Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παράδεισον [198]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παράδεισον


000-00-00 Serial Number=0585350335
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00071]  Ποιήσας δὲ αὐτὸν καὶ ἐν τοσαύτῃ καταστήσας τιμῇ, καθάπερ βασίλεια βασιλεῖ τὸ κάλλιστον τῶν ἐπὶ γῆς ἀπέταξε τὸν παράδεισον.
000-00-00 Serial Number=0228121996
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00173]  Οὐδενὸς τῶν παρ' ἡμῶν δεόμενος, ἀλλ' αὐτὸς ἀρκῶν ἑαυτῷ, οὐκ ὄντας ἡμᾶς εἰς τὸ εἶναι παρήγαγε, ψυχὴν ἐνέπνευσεν, οἵαν οὐδενὶ τῶν ἐπὶ τῆς γῆς, παράδεισον ἐφύτευσεν, οὐρανὸν ἔτεινε, γῆν ὑπεστόρεσε, φωστῆρας ἀνῆψε λαμπροὺς, καὶ τὴν μὲν γῆν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς καὶ ἄνθεσι κατεκόσμησε καὶ φυτοῖς, τὸν δὲ οὐρανὸν τῷ ποικίλῳ τῶν ἄστρων καταστίξας χορῷ, τῆς ἡμέρας ἡμῖν οὐχ ἧττον τὴν νύκτα χρησιμωτέραν εἰργάσατο διὰ τὴν ἐκ τοῦ ὕπνου ἐγγινομένην ἀνάπαυσιν καὶ ἰσχύν.
000-00-00 Serial Number=0618105352
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00140]  καὶ ὁ λῃστὴς δὲ οὐκ ἐν χρόνῳ μακρῷ τὴν εἰς τὸν παράδεισον εἴσοδον ἤνυσεν, ἀλλ' ὅσην ἄν τις ἀναλώσειεν ὥραν ῥῆμα φθεγγόμενος ἕν, ἐν τοσαύτῃ ῥοπῇ τὰ ἐν παντὶ τῷ βίῳ ἡμαρτημένα ἀπολυσάμενος καὶ πρὸ τῶν ἀποστόλων τὸ τῆς εὐδοκιμήσεως βραβεῖον ἐλάμβανεν.
000-00-00 Serial Number=0430760264
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00041]  οὐκ εἰς παράδεισον ἡρπάγη;
000-00-00 Serial Number=0232480586
Ad populum Antiochenum Ante [Go Back]  
 [00108]  Καὶ γὰρ ἐκεῖνος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ ἀκούσας ῥήματα ἄῤῥητα, καὶ μυστηρίων κοινωνήσας τοιούτων, καὶ τὴν οἰκουμένην ἅπασαν ἐπιδραμὼν καθάπερ τις ὑπόπτερος, Κορινθίοις ἐπιστέλλων ἔλεγε·
 [00200]  οὗτος δὲ εἰπὼν, ὅτι Ἡρπάγην εἰς τρίτον οὐρανὸν, καὶ εἰς τὸν παράδεισον ἀπηνέχθην, ἐπήγαγε λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν ἵνα με κολαφίζῃ.
 [00206]  ἀλλ' ἐπειδὴ ἡρπάγην εἰς τρίτον οὐρανὸν καὶ ἀπηνέχθην εἰς τὸν παράδεισον, ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων τούτων ἐπαρθῶ καὶ μέγα φρονήσω, συνεχώρησε τοὺς διωγμοὺς τούτους, καὶ τοὺς ἀγγέλους τοῦ σατανᾶ ἀφῆκε κολαφίζειν με διὰ τῶν διωγμῶν καὶ τῶν θλίψεων, ἵνα μὴ ὑπεραίρωμαι.
 [00841]  ὅτε δὲ ἐπίπονον καὶ ἐπίμοχθον ὁ Ἀπόστολος, καὶ ἔλεγεν, Ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενος, τότε ἀπῆλθεν εἰς τὸν παράδεισον, καὶ εἰς τρίτον ἀνῆλθεν οὐρανόν.
 [02414]  καὶ οὐ τούτῳ μόνον ἐτίμησεν ἡμῶν τὴν φύσιν, ἀλλὰ καὶ αὐτῇ τοῦ χωρίου τῇ προεδρίᾳ ἐξαίρετον οἰκητήριον ἀποτάξας ἡμῖν τὸν παράδεισον, καὶ λόγον δοὺς καὶ ψυχὴν ἀθάνατον χαρισάμενος.
 [03239]  ἀλλ' εἰ βούλει μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἡμῖν τὸ σῶμα ἔπλασεν ὁ Θεὸς, ἐπὶ τὸν παράδεισον ἔλθωμεν, καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν.
 [04590]  καίτοι πολλὰ αὐτὸν ἕτερα λαμπρὸν ποιεῖ, τὸ εἰς οὐρανὸν ἁρπαγῆναι τρίτον, τὸ εἰς παράδεισον ἀπενεχθῆναι, τὸ ἀκοῦσαι ἄῤῥητα ῥήματα·
 [05260]  Ἔθηκε γὰρ αὐτὸν, φησὶν, ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον.
 [06008]  Ὅτε γὰρ τὸν ἄνθρωπον ἐποίησεν ὁ Θεὸς καὶ εἰς τὸν παράδεισον εἰσήγαγε καὶ πολλῆς ἠξίωσε τιμῆς, οὐ φέρων τὴν τοσαύτην εὐημερίαν ὁ διάβολος ἐβάσκηνέν τε αὐτῷ καὶ τῆς δοθείσης ἐξέβαλε προεδρίας.
000-00-00 Serial Number=0545764446
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00322]  μετὰ ταῦτα εἰς παράδεισον ἡρπάγη·
000-00-00 Serial Number=0138078392
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00101]  καὶ γὰρ τῇ Παρασκευῇ, ἐνάτῃ ὥρᾳ, ὁ λῃστὴς εἰς τὸν παράδεισον εἰσῆλθε καὶ τὸ σκότος κατελύθη τὸ ἀπὸ τῆς ἕκτης ὥρας ἕως τῆς ἐνάτης, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητὸν φῶς τότε ὑπὲρ τῆς οἰκουμένης ἀνηνέχθη θυσία·
000-00-00 Serial Number=0702139974
Contra haereticos Ante [Go Back]  
 [00061]  σὲ εἰς παράδεισον ἄξει ὁ Πατήρ·
000-00-00 Serial Number=0174444973
De Chananaea Ante [Go Back]  
 [00103]  ∆ύνασαι παράδεισον συλῆσαι.
 [00527]  ὁ λῃστὴς ἐσταυρώθη, καὶ οὐκ ἐκώλυσεν ὁ σταυρὸς, ἀλλὰ παράδεισον ἤνοιξεν·
000-00-00 Serial Number=0701560736
De Lazaro Ante [Go Back]  
 [02462]  Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθὼν, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατώτερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύων, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθὼν, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει·
000-00-00 Serial Number=0975621164
De Susanna Ante [Go Back]  
 [00044]  Συνέβη οὖν ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τὴν Σουσάνναν εἰσελθεῖν εἰς τὸν παράδεισον τοῦ ἀνδρὸς, λούσασθαι κατὰ τὸ καῦμα·
000-00-00 Serial Number=0524716735
De circo Ante [Go Back]  
 [00094]  Ταύτῃ τῇ νίκῃ καὶ τὸν παράδεισον οἷα λοῦτρον πάνδημον ἀνοῖξαι δυνηθήσῃ, ἔνθα ποταμοὶ τέσσαρες, ὕδωρ πολὺ, ὡς ἐν λούτρῳ, ἐν τόπῳ χλόης, ὅπως καὶ σὺ εὐκαίρως λέγῃς·
000-00-00 Serial Number=0951099455
De cruce et latrone Ante [Go Back]  
 [00021]  [4] Σήμερον ἀδελφοὶ Ἀδὰμ ἐξεβλήθη τοῦ παραδείσου διὰ τὴν παρακοήν, σήμερον πάλιν εἰσάγεται εἰς τὸν παράδεισον.
 [00040]  Εἰσῆλθεν ὁ λῃστὴς εἰς τὸν παράδεισον.
 [00049]  ἵνα κληρονομήσῃς παράδεισον, ἀλλὰ «δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω».
 [00060]  [9] Ταῦτα δὲ λέγω οὐ τοὺς προφήτας ἐξουθενῶν ἀλλ' ὑπὲρ τοῦ λαβόντος τὸν παράδεισον ἀπολογούμενος.
000-00-00 Serial Number=0888442993
De cruce et latrone i Ante [Go Back]  
 [00066]  Τὸν παράδεισον πεντακισχίλια ἔτη καὶ πλείω κεκλεισμένον σήμερον ἡμῖν ἠνέῳξεν.
 [00068]  ἓν μὲν, ὅτι παράδεισον ἠνέῳξεν, ἕτερον δὲ, ὅτι λῃστὴν εἰσήγαγε.
 [00072]  ἐσταύρωσαι καὶ προσήλωσαι, καὶ παράδεισον ἐπαγγέλλῃ;
 [00078]  Καίτοι τὰ χερουβὶμ ἐτήρει τὸν παράδεισον·
 [00083]  Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησε, καὶ εἰς τὴν ἱερὰν εἰσερχόμενος πατρίδα, μεθ' ἑαυτοῦ τὸν λῃστὴν εἰσάγει, οὐ καταπατῶν τὸν παράδεισον, οὐδὲ καταισχύνων τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ μᾶλλον τιμῶν τὸν παράδεισον·
 [00095]  Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸν λῃστὴν τοῦτον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν, ὃν οὐκ ἐπῃσχύνθη ὁ ∆εσπότης ὁ ἡμέτερος πρῶτον εἰσαγαγεῖν εἰς τὸν παράδεισον·
 [00173]  Ἐξωμολογήσατο, καὶ τὸν παράδεισον ἠνέῳξεν·
000-00-00 Serial Number=0114437282
De cruce et latrone ii Ante [Go Back]  
 [00086]  Τὸν παράδεισον ἀποκεκλεισμένον σήμερον ἀνέῳξε·
 [00088]  ∆ύο τὰ μέγιστα κατορθώματα, καὶ τὸν παράδεισον ἀνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγεν·
 [00092]  ἐσταύρωσαι καὶ προσήλωσαι ἐν τῷ σταυρῷ ἥλοις, καὶ παράδεισον ἐπαγγέλλῃ;
 [00106]  Τὰ χερουβὶμ τηρεῖ τὸν παράδεισον καὶ ἡ φλογίνη [49.410] ῥομφαία, καὶ σὺ τῷ λῃστῇ τὴν ἐκεῖ εἴσοδον ἐπαγγέλλῃ;
 [00114]  Εἰς τὴν ἱερὰν γὰρ εἰσιὼν πατρίδα, τὸν λῃστὴν μεθ' ἑαυτοῦ εἰσφέρει, οὐχὶ ἀτιμάζων τὸν παράδεισον, μὴ γένοιτο, τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ ταύτῃ μᾶλλον τιμῶν.
 [00121]  τοῦ γὰρ εἰς τὸν παράδεισον εἰσελθεῖν μείζων τιμὴ τὸ μετὰ τοῦ ∆εσπότου εἰσελθεῖν.
 [00130]  Μὴ παραδράμωμεν ἁπλῶς τὸ εἰρημένον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν τὸν λῃστὴν, ὃν οὐκ ἐπῃσχύνθη ὁ ∆εσπότης ὁ ἡμέτερος πρῶτον εἰς τὸν παράδεισον εἰσαγαγεῖν·
 [00233]  Ἰδοὺ γὰρ καὶ οὗτος ἐξωμολογήσατο, καὶ τὸν παράδεισον εὗρεν ἀνεῳγμένον·
000-00-00 Serial Number=0259879708
De diabolo tentatore Ante [Go Back]  
 [00116]  Ἔδωκε τὸν παράδεισον·
 [00142]  Καὶ εἰ χρήσιμον ἦν, φησὶ, τὸ ἐκπεσεῖν τοῦ παραδείσου, τίνος ἕνεκεν ἐδίδου παρὰ τὴν ἀρχὴν τὸν παράδεισον ὁ Θεός;
 [00151]  Ἔδωκε τῷ ἀνθρώπῳ τὸν παράδεισον·
 [00155]  Ὁρᾷς ὅτι οὐ τὸ δοῦναι τὸν παράδεισον, ἀλλὰ καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, τῆς μεγίστης κηδεμονίας ἦν;
 [00860]  καὶ γὰρ οὐκ ὄντα τὸν ἄνθρωπον ἔπλασε, καὶ ψυχὴν ἐνέπνευσε, καὶ κατ' εἰκόνα αὐτὸν ἐποίησεν, ἄρχοντα τῶν ἐπὶ γῆς ποιήσας ἁπάντων, καὶ βοηθὸν ἐχαρίσατο, καὶ παράδεισον ἐφύτευσε, καὶ τὴν χρῆσιν τῶν λοιπῶν ἐπιτρέψας δένδρων, ἑνὸς ἀπηγόρευσε μὴ ἅψασθαι μόνου·
 [00881]  οὐκ ἀπέβαλε παῖδας, οὐκ ἀπώλεσε χρήματα ὁ Ἀδὰμ, οὐκ ἐπὶ κοπρίας ἐκάθητο, ἀλλὰ παράδεισον ᾤκει τρυφῆς, καὶ δένδρων ἀπήλαυε παντοδαπῶν καὶ πηγῆς καὶ ποταμῶν καὶ τῆς ἄλλης ἀδείας ἁπάσης.
000-00-00 Serial Number=0540776551
De eleemosyna [4] Ante [Go Back]  
 [00013]  Ἔσω καθημένου σου εἰς τὴν οἰκίαν, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει σοι·
 [00014]  ∆ὸς ἄρτον, καὶ λάβε παράδεισον·
 [00017]  Ἀλλὰ σὺ λέγεις μὴ θέλων ἀγοράσαι τὸν παράδεισον τοῦ Θεοῦ.
 [00021]  μόνον ἀγόρασαι τὸν παράδεισον·
 [00024]  καὶ πάλιν ἄλλην χήραν τὴν ἐν τῷ Εὐαγγελίῳ μνημονευομένην, τὴν μηδὲν ἔχουσαν ἄλλο, εἰ μὴ δύο λεπτὰ μόνον, καὶ ταῦτα βαλοῦσα ἐν τῷ γαζοφυλακίῳ ἠγόρασε τὸν παράδεισον.
000-00-00 Serial Number=0983913660
De eleemosyna [5] Ante [Go Back]  
 [00054]  Ἀλλ' ἔσω καθημένου σου ἐν τῇ οἰκίᾳ, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει·
 [00055]  ∆ὸς ἄρτον, καὶ λάβε παράδεισον·
 [00058]  Ὅσου θέλεις ἀγόρασον τὸν παράδεισον ∆ὸς ἄρτον.
 [00063]  Μόνον ἀγόρασον τὸν παράδεισον.
 [00066]  Καὶ πάλιν ἄλλη χήρα, ἡ ἐν τῷ Εὐαγγελίῳ μνημονευομένη, μηδὲν ἔχουσα ἄλλο, εἰ μὴ δύο λεπτὰ καὶ μόνον, καὶ ἐκεῖνα ἔβαλεν ἐν τῷ γαζοφυλακίῳ, καὶ ἠγόρασεν τὸν παράδεισον.
 [00068]  Οὐ χρηματίζει ὁ πωλῶν τὸν παράδεισον, ἀλλὰ ψυχὴν ἐλεήμονα καὶ καρδίαν εὐπροαίρετον.
000-00-00 Serial Number=0484519422
De gloria in tribulationibus Ante [Go Back]  
 [00097]  Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου·
000-00-00 Serial Number=0430150867
De jejunio sermones 1 Ante [Go Back]  
 [00239]  Νηστεία τῶν Χερουβὶμ ὁμοδίαιτος, νηστεία τῶν Σεραφὶμ σύσκηνος, νηστεία τὸν Ἐνὼχ εἰς παράδεισον ᾤκισεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0438410342
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00002]  [1.1] Οὐκ ἄν τις ἁμάρτοι λειμῶνα ἀρετῶν καὶ παράδεισον πνευματικὸν καλέσας τὴν Παύλου ψυχήν, οὕτω πολὺ μὲν ἤνθει τῇ χάριτι, ἀξίαν δὲ τῆς χάριτος ἐπεδείκνυτο τῆς ψυχῆς τὴν φιλοσοφίαν.
 [00234]  Εἰς παράδεισον ἥρπασεν, εἰς τρίτον ἀνήγαγεν οὐρανόν, ἀπορρήτων ἐποίησε κοινωνὸν τοιούτων, ἃ μηδενὶ τῶν τὴν ἀνθρωπίνην λαχόντων φύσιν θέμις εἰπεῖν.
000-00-00 Serial Number=0315670490
De mutatione nominum Ante [Go Back]  
 [00440]  τοιοῦτον δὲ ἦν τὸ χωρίον ἐκεῖνο, ἐν ᾧ τὸν παράδεισον ἐφύτευσεν ὁ Θεός.
 [00441]  Ἐφύτευσε γὰρ τὸν παράδεισον ὁ Θεὸς, φησὶν, ἐν Ἐδὲμ κατὰ ἀνατολάς·
 [00446]  Ὥσπερ γὰρ αὕτη ἡ γῆ μὴ δεξαμένη σπέρματα ἐβλάστησεν ἡμῖν τὸν παράδεισον·
000-00-00 Serial Number=0665274322
De nativitate Ante [Go Back]  
 [00033]  Γεννᾶται ἐκ Μαρίας, ἵνα τὸν ἀπατήσαντα τὴν Εὔαν ὄφιν ἀποκτείνῃ, ἵνα τὸν Ἀδὰμ διὰ τοῦ λῃστοῦ εἰς τὸν παράδεισον εἰσαγάγῃ, ἵνα τὸ σῶμα αὐτοῦ καὶ τὸ αἷμα εἰς ἄφεσιν ἁμαρτιῶν ἡμῖν χαρίσηται.
000-00-00 Serial Number=0609809995
De nativitate Joannis Baptistae [2] Ante [Go Back]  
 [00098]  Οὗτος τὴν ἔρημον οὐρανὸν κατεσκεύασεν, οὗτος τὴν οἰκουμένην θεοῦ παράδεισον ἔδειξε τῇ τοῦ βαπτίσματος ποτιζόμενον χάριτι.
000-00-00 Serial Number=0983661473
De paenitentia [1] Ante [Go Back]  
 [00091]  Ὁ λῃστὴς πάλιν μετὰ τοσαύτην κακίαν, ἐπειδὴ μὴ ἀπέγνω, πρὸ τῶν ἄλλων ἁπάντων εἰς τὸν παράδεισον εἰσῆλθεν·
 [00695]  ∆ὸς ἄρτον, καὶ λαβὲ παράδεισον·
 [01916]  Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὰ μεγέθη τῶν ὀρέων, τὰς πεδιάδας, τὰς φάραγγας, τὰς νάπας, τὰς ὕλας, τὰ βλαστήματα, πηγὰς, ποταμοὺς, παράδεισον, πᾶσαν τὴν ὁρωμένην ποικιλίαν, τὴν θάλατταν ταύτην τὴν μεγάλην καὶ εὐρύχωρον, τὰς νήσους, τὰς παραλίους χώρας, καὶ τὰς μεσογείους·
 [02267]  αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται διὰ δὴ τοῦτο συνεχῶς τὸν περὶ τούτου κινῶ λόγον, ὥσπερ καὶ τὸ θαῤῥεῖν ποιεῖ ὑποσκελίζεσθαι.
 [02415]  Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ' εἰς τὸν παράδεισον εἰσάγει αὐτὸν δίκαιον.
000-00-00 Serial Number=0677231550
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00016]  ὅπου λῃστὴς εἰς παράδεισον εἰσοικίζεται, καὶ πόρνη καθαρωτέρα τῶν ἄστρων εὑρίσκεται·
 [00024]  τὸν ἁρπαγέντα ἕως τοῦ τρίτου οὐρανοῦ, καὶ πάλιν εἰς τὸν παράδεισον·
 [00145]  τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, τὸν τελώνην εὐαγγελιστὴν εἰργάσατο, τὸν ὑβριστὴν καὶ [64.15] βλάσφημον Παῦλον ἀπόστολον τῆς οἰκουμένης πεποίηκεν, ἵνα καὶ σὺ μὴ ἀπογνῷς ἁμαρτάνων, ἀλλ' ἐξομολογούμενος τὴν θεραπείαν ὑποδέξῃ.
000-00-00 Serial Number=0838647783
De paenitentia sermo 2 Ante [Go Back]  
 [00225]  ἐδώκατέ μοι ἀργύριον, λάβετε τὸν παράδεισον τῆς τρυφῆς·
 [00274]  εἰς τὸν ἐμὸν παράδεισον πονηρὸς ἢ βλάσφημος ἢ πανοῦργος οὐκ ἔρχεται·
000-00-00 Serial Number=0565519691
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00121]  Τίς δὲ ἕτερος ἀλλ' ἢ ὁ σκηνοποιὸς ἐκεῖνος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ γῆν καὶ θάλασσαν καθάπερ ὑπόπτερος περιδραμὼν, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ νυμφαγωγὸς τοῦ Χριστοῦ, ὁ τῆς Ἐκκλησίας φυτουργὸς, ὁ σοφὸς ἀρχιτέκτων, ὁ κῆρυξ, ὁ δρομεὺς, ὁ ἀγωνιστὴς, ὁ στρατιώτης, ὁ παιδοτρίβης, ὁ πανταχοῦ τῆς οἰκουμένης ὑπομνήματα τῆς οἰκείας ἀρετῆς καταλιπὼν, ὁ πρὸ τῆς ἀναστάσεως εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, ὁ εἰς παράδεισον ἀπενεχθεὶς, ὁ ἀποῤῥήτων κοινωνήσας τῷ Θεῷ μυστηρίων, ὁ τοιαῦτα ἀκούσας καὶ λαλήσας, ἃ ἀνθρωπίνῃ φύσει λαλῆσαι οὐκ ἔνι, ὁ καὶ χάριτος πλείονος ἀπολαύσας, καὶ μείζονα κόπον ἐπιδειξάμενος;
 [00287]  ἐπειδὴ δὲ καὶ ἐταπείνωσεν ἑαυτὸν, πάντα εἰς ὕψος ἀνήγαγε, κατάραν ἠφάνισε, θάνατον ἔσβεσε, παράδεισον ἤνοιξεν, ἁμαρτίαν ἐνέκρωσεν, οὐρανοῦ ἁψῖδας ἀνεπέτασε, τὴν ἀπαρχὴν ἡμῶν εἰς οὐρανὸν ἀνήγαγε, τὴν οἰκουμένην εὐσεβείας ἐπλήρωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν ἀπαρχὴν ἡμῶν εἰς θρόνον ἀνεβίβασε βασιλικὸν, τὰ μυρία ἀγαθὰ εἰργάσατο, ἃ μήτε ἐγὼ, μήτε πάντες ἄνθρωποι δύναιντ' ἂν τῷ λόγῳ παραστῆσαι.
000-00-00 Serial Number=0939042151
De profectu evangelii Ante [Go Back]  
 [00023]  ἡ δὲ ταπεινοφροσύνη καὶ τῶν οἰκείων ἁμαρτημάτων ἡ ἐπίγνωσις εἰς παράδεισον τὸν λῃστὴν εἰσήγαγε πρὸ τῶν ἀποστόλων.
000-00-00 Serial Number=0593560219
De prophetiarum obscuritate Ante [Go Back]  
 [00496]  Ἔδωκέ μοι τὸν παράδεισον, καὶ ἐξέβαλέ με τοῦ παραδείσου·
 [00527]  Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι τὸν οὐρανόν.
 [00530]  Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν·
 [00536]  Ἐπεὶ οὖν ἀπώλεσας παράδεισον, οὐχὶ τὸν οὐρανόν σοι δέδωκε μόνον, ἀλλὰ καὶ παράδεισον καὶ οὐρανόν.
000-00-00 Serial Number=0992249668
De regressu Ante [Go Back]  
 [00029]  [8] ∆ιὰ ταῦτα χαίρω ὅτι ἀπέλαβον τὸν παράδεισον τὸν ἐμόν, παράδεισον ἐκείνου τοῦ παραδείσου βελτίονα.
 [00104]  ὁ Φίλιππος ἐν ὁδῷ ἐβάπτισεν, ὁ Παῦλος ἐν δεσμωτηρίῳ, ὁ Χριστὸς τὸν λῃστὴν εἰς παράδεισον εἰσήγαγεν.
 [00135]  παράδεισον ἤνοιξεν εὐχή·
000-00-00 Serial Number=0646950364
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04814]  Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς τὸ δεσμωτήριον ἐνεβλήθη·
 [05485]  αὕτη οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐστὶν ἐρημοτέρα.
 [07160]  Καὶ οἱ λῃσταὶ δὲ ἀμφότεροι παρὰ τὴν ἀρχὴν ὠνείδιζον αὐτὸν, ἀλλ' ἡνίκα ὁ εὐγνώμων εἰς συναίσθησιν ἐλθὼν εἴρηκε, Μνήσθητί μου, Κύριε, τὸν παράδεισον αὐτῷ πρὸ πάντων ἀνέῳξε.
 [07419]  Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη, καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς
 [08355]  καὶ ἡ φύσις, [63.822] δι' ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, τῷ Θεῷ ἥνωται σήμερον.
 [08387]  Ποιήσας δὲ αὐτὸν, καὶ ἐν τοσαύτῃ καταστήσας τιμῇ, καθάπερ βασίλεια βασιλεῖ, τὸ κάλλιστον τῶν ἐπὶ τῆς γῆς ἀπέταξε τὸν παράδεισον.
 [08737]  αὕτη τὸν οὐρανὸν ἀνοίγει, αὕτη εἰς τὸν παράδεισον εἰσάγει, αὕτη τοῦ διαβόλου περιγίνεται.
 [08890]  Οὐκ εἶπεν, Ἀπαλλάττω σε κολάσεως καὶ τιμωρίας, ἀλλ' εἰς τὸν παράδεισον εἰσάγει τὸν δίκαιον.
 [08937]  Ὁ λῃστὴς πάλιν μετὰ τοσαύτην κακίαν ἐπειδὴ μὴ ἀπέγνω, πρὸ τῶν ἄλλων ἁπάντων εἰς τὸν παράδεισον εἰσῆλθεν.
 [09100]  ∆ιά τοι τοῦτο οὐκ ἄν τις ἁμάρτοι λειμῶνα ἀρετῶν καὶ παράδεισον πνευματικὸν καλέσας τὴν Παύλου ψυχήν·
 [09760]  Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
 [09999]  Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
000-00-00 Serial Number=0318041146
Epistulae Ante [Go Back]  
 [02596]  σὺ δὲ αὐτὴν καὶ ἀπὼν παράδεισον εἶναι πεποίηκας.
000-00-00 Serial Number=0836690187
Fragmenta in Proverbia Ante [Go Back]  
 [01799]  Εἶτα κατὰ πνευματικὴν θεωρίαν, τὴν ἀνθρωπότητα νόει, παραλαμβανομένην ἐκ τοῦ κατ' ἀντικρὺ τόπου τοῦ παραδείσου, ἵνα ἀγαλματοφοροῦσα εἰς τὸν παράδεισον εἰσέλθῃ.
000-00-00 Serial Number=0372478902
Homilia de capto Eutropio Ante [Go Back]  
 [00709]  Ἀπώλεσας, λέγει, παράδεισον;
 [00905]  Καὶ γὰρ ὡς γυναῖκα ἡρμόσατο, καὶ ὡς θυγατέρα φιλεῖ, καὶ ὡς δούλης προνοεῖ, καὶ ὡς παρθένον τηρεῖ, καὶ ὡς [52.411] παράδεισον τειχίζει, καὶ ὡς μέλος περιέπει, καὶ ὡς κεφαλὴ προνοεῖ, καὶ ὡς ῥίζα φυτεύει, καὶ ὡς ποιμὴν βόσκει, καὶ ὡς νυμφίος ἁρμόζεται, καὶ ὡς ἱλαστήριον συγχωρεῖ, καὶ ὡς πρόβατον θύεται, καὶ ὡς νυμφίος διατηρεῖ ἐν κάλλει, καὶ ὡς ἀνὴρ προνοεῖ τῆς κηδεμονίας.
 [00972]  Νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, χαλινουμένην θάλασσαν, παραλυτικὸν σφιγγόμενον, παράδεισον ἀνοιγόμενον, ἄρτους πηγάζοντας, ἁμαρτήματα λυόμενα, χωλὸν πηδῶντα, λῃστὴν παραδείσου πολίτην γενόμενον, τελώνην εὐαγγελιστὴν γενόμενον, παρθένου σεμνοτέραν τὴν πόρνην.
000-00-00 Serial Number=0427405238
In Acta apostolorum Ante [Go Back]  
 [06934]  Ἀλλ' εἰ παράδεισον ἔχοιμεν, βουλοίμεθα ἂν ῥοιὰς, ἐλαίας ἔχειν καρπίμους πολλῷ μᾶλλον ἢ ταῦτα·
000-00-00 Serial Number=0463248789
In Christi ascensionem Ante [Go Back]  
 [00009]  Σήμερον ὁ διὰ τὴν παρακοὴν Ἀδὰμ ἐξορισθεὶς ἐκ τοῦ παραδείσου ἄνθρωπος διὰ τοῦ δευτέρου Ἀδὰμ οὐκ εἰς παράδεισον γῆς, «ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν ἀνῆλθεν·» κατὰ τὸν μακάριον Παῦλον, «ἐμφανισθῆναι νῦν τῷ προσώπῳ τοῦ Θεοῦ».
000-00-00 Serial Number=0191350460
In Genesim sermo 3 Ante [Go Back]  
 [00187]  Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε·
 [00314]  καὶ προσέταξε Κύριος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὸν Ἐδὲμ παράδεισον, καὶ ἀδιάβατον τηρεῖν τὴν εἴσοδον, ἵνα μή τις τῶν σάρκα φορούντων καὶ τὴν παχύτητα τοῦ σώματος περικειμένων διέλθῃ ταύτης τὴν πύλην.
000-00-00 Serial Number=0187648475
In Genesim sermones Ante [Go Back]  
 [00729]  καὶ οὐχὶ παράδεισον, ἀλλ' αὐτὸν ἀνοίγω σοι τὸν οὐρανὸν, καὶ οὐδὲν ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς ἀφίημί σε παθεῖν δεινόν.
 [01082]  ὁ Χριστὸς λῃστὴν μυρία φορτία ἁμαρτημάτων βαστάζοντα οὕτως εἰσήγαγεν εἰς τὸν παράδεισον.
 [01083]  Ἆρ' οὖν τοῦτο μόνον τὸ θαῦμά ἐστιν, ὅτι λῃστὴν εἰσήγαγεν εἰς παράδεισον, ἄλλο δὲ οὐδέν;
 [01089]  Οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ' ἀπὸ ψιλοῦ ῥήματος, ἀπὸ πίστεως μόνης πρὸ τῶν ἀποστόλων εἰσεπήδησεν εἰς τὸν παράδεισον, ἵνα μάθῃς ὅτι οὐχ ἡ ἐκείνου εὐγνωμοσύνη τοσοῦτον ἴσχυσεν, ὅσον τοῦ ∆εσπότου ἡ φιλανθρωπία τὸ πᾶν ἐποίησε.
 [01127]  Εἰσῆλθεν οὖν, φησὶν, εἰς τὸν παράδεισον ὁ λῃστὴς οὐ μετὰ τοῦ σώματος·
 [01151]  Εἰσῆλθεν εἰς τὸν παράδεισον ὁ λῃστὴς, φησί.
 [01157]  τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουσε, καὶ καρδία ἀνθρώπου ἐδέξατο·
 [01160]  Οὐ γὰρ εἰς παράδεισον ἐπαγγέλλεται εἰσαγαγεῖν ἡμᾶς ὁ Θεὸς, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν·
 [01165]  Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι ὁ Θεὸς τὸν οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος.
 [01166]  Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν·
 [01175]  καὶ οὐκ ἔτι παράδεισον ἐπαγγέλλεται πρὸς αὐτὸν, ἀλλὰ βασιλείαν οὐρανῶν.
 [01178]  Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ [54.615] δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Εἰ τοίνυν βασιλείαν οὐρανῶν ἐπηγγείλατο, εἰς παράδεισον δὲ εἰσήγαγε τὸν λῃστὴν, οὐδέπω ἀπέδωκεν αὐτῷ τὰ ἀγαθά.
 [01180]  Τὸν παράδεισον, φασὶν, ἐνταῦθα, οὐ τὸν παράδεισον εἶπεν, ἀλλὰ τῷ τοῦ παραδείσου ὀνόματι τὴν βασιλείαν τῶν οὐρανῶν ὠνόμασεν.
000-00-00 Serial Number=0594445348
In Joannem Ante [Go Back]  
 [00097]  Ἀλλ' ὅμως εἰς τὸ ἄκρον τῆς ἀρετῆς εὐθέως ἔφθασε, καὶ εἰς αὐτὸν ἐχώρησε τὸν παράδεισον·
 [04509]  τότε παράδεισον ἔδωκε τὴν δίαιταν, νῦν δὲ τὸν οὐρανὸν ἡμῖν ἀνέῳξε·
 [05825]  Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη.
000-00-00 Serial Number=0374481976
In Petrum et Paulum Ante [Go Back]  
 [00037]  ὁ ὀξύδρομος δρομεὺς, ὁ εἰς οὐρανὸν ἀνιπτάμενος ἀετὸς, ὁ θείας χάριτος πεπληρωμένος, ὁ μαρτυρούμενος ὑπὸ τοῦ Κυρίου βαστάζειν τὸ ὄνομα αὐτοῦ ἐνώπιον πάσης τῆς οἰκουμένης, ὁ τριώροφον οὐρανὸν διελθὼν, καὶ εἰς παράδεισον εἰσελθὼν, καὶ μέχρι τῆς ∆εσποτικῆς καὶ ἀπερινοήτου καθέδρας ἀναβὰς, καὶ ἀκούσας τῶν ἀποῤῥήτων μυστηρίων, ὧν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
000-00-00 Serial Number=0470590353
In Psalmum 092 Ante [Go Back]  
 [00122]  ὁ δὲ Ἀδὰμ ὀλιγωρήσας ἐξωλίσθησεν εἰς τὸν τοῦ ᾅδου πυθμένα, ἀντὶ βασιλείας πτωχείαν ἐπισπασάμενος, ὡς γενέσθαι τὸν δεσπότην δοῦλον, τὸν παντάρχην προσαιτὴν, τὸν εὐπρέπειαν ἠμφιεσμένον, μηδὲ ῥάβδου εὐποροῦντα, τὸν φιλικῇ συντυχίᾳ καθ' ἑκάστην τῷ Θεῷ συνδιατρίβοντα, ὡς κλέπτην ὑπὸ δένδρον κρυπτόμενον, τὸν δεξάμενον τὸν παράδεισον ἐνδιαίτημα, ἐξόριστον τοῦ παραδείσου γενόμενον, καὶ κατ' ἀντικρὺ τοῦ παραδείσου παροικιζόμενον, ἵνα βλέπων τὴν ζημίαν τοῦ παραδείσου, μὴ παύσηται μεμφόμενος τὴν ματαίαν συμβουλίαν.
000-00-00 Serial Number=0561110437
In Rachelem et infantes Ante [Go Back]  
 [00058]  ὁρᾷ τὰ κλεῖθρα τοῦ ᾅδου συντριβόμενα, καὶ τὸν Ἀδὰμ πάλιν εἰς παράδεισον ἀνακοντιζόμενον, καὶ ταράττεται λίαν·
000-00-00 Serial Number=0090514541
In Romanum martyrem Ante [Go Back]  
 [00095]  πειραταὶ τὸ σκάφος περιστοιχίζονται, λύκοι πολιορκοῦσι τὸ ποίμνιον, λῃσταὶ τὴν παστάδα τὴν σὴν διορύττουσι, μοιχικὰ συρίγματα τὴν σὴν νύμφην περικτυπεῖ, πάλιν ὁ [50.616] ὄφις τοιχωρυχεῖ τὸν παράδεισον·
000-00-00 Serial Number=0286909163
In Samaritanam Ante [Go Back]  
 [00189]  ∆ιὰ γὰρ τοῦτο παρεγενόμην, οὐχ ἵνα μόνην τὴν Εὔαν σώσω διὰ τῆς ἀειπαρθένου Μαρίας καὶ θεοτόκου, ἀλλ' ἵνα καὶ τὸν ἄνδρα δι' ἐμοῦ εἰς τὸν παράδεισον πάλιν ἀνακαλέσωμαι.
 [00318]  Ὃ ἐποίησε Παύλῳ μόνῳ, τῷ ἕως τρίτου οὐρανοῦ ἀνελθόντι, τῷ ἁρπαγέντι εἰς τὸν παράδεισον, καὶ ἄῤῥητα ῥήματα ἀκούσαντι, τῷ τὴν οἰκουμένην σαγηνεύσαντι, τοῦτο προλαβὼν καὶ τῇ Σα μαρείτιδι πεποίηκεν.
000-00-00 Serial Number=0781404495
In adorationem venerandae crucis Ante [Go Back]  
 [00134]  Ὁ δὲ υἱὸς γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, δέδωκεν ἡμῖν τῆς κατὰ τοῦ θανάτου νίκης τρόπαιον, ἵνα σὺν αὐτῷ διὰ τῆς σοφίας τοῦ Πνεύματος προκαθελόντος ἀρχάς τε καὶ ἐξουσίας, χειρωσώμεθα τὸν ἐχθρὸν, καὶ δήσωμεν τὸν ἰσχυρὸν, καὶ διαρπάσωμεν αὐτοῦ τὰ σκεύη, καὶ λοιπὸν ἀφόβως ἐργασώμεθα τὸν παράδεισον τοῦ Θεοῦ, καὶ τὸν θησαυρὸν ἀνορύξωμεν τοῦ ἀγροῦ, καὶ τὸν πολύτιμον ἐμπορευσώμεθα μαργαρίτην, ἐμπρέπειν τὴν σφραγῖδα μέλλοντα τοῦ σταυροῦ, καὶ τὴν ἡμέραν τῆς κτίσεως.
 [00140]  διὰ σταυροῦ ὁ λῃστὴς ἐτυμβωρύχησε τὸν παράδεισον.
000-00-00 Serial Number=0734380901
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00080]  Ἄπελθε πρὸς τὸν λογικόν μου παράδεισον·
000-00-00 Serial Number=0503564477
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00016]  Οἱ γὰρ μήτε τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι, πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἀνωτάτω, ὑπερέβημεν τοὺς οὐρανοὺς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ, καὶ ἡ φύσις, δι' ἣν ἐφύλασσε τὸν παράδεισον τὰ Χερουβὶμ, ἐποχεῖται προσκυνουμένη.
000-00-00 Serial Number=0499175370
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00076]  καὶ ἡ φύσις, δι' ἣν ἐφύλαττε τὸν παράδεισον τὰ Χερουβὶμ, αὕτη ἐπάνω τῶν Χερουβὶμ κάθηται σήμερον.
 [00205]  εἰ γὰρ καὶ ἐφύλαττε τὰ Χερουβὶμ τὸν παράδεισον, ἀλλ' ὅμως ἤλγουν.
 [00207]  οὕτω καὶ τὰ Χερουβὶμ ἔλαβε μὲν φυλάττειν τὸν παράδεισον, ἤλγει δὲ ὅμως ἐπὶ τῇ φυλακῇ.
000-00-00 Serial Number=0040357828
In catechumenos Ante [Go Back]  
 [00027]  Ἀλλ' εἴ τις διψᾷ, ὡς ἐδίψησε Ζακχαῖος τὴν ἐμὴν θεωρίαν, ὡς ἐδίψησε τὴν θεραπείαν αἱμόῤῥους, ὡς ἐδίψησε πόρνη πλυθῆναι τὰς ἁμαρτίας, ὡς ἐδίψησε Ματθαῖος τοῦ εὐαγγελιστοῦ τὸ ἀξίωμα, ὡς ἐδίψησεν ὁ λῃστὴς τὸν παράδεισον, ὡς ἐδίψησε Θωμᾶς τὴν ζωοποιὸν τραυμάτων ψηλάφησιν, ὡς ἐδίψησεν ὁ τῆς Αἰθιοπίας εὐνοῦχος τὸ βάπτισμα, ἐφ' ὃ πυρακτούμενος ἐβόα πρὸς τὸν Ἀπόστολον·
000-00-00 Serial Number=0520265043
In duodecim apostolos Ante [Go Back]  
 [00053]  ὁ θεωρήσας τὸν παράδεισον πρὸ τῆς ἐντεῦθεν ἀφίξεως, καὶ τὸν στέφανον τῆς νίκης ἔτι παλαίων λαβὼν, καὶ πάλιν, ὡς λέγει, χρεωστούμενον.
000-00-00 Serial Number=0707679629
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06913]  Καὶ οἶδα ὅτι ἡρπάγη εἰς τὸν παράδεισον (εἴτε ἐν σώματι, οὐκ οἶδα·
 [06956]  Ἐπειδὴ γὰρ ἐκεῖνοι συνεγένοντο τῷ Χριστῷ, οὗτος δὲ οὐδαμῶς, διὰ τοῦτο εἰς δόξαν ἥρπασε καὶ τοῦτον εἰς τὸν παράδεισον.
000-00-00 Serial Number=0451527178
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01889]  ἐφύτευσε παράδεισον, ἠπάτησεν ἐκεῖνος, εἰπὼν, Ἔσεσθε ὡς θεοί.
000-00-00 Serial Number=0739210606
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02484]  Ναὶ, φησὶ, παράδεισον παρέδωκεν ἐκείνῳ, καὶ πολλῆς εὐνοίας ἀπολαῦσαι ἐποίησε.
 [02498]  Οὐκ ἔλαβες σὺ παράδεισον οὐδὲ ξύλα καὶ φυτὰ, ἀλλ' οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθά.
 [04090]  Καὶ γὰρ εἰ δύο ἦσαν ὁδοὶ, ἡ μὲν ἐπὶ κάμινον, ἡ δὲ ἐπὶ παράδεισον φέρουσα, καὶ ἡ μὲν ἦν πλατεῖα ἡ ἐπὶ τὴν κάμινον, ἡ δὲ στενὴ ἡ ἐπὶ τὸν παράδεισον, ποίαν ἂν εἵλου μᾶλλον ὁδόν;
 [09999]  Τὸν δὲ πρὸ τούτου κατηγοροῦντα λῃστὴν καὶ εἰς παράδεισον εἰσ-ήγαγε, καὶ τὸν διώκτην Παῦλον ἀπόστολον ἐποίησε, καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ καὶ ἀνακειμένους αὐτῷ μαθητὰς εἰς θάνατον ἐξεδίδου διὰ τοὺς σταυρώσαντας αὐτὸν Ἰουδαίους.
 [09999]  καὶ λῃστὴν καὶ ἀνδροφόνον μεθ' ἑαυτοῦ πρὸ τῶν ἄλ-λων εἰς τὸν παράδεισον εἰσάγων, καὶ πόρνῃ διαλεγό-μενος, καὶ ταῦτα τῶν περιεστώτων ἁπάντων ἐγκα-λούντων, οὐκ ἐνόμιζε τὸ πρᾶγμα εἶναι αἰσχρὸν, ἀλλὰ καὶ φιλεῖν αὐτῇ τοὺς πόδας παρεῖχε τοὺς ἑαυτοῦ, καὶ βρέχειν τὸ σῶμα τοῖς δάκρυσι, καὶ ἀπομάσσειν ταῖς θριξί·
000-00-00 Serial Number=0005982101
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02200]  Αὕτη δὴ οὖν ἡ οὕτως εὐθαλὴς, καὶ πρὸς πάσας τὰς χώρας ἁμιλλωμένη, ἡ φθάνουσα τῇ εὐθηνίᾳ τὸν παράδεισον τοῦ Θεοῦ, πασῶν τῶν ἐρήμων ἐρημοτέρα ἐστὶ νῦν·
000-00-00 Serial Number=0753702283
In epistulam ad Colossenses Ante [Go Back]  
 [02004]  Ἔθετο αὐτὸν οὐκέτι φυλάσσειν τὸν παράδεισον, ἀλλὰ πολιτεύεσθαι ἐν οὐρανῷ.
 [03994]  Εἶδον τὸν παράδεισον οὗτοι οἱ ὀφθαλμοὶ, εἶδον τὸν τρίτον οὐρανόν·
000-00-00 Serial Number=0053937733
In epistulam ad Ephesios Ante [Go Back]  
 [01963]  Οὐχ οὕτω μακαρίζω Παῦλον, ὅτι εἰς παράδεισον ἡρπάγη, ὡς ὅτι εἰς τὸ δεσμωτήριον ἐνεβλήθη.
000-00-00 Serial Number=0960543394
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06786]  Εἰ γὰρ ποιήσας ἡμᾶς, εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
000-00-00 Serial Number=0506290376
In epistulam ad Romanos Ante [Go Back]  
 [08253]  ἀλλ' ὅμως θατέρῳ τούτων τὸν παράδεισον ἠνέῳξε.
 [09736]  Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, πῶς τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανοὺς ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας εἰς τὴν ἀθάνατον ἐκείνην καὶ ἀπόῤῥητον εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους ἀγγέλοις ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἠνέῳξε, καὶ τὰ παλαιὰ ἅπαντα κακὰ ἔλυσε, καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι' ὁδοῦ ῥᾳδίας καὶ συντομωτάτης·
000-00-00 Serial Number=0009857535
In illud Memor fui dei Ante [Go Back]  
 [00431]  Ἰδοὺ τὰ ἁμαρτήματα αὐτοῦ ἐγγράφως κατέχομεν, ἃ μὲν ἐν μετανοίᾳ οὐκ ἐξήλειψε, καὶ προηγέτην αὐτὸν εἰς τὸν παράδεισον ἁπάντων τῶν δικαίων εἰσφέρεις;
 [00443]  ∆ιὰ τῆς πλευρᾶς Ἀδὰμ τὸν παράδεισον ἀπέκλεισεν, οὗτος ἐν τῇ ὁμολογίᾳ ἀνοίγει τὸν ὑπὸ τῆς φλογίνης ῥομφαίας πυλῶνα φρουρούμενον.
000-00-00 Serial Number=0264231741
In illud Ne timueritis Ante [Go Back]  
 [00675]  Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὁ μὲν ἐκεῖνα κεκτημένος οὐ καρποῦται τὴν ἐξ αὐτῶν δόξαν, οὐδ' ἂν κληθείη τις καλὸς, ἐπειδὴ οἰκίαν ἔχει καλὴν, ἢ παράδεισον, ἢ λειμῶνα, ἢ πλῆθος ἀνδραπόδων, ἢ ἱματίων πολυτέλειαν.
 [00677]  Τὴν γὰρ οἰκίαν θαυμάζομεν, καὶ τὸν παράδεισον, καὶ τὸν λειμῶνα, καὶ τῶν ἱματίων τὸ κάλλος, ἃ τῶν ἐργασαμένων τῆς τέχνης ἐστὶν ἐγκώμιον, οὐ τῆς τῶν κεκτημένων ἀρετῆς, ἀλλὰ καὶ τοὐναντίον ἅπαν τῆς κακίας ἀπόδειξις.
000-00-00 Serial Number=0643382072
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00157]  Σταυρὸς παράδεισον ἠνέῳξε, λῃστὴν εἰσήγαγε, τὸ τῶν ἀνθρώπων γένος ἀπόλλυσθαι μέλλον καὶ οὐδὲ τῆς γῆς ἄξιον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ἐχειραγώγησε.
000-00-00 Serial Number=0766612232
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00170]  Ὅπερ οὖν ἐξ ἀρχῆς ἔμαθε, καὶ μετὰ ταῦτα αὐτὸ μετεχείριζε, καὶ τότε μετὰ τὸ εἰς οὐρανὸν τρίτον ἁρπαγῆναι, μετὰ τὸ εἰς παράδεισον ἀπενεχθῆναι, μετὰ τὸ κοινωνῆσαι ῥημάτων ἀποῤ [51.195] ῥήτων τῷ Θεῷ·
000-00-00 Serial Number=0552378297
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00215]  Ἵνα μίαν ὥραν ἐσταυρωμένος λῃστὴς ἐπὶ τοῦ σταυροῦ σοι προσ φύγῃ καὶ βοήσῃ, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, ὑπὲρ μόνης τῆς φωνῆς ταύτης ἀνέῳξας αὐτῷ τὸν παράδεισον.
000-00-00 Serial Number=0916210473
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00069]  Μὴ τοίνυν τὴν αἰσθητὴν μόνον προσέχωμεν τράπεζαν, ἀλλὰ καὶ τὴν νοερὰν ὑμῖν παραθῶμεν ἀπὸ τῶν Παύλου ῥημάτων τὴν ἑστίασιν ὑμῖν ἐργαζόμενοι, καὶ τὸν σκηνοποιὸν εἰς μέσον ἄγοντες, τὸν ἰδιώτην, τὸν ἀμαθῆ, τὸν τῆς οἰκουμένης διδάσκαλον, τὸν τοῖς δαίμοσι φοβερὸν, τὸν νοσήματα ἐλαύνοντα, τὸν ἄνω καὶ κάτω περιτρέχοντα, τὸν εἰς παράδεισον ἐλθόντα, τὸν εἰς τρίτον ἀνελθόντα οὐρανὸν, τὸν ἐν τῇ τέχνῃ τοσαύτην ἔχοντα τὴν χάριν, τὸν οὐ παρὰ τῆς τέχνης διακωλυόμενον, ἀλλ' ἐπιτήδευμα μεταχειρίζοντα, καὶ λάμποντα τοῖς κατορθώμασιν.
000-00-00 Serial Number=0098822832
In ingressum sanctorum jejuniorum Ante [Go Back]  
 [00003]  Ἀνέτειλεν ἡμῖν σήμερον, ἀγαπητοὶ, τὸ φαιδρὸν ἔαρ τῶν ἁγίων νηστειῶν, καὶ προθύμως παρασκευάζει συντρέχειν εἰς τὸν θεοπρεπῆ τοῦτον παράδεισον, ὥστε τοὺς τῆς ἐγκρατείας ἀποτρυγῆσαι καρποὺς, καὶ τὰ τερπνὰ τῆς ἁγνείας δρεψαμένους ἄνθη, πλέξαι τὸν τῆς σωφροσύνης στέφανον.
000-00-00 Serial Number=0416159093
In latronem Ante [Go Back]  
 [00030]  καὶ εἷς μόνος μετ' ἐμοῦ, οὐ μετ' ἐμοῦ συνέτριψε τὸν θάνατον, ἀλλὰ μετ' ἐμοῦ ἐκληρονόμησε τὸν παράδεισον·
 [00109]  Ἀλλ', ὦ φιλάνθρωπε ∆έσποτα, πάντες οἱ δίκαιοι ἔξω τοῦ παραδείσου ἑστήκασι, καὶ λῃστὴν εἰς παράδεισον εἰσάγεις;
 [00110]  Ναὶ, λῃστὴν πρῶτον εἰσάγω εἰς τὸν παράδεισον, ἵνα πείσω τὸν κόσμον, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.
000-00-00 Serial Number=0806130290
In magnam feriam Ante [Go Back]  
 [00024]  διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον·
000-00-00 Serial Number=0797776759
In mediam hebdomadam jejuniorum Ante [Go Back]  
 [00046]  Ἀπὸ σταυροῦ πρὸς παράδεισον ὁ λῃστὴς μεταβέβηκεν, ἀντὶ θανάτου ζωὴν ἀνταλλαξάμενος.
000-00-00 Serial Number=0775657177
In natalem Christi diem Ante [Go Back]  
 [00229]  ὁ Λόγος δὲ ὁ ἐκ τῆς Παρθένου τὸν σταυρὸν ἔδειξε, δι' οὗ τὸν λῃστὴν εἰς πρόσωπον τοῦ Ἀδὰμ εἰς τὸν παράδεισον εἰσήγαγεν.
000-00-00 Serial Number=0671056449
In omnes sanctos Ante [Go Back]  
 [00078]  διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον·
000-00-00 Serial Number=0435237050
In pentecosten Sermo 1 Ante [Go Back]  
 [00007]  εὗρε λῃστὴν, καὶ εἰς παράδεισον εἰσήγαγεν·
000-00-00 Serial Number=0979059994
In principium Actorum Ante [Go Back]  
 [00745]  Τοῦτον τὸν παράδεισον οὐκ ἐν τῇ γῇ, ἀλλ' ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς ἐφύτευσεν ὁ Θεός·
 [00746]  τοῦτον τὸν παράδεισον οὐκ ἐν Ἐδὲμ, οὐδὲ κατὰ ἀνατολὰς ἔθετο ἐν ἑνὶ περιγράψας χωρίῳ, ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξήπλωσε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξέτεινε.
 [01028]  Πάλιν ἔδει τὸν ἀπόστολον εἰς τὸν παράδεισον ὁδεῦσαι, μῆκος οὕτω πολὺ, καὶ διάστημα ἄπειρον·
000-00-00 Serial Number=0275996923
In principium indictionis [1] Ante [Go Back]  
 [00130]  πρὶν ἐκεῖνος φωνῇ συλήσῃ τὸν παράδεισον, ἐλῄστευσεν αὕτη τῆς βασιλείας τὸν χορηγὸν τῇ σιωπῇ.
000-00-00 Serial Number=0287468851
In principium jejuniorum Ante [Go Back]  
 [00008]  ∆εῦρο, ὦ μῆτερ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῆς ἐπουρανίου πλήρωσον ἡμᾶς εὐωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν παράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σωφροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς·
 [00011]  σὺ γὰρ πληροῖς οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ αὐτὸν ἤδη τὸν παράδεισον.
 [00022]  Πάλιν διὰ νηστείας Ἀδὰμ εἰς παράδεισον, πάλιν μεγαλαυχεῖ, πάλιν τῇ θείᾳ εἰκόνι ἐναβρύνεται, πάλιν πρὸς τὸ ἀρχέτυπον ἐπανάγεται κάλλος·
 [00023]  καὶ τὸ δὴ τούτου δεινότερον, ὅτι παράδεισον διὰ παραβάσεως ἀπολέσας, τῷ τῆς νηστείας ἅρματι εἰς οὐρανοὺς ἀνεπήδησεν.
000-00-00 Serial Number=0483704925
In proditionem Judae [2] Ante [Go Back]  
 [00076]  σταυροῦται μετὰ λῃστῶν ὁ Σωτὴρ, καὶ πάντας καλεῖ πρὸς παράδεισον.
000-00-00 Serial Number=0390541136
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00008]  Μὴ στερήσῃς με, Χριστὲ, τῆς σῆς βασιλείας, εἰσέρχεται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν παράδεισον.
000-00-00 Serial Number=0620899200
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00118]  Πάλιν ἠθέλησε τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσενεγκεῖν, καὶ εὐθέως λόγον εἶπε, καὶ τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, καὶ οὐκ ἐδεήθη προσευχῆς, καίτοι γε πάντας τοὺς μετὰ τὸν Ἀδὰμ κωλύσας ἦν ὁ Χριστὸς ἐξ ἐκείνης τῆς εἰσόδου·
 [00119]  ἔθηκε γὰρ τὴν φλογίνην ῥομφαίαν φυλάττειν τὸν παράδεισον.
 [00120]  Ἀλλ' αὐθεντίᾳ Χριστὸς τὸν παράδεισον ἠνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγε.
 [00121]  Λῃστὴν, ∆έσποτα, εἰσάγεις εἰς τὸν παράδεισον;
 [00123]  καὶ ἁπλῶς οὕτω διὰ μίαν φωνὴν εἰς τὸν παράδεισον αὐτὸν εἰσάγεις;
000-00-00 Serial Number=0764724910
In resurrectionem domini B Ante [Go Back]  
 [00041]  Ἐκεῖ ἡ σκιὰ ὧδε ἡ ἀλήθεια, ἐκεῖ τὰ ἄζυμα ὧδε ὁ ἄρτος, ἐκεῖ ἡ περιτομὴ ὧδε ἡ σφραγίς, ἐκεῖ ἡ κιβωτὸς ὧδε ἡ παρθένος, ἐκεῖ αἱ πλάκες ὧδε τὰ εὐαγγέλια, ἐκεῖ ἡ στάμνος ὧδε τὸ θυσιαστήριον, ἐκεῖ ἡ ῥάβδος Ἀαρὼν ἀνθήσασα κάρυα ὧδε ἡ σταυρικὴ βακτηρία λῃστὴν εἰς παράδεισον καρποφορήσασα, ἐκεῖ ἡ ἔρημος ὧδε ὁ παράδεισος, ἐκεῖ ἡ γῆ τῆς ἐπαγγελίας ὧδε ἡ κληρονομία τῆς τῶν οὐρανῶν βασιλείας.
 [00086]  Ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸν ᾅδην ἔφραξε καὶ τὸν οὐρανὸν ἀνέῳξεν, τὸν ᾅδην ἐσκύλευσε καὶ ζωὴν ἀνέθαλεν, τὸν διάβολον ἔδησε καὶ τὸν Ἀδὰμ ἀπέλυσεν, τὴν φλογίνην ῥομφαίαν μετέστησε καὶ τοῦ πιστεύσαντος λῃστοῦ τὴν ψυχὴν τῷ ζωοποιῷ ξύλῳ εἰς τὸν παράδεισον εἰσήγαγεν, τοὺς κριοὺς καὶ τοὺς θεοὺς ἐφυγάδευσε καὶ τὸν λογικὸν ἀμνὸν μελίζεσθαι παρεσκεύασεν.
000-00-00 Serial Number=0766048074
In sanctum Romanum Ante [Go Back]  
 [00041]  Ἄνθρωπος εἰς τρίτον ἁρπαγεὶς οὐρανὸν, καὶ εἰς παράδεισον ἀπενεχθεὶς, καὶ μυστηρίων κοινωνήσας ἀποῤῥήτων, καὶ τοσαύτης πρὸς τὸν Θεὸν ἀπολαύσας παῤῥησίας, οὐ σφόδρα αἴσθησιν ἐκείνων ἐλάμβανε τῶν ἀγαθῶν, εἰ μὴ καὶ τοὺς ἀδελφοὺς εἶδε σὺν αὐτῷ διασωζομένους.
000-00-00 Serial Number=0651177704
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00063]  Πηγάζει γὰρ αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ, ἵνα καὶ τὸ καθ ἡμῶν χειρόγραφον τῆς ἁμαρτίας ἀπαλείψῃ, καὶ τῷ αἵματι αὐτοῦ καθαρισθῶμεν, καὶ τὸν παράδεισον ἀπολάβωμεν.
000-00-00 Serial Number=0765991449
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00063]  Πηγάζει γὰρ αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ, ἵνα καὶ τὸ καθ' ἡμῶν χειρόγραφον τῆς ἁμαρτίας ἀπαλείψῃ, καὶ τῷ αἵματι αὐτοῦ καθαρισθῶμεν, καὶ τὸν παράδεισον ἀπολάβωμεν.
000-00-00 Serial Number=0798442304
Precatio Ante [Go Back]  
 [00031]  Ἐπιτιμᾷ σοι Κύριος, διάβολε, ὁ διὰ τοῦ ῥαπίσματος τὴν κατάραν καταργήσας, καὶ διὰ τῆς λόγχης τῆς ἀχράντου πλευρᾶς αὐτοῦ τὴν τὸν παράδεισον φυλάττουσαν φλογίνην ῥομφαίαν ἀναστείλας.
000-00-00 Serial Number=0507913470
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00187]  ἐπειδὴ γὰρ εἶπε τὴν εἰς οὐρανὸν ἁρπαγὴν, τὴν εἰς παράδεισον εἴσοδον, τὴν τῶν ἀποῤῥήτων ῥημάτων ἐκείνων κοινωνίαν, ἐπήγαγε·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»