Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κινδύνων [220]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κινδύνων


000-00-00 Serial Number=0193325460
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01149]  Καὶ γὰρ ἐκ τῆς οἰκείας καὶ ἐκ τῆς ἀλλοτρίας μετὰ φόβων καὶ κινδύνων ἀποδημήσας εἰς τὰ αὐτὰ πάλιν ἐμπίπτειν βάραθρα ἠναγκάζετο.
 [01166]  Καὶ ἀναπνεύσας μικρὸν ἀπὸ τῶν κινδύνων ἐκείνων, εἰς ἕτερον πολλῷ χαλεπώτερον ἐνέπεσε πάλιν φόβον.
000-00-00 Serial Number=0261740565
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00385]  [13] Εἰ γὰρ πόλεως μιᾶς κρινομένης ἐπὶ τούτων τῶν ἀρχόντων πεφρίκασιν αἱ λοιπαὶ καὶ αἱ κινδύνων ἐκτός, τῆς οἰκουμένης ἁπάσης δικαζομένης ὑπὸ τοιούτου κριτοῦ, οὐ μαρτύρων δεομένου, οὐκ ἐλέγχων, ἀλλὰ χωρὶς τούτων ἁπάντων καὶ πράξεις καὶ ῥήματα καὶ ἐνθυμήματα παριστῶντος εἰς μέσον καὶ πάντα ὥσπερ ἐν εἰκόνι τινὶ τοῖς τε ἡμαρτηκόσιν αὐτοῖς καὶ τοῖς ἀμύνουσιν ἐπιδεικνύντος, πῶς οὐκ εἰκὸς ἅπασαν κλονεῖσθαι δύναμιν.
 [00492]  «Ἐτίμησεν γάρ με τιμὴν μεγάλην καὶ εἰς προφήτας ἐνέταξεν καὶ τὴν ἀρχὴν τῶν ὁμοφύλων ἐνεχείρισεν καὶ μυρίων κινδύνων ἐξήρπασεν, πῶς οὖν δυνήσομαι μετὰ τοσαύτας εὐεργεσίας προσκεκρουκὼς καὶ εἰς τὰ τῶν αἰσχίστων, ὀλισθήσας, ἵλεω καταστῆσαι πάλιν αὐτόν;» Εἰ ταῦτα ἐνενόησεν, οὐ μόνον τὰ μετὰ ταῦτα οὐκ ἂν ἔπραξεν, ἀλλὰ καὶ τὰ πρότερα ἐπέτριψεν ἄν.
000-00-00 Serial Number=0069617808
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00180]  Σκιά, καὶ σκιᾶς οὐδαμινέστερα τοῦ βίου τὰ πράγματα, πολλῶν μὲν γέμοντα φόβων, πολλῶν δὲ κινδύνων, ἐσχατῆς δὲ καὶ † δουλείας.
000-00-00 Serial Number=0044118404
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00011]  ἀθρόαι γὰρ πνεύσασαι καταιγίδες κινδύνων αὐτόῤῥιζον τὴν εὐημερίαν ἀνέσπασαν.
