστῆναι τῇ μάρτυρι, γίνεταί τι τοιοῦτον τῇ παιδὶ πειρατήριον.
 [00076]  Ἐτήρει δὲ ἄρα τὴν κόρην διάβολος, καὶ τηρήσας ὁδοιποροῦσαν ἐπιστρατεύει τὸν μνηστῆρα τῇ κόρῃ, τῆς παρθενίας ὡς ἐν ἐρημίᾳ λῃστήν.
000-00-00 Serial Number=0364638627
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00218]  καίτοι ἴστε, ὅτι καὶ θάλαμοι καὶ γυναικωνίτιδες, καὶ θύραι, καὶ μοχλοὶ, καὶ φύλακες, καὶ προφύλακες, καὶ θεραπαινίδες, καὶ τιθηνοὶ, καὶ μητρὸς προσεδρία, καὶ πατρὸς πρόνοια, καὶ πολλὴ παρὰ τῶν γονέων ἐπιμέλεια γίνεται, ὥστε διατηρηθῆναι τὸ τῆς παρθενίας ἄνθος, καὶ μόλις οὕτω διασώζεται·
 [00301]  εἰσῆλθε τοίνυν μέση ἡ μήτηρ, ἑκατέρωθεν κατέχουσα τὰς θυγατέρας, ἡ τὸν ἄνδρα ἔχουσα μέσον τῶν ἀπειρογάμων, καὶ ἦν τῆς παρθενίας μέσος ὁ γάμος, καὶ μέσος αὐτῶν ὁ Χριστός.
000-00-00 Serial Number=0428343058
De virginitate Ante [Go Back]  
 [00003]  Τὸ τῆς παρθενίας καλὸν ἀποστρέφονται μὲν Ἰουδαῖοι, καὶ θαυμαστὸν οὐδέν, ὅπου γε καὶ αὐτὸν τὸν ἐκ παρθένου Χριστὸν ἠτίμασαν.
 [00013]  Τῷ γὰρ νομοθετῆσαι πονηρὸν εἶναι τὸ πρᾶγμα προλαβοῦσαι τὰ τῆς παρθενίας ἑαυτῶν ἀφείλοντο ἔπαθλα.
 [00056]  Ὁ μὲν γὰρ πόνος ὑπὲρ τῆς παρθενίας ἡμῖν καὶ τοῖς αἱρετικοῖς ἴσος, τάχα δὲ καὶ πολλῷ πλείων ἐκείνοις.
 [00076]  Καὶ Ἕλλησι μὲν ὑπὲρ νηστείας καὶ παρθενίας οὔτε μισθὸν δώσει τις οὔτε κόλασις ἀποκείσεται·
 [00089]  Ὁ δὲ πενίαν μὲν ἑκούσιον ὑποστὰς ἵνα ἐκεῖ πλουτῇ, καὶ τοὺς τῆς παρθενίας πόνους ἵνα ἐκεῖ μετ' ἀγγέλων χορεύῃ, εἶτα ἐξαίφνης καὶ παρὰ πᾶσαν προσδοκίαν ὑπὲρ τούτων κολαζόμενος ὑπὲρ ὧν μυρίων ἤλπισεν ἀπολαύσεσθαι καλῶν, οὐδὲ ἔστιν εἰπεῖν ὅσην ὑφίσταται τὴν ἀλγηδόνα τῷ παρ' ἐλπίδας ταῦτα παθεῖν.
 [00102]  Εἰ γὰρ καὶ φροντίδας βιωτικὰς ἀπελαύνειν τούτου χρὴ τοῦ νυμφῶνος ὡς οὐκ ἐνὸν μετ' ἐκείνων εὐσχήμονα εἶναι, πῶς φρονήματος ἀσεβοῦς ἔνδον στρεφομένου τὸ τῆς παρθενίας διασωθῆναι δυνήσεται κάλλος;
 [00109]  Εἰ τοίνυν παρθενίας ὅρος τὸ καὶ σώματι καὶ πνεύματι εἶναι ἁγίαν, αὕτη δὲ ἐξ ἑκατέρων τῶν μερῶν ἐστι βέβηλος καὶ ἐναγής, πῶς ἂν δύναιτο εἶναι παρθένος;
 [00152]  Ἔτ' οὖν παρθενίας μνησθήσεσθε καὶ ἐπὶ τῷ πράγματι φιλοτιμήσεσθε ἀλλ' οὐκ ἀπελθόντες κλαύσετε ἑαυτοὺς καὶ θρηνήσετε τῆς ἀνοίας δι' ἧς ὑμᾶς ὁ διάβολος ὥσπερ αἰχμαλώτους δήσας εἰς τὸ τῆς γεέννης εἵλκυσε πῦρ;
 [00164]  Ὥσπερ γὰρ τοὺς εὐνούχους οὐδεὶς ἂν ἐπαινέσειεν εἰς παρθενίας λόγον ὅτι μὴ γαμοῦσιν, οὕτως οὐδὲ ὑμᾶς.
 [00192]  ἓν μὲν τὸ μὴ διαβάλλειν τὴν τοῦ Θεοῦ δημιουργίαν, δεύτερον δὲ τὸ μὴ καθαιρεῖν τὸ τῆς παρθενίας ἀξίωμα ἀλλὰ πολλῷ σεμνοτέραν ἀποφαίνειν αὐτήν.
 [00194]  Ὁ μὲν γὰρ τὸν γάμον κακίζων καὶ τὴν τῆς παρθενίας ὑποτέμνεται δόξαν·
 [00202]  Ἀλλ' ὥσπερ ἐπὶ τοῦ πλοίου τοὺς ἐρέττοντας ἂν ἀφέλῃς τὸ σκάφος κατέδυσας, καὶ ἐπὶ τοῦ πολέμου τοὺς στρατιώτας ἂν ἀποστήσῃς παρέδωκας δεδεμένον τοῖς πολεμίοις τὸν στρατηγόν, οὕτω καὶ ἐνταῦθα ἂν τῆς ἀρίστης τάξεως ἐκβάλῃς τὸν γάμον, τῆς παρθενίας τὴν δόξαν προύδωκας καὶ εἰς ἔσχατον ἤγαγες κακόν.
 [00218]  Εἶδες τῆς παρθενίας τὸ ἀξίωμα;
 [00264]  Ἀποδέξαιτο ἄν τις ἐνταῦθα τοὺς Κορινθίους ὅτι μηδεμίαν ποτὲ παρὰ τοῦ διδασκάλου δεξάμενοι συμβουλὴν περὶ παρθενίας, αὐτοὶ φθάσαντες ἐρωτῶσιν αὐτόν, ἐντεῦθεν ἤδη δεικνύντες τὴν ἀπὸ τῆς χάριτος ἐπίδοσιν γενομένην αὐτοῖς.
 [00267]  [13] ∆ιὰ τί ἔγραψαν αὐτῷ Κορίνθιοι περὶ παρθενίας, αὐτὸς δὲ αὐτοῖς πρὸ τούτου οὐ παρῄνεσεν.
 [00278]  Καὶ γὰρ ἐκεῖνος τότε διελέχθη περὶ τῆς παρθενίας ὅτε αὐτὸν οἱ μαθηταὶ ἤροντο.
 [00283]  Οὐ γὰρ ἀπὸ τῶν περὶ παρθενίας λόγων εἰς τὴν τῆς παρθενίας αὐτοὺς ἐπιθυμίαν ἐνέβαλεν, ἀλλὰ περὶ τοῦ γάμου μόνον διαλεχθεὶς καὶ τὸ βάρος τοῦ πράγματος δείξας καὶ μέχρι τούτου στήσας τὸν λόγον οὕτως σοφῶς ᾠκονόμησεν ὡς τοὺς μηδὲν περὶ τοῦ μὴ γαμεῖν ἀκούσαντας αὐτοὺς ἀφ' ἑαυτῶν εἰπεῖν ὅτι «Συμφέρει μὴ γαμεῖν.».
 [00291]  Καὶ γὰρ ὁ σωτὴρ μετὰ τὸ πληρῶσαι τὸν περὶ παρθενίας λόγον προσέθηκεν·
 [00304]  Ἐπειδὴ δὲ καὶ τῶν εἰς τὴν ἐκκλησίαν δοκούντων συντελεῖν πολλοὶ ταῦτα φθέγγονται, δι' ἀσθένειαν μὲν προαιρέσεως ἀπολειφθέντες τῶν ὑπὲρ τῆς παρθενίας ἱδρώτων, τῷ δὲ τὸ πρᾶγμα κακίζειν καὶ περιττὸν ἀποφαίνειν βουλόμενοι συσκιάζειν τὴν ἑαυτῶν ῥαθυμίαν, ἵνα μὴ δοκῶσι δι' ὀλιγωρίαν, ἀλλὰ διὰ κρίσιν ὀρθὴν λογισμῶν τῶν ἀγώνων ὑστερηκέναι τούτων, φέρε τοὺς ἐχθροὺς ἀφέντες «Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος·
 [00316]  Ἐπειδὴ δὲ παρήκουσαν τοῦ Θεοῦ καὶ ἐγένοντο γῆ καὶ σποδός, ἀπώλεσαν μετὰ τῆς μακαρίας ἐκείνης διαγωγῆς καὶ τὸ τῆς παρθενίας κάλλος, καὶ μετὰ τοῦ Θεοῦ καὶ αὐτὴ καταλιποῦσα αὐτοὺς ἀνεχώρησεν.
 [00348]  Μὴ τοίνυν ὃ διὰ τὴν ἀσθένειαν συνεχωρήθη τὴν σήν, τοῦτο τῆς παρθενίας προτίμα, μᾶλλον δὲ μηδὲ ἐν ἴσῳ τίθεσο, ἐπεὶ κατὰ τοῦτον προϊὼν τὸν λόγον καὶ τὸ δύο γυναῖκας ἔχειν τοῦ μιᾷ ἀρκεῖσθαι μόνον ἄμεινον εἶναι φήσεις, ἐπειδὴ καὶ τοῦτο συγκεχώρητο ἐν τῷ νόμῳ Μωϋσέως, καὶ τὸν πλοῦτον δὲ οὕτως τῆς ἑκουσίου προτιμήσεις πενίας καὶ τὴν τρυφὴν τῆς σώφρονος διαίτης καὶ τὸ ἀμύνεσθαι τοῦ φέρειν τὸν ἀδικοῦντα γενναίως.
 [00403]  οὐ γὰρ τοῦτό φημι νῦν, ἀλλ' ὅτι τὸ ἀπολλῦναι καὶ διαφθείρειν τὸ γένος τὸ ἡμέτερον οὐ τῆς παρθενίας ἀλλὰ τῆς ἁμαρτίας ἐστίν.
 [00418]  Καὶ γὰρ ὑμεῖς οἱ ταῦτα λέγοντες ἡμῶν οὐχ ἧττον ἴστε τὴν τῆς παρθενίας ὑπεροχὴν καὶ πάντα ἅπερ ὑμῖν εἴρηται σκήψεις καὶ προφάσεις εἰσὶ καὶ ἀκρασίας προκαλύμματα.
 [00433]  Τί γὰρ τῆς παρθενίας ἥδιον, τί κάλλιον, τί φωτεινότερον;
 [00447]  Κατελέλασέ ποτε τοῦ Μωϋσέως ἡ Μαριὰμ οὐχ οὕτως ὡς τῆς παρθενίας νῦν ὑμεῖς ἀλλὰ πολλῷ ἔλαττον καὶ ἐπιεικέστερον.
 [00466]  Ταῦτ' οὖν ἐννοήσαντες, ἅπαντες ὑμεῖς οἱ τῆς παρθενίας ἐχθροί, ἐπίθεσθέ ποτε τῷ στόματι ὑμῶν θύραν καὶ μοχλὸν ἵνα μὴ καὶ ὑμεῖς ἄρξησθε λέγειν κατὰ τὴν ἡμέραν τῆς κρίσεως τοὺς ἀπὸ τῆς παρθενίας ἐκεῖ λάμποντας ὁρῶντες·
 [00503]  Ἐνῆν μὲν οὖν καὶ πλείονα λέγειν δεικνύντας ὅσον ἑαυτοῖς συνάγουσι πῦρ οἱ τὸ τῆς παρθενίας ἐξευτελίζοντες καλόν.
 [00524]  Φοβοῦμαί σε, φησίν, εἰς τὸ τῆς παρθενίας ὕψος ἀναγαγεῖν μὴ καταπέσῃς εἰς τὸ τῆς πορνείας βάραθρον.
 [00526]  Καίτοι γε αὐτοὶ τὰ τῶν ἄθλων εἵλοντο καὶ τῷ τῆς παρθενίας ἐπεπήδησαν καλῷ.
 [00551]  ∆ιὰ ταῦτα ἀνεδύετο, διὰ ταῦτα οὐκ ἐθάρρει διαλεχθῆναι ἐξ ἀρχῆς περὶ παρθενίας αὐτοῖς, ἀλλὰ τοῖς περὶ τοῦ γάμου λόγοις ἐνδιατρίβει κατὰ μικρὸν ἀποστῆσαι τοῦ γάμου βουλόμενος αὐτούς, καὶ τοὺς περὶ τῆς ἐγκρατείας λόγους βραχεῖς ποιησάμενος ἐκείνοις πολλοῖς οὖσιν αὐτοὺς ἐγκατέμιξεν, οὐκ ἀφιεὶς πληγῆναι τὴν ἀκοὴν τῷ τῆς παραινέσεως αὐστηρῷ.
 [00562]  Ὁ γὰρ μαθὼν ὅτι παραινεῖται γαμεῖν, οὐκ ἐπειδὴ τὸ κράτιστον τῆς ἀρετῆς ὁ γάμος ἀλλ' ἐπειδὴ τοσαύτην αὐτοῦ κατέγνω λαγνείαν ὁ Παῦλος ὡς ἄνευ γάμου μὴ δυναμένου λαγνείας ἀπέχεσθαι, ἐρυθριάσας καὶ αἰσχυνθεὶς σπουδάσει ταχέως ἐπιλαβέσθαι τῆς παρθενίας καὶ τὴν τοσαύτην ἀποκρούσασθαι δόξαν.
 [00563]  [28] Ὅτι τὰ περὶ γάμου λεγόμενα παρθενίας ἐστὶ προτρεπτικά.
 [00614]  Εἰ δὲ ἐπιμένοι τις πάλιν ζητῶν, αὐτὸς δὲ ὁ Μωϋσῆς διὰ τί τοὺς Ἰουδαίους τῆς ὁμιλίας ταύτης ἀπήγαγεν, ἐκεῖνο ἂν εἴποιμι ὅτι εἰ καὶ τίμιος ὁ γάμος ἀλλὰ μέχρι τοσούτου φθάσαι δύναιτ' ἂν ὥστε μὴ μολῦναι τὸν χρώμενον, τὸ δὲ καὶ ἁγίους ἀποφαίνειν, οὐκέτι τῆς ἐκείνου δυνάμεως ἀλλὰ τῆς παρθενίας ἐστίν.
 [00659]  καὶ οὐδαμοῦ τὴν συγχώρησιν ἁπλῶς τίθησιν ἀλλὰ μετὰ αἰτίας, «διὰ τὰς πορνείας» λέγων «καὶ τοὺς πειρασμοὺς σατανικοὺς καὶ τὴν ἀκρασίαν» καὶ ἀνυπόπτως τὸ τῆς παρθενίας ἐγκώμιον ἐργαζόμενος ἐν τοῖς περὶ τοῦ γάμου λόγοις.
 [00799]  Τὸ γὰρ παράδειγμα ἐγγύθεν ἔχοντες καὶ οἰκεῖον μειζόνως ἂν τῶν τῆς παρθενίας κατετόλμησαν πόνων.
 [00952]  Μετὰ δὲ ταῦτα περὶ τῶν ταῖς ἀπίστοις συνοικούντων διαλεχθεὶς καὶ πᾶσιν ἀκριβῶς τοῖς περὶ τοῦ γάμου νόμοις ὑπεξελθὼν καὶ τὸν περὶ τῶν οἰκετῶν λόγον παρεμβαλὼν καὶ παραμυθησάμενος αὐτοὺς ἱκανῶς μὴ ἐλαττοῦσθαι τῇ δουλείᾳ ταύτῃ τὴν εὐγένειαν αὐτοῖς τὴν πνευματικήν, μέτεισι λοιπὸν ἐπὶ τὸν τῆς παρθενίας λόγον ὃν πάλαι μὲν ὤδινε καὶ κατασπεῖραι ἔσπευδεν, ἀπέτεκε δὲ νῦν, οὐδὲ ἐν τοῖς περὶ τοῦ γάμου λόγοις ἀποσιωπῆσαι καρτερήσας αὐτόν.
 [00955]  Μετὰ γοῦν τὴν πρὸς τοὺς οἰκέτας παραίνεσιν »Τιμῆς», γάρ φησιν, «ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων» , τῆς δεσποτικῆς ἡμᾶς ἀναμνήσας εὐεργεσίας καὶ τούτῳ πάντων τὰς διανοίας ἀναστήσας καὶ πρὸς τὸν οὐρανὸν ἄρας, οὕτω τοὺς περὶ τῆς παρθενίας ἐμβάλλει λόγους, ταῦτα λέγων τὰ ῥήματα·
 [00966]  Ἐν δὲ τοῖς περὶ τῆς παρθενίας λόγοις οὐδαμοῦ παρήγαγεν ἑαυτόν.
 [00971]  Ἐπειδὴ γὰρ τὸ τῆς παρθενίας ὄνομα πολὺν εὐθέως ἐμφαίνει τὸν πόνον λεχθέν, διὰ τοῦτο οὐκ εὐθέως ἐπὶ τὴν παραίνεσιν ἔδραμεν ἀλλὰ θεραπεύσας πρότερον τῇ τῆς ἐπιταγῆς αἱρέσει τὸν μαθητὴν εὐήνιόν τε καὶ τιθασὸν αὐτοῦ κατασκευάσας τὴν ψυχήν, οὕτω ποιεῖται τὴν εἰσήγησιν.
 [01027]  [44] Ὅτι εὐκολώτερον εἶναι διὰ παρθενίας ἢ διὰ γάμον βασιλείας τυχεῖν.
 [01119]  Ἤρξατο ἀπὸ τῆς παρθενίας καὶ πρίν τι περὶ αὐτῆς εἰπεῖν εὐθέως ἐπὶ τὸν ὑπὲρ τοῦ γάμου λόγον κατέφυγε.
 [01124]  Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, μηδὲ ταύτην ἐνταῦθα κατασκευάσαι τὴν παραμυθίαν ἐβούλετο, περιττὸν ὑπὲρ παρθενίας συμβουλεύοντα περὶ γάμου φιλοσοφεῖν.
 [01134]  Καθάπερ γὰρ οἱ τῶν ἰατρῶν ἄριστοι καὶ προσηνεῖς φάρμακον πικρὸν ἢ τομὴν ἢ καῦσιν ἤ τι τῶν τοιούτων προσάγειν μέλλοντες, οὐκ ἀθρόως τὸ πᾶν ἐργάζονται ἀλλ' ἐν τῷ μεταξὺ δόντες ἀναπνεῦσαι τῷ κάμνοντι οὕτως ἀεὶ τὸ λειπόμενον προστιθέασι, τὸν αὐτὸν τρόπον καὶ ὁ μακάριος Παῦλος οὐκ ἀνενδότως οὐδὲ δι' ὅλου οὐδὲ ἐφεξῆς τὴν περὶ τῆς παρθενίας ὕφηνε συμβουλὴν ἀλλὰ διακόπτων αὐτὴν συνεχῶς τοῖς περὶ τοῦ γάμου λόγοις καὶ ταύτης τὸ σφοδρότερον ὑποκλέπτων προσηνῆ τε καὶ εὐπαράδεκτον τὸν λόγον ἐποίησεν.
 [01169]  τοῦτο γὰρ τῆς παρθενίας ἐστίν, ὁ δὲ γεγαμηκὼς ἀρκεῖται ἀκούων ὅτι οὐχ ἥμαρτε.
 [01172]  Τοῦτο οὖν, εἰπέ μοι, κερδανοῦμεν ἀπὸ τῆς παρθενίας μόνον τὸ τὴν ἐνθάδε θλῖψιν διαφυγεῖν;
 [01179]  Ἐὰν γὰρ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε, τῶν δὲ ἀπὸ τῆς παρθενίας ἑαυτὴν ἀπεστέρησε στεφάνων, τῶν μεγάλων καὶ ἀπορρήτων δωρεῶν;
 [01203]  Κορινθίοις διελέγετο πρότερον γὰρ ὑπὲρ τῶν περὶ παρθενίας αὐτῷ διειλεγμένων ἐροῦμεν Κορινθίοις, ἐν οἷς ἔκρινε μηδὲν εἰδέναι εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, οἷς οὐκ ἠδυνήθη λαλῆσαι ὡς πνευματικοῖς καὶ διὰ τὸ σαρκίνους εἶναι ἔτι γάλα ἐπότιζεν, οἷς καὶ ὅτε ταῦτα ἐπέστελλεν ἐνεκάλει λέγων·
 [01221]  Ἀλλ' οὐχ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ποιεῖ οὔτε περὶ παρθενίας οὔτε περὶ ἀνεξικακίας διαλεγόμενος.
 [01333]  Ἀλλ' οὐδὲ πάντων ἄπεστι, παρθενίας δὲ πόρρω καὶ μακρὰν πάσης ἐστί.
 [01369]  Ἐπὶ μὲν γὰρ τῆς παρθενίας δύσκολον ταῦτα γενέσθαι, μᾶλλον δὲ ἀδύνατον, ἐπὶ δὲ τῶν γάμων δύσκολον μὴ γενέσθαι.
 [01491]  [63] Τίς ὁ κόσμος τῆς παρθενίας καὶ τί τὸ κάλλος.
 [01492]  Ἀλλ' οὐχ ὁ τῆς παρθενίας κόσμος τοιοῦτος.
 [01516]  [65] Ὅτι πάντα τὰ ἐπίπονα τῆς παρθενίας τῶν ὠδίνων μόνων τοῦ γάμου οὐκ ἔστιν ἀντίρροπα.
 [01675]  Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν δεῖξαι τὸ τῆς παρθενίας ἀξίωμα;
 [01710]  Ἀλλὰ μιᾷ ῥήσει πάντα ταῦτα αἰνιξάμενος ἀφῆκε τῷ συνειδότι τῶν ἀκουόντων αὐτὰ ἀναλογίσασθαι, καὶ δείξας οὕτω τῆς παρθενίας τὴν ὑπεροχὴν καὶ πρὸς αὐτὸν ἄρας αὐτὴν τὸν οὐρανόν, πάλιν μετατίθησιν ἐπὶ τὴν τοῦ γάμου συγχώρησιν τὸν λόγον, πανταχοῦ δεδοικὼς μή τις τὸ πρᾶγμα ἐπίταγμα εἶναι νομίσῃ.
 [01722]  ἅπαντα τὰ καλὰ τῆς παρθενίας εἶπον καὶ ἀπέδειξα, καὶ μετὰ ταῦτα ὅμως ἅπαντα τὴν αἵρεσιν ὑμῖν ἐπιτρέπω τοῦ πράγματος, οὐχὶ μὴ βουλομένους ἕλκω πρὸς τὴν ἀρετήν.
 [01725]  Τὸ γὰρ εἰπεῖν «Οὐκ ἀναγκάζω ἀλλὰ παραινῶ», καὶ προσθεῖναι «διὰ τὸ εὔσχημον καὶ εὐπρόσεδρον», ἔδειξε τῆς παρθενίας τὸ θαυμαστὸν καὶ τὸ κέρδος ὅσον ἡμῖν ἐν τῇ κατὰ Θεὸν ἀπ' αὐτῆς γίνεται πολιτείᾳ.
 [01741]  τὰς δὲ οὕτω διακειμένας οὐκ ἐνῆν ἀθρόον ἀναγαγεῖν ἐπὶ τοὺς ὑπὲρ τῆς παρθενίας λόγους.
 [01786]  Τί γὰρ τῶν ἀγγέλων ἀπεῖχον, εἰπέ μοι, ὁ Ἡλίας, ὁ Ἑλισσαῖος, ὁ Ἰωάννης, οὗτοι οἱ γνήσιοι τῆς παρθενίας ἐρασταί;
 [01803]  Εἶδες παρθενίας ἰσχύν;
 [01807]  Τοῦτό ἐστιν τὸ «Εὔσχημον καὶ εὐπρόσεδρον» εἶναι, τοῦτο παρθενίας ἀρετή.
 [01810]  Ὥσπερ γὰρ τὸ εὔσχημον καὶ εὐπρόσεδρον ἂν περιέλῃς, αὐτὰ τὰ νεῦρα τῆς παρθενίας ἐξέκοψας, οὕτως ὅταν αὐτὴν μετὰ πολιτείας ἔχῃς ἀρίστης, τὴν ῥίζαν καὶ τὴν ὑπόθεσιν ἔχεις τῶν καλῶν.
 [01811]  Καθάπερ γὰρ ῥίζαν γῆ λιπαρὰ καὶ γόνιμος, οὕτως οἶδεν ἀρίστη πολιτεία τρέφειν τοὺς τῆς παρθενίας καρπούς, μᾶλλον δὲ καὶ ῥίζα καὶ καρπὸς παρθενίας ὁ ἐσταυρωμένος βίος ἐστίν.
 [01845]  Ἆρ' οὖν παρὰ τοῦτο τῆς παρθενίας ἴσος ὁ γάμος ἢ καὶ χείρων;
 [01852]  Ἐκεῖνος μὲν γὰρ καὶ ἐν γάμῳ ζῶν ἐσπούδασε τὰ τῆς παρθενίας κατορθῶσαι καλά, τὸ εὔσχημον λέγω καὶ εὐπρόσεδρον.
 [01912]  ∆ιὸ χρὴ πάντα ἐνταῦθα πραγματεύεσθαι καὶ τὸν ἔχοντα γυναῖκα ὡς μὴ ἔχοντα εἶναι καὶ τὸν ὄντως οὐκ ἔχοντα μετὰ τῆς παρθενίας καὶ τὴν ἄλλην ἅπασαν ἀσκεῖν ἀρετήν, ἵνα μὴ μετὰ τὴν ἐνθένδε ἀποδημίαν ἀνόνητα ἀποδυρώμεθα.
000-00-00 Serial Number=0403184354
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01055]  ἀλλ' ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανύσαι ἆθλον, αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς παρθενίας ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ' ἔδεισε καὶ αὐτὸς τὰ σκάμματα ταῦτα, [63.602] καὶ τὴν ἐκ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο.
 [05086]  Καίτοι τί παρθενίας ἴσον;
 [08541]  Καὶ γὰρ καὶ τὸ τῆς νεάνιδος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ Γραφὴ τιθέναι, ὡς ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται·
000-00-00 Serial Number=0918296695
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00337]  Ἤκουσας γάρ μου πολλάκις καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγομένου τίς ποτέ ἐστι τῆς παρθενίας ὁ ὅρος, καὶ ὡς οὐκ ἂν κωλυθείης ποτὲ εἰς τὸν ἐκείνων καταλεγῆναι χορόν, μᾶλλον δὲ καὶ ἐκείνας ὑπερβῆναι μετὰ πολλῆς τῆς περιουσίας ἡ πολλὴν ἐν τοῖς ἄλλοις ἐπιδειξαμένη φιλοσο φίαν.
 [00338]  ∆ιά τοι τοῦτο ὁ Παῦλος ὅρον παρθενίας τιθεὶς οὐ τὴν ἀπειρόγαμον καὶ ἀπηλλαγμένην συνουσίας ἀνδρὸς παρθένον ἐκάλεσεν, ἀλλὰ τὴν τὰ τοῦ Κυρίου μεριμνῶσαν.
 [00339]  Καὶ αὐτὸς δὲ ὁ Χριστὸς δεικνὺς ὅσῳ μείζων παρθενίας ἐλεημοσύνη ἧς τὰ σκῆπτρα κατέχεις αὐτὴ καὶ τὸν στέφανον ἀνεδήσω πάλαι, ἀπ' ἐκείνου μὲν τοῦ χοροῦ τὸ ἥμισυ μέρος ἐξέβαλεν, ἐπειδὴ ταύτης εἰσῆλθον χωρίς, μᾶλλον δὲ ἐπειδὴ δαψιλῶς αὐτὴν οὐκ ἐκέκτηντο·
 [00341]  Τοὺς δὲ χωρὶς παρθενίας εἰσελθόντας, ἐπειδὴ ταύτην ἦσαν περιβεβλημένοι, μετὰ πολλῆς ὑπεδέξατο τῆς τιμῆς, «εὐλογημένους τε τοῦ Πατρὸς» ὀνομάζων καὶ πρὸς ἐαυτὸν καλῶν καὶ τῆς βασιλείας τὴν κληρονομίαν αὐτοῖς χαριζόμενος καὶ ἐν μέσῃ ἀνακηρύττων τῇ οἰκουμένῃ·
 [00386]  καὶ δηλοῦσιν οὐχ αἱ βιωτικαὶ γυναῖκες μόνον καὶ ἀνδράσιν ὁμιλήσασαι ὧν οὐδεμία ῥᾳδίως ταύτης ἠνέσχετο τῆς παραινέσεως , ἀλλὰ καὶ αἱ φιλοσοφεῖν δοκοῦσαι καὶ εἰς τὸν τῆς παρθενίας τελεῖν χορὸν λαχοῦσαι.
 [00387]  Πολλαὶ γὰρ τούτων πρὸς τυραννίδα φύσεως ἀποδυσάμεναι καὶ καθαρῶς τὸν τῆς παρθενίας διανύουσαι δρόμον καὶ ἀγγελικὴν ἐν τούτῳ μιμούμεναι πολιτείαν καὶ ἐν θνητῷ σώματι τὰ τῆς ἀναστάσεως ἐπιδεικνύμεναι προοίμια »ἐν γὰρ τῷ αἰῶνι ἐκείνῳ, φησίν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίσκονται» καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις θέμεναι τὴν ἅμιλλαν καὶ πρὸς τὴν ἀφθαρσίαν ἐν φθαρτῷ σώματι φιλονεικοῦσαι καὶ ὃ πολλοῖς οὐδὲ ἀκοῦσαι φορητὸν διὰ τῶν ἔργων κατορθοῦσαι καὶ καθάπερ λυττῶντα κύνα καὶ συνεχῶς ἐπιπηδῶντα τὴν ἐπιθυμίαν διακρουόμεναι καὶ μαινομένην θάλασσαν καταστέλλουσαι καὶ ἐν ἀγρίοις κύμασι μετὰ γαλήνης πλέουσαι καὶ ταραττομένου σφοδρῶς τοῦ πελάγους ἐξ οὐρίας φερόμεναι καὶ ἐν καμίνῳ φυσικῆς ἐπιθυμίας ἑστῶσαι καὶ μὴ κατακαιόμεναι, ἀλλ' ὡς πηλὸν τοὺς ἄνθρακας τούτους καταπατοῦσαι, ὑπὸ τῆς ἐπιθυμίας ταύτης ἑάλωσαν αἰσχρῶς πάνυ καὶ ἐλεεινῶς καὶ τὰ μείζονα δυνηθεῖσαι ὑπὸ τούτου κατηγωνίσθησαν.
 [00395]  Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παρρησίας ὡς ἑξακοσίας χιλιάδας ὑπευθύνους γενομένας κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ θαλάσσῃ μὲν ἐπέταξε καὶ πέλαγος ἔσχισε καὶ πέτραν ἔρρηξε καὶ ἀέρα μετέβαλε καὶ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέστησε καὶ βατράχων καὶ ἀκρίδων στρατόπεδον ἐπετείχισε τῷ Φαραὼ καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα καὶ ἀρετῆς δὲ πολλὰ κατορθώματα καὶ γὰρ ἐξ ἑκατέρου μέρους ἔλαμψε , πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσεν, ἀλλ' ἐδεήθη γάμου καὶ ὁμιλίας γυναικὸς καὶ τῆς ἐντεῦθεν ἀσφαλείας καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθενίας πέλαγος ἑαυτὸν ἐκδοῦναι τὰ ἐκεῖθεν κύματα δεδοικώς.
 [00399]  Ἀλλ' ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανύσαι ἆθλον καὶ αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς παρθενίας ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ' ἔδεισε καὶ αὐτὸς τὰ σκάμματα ταῦτα καὶ τὴν ἀπὸ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο.
 [00447]  Τοσαύτη τῆς παρθενίας ἡ δυσκολία, οὕτως ὑψηλοὶ καὶ μεγάλοι αὐτῆς οἱ ἀγῶνες καὶ χαλεποὶ οἱ ἱδρῶτες καὶ πολλῆς δεόμενοι τῆς εὐτονίας.
000-00-00 Serial Number=0241550982
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00793]  Ἀπὸ τῶν σῶν, ἀπὸ τῆς σῆς περὶ ἐμὲ διαθέσεως, ταῦτα λέγω, ἅπερ ἐστὶ διαθέσεως ὀνόματα, πατὴρ, ἀνὴρ, οἶκος, ἀρχηγὸς παρθενίας.
000-00-00 Serial Number=0103514194
Homilia de capto Eutropio Ante [Go Back]  
 [00841]  Οὐ δύνασαι διὰ παρθενίας εἰσελθεῖν;
000-00-00 Serial Number=0709946334
In Acta apostolorum Ante [Go Back]  
 [09995]  Ἀλλὰ κἀκεῖναι παρθένοι ἦσαν, ἀλλ' οὐδὲν ἀπώναντο τῆς παρθενίας διὰ τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν.
000-00-00 Serial Number=0251184583
In Genesim sermo 3 Ante [Go Back]  
 [00043]  ∆ιὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν.
000-00-00 Serial Number=0733365834
In Heliam et viduam Ante [Go Back]  
 [00013]  Ἐλεημοσύνη μὲν χωρὶς παρθενίας τοὺς αὐτῆς τροφίμους εἰς τὸν οὐρανὸν εἰσήγαγε·
000-00-00 Serial Number=0406634092
In adorationem venerandae crucis Ante [Go Back]  
 [00118]  Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ δένδρον ἐστὶν ἀθανασίας, φυτὸν ἀφθαρσίας, ῥίζα δικαιοσύνης, σωφροσύνης βλάστημα, παρθενίας ἄνθος, χηρείας ῥόδον.
000-00-00 Serial Number=0714893281
In annuntiationem deiparae Ante [Go Back]  
 [00177]  οὔτε γὰρ ἡ παρθενία πολεμήσει τῷ τόκῳ, οὔτε κατὰ τῆς παρθενίας ὁ τόκος στρατεύεται.
 [00190]  Ἐλύθη παρ' ἐλπίδα τῆς Ἐλισάβετ ἡ στείρωσις, ἵνα τῆς σῆς παρθενίας τῆς μὴ λυομένης ἡ λύσις τοῦ πάθους διδάσκαλος γένηται.
000-00-00 Serial Number=0743423820
In annuntiationem sanctissimae deiparae Ante [Go Back]  
 [00127]  ὑβρίζειν ἤθελεν, ὡς πεπρακυῖαν τὰ τῆς παρθενίας κειμήλια·
000-00-00 Serial Number=0985407889
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04586]  ποῦ παρθενίας ὄνομά ποτε ἦν;
 [06446]  Καὶ περὶ μὲν παρθενίας διαλεγόμενος, φησίν·
000-00-00 Serial Number=0714228630
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01454]  Τί οὖν τὸ κέρδος τῆς παρθενίας καὶ τῶν πολλῶν ἱδρώτων, ὅταν ἀγνοῇ αὐτὰς ὁ ∆εσπότης;
000-00-00 Serial Number=0850947559
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00042]  Καὶ τοῦτο ἐδήλωσεν ἐν τῷ τέλει τῆς Ἐπιστολῆς, οὐ μὴν περὶ πάντων, ἀλλὰ περὶ γάμου καὶ παρθενίας·
 [05487]  καὶ μεταξὺ τίθησι παραίνεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας, ἀπὸ τῶν φορτικωτέρων ἀναπαύων τὸν ἀκροατήν.
 [05490]  Καὶ ἐνταῦθα δὲ τὸν περὶ τῆς παρθενίας ἀπαρτίσας λόγον, πάλιν ἔξεισιν ἐπὶ τὰ πληκτικώτερα, οὐ πάντα ἐφεξῆς τιθεὶς, ἀλλὰ ποικίλλων τὸν λόγον ἐν ἑκατέρῳ, ὡς ὁ καιρὸς ἀπῄτει, καὶ τῶν ὑποκειμένων πραγμάτων ἡ χρεία.
 [05494]  Καὶ πρὸς ταῦτα ἀντιγράφων καὶ περὶ τοῦ γάμου νομοθετῶν, εἰσάγει καὶ τὸν περὶ τῆς παρθενίας λόγον·
 [05858]  Ὁδῷ καὶ τάξει προβαίνων καὶ τῆς παρθενίας μνημονεύει λοιπόν.
 [05908]  τὸ δὲ πᾶν περὶ παρθενίας φησίν·
 [05914]  Εἰ δὲ παρεδράμομεν τὰ περὶ τῆς παρθενίας, μηδεὶς ἡμῶν ὄκνον καταγινωσκέτω.
 [06550]  ∆ιὰ τοῦτο καὶ ὅτε περὶ παρθενίας διελέγετο, ἔλεγεν·
 [09999]  Τοῦτο καὶ ἐπὶ τῆς παρθενίας πε-ποίηκε.
000-00-00 Serial Number=0408747315
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01686]  Οὐκ ἔστι μικρὸν τὸ ἁμάρτημα, ἀλλὰ καὶ σφόδρα μέγα, ἱκανὸν παροξῦναι τὸν Θεὸν, ἱκανὸν παντὶ τῷ πόνῳ τῆς παρθενίας λυμήνασθαι.
 [01725]  Τὸ σεμνὸν τῆς παρθενίας ἀπόλωλεν·
 [01738]  οὐ γὰρ ἄξια τῆς παρθενίας τὰ ἔργα ἐπιδείκνυνται.
 [02830]  ∆ιὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται, μηδὲ λέγει, Παρθένους τίμα;
000-00-00 Serial Number=0018978417
In epistulam ad Philippenses Ante [Go Back]  
 [03979]  Πάλιν ὁ μὲν διὰ γάμου, ὁ δὲ διὰ παρθενίας·
 [03980]  ὁ Ἀβραὰμ διὰ γάμου, ἐκεῖνος διὰ παρθενίας·
000-00-00 Serial Number=0774893999
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00161]  ἐλεημοσύνη δὲ χωρὶς παρθενίας, τοὺς ἑαυτῆς τροφίμους μετὰ πολλῶν ἐγκωμίων εἰς τὴν πρὸ καταβολῆς κόσμου βασιλείαν ἡτοιμασμένην ἐχειραγώγησεν.
 [00169]  Καὶ ἵνα μάθῃς, ὅτι αὗται μᾶλλον τῷ Θεῷ περισπούδαστοι τῶν ἄλλων αἱ ἐντολαὶ, περὶ μὲν νηστείας καὶ παρθενίας διαλεγόμενος, βασιλείας οὐρα [51.278] νῶν μέμνηται·
 [00175]  Μέγα τὸ τῆς παρθενίας ἀξίωμα, καὶ διὰ τοῦτο μᾶλλον συγκροτηθῆναι αὐτὸ βούλομαι.
 [00254]  ∆ιόπερ ἐνταῦθα στήσας τὸν λόγον, παρακαλῶ καὶ δέομαι τά τε εἰρημένα μετ' ἀκριβείας φυλάττειν, ὅσα περὶ πολιτείας, [51.282] καὶ πίστεως, καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφαλῶς, πρὸς τὴν τῶν μελλόντων ἀκρόασιν ἀπαντῆσαι.
000-00-00 Serial Number=0434820592
In illud Vidua eligatur Ante [Go Back]  
 [00442]  Καὶ πῶς χήραν γυναῖκα τοσαύτην ἀπαιτεῖ ἀκρίβειαν, ὅτε δὲ περὶ παρθενίας ἐπέστελλεν, οὐδὲν διελέχθη τοιοῦτον;
000-00-00 Serial Number=0609520793
In laudem sancti Joannis theologi homilia 1 Ante [Go Back]  
 [00023]  Βλέπομεν γὰρ τὸν θάλαμον τῆς παρθενίας, καὶ περιπτυσόμεθα τὴν πηγὴν τῶν ἰαμάτων.
000-00-00 Serial Number=0809480250
In natalem Christi diem Ante [Go Back]  
 [00138]  Ὅθεν κἂν Ἕλλην με, κἂν Ἰουδαῖος ἐρωτᾷ, ὅτι ὁ Χριστὸς Θεὸς ὢν κατὰ φύσιν, ἄνθρωπος γέγονε παρὰ φύσιν, ἐρῶ, Ναὶ, μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν·
 [00140]  οὕτω γαστρός ἐστι κεραμεὺς, καὶ παρθενίας εὑρετὴς, ὅτι καὶ ἀμόλυντον ἔσχε τῆς γεννήσεως τὸν τρόπον, καὶ ἑαυτῷ ἀφράστως ᾠκοδόμησε ναὸν, ὃν ἠβουλήθη τρόπον.
000-00-00 Serial Number=0474921703
In pharisaeum et meretricem Ante [Go Back]  
 [00018]  Τίς γὰρ ἀκούων ὅτι γυνὴ μυρίαις κηλῖσι κατάστικτος, ἵνα προσφύγῃ μόνον αὐτῷ, καὶ τοῖς ποσὶν αὐτοῦ σταγόνας ἐπιχέῃ δακρύων θερμὰς, παρθενίας χειροτονίαν ἐδέξατο;
000-00-00 Serial Number=0370137870
In praecursorem domini Ante [Go Back]  
 [00038]  παρθενίας ἦν ἀψευδὴς κατήγορος.
000-00-00 Serial Number=0947367787
In resurrectionem domini [1] Ante [Go Back]  
 [00048]  οὐ γὰρ ἐνώχλησε τῆς παρθενίας τοῖς κλείθροις τικτόμενος, οὐκ ἐκίνησε τὸν λίθον, ὃν ἐφύλαξε.
000-00-00 Serial Number=0614542782
In resurrectionem domini [3] Ante [Go Back]  
 [00045]  ὧδε τὸ ξύλον τῆς ζωῆς ἐν τῷ θυσιαστηρίῳ ἐρρίζωται, ὧδε τεσσάρων εὐαγγελικῶν ποταμῶν χριστόβρυτος μία πηγή, ὧδε τὸ τῆς παρθενίας ἀμάραντον ῥόδον, ὧδε τὸ τῆς εὐποιΐας ἀείζωον ἴον, ὧδε τὸ τῆς συζυγίας τῆς νομικῆς βοτρυοφόρον κλῆμα, ὧδε τὸ τῶν νεοφωτίστων λευκοφανὲς κρίνον κατὰ τὸ φάσκον ῥητόν·
000-00-00 Serial Number=0853923559
In sanctam Pelagiam Ante [Go Back]  
 [00024]  τεθραυσμένην γὰρ τὸ σῶμα καὶ πορνείαι παρα δόντες, ἀπολύσουσιν ἄτιμον, ὡς εἶναί μοι τὴν δυσπραγίαν διττήν, καὶ τῆς τοῦ σώματος χρείας βλαβείσης τῶι πτώματι καὶ τῆς παρθενίας παρ' ἐμοῦ συληθείσης.
000-00-00 Serial Number=0100563943
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00009]  παρθενίας δὲ ἄνθος οὐδαμοῦ παρ' αὐτοῖς, ἀλλ' ἀεὶ παρεχώρουν ἐνταῦθα τῶν πρωτείων ἡμῖν, ὁμολογοῦντες ἀνωτέρω τῆς φύσεως εἶναι τὸ κατόρθωμα, καὶ οὐδ' ἀνθρώπινον.
 [00013]  Τὸ δὲ αἴτιον τῶν κακῶν ἁπάντων, ὅτι μέχρι προσηγορίας τὸ πρᾶγμα ἕστηκε, καὶ ἐν τῷ σώματι τὸ πᾶν περιγέγραπται, ὅπερ ἔσχατον μέρος παρθενίας ἐστί·
 [00073]  Ἀλλ' ὑμεῖς αἱ τοῦτον ἀναδεξάμεναι τὸν βίον, καὶ τοῦ νυμφῶνος καταξιούμεναι καὶ τοῦ νυμφίου, καὶ φαιδρὰς ἔχουσαι τὰς λαμπάδας, καὶ τῷ τιμίῳ τῆς παρθενίας παντὸς διαδήματος βασιλικοῦ μᾶλλον κοσμούμεναι στεφάνῳ, δακρύσατε σὺν ἡμῖν καὶ πικρὸν ἀνοιμώξατε·
 [00333]  οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ κἂν ἁπλῶς περὶ παρθενίας γένηται λόγος, καὶ οὕτως αὐτὴν ἅπαντες ἐπαινέσονται, οὐχ οἱ κοσμίως ζῶντες μόνον, ἀλλὰ καὶ ἐκεῖνοι οἱ σπουδάσαντες καὶ πάντα πράξαντες ὥστε αὐτὴν ἑλεῖν, εἶτα καταφρονηθέντες καὶ ὑπεροφθέντες.
 [00367]  Εἰ δὲ αἱ μὴ ὠφελοῦσαι τοσαύτην ἔδοσαν δίκην, καὶ ταῦτα τῆς παρθενίας ἀκεραίου μενούσης, αἱ πρὸς τῷ μηδὲν ὠφελῆσαι καὶ τὰ μέγιστα ἀδικήσασαι ἑαυτὰς καὶ τοὺς συνοικοῦντας καὶ τοὺς σκανδαλισθέντας, καὶ πρὸ τούτων τὸ τοῦ νυμφίου καθυβρίσασαι ὄνομα, ποίαν ὑποστήσονται τιμωρίαν;
 [00446]  Ὅταν γὰρ μετὰ παρρησίας μάθῃ διαλέγεσθαι ἀνδρὶ, καὶ συγκαθέζεσθαι, καὶ ἀντιβλέπειν, καὶ γελᾶν παρόντος, καὶ πολλὰ ἕτερα ἀσχημονεῖν, καὶ μηδὲν ἡγῆται τοῦτο εἶναι δεινὸν, ἀναιρεῖται τὸ καταπέτασμα τῆς παρθενίας, καὶ πατεῖται τὸ ἄνθος.
 [00453]  τὸ Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει λέλυταί σοι διὰ τῆς παρθενίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»