Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόνου [120]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόνου


000-00-00 Serial Number=0544223666
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00205]  Τοὐναντίον μὲν οὖν, πόνου δεῖται τὸ περιεργάζεσθαι καὶ κρίνειν ἑτέρους.
 [00402]  Ταῦτα γάρ ἐστιν ἃ καὶ τὸν Θεὸν ἵλεων ἡμῖν καθίστησι, καὶ οὐ πολλοῦ δεῖται πόνου·
000-00-00 Serial Number=0250488818
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00035]  Καίτοι μή με νομίσῃς διὰ τὸ ἔξω τοῦ πόνου καὶ τῆς ζάλης ταύτης ἑστάναι, ταῦτα ἐπαγγέλλεσθαί σοι μετ' εὐκολίας νῦν.
000-00-00 Serial Number=0416544437
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00373]  ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, [7.18] ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, [7.19] ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, [7.20] ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζῴων.
000-00-00 Serial Number=0751324356
Ad populum Antiochenum Ante [Go Back]  
 [01328]  Καὶ γὰρ ὁ γεωργὸς ἐπειδὰν σπείρῃ τὰ μετὰ πολλοῦ τοῦ πόνου συλλεγέντα σπέρματα, χειμῶνα γενέσθαι εὔχεται·
 [01995]  Ἀλλ' ὥσπερ νῦν μετὰ πολλοῦ τοῦ πόνου καὶ μυρίας τῆς ἐνοχλήσεως φοβοῦντες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸ μεταθεῖναι συνήθειαν·
 [02317]  Ὅταν γὰρ εἴπῃς, ὅτι ∆υσκόλως ἀφίσταμαι τῆς συνηθείας, δι' αὐτὸ τοῦτο σπούδασον ἀποστῆναι, σαφῶς εἰδὼς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν.
 [02630]  καὶ τῆς μὲν σαρκὸς ἡ φύσις μετὰ πολλοῦ τοῦ πόνου τῶν ἐνοχλούντων ἀπαλλάττεται τραυμάτων·
 [02637]  Εἰπὲ γάρ μοι, εἴ τις ὑπέσχετο παιδεῦσαί σε τέχνην ἰατρικὴν ἐν βραχείᾳ καιροῦ ῥοπῇ χωρὶς ἀργυρίου καὶ πόνου, οὐκ ἂν εὐεργέτην ἐνόμισας;
 [02708]  ∆ιὰ ταῦτα ὑμᾶς ἐπὶ τῆς καρδίας ἔχω συνεχῶς τῆς ἐμαυτοῦ, διὰ ταῦτα οὐκ αἰσθάνομαι τοῦ πόνου τῆς διδασκαλίας, τῷ τῆς ἀκροάσεως κουφιζόμενος κέρδει.
 [02939]  Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται λοιπὸν, οὐδὲ πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώσαντες καὶ ἑτέροις γενώμεθα διδάσκαλοι, καὶ μετὰ παῤῥησίας τὸ ἱερὸν ἴδωμεν Πάσχα, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς διπλασίονα καὶ τριπλασίονα τῆς εἰωθυίας καρπωσώμεθα τὴν εὐφροσύνην.
 [03505]  πόνου γὰρ δεῖται πρὸς τὸ κατορθωθῆναι.
 [05459]  οὐδὲ γὰρ πολλοῦ δεῖ πόνου, ἀλλὰ μικρᾶς προσοχῆς μόνον.
 [05784]  ὅσῳ μετὰ πλείονος δυσκολίας τὸ κατόρθωμα γίνεται, καὶ πολλοῦ τοῦ πόνου ἡ καταλλαγὴ, τοσούτῳ κἀκείνῳ μεῖζον ἔσται τὸ κρῖμα, καὶ σοὶ λαμπρότεροι τῆς καρτερίας οἱ στέφανοι.
 [06047]  χωρὶς χρόνου καὶ πόνου τινός.
000-00-00 Serial Number=0185644269
Adversus Judaeos Ante [Go Back]  
 [02323]  δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, οὐ διὰ καμάτου τινὸς καὶ πόνου.
000-00-00 Serial Number=0754205525
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00022]  ἔνθα καὶ πολλοῦ δεῖ μάλιστα πόνου·
000-00-00 Serial Number=0871458769
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00235]  μᾶλλον δὲ οὐδὲ πόνου σοι δεῖ πρὸς τὴν συλλογήν·
000-00-00 Serial Number=0738388002
De Anna i Ante [Go Back]  
 [00611]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι χωρὶς πόνου, καὶ ἀποδημίας, καὶ δαπάνης, καὶ μεσιτῶν, ἀλλ' ὅτι καὶ χωρὶς ἀλγηδόνος τὴν ἰατρείαν ποιεῖται.
 [01155]  Ὅπερ ἡ ἀντίζηλος πάλαι ἔλαβε καὶ μετὰ πολλῆς τῆς δαψιλείας, τοῦτο μετὰ πολὺν χρόνον ἐγὼ, μετὰ καμάτου, καὶ δακρύων, καὶ ἱκετηρίας, καὶ δεήσεως, καὶ πόνου πολλοῦ.
000-00-00 Serial Number=0419033408
De Christi divinitate Ante [Go Back]  
 [00018]  Ἐπεὶ οὖν καὶ ὑμεῖς ἐξ ὀλίγου πόνου πολλὴν ἡμῖν παρέχετε τὴν πρόσοδον, μετὰ πολλῆς τῆς προσοχῆς τῆς γεωργίας ἁπτόμεθα ταύτης, καὶ τῶν πρότερον εἰρημένων τὰ λείψανα ὑμῖν κομίσοντες ἥκομεν.
000-00-00 Serial Number=0720297873
De Christi precibus Ante [Go Back]  
 [00305]  Καθάπερ γὰρ τὰ τοῦ σώματος ἡμῶν ὀστᾶ ἐξολισθήσαντα τῆς οἰκείας ἕδρας, ἂν μὲν εὐθέως ἐπανάγηται, οὐ μετὰ πολλοῦ πόνου τὴν οἰκείαν ἀπολαμβάνει χώραν·
000-00-00 Serial Number=0224402428
De Davide et Saule Ante [Go Back]  
 [00004]  Ὅταν χρονία τις καὶ σκληρὰ φλεγμονὴ τοῖς σώμασιν ἐναποσκιῤῥωθεῖσα τύχοι, πολλοῦ μὲν χρόνου καὶ πόνου, πολλῆς δὲ τῆς ἀπὸ τῶν φαρμάκων δεῖται [54.676] σοφίας, ὥστε ἀσφαλῶς αὐτῆς χαλασθῆναι τὸν ὄγκον.
 [00475]  ∆ιὸ καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμοῦ λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη, δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πορίζων τροφήν.
000-00-00 Serial Number=0175894916
De Lazaro Ante [Go Back]  
 [00841]  Ἵν' οὖν καὶ ὑμεῖς τὸ δοθὲν μὴ ἀποβλύσητε, οὐκ ἀθρόον ὑμῖν ἐπεκλίναμεν τὸ τῆς διδασκαλίας ποτήριον, ἀλλ' εἰς πολλὰς ὑμῖν αὐτὸ κατεκερματίσαμεν ἡμέρας, ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις διαναπαύεσθαι παρασχόντες ὑμῖν ἐκ τοῦ τῆς ἀκροάσεως πόνου, ἵνα καὶ τὰ καταβληθέντα παγῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ τῆς ὑμετέρας ἀγάπης, καὶ τὰ ῥηθήσεσθαι μέλλοντα ἀνειμένῃ καὶ ἀκμαζούσῃ δέξησθε ψυχῇ.
 [02597]  τινὲς δὲ τῶν ἐνταῦθα συντρεχόντων τὴν μετὰ πολλοῦ πόνου αὐξηθεῖσαν οἰκοδομὴν ἐν μιᾷ καιροῦ ῥοπῇ μονονουχὶ ταῖς οἰκείαις χερσὶ διὰ τῆς ἀφάτου ταύτης ῥᾳθυμίας εἰς ἔδαφος κατάγουσιν, ἡμῖν μὲν πολλὴν τὴν ἀθυμίαν ἐντεῦθεν τίκτοντες, ἑαυτοῖς δὲ μέγιστον τὸν ὄλεθρον καὶ τὴν ζημίαν ἀφόρητον.
000-00-00 Serial Number=0867498994
De decem millium talentorum debitore Ante [Go Back]  
 [00048]  Μαθέτω καὶ λοιδορίαν ἀποστρέφεσθαι ἅπασαν, καὶ πλείονα περὶ τὴν ἐντολὴν ταύτην εἰσφέρειν σπουδὴν, ἐπειδὴ καὶ πλείονος ἡμῖν δεῖται καὶ πόνου.
000-00-00 Serial Number=0341942132
De incomprehensibili dei natura Ante [Go Back]  
 [00622]  Πολλάκις δὲ αὐτοῖς καὶ ἄνεμός ποθεν ἐξελθών, συνεφάπτεται τῆς τομῆς, καὶ τῇ κόμῃ τοῦ δένδρου προσπεσὼν καὶ μετὰ πολλῆς τινάξας τῆς σφοδρότητος, συνέκλασέ τε αὐτὸ καὶ εἰς τὴν γῆν ἔρριψε, καὶ τοῦ πόνου τὸ πλέον αὐτοῖς ἐπεκούφισεν.
 [00623]  Ἐπεὶ οὖν καὶ ἡμεῖς δένδρον ἐκτέμνομεν ἄγριον καὶ ἀνήμερον, τῶν Ἀνομοίων τὴν αἵρεσιν, παρακαλέσωμεν τὸν Θεὸν πέμψαι τοῦ Πνεύματος ἡμῖν τὴν χάριν, ἵνα ἀνέμου σφοδρότερον παντὸς προσβαλοῦσα πρόρριζον ἀνασπάσῃ τὴν αἵρεσιν, τὸ πλέον ἡμῖν ἐπικουφίζουσα τοῦ πόνου.
000-00-00 Serial Number=0708346605
De jejunio et eleemosyna Ante [Go Back]  
 [00132]  ∆ικαίως δὲ ἐκλήθησαν μωραὶ, ὅτι τὸ ἐπιπονώτερον κατορθώσασαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν·
 [00172]  Ὁρᾷς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν.
000-00-00 Serial Number=0927431524
De mutatione nominum Ante [Go Back]  
 [01071]  ∆έομαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης, μεθ' ἧς ταῦτα λέγω νῦν, μετὰ τοῦ αὐτοῦ πόνου τὴν ἔρευναν ποιεῖσθαι τῶν ῥᾳθυμοτέρων.
000-00-00 Serial Number=0252781749
De paenitentia [1] Ante [Go Back]  
 [00406]  Οὐκ ἐμάλαξε πολλαῖς ὥραις τὴν πληγὴν, ἀλλ' εὐθὺς ἐκφαίνει, καὶ ὀξυτάτην ἐπήγαγε τὴν τομὴν, ἵνα μὴ κλέψῃ τὴν αἴσθησιν τοῦ πόνου.
 [01056]  Οὕτως οὖν, ἀγαπητοὶ, φιλοσοφῶμεν μετὰ πόνου καὶ ταπεινώσεως, τύπτοντες ἑαυτῶν τὰ στήθη, καθάπερ ἐκεῖνος, καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν·
000-00-00 Serial Number=0516416132
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00140]  καὶ γὰρ πλείονός μοι πόνου δεῖ νῦν.
000-00-00 Serial Number=0443957806
De prophetiarum obscuritate Ante [Go Back]  
 [00448]  Ἄλλο γάρ ἐστι μηδὲν ὅλως εἰδέναι τῶν ἐγκειμένων, καὶ ὁρᾷν κάλυμμα [56.178] ἐπικείμενον, ἄλλο δὲ εὑρεῖν μὲν τὰ λεγόμενα, μετὰ πόνου δὲ εὑρεῖν.
000-00-00 Serial Number=0193498313
De sacerdotio Ante [Go Back]  
 [00973]  ἔστι δὲ ὅπου καὶ ὕπνος προσπεσὼν εἰς καιρὸν παντὸς πόνου ἀπήλλαξε τὸν ἰατρόν.
 [01160]  Ὅτι πολλοῦ πόνου καὶ σπουδῆς αἱ ἐν τῷ κοινῷ ὁμιλίαι δέονται Ὅσης μὲν ἐμπειρίας τῷ διδασκάλῳ δεῖ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας ἀγῶνας, ἱκανῶς ἡμῖν ἀποδέδεικται·
 [01451]  Πρὸς γὰρ τοῖς εἰρημένοις, νῦν μὲν εἰ καὶ πολλοῦ μοι δεῖ πόνου πρὸς τὸ μὴ δὴ καταγωνισθῆναι τέλεον ὑπὸ τῶν τῆς ψυχῆς παθῶν, ἀλλ' ὅμως ἀνέχομαι τὸν πόνον καὶ οὐ φεύγω τὸν ἀγῶνα.
000-00-00 Serial Number=0285880208
De sancta pentecoste Ante [Go Back]  
 [00377]  οὕτω καὶ μετὰ τὸ βάπτισμα ἐκκαθαίρεται ἁμαρτήματα μετὰ πόνου πολλοῦ καὶ καμάτου.
000-00-00 Serial Number=0173224270
De virginitate Ante [Go Back]  
 [01581]  Καθάπερ γὰρ ἐκεῖνοι τοὺς δεσπότας οὕτω τοὺς κεκλημένους αὐτοὶ δεδοίκασι μή τινος ἐπιλάβωνται τῶν μετὰ πολλοῦ πόνου καὶ δαπάνης παρασκευασθέντων αὐτοῖς.
000-00-00 Serial Number=0455222845
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01044]  Τοσοῦτον γάρ ἐστιν ἡ παρθενία πρᾶγμα, καὶ τοσούτου δεῖται πόνου, ὅτι κατελθὼν ἐξ οὐρανοῦ ὁ Χριστὸς, ἵνα τοὺς ἀνθρώπους ἀγγέλους ποιήσῃ, καὶ τὴν ἄνω πολιτείαν ἐνταῦθα καταφυτεύσῃ, οὐδὲ τότε ἐθάῤῥησεν ἐπιτάξαι τοῦτο οὐδὲ εἰς νόμου τάξιν ἀγαγεῖν·
 [01552]  ἀλλὰ δεῖ πλείονος αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν.
 [02879]  ∆ιὰ γὰρ τοῦτο τὸν ἀκολάστως εἰς γυναῖκα ὁρῶντα ἐκόλασεν ὁ Χριστὸς, ἵνα τοῦ πλείονος ἡμᾶς ἀπαλλάξειε πόνου.
 [04907]  ἀλλ' οὐκ ᾐσθάνετο τοῦ πόνου, διὰ τὴν ἐλπίδα τοῦ κέρδους.
 [06155]  Εἰ γὰρ τέχνας οὕτω κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου;
 [06438]  Μὴ γὰρ τὴν μὲν ἀρετὴν μετὰ πόνου, τὴν δὲ κακίαν ἄνευ πόνων ἔστι μετελθεῖν;
 [07120]  ὅτι οὐ μόνον τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας ἰδὼν τοὺς ἑαυτοῦ κείμενον αἰχμαλώτου χεῖρον ἐφείσατο, ἀλλὰ καὶ πάλιν μετὰ τὴν σωτηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμενον εἰς χεῖρας λαβὼν, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κατακόψαι παντὸς, ἀφῆκέ τε ὑγιῆ καὶ σῶον, καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμῶς λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς βαρβάροις ἔζη δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πορίζων τροφήν.
 [09999]  οὐδὲ γὰρ ἀνθρώτων ταῦτα λογικῶν ψυχὴν οὕτω τιμίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν.
000-00-00 Serial Number=0464634836
Encomium in sanctos martyres Ante [Go Back]  
 [00013]  Οὐ γὰρ ᾐσθάνοντο τοῦ πόνου ὑπὸ τοῦ πόθου κεντούμενοι·
000-00-00 Serial Number=0807675719
Epistula ad monachos Ante [Go Back]  
 [00028]  Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας ἢ δύο, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ καὶ ἀγῶνος καὶ πόνου χρεία, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χριστός·
000-00-00 Serial Number=0852222502
Epistulae Ante [Go Back]  
 [01266]  Οὐδὲ γὰρ πόνου σοι δεῖ, οὐδὲ ἱδρῶτος, οὐδὲ χρόνου μακροῦ εἰς τὸ κατορθοῦν ταῦτα·
 [02224]  Οὐδὲ γὰρ πόνου σοι δεῖ, οὐδὲ ἱδρῶτος, οὐδὲ χρόνου μακροῦ εἰς τὸ κατορθοῦν ταῦτα·
 [03163]  Ἐπεὶ εἰ καὶ μετὰ τὰ γράμματα ταῦτα μὴ μετὰ πολλοῦ τοῦ τάχους ἡμῖν βουληθείης ἐπιστεῖλαι, οὕτως ἡμᾶς ἔχεις λυπῆσαι, ὡς πολλοῦ δεηθῆναι πόνου εἰς τὸ θεραπεῦσαι ἡμῶν τὴν ἀθυμίαν.
000-00-00 Serial Number=0935073853
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00388]  [8.7] Τοσοῦτον γάρ ἐστιν ἡ παρθενία πρᾶγμα, καὶ τοσού του δεῖται τοῦ πόνου, ὅτι κατελθὼν ὁ Χριστὸς ἐξ οὐρανοῦ, ἵνα τοὺς ἀνθρώπους ἀγγέλους ποιήσῃ καὶ τὴν ἄνω πολιτείαν ἐνταῦθα καταφυτεύσῃ, οὐδὲ τότε ἐθάρρησεν ἐπιτάξαι τοῦτο, οὐδὲ εἰς νόμου αὐτὸ τάξιν ἀγαγεῖν, ἀλλ' ἀποθνῄσκειν μὲν ἐνομοθέτησεν·
 [00905]  κἂν ἀγαθόν τις ἐργάσηται μέγα καὶ γενναῖον, μὴ μετὰ πόνου δὲ καὶ κινδύνου καὶ παθημάτων, οὐ πολύν τινα λήψεται μισθόν·
000-00-00 Serial Number=0724544704
Expositiones in Psalmos Ante [Go Back]  
 [02971]  ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν.
 [04734]  ἀλλὰ τὰ μὲν πρὸς χρείαν πόνου χωρὶς καὶ ἱδρώτων ἀφῆκεν αὐτὸν ἔχειν, τὰ δὲ πρὸς τρυφὴν μετὰ πόνου καὶ ἱδρῶτος, βουλόμενος καὶ ταύτην ἡμῖν ὑποτέμνεσθαι τὴν πολλὴν ἄδειαν.
 [06214]  Φέρε οὖν ὑμῖν ἀμοιβὴν ἀποδῶμεν ἐκείνου τοῦ πόνου, σαφεστέραν πρὸς ὑμᾶς τήμερον ποιησάμενοι τὴν διάλεξιν.
000-00-00 Serial Number=0179557443
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00520]  Σὺ ἐστράφης, οὐ [64.768] δὲ πολλοῦ πόνου ἐδεήθης πρὸς τὸ μεταβληθῆναι.
 [01206]  Οὐδὲ πόνου δεήσει τοῖς πολεμίοις, οὐδὲ χρόνου τινὸς, ἀλλ' ὥσπερ σκηνὴν διασπῶντες, οὕτω κρατοῦσι τῶν τειχῶν.
000-00-00 Serial Number=0531743348
Fragmenta in Proverbia Ante [Go Back]  
 [00175]  ὅπου γε καὶ τὸ τῆς βαδίσεως σύντονον μόνον ἠπειγμένον αἴτιον γίνεται πόνου·
 [01333]  [ιβιδ.] Ὁ μέντοι διεστραμμένος, οὐ πολλοῦ δεῖται πόνου πρὸς τὸ τὴν ἀπώλειαν ἐφελκύσασθαι.
000-00-00 Serial Number=0761013269
In Acta apostolorum Ante [Go Back]  
 [07932]  Ναὶ, φησὶν, ἐκεῖνα ἀπονητὶ, ταῦτα δὲ μετὰ πόνου.
 [07935]  ἀλλ' εἴ τι δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνα μᾶλλον πόνοις συνέζευκται καὶ μετὰ πόνου πλείονος κατορθοῦται, ταῦτα δὲ, ἂν ἐθέλωμεν, ῥᾳδίως.
000-00-00 Serial Number=0903220594
In Genesim sermones Ante [Go Back]  
 [00392]  Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ μόχθος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας ταύτης.
 [00394]  οὕτω καὶ ὁ Θεὸς καταδίκην ἐπιθεὶς, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν.
 [00870]  Καὶ ἐὰν τὰ καθ' ἑκάστην ἡμέραν φυλάττωμεν λεγόμενα, οὐ πολλοῦ δεηθησόμεθα πόνου·
 [00915]  ὅταν δὲ καὶ πλεονάσαι αὐτὰ προστάττῃ ἡμῖν ὁ ∆εσπότης, ἐννόησον ὅσου πόνου καὶ φροντίδος ἡμῖν δεῖ τοῖς πιστευθεῖσι.
000-00-00 Serial Number=0924047351
In Heliam et viduam Ante [Go Back]  
 [00174]  αὕτη δὲ οὐχὶ πόνου, ἀλλὰ λιμοῦ σφοδρῶς ἐπικειμένου (πολὺ δὲ πόνου καὶ λιμοῦ τὸ μέσον), οὐ μόνον οὐκ ἀπεστράφη τὸν ἄνδρα, ἀλλὰ καὶ πᾶσαν αὐτῆς τὴν πενίαν ἐκένωσεν, ὥστε ὑποδέξασθαι τὸν ἐπαγαγόντα αὐτοῖς τὸν λιμόν.
000-00-00 Serial Number=0706720889
In Isaiam Ante [Go Back]  
 [00352]  Τουτέστιν, τὸ ἐκδικεῖν τοὺς ἀδικουμένους, ὅπερ πολλοῦ πόνου δεῖται καὶ νηφούσης ψυχῆς.
 [00933]  οὕτω καὶ τοῖς δαίμοσι καὶ τοῖς ὑπ' ἐκείνων πλανωμένοις ἡ πονηρία μὲν καὶ τὰ παράνομα ἅπαντα συνήθη καὶ φίλα, ἐχθρὰ δὲ ἡ ἀρετὴ καὶ τὰ τοῦ φωτὸς ἔργα, καὶ λαμψάντων αὐτῶν, εὐθέως σκοτίζονται, οὐ δεομένου τοῦ ἐν ἀρετῇ ζῶντος πόνου τινὸς καὶ καμάτου.
 [00938]  Ἐπεὶ οὖν ὥσπερ ἐν δικτύοις αὐτὸν λαβόντες οἱ βάρβαροι, ἕτοιμον ἐνόμιζον θήραν ἔχειν, καὶ οὐδὲ πόνου δεῖσθαι εἰς τὴν τῆς πόλεως ἅλωσιν καὶ τὴν αἰχμαλωσίαν τὴν ἐκείνου, συνέβη τοὐναντίον τοῖς βαρβάροις.
000-00-00 Serial Number=0260738850
In Joannem Ante [Go Back]  
 [01561]  Οὕτω γὰρ ὑμῖν τε εὐμαθέστερος ἔσται ὁ λόγος, τῶν ἤδη λεχθέντων μεμνημένοις, καὶ ἡμεῖς οὐ πολλοῦ δεησόμεθα πόνου, δυναμένων ὑμῶν διὰ τῆς πολλῆς φιλομαθείας ὀξύτερον τοῖς λοιποῖς ἐνορᾷν.
 [01812]  Ἡμεῖς μὲν γὰρ οὐ πολλοῦ δεησόμεθα πόνου πρὸς τὸ σαφῆ ποιῆσαι τῶν λεγομένων τὴν δύναμιν, τῆς διανοίας ὑμῖν ἤδη προοικειωθείσης τῇ τῶν ῥημάτων γνώσει·
 [03870]  ὁ γὰρ ἀπὸ τῶν πόνων τικτόμενος καρπὸς οὐκ ἀφήσει φαίνεσθαι τοῦ πόνου τὸ σφοδρόν.
000-00-00 Serial Number=0580069244
In Petrum et Paulum Ante [Go Back]  
 [00004]  Οὐρανοῦ καὶ γῆς ἅμιλλαν ὁρῶ διὰ τὴν παροῦσαν πανήγυριν τῆς μνήμης τῶν ἀποστόλων, τῶν μὲν ἐπουρανίων δυνάμεων εὐφημουσῶν ἐντίμοις φωναῖς τοῦ πόνου αὐτῶν τὸ διδασκάλιον, ὡς δι' αὐτῶν γνωρισθὲν αὐτοῖς τὸ τῆς οἰκονομίας μυστήριον, καθὼς ὁ Παῦλος βοᾷ, Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ·
000-00-00 Serial Number=0615425229
In Psalmos 101-107 Ante [Go Back]  
 [01123]  Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.
000-00-00 Serial Number=0716815770
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00094]  Οὐ χρεία καμάτου, οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε προθύρων ἀναγ καῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον.
000-00-00 Serial Number=0227768660
In Psalmum 145 Ante [Go Back]  
 [00064]  Οὐ δεῖ σκέψεως ἡμῖν, οὐδὲ μελέτης καὶ πόνου.
000-00-00 Serial Number=0937036455
In decollationem sancti Joannis Ante [Go Back]  
 [00062]  οὐκ ἐκάμφθη πρὸς οἶκτον, ὁρῶσα αὐτὸν ὅλον δι' ὅλου ἑλισσόμενον, καὶ κάμνοντα καὶ ἀγωνιῶντα, καὶ συνεχῆ ἄσθματα μετὰ πόνου κεχηνότι τῷ στόματι φέροντα.
000-00-00 Serial Number=0020353675
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02919]  Οὐδὲ γὰρ ἀνθρώπων ταῦτα λογικῶν, ψυχὴν οὕτω τιμίαν ἀντ' οὐδενὸς προέσθαι, δέον ὀλίγου πόνου τοὺς οὐρανοὺς λαβεῖν.
000-00-00 Serial Number=0324540198
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01569]  οὐ δεησόμεθα πόνου λοιπὸν, αὐτῆς ἑλκούσης ἡμᾶς.
000-00-00 Serial Number=0187066078
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00606]  ἀλλὰ δύναται αὐτὸ καὶ ἀνὴρ οὐ σφόδρα γενναῖος ποιῆσαι, τὸ δὲ εὐαγγελίσασθαι πολλοῦ δεῖται πόνου.
 [00630]  ὅταν δὲ ἀπίστους δέῃ κατηχῆσαι, πολλοῦ δεῖ πόνου, πολλῆς τῆς σοφίας·
 [04095]  ἀρχὴν πόνου γέμουσαν ἔχουσι, τὸ δὲ τέλος ἐπικερδές.
 [06303]  Καὶ οὐ τοῦτό πω θαυμαστὸν, καίπερ ὃν θαυμαστὸν, ὅτι τῶν συγκεχωρημένων ἀπείχετο, οὐ μόνον ὑπὲρ τοῦ μὴ σκανδαλίσαι, ἀλλ' ὅτι καὶ μετὰ πολλοῦ τοῦ πόνου καὶ τοῦ κινδύνου τοῦτο ἐποίει.
 [09032]  πόνου γὰρ ἐνδεικτικὸν τὸ πρᾶγμα καὶ ἱδρῶτος.
 [09999]  Ἐὰν γὰρ τοῦτο γένηται, οὐδὲ πολλοῦ δεῖ πόνου ἡμῖν λοι-πὸν, μᾶλλον δὲ οὐδὲ τοῦ τυχόντος, ἀλλὰ τρυφῶντες καὶ πανηγυρίζοντες, τὴν στενὴν τῆς ἀρετῆς ὁδὸν βαδιούμεθα.
000-00-00 Serial Number=0961732090
In epistulam ad Hebraeos Ante [Go Back]  
 [05096]  Εἰ γὰρ τέχνας οὕτω κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου.
 [06539]  Ἐννόησον πῶς εὑρίσκεται τὸ χρυσίον, μετὰ πολλοῦ πόνου.
 [06563]  ἂν μέντοι κατορύξωμεν ἑαυτοὺς, κἂν πάντα περιστρέφωμεν, πολλοῦ δεόμεθα πόνου, ὥστε ἰδεῖν πρὸς τὸν ἥλιον·
 [08749]  ∆ιάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται, κατ' ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντας ἀσθενεστέρους.
000-00-00 Serial Number=0488503098
In epistulam ad Romanos Ante [Go Back]  
 [02749]  Εἶδες πῶς πάντα, ἅπερ ἦν ἔργων, ἔδειξε μετὰ πλείονος περιουσίας τῇ πίστει προσόντα, οἷον τὸ καυχᾶσθαι πρὸς τὸν Θεὸν, τὸ δυνάμεως δεῖσθαι καὶ πόνου, τὸ δοξάζειν πάλιν τὸν Θεόν;
 [02807]  Μηδὲν οὖν σοι πρὸς τὴν γῆν ἔστω κοινὸν, καὶ οὐδὲ πόνου δεήσει.
 [04362]  Μὴ πρὸς τοῦτο στῇς μόνον, ἀλλὰ καὶ τὸ ὀμνύναι ἄνελε, καὶ οὐ δεήσῃ πόνου λοιπόν·
 [04371]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τὸν ἀκολάστως ὁρῶντα εἰς γυναῖκα ἐκόλασεν, ἵνα πλείονος ἡμᾶς ἀπαλλάξῃ πόνου, πρὶν ἢ γενέσθαι τὸν ἀνταγωνιστὴν ἰσχυρὸν κελεύων ἐκβάλλειν τῆς οἰκίας, ὅτε καὶ εὐκόλως ἐκβάλλεσθαι δύναται.
 [04377]  Οὐδὲ γὰρ εὐκολώτερον μόνον ὁ μὴ ὁρῶν γυναῖκα, ἀλλὰ καὶ καθαρώτερον περιέσται τῆς τοιαύτης ἐπιθυμίας, ὥσπερ οὖν ὁ ὁρῶν καὶ μετὰ πόνου πλείονος, καὶ μετὰ κηλῖδός τινος ἀπαλλάττεται, ἐὰν ἄρα ποτὲ ἀπαλλαγῇ.
 [06004]  Ἵν' οὖν ταῦτα μὴ λέγηται περὶ τοῦ ∆εσπότου τοῦ ἐμοῦ, φησὶν, εἰ καὶ ἀδίκως λέγεται, καὶ βασιλείας ἡδέως ἂν ἐξέπιπτον, καὶ τῆς δόξης ἐκείνης τῆς ἀποῤῥήτου, καὶ πάντα ὑπέμεινα ἂν τὰ δεινὰ, μεγίστην ἁπάντων ἡγούμενος παραμυθίαν εἶναι τοῦ πόνου τὸ τὸν οὕτω ποθούμενον μηκέτι βλασφημούμενον ἀκούειν.
 [06723]  Πλέον μὲν οὐδὲν, ζημία δὲ ἐσχάτη, καὶ τὸ κενῶσαι ἅπαντα τὰ μετὰ πολλοῦ συλλεγέντα πόνου.
 [08104]  Ἂν ταύτην ἔχῃς, οὐ δαπάνης αἰσθήσῃ χρημάτων, οὐ πόνου σωμάτων, οὐ μόχθου λόγων, οὐχ ἱδρῶτος καὶ διακονίας, ἀλλὰ πάντα οἴσεις γενναίως, κἂν σώματι, κἂν χρήμασι, κἂν λόγῳ, κἂν ἑτέρῳ ὁτῳοῦν βοηθῆσαι δέῃ τῷ πλησίον.
000-00-00 Serial Number=0543382943
In epistulam ad Titum Ante [Go Back]  
 [00409]  τῆς δὲ παρὰ τῶν πολλῶν τιμῆς ὑπεριδεῖν, πολλοῦ δεῖ πόνου, μεγάλης φιλοσοφίας, ψυχῆς τινος ἀγγελικῆς αὐτῆς ἁπτομένης τῆς κορυφῆς τῆς τοῦ οὐρανοῦ.
 [01019]  τὸ δὲ ἀναγκαίως γεγονὸς δῆλον ὅτι καὶ μετὰ πολλοῦ κατορθοῦται τοῦ πόνου, ἐπεὶ καὶ ἐνεσπάρη τῇ φύσει.
000-00-00 Serial Number=0910664797
In illud Domine non est in homine Ante [Go Back]  
 [00005]  οὕτω δὲ καὶ τῶν θείων Γραφῶν τὰ μέν ἐστιν αὐτόθεν πᾶσιν εὐσύνοπτα, τὰ δὲ πλείονος ἐξεργασίας καὶ πόνου δεόμενα.
000-00-00 Serial Number=0900555074
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00204]  ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἀρκεῖ καταβαλεῖν τὸ ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ πάντα εὐθέως ἀπολούσασθαι τὰ πεπλημμελημένα χωρὶς ὀδύνης καὶ πόνου.
000-00-00 Serial Number=0593176723
In illud Messis quidem multa Ante [Go Back]  
 [00076]  Ὅθεν δὴ τέλος παντὸς πόνου καὶ τῆς γεωργίας ἐστὶν ὁ θερισμός.
 [00175]  Οὕτω καὶ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος καὶ ἀλλό φυλος καὶ ἐν δυναστείᾳ μεγάλῃ καθεστὼς, ἐσαγηνεύετο, οὐδὲ ἐκεῖ χρόνου τινὸς ἢ πόνου δαπανηθέντος·
000-00-00 Serial Number=0715934336
In illud Ne timueritis Ante [Go Back]  
 [00427]  Ἀλλ' οὐκ ᾔσθετο πόνου διὰ τὴν ἐλπίδα τοῦ καρποῦ καὶ τοῦ κέρδους.
000-00-00 Serial Number=0183293819
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00553]  ἀνώδυνος ἡ ἰατρεία, χωρὶς πόνου ἡ θεραπεία.
000-00-00 Serial Number=0961818397
In principium Actorum Ante [Go Back]  
 [00422]  Οὐκ ἔσκαψαν βάθος, οὐκ ἐδεήθησαν πόνου τοσούτου.
 [01150]  ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ' ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πόνου πλείονα καρποῦσθαι τὴν διόρθωσιν·
000-00-00 Serial Number=0021935582
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00100]  ἀλλ' ἐπειδὴ πρότεροι ἐκεῖνοι τὸν λόγον τῆς εὐ σεβείας κατέβαλον, καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἀδι δάκτους οὔσας πρὸς τὴν ἀλήθειαν ἐπεσπάσαντο, ἐκείνοις τὸ πλέον τοῦ πόνου ψηφίζεται.
000-00-00 Serial Number=0842011273
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00045]  Οὐ τοῦ παρόντος δὲ μόνον ἐκούφισεν αὐτοὺς πόνου τῇ μελλούσῃ ἐλπίδι, ἀλλὰ καὶ τῇ τάξει προτέραν τῆς ἀνέσεως κατασκευάσας γίνεσθαι τὴν θλῖψιν, ἵνα μὴ σφόδρα ὑπὸ τῶν παρόντων δεινῶν κατατείνωνται πρὸς ἐκεῖνα βλέποντες.
000-00-00 Serial Number=0818002462
In sanctum pascha [1] Ante [Go Back]  
 [00225]  Ἐὰν εἰς τοιαύτην συνήθειαν ἐκ προοιμίων ἑαυτοὺς καταστήσωμεν, ὁδῷ βαδίζοντες λοιπὸν μετ' εὐκολίας, τὴν ἀρετὴν ἅπασαν διανύσομεν, καὶ οὐδὲ πολλοῦ πόνου δεησόμεθα, καὶ πολλὴν ἐπισπασόμεθα τὴν ἄνωθεν ῥοπήν.
000-00-00 Serial Number=0268874109
Post reditum a priore exsilio Ante [Go Back]  
 [00185]  Οὐ χρεία μοι πόνου·
000-00-00 Serial Number=0717223525
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00017]  Τοῦτο δὴ δέος μὴ καὶ σήμερον γένηται ἐπὶ τῆς ψυχῆς τῆς ἡμετέρας καὶ ἃ μετὰ πολλοῦ πόνου συνηγάγομεν ὑμῖν νοήματα, τὰ μικρὰ δὴ ταῦτα καὶ εὐτελῆ, ὑπὸ τῆς ἀγωνίας ἐλασθέντα, φροῦδα οἰχήσηται καὶ τὴν διάνοιαν ἡμῖν ἐρήμην καταλιπόντα ἀποπτῇ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»