000-00-00 Serial Number=0613719642
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00218]  [4.16] Καίτοι γε αὕτη πόνων ἀνάπαυσις, φροντίδων ἀπαλλαγή, νοσημάτων παραμυθία, φόβων καὶ κινδύνων οὐ μικρὰ ἀναψυχή·
 [00439]  Οὐκοῦν μηδὲν περιεργάζου πλέον, εἰδὼς τοῦτο σαφῶς ὅτι ∆εσπότην ἔχεις πατρὸς φιλοστοργότερον καὶ μητρὸς κηδεμονικώτερον, νυμφίου καὶ νύμφης ἐρῶντα ἐρωτικώτερον, οἰκείαν ἀνάπαυσιν τὴν σὴν ἡγούμενον σωτηρίαν καὶ μᾶλλον ἐπὶ ταύτῃ χαίροντα ἢ σὺ ἐπὶ ἀπαλλαγῇ κινδύνων καὶ θανάτων ὅπερ ἔδειξα διὰ τοῦ Ἰωνᾶ καὶ πᾶν εἶδος ἀγάπης ἐπιδεικνύμενον, [8.12] ὃ πατὴρ περὶ παῖδας ἔχει ἢ μήτηρ περὶ ἔκγονα, ὁ ἀμπελουργὸς περὶ φυτά, ὁ οἰκοδόμος περὶ τέχνην, ὁ νυμφίος περὶ νύμφην, ὁ νεανίσκος περὶ παρθένον καὶ βουλόμενον ἀποστῆσαι σου τὰ κακά, ὅσον ἀφέστηκεν ἀνατολὴ τῆς δύσεως, ὅσον ὑψηλότερος τῆς γῆς ὁ οὐρανὸς καὶ γὰρ καὶ τοῦτο ἀπεδείξαμεν, μᾶλλον δὲ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ πολλῷ πλέον·
 [00750]  ὅτε μόνος, τῆς οἰκουμένης ἁπάσης διαφθαρείσης ἐν πονηρίᾳ, τὴν ὀρθὴν ὥδευσεν ὁδὸν καὶ τὴν ἀρετὴν διετήρησε καὶ οὕτω διέλαμψεν, ὡς ἐν τῷ ναυαγίῳ τῆς οἰκουμένης αὐτόν τε διασωθῆναι καὶ ἑτέρους διὰ τὴν περιουσίαν τῆς οἰκείας ἀρετῆς τῶν ἐπηρτημένων ἐξαρπάσαι κινδύνων;
 [01048]  [20.4] ∆ιὰ τοῦτο καὶ Παῦλος τὰς νιφάδας ὁρῶν τῶν κινδύνων τὰς ἐπαγομένας αὐτοῖς καὶ δεδοικὼς μή τινες τῶν μαθητῶν ἐντεῦθεν θορυβηθῶσι, γράφων ἔλεγεν·
000-00-00 Serial Number=0363106847
Ad populum Antiochenum Ante [Go Back]  
 [00126]  Μετὰ δὲ τούτων κἀκεῖνο μάλιστα ἄν τις αὐτὸν ἀγάσαιτο, ὅτι καὶ ἐξησθενηκὼς οὕτως, καὶ τοσαύτῃ παλαίων ἀῤῥωστίᾳ, τῶν κατὰ Θεὸν οὐκ ἠμέλει πραγμάτων, ἀλλὰ τῶν ὑγιαινόντων καὶ σφριγώντων τὰ σώματα μᾶλλον πανταχοῦ περιίπτατο, νῦν μὲν εἰς Ἔφεσον, νῦν δὲ εἰς Κόρινθον, ἐν Μακεδονίᾳ πολλάκις, ἐν Ἰταλίᾳ, πανταχοῦ τῆς γῆς, πανταχοῦ τῆς θαλάττης μετὰ τοῦ διδασκάλου φαινόμενος, καὶ κοινωνῶν ἐν πᾶσι τῶν ἀγώνων αὐτῷ, καὶ τῶν ἐπαλλήλων κινδύνων καὶ τὴν φιλοσοφίαν τῆς ψυχῆς οὐκ ἤλεγξεν ἡ τοῦ σώματος ἀῤῥωστία·
 [00213]  Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν Θεὸν τὸν ταῦτα συγχωροῦντα ἀσθενῆ τινα εἶναι, καὶ μὴ δυνάμενον ἐξαρπάσαι τῶν κινδύνων τοὺς ἑαυτοῦ, συγχωρεῖν αὐτοὺς κακοῦσθαι συνεχῶς.
 [00409]  Ἐπεὶ καὶ οἱ ἀπόστολοι ἡνίκα ἐκήρυττον, μαστιζόμενοι, λιθαζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγ [49.32] γελλον κήρυγμα.
 [00757]  ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντως, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ κινδύνων καὶ μυρίων αὐτὰ ἀποβαλεῖται κακῶν.
 [02143]  Εἰ γὰρ νῦν τοσούτων ὄντων τῶν λυπηρῶν, καὶ κινδύνων, καὶ φόβων καὶ φροντίδων πάντοθεν ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;
 [03438]  Ἐχώμεθα τοίνυν τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν, ἀλλὰ μείνωμεν μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν σχολὴν ἣν ἀνηλίσκομεν περιεργαζόμενοι, πολυπραγμονοῦντες, τοὺς ἀπὸ τοῦ στρατοπέδου περιτρέχοντες, σπουδάζοντες ὑπὲρ τῶν ἐπικειμένων κακῶν, ταύτην ἀναλώσωμεν ἅπασαν εἰς τὴν τῶν θείων νόμων ἀκρόασιν, ἀλλὰ μὴ εἰς ἀκαίρους καὶ ἀνονήτους διατριβὰς, ἵνα μὴ πάλιν εἰς τὴν ἀνάγκην τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.
 [04628]  ἐπειδὰν εἰς κινδύνους ἐμπέσωσιν, οὐχ ὅπως ἀπαλλαγῶσι τῶν κινδύνων σκοποῦσιν, ἀλλ' ὅπως τοὺς ἐμβαλόντας θηρεύσαιεν, ἅπαντα πράττουσι·
 [05069]  οἱ δὲ τὰ τῆς πόλεως πράττοντες πράγματα, ἱπποτρόφοι καὶ ἀγωνοθέται, καὶ τὰ ἄλλα λειτουργήσαντες, οὗτοι τὸ δεσμωτήριον οἰκοῦσι νῦν καὶ περὶ τῶν ἐσχάτων δεδοίκασι, καὶ τῶν ἅπασι τετολμημένων αὐτοὶ τὰς εὐθύνας ὑπέχουσι, καὶ φόβῳ συζῶσι διηνεκεῖ, καὶ πάντων ἀθλιώτερον ἐκεῖνοι διάκεινται νῦν, οὐ διὰ τὸ μέγεθος τῶν κινδύνων, ἀλλὰ διὰ τὸ τρυφῇ τὸν ἔμπροσθεν χρόνον συνεζηκέναι.
 [05293]  οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ, οἱ ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ, ἐν ὀλίγοις ἔτεσι τὴν οἰκουμένην ἅπασαν πρὸς τὴν ἀλήθειαν ἐπανήγαγον, καὶ μυρίων ἐξ ἐκείνου γινομένων κινδύνων, οὐ μόνον οὐκ ἐσβέσθη τὸ κήρυγμα, ἀλλὰ καὶ ἀνθεῖ καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσι·
 [05904]  Ἀπὸ τῆς ῥήσεως, ἀφ' ἧς ἀεὶ παρὰ τὸν καιρὸν τῶν κινδύνων πρὸς τὴν ὑμετέραν εἰώθειν ἀγάπην προοιμιάζεσθαι, ἀπὸ τῆς αὐτῆς ταύτης καὶ σήμερον ἄρξομαι τοῦ πρὸς ὑμᾶς λόγου, καὶ ἐρῶ μεθ' ὑμῶν·
000-00-00 Serial Number=0927872479
Ad viduam juniorem Ante [Go Back]  
 [00194]  πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν.
000-00-00 Serial Number=0232293844
Admonitiones spirituales Ante [Go Back]  
 [00045]  μνήσθητι, ὅτι ἄνθρωπος εἶ ἐν βίῳ θλιβερῷ διάγων καὶ κινδύνων μεστῷ, πολλοὺς ἀποκτείναντι καὶ καλοὺς καὶ κακοὺς, σοφοὺς καὶ ἀσόφους, πλουσίους καὶ πένητας.
000-00-00 Serial Number=0010374963
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00117]  Κεῖται μὲν πολλὴ τοῖς τὰ ἀγαθὰ ἐργαζομένοις ἀντίδοσις, μείζων δὲ αὕτη καὶ πλείων γίνεται, ὅταν καὶ διὰ κινδύνων ἴωσι καὶ ἀτιμίας πολλῆς οἱ ταῦτα ἐργαζόμενοι τὰ ἀγαθά·
 [00246]  Εἰ δὲ τοῦτο ἀπηνοῦς καὶ λιθίνης ψυχῆς, ποῦ θήσομεν, εἰπέ μοι, τούτους, οἳ πρὸς τῷ περιορᾷν καὶ ἕτερον πολλῷ μεῖζον τούτου ἐργάζονται κακὸν, τοὺς προθυμουμένους εἰς μέσους πηδῆσαι τοὺς κινδύνους, καὶ μὴ παραιτουμένους εἰς αὐτὸν τοῦ θηρίου τὸν λαιμὸν καθεῖναι τὰς χεῖρας, ἀλλὰ καὶ δυσωδίας καὶ κινδύνων ἀνεχομένους, ἵνα τὰς ἤδη καταποθείσας ψυχὰς ἐξ αὐτῆς τοῦ δαίμονος τῆς φάρυγγος ἀνασπάσωσιν, οὐ μόνον οὐκ ἐπαινοῦντες, οὐδὲ ἀποδεχόμενοι, ἀλλὰ καὶ ἐλαύνοντες πάντοθεν καὶ πολεμοῦντες;
000-00-00 Serial Number=0539595962
Commentarius in Job Ante [Go Back]  
 [01881]  ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων;
 [03443]  «οὐ μέχρι χρημάτων οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης.
 [03616]  οὐχὶ τὴν μὲν ναί, τὴν δὲ οὔ, ἀλλ' [162] οἱανδήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής.
000-00-00 Serial Number=0549039900
Comparatio regis et monachi Ante [Go Back]  
 [00072]  βασιλεὺς δὲ ἐκπεσὼν πολλῶν μὲν ἂν δεηθείη συμμάχων, πολλῶν δὲ ὁπλιτῶν καὶ ἱππέων καὶ ἵππων καὶ χρημάτων καὶ κινδύνων·
000-00-00 Serial Number=0166887283
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00055]  Χωρίον γάρ ἐστιν ἄσυλον, λιμὴν γαληνὸς, ἀσφάλεια διηνεκὴς, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινὴς, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης.
000-00-00 Serial Number=0062307537
De Anna i Ante [Go Back]  
 [00913]  Πολλοὶ γὰρ κινδύνων μὲν ἀπαλλάττονται, ἐπίδοξον δὲ οὐκ ἔχουσι βίον·
 [00923]  καὶ γὰρ κινδύνων ἀπηλλάγησαν διαφυγόντες τὸ πῦρ, καὶ περιφανεῖς ἐγένοντο, ὑπὲρ φύσιν τοῦ στοιχείου νικήσαντες τὴν δύναμιν.
000-00-00 Serial Number=0066659570
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00112]  Ἔδοξεν ἔθνει τινὶ τῶν ἐκείνῳ πολεμούντων τῷ βασιλεῖ καταλῦσαι τὸν πόλεμον καὶ μήτε ἑτέρους κόπτειν μήτε αὐτοὺς ὑπὸ ἑτέρων κόπτεσθαι τοῦ λοιποῦ, ἀλλὰ πραγμάτων μὲν ἀπηλλάχθαι καὶ κινδύνων καὶ φόβων στέργειν δὲ τοῖς ὑπάρχουσι καὶ μηδὲν πλέον τῶν ὄντων ἐπιζητεῖν·
000-00-00 Serial Number=0169265091
De Davide et Saule Ante [Go Back]  
 [00037]  Οὗτος δὲ οὐδεμίαν ὁρῶν ἀνάγκην ἐπικειμένην, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετίμησε, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον καὶ τὸ τῶν κινδύνων ἀφόρητον βλέπων, κατεῖχε καὶ μένειν ἐκέλευε λέγων·
 [00107]  Καὶ τοιαύτας [54.681] αὐτῷ ἀντὶ τῶν κινδύνων τὰς ἀμοιβὰς ἐδίδου.
 [00109]  Ὁ δὲ ἅγιος ἐκεῖνος καὶ μετὰ ταῦτα πάντα ἔμενε τὰ ἐκείνου θεραπεύων, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ κινδυνεύων, καὶ παραταττόμενος ἐν τοῖς πολέμοις ἅπασι, καὶ τὸν ἑαυτοῦ διασώζων σφαγέα τοῖς οἰκείοις κινδύνοις, καὶ οὔτε ἐν ῥήμασιν, οὔτε ἐν πράγμασιν ἐλύπησε τὸν ἄγριον θῆρα ἐκεῖνον, ἀλλὰ πρὸς πάντα εἶκε καὶ ὑπήκουε, καὶ τὸ ὁρισθὲν αὐτῷ τῆς νίκης ἔπαθλον οὐ λαβὼν, ἀλλ' ἀποστερηθεὶς τὸν μισθὸν τῶν κινδύνων ἐκείνων, οὐδὲ λόγῳ ποτὲ ἐνεκάλεσεν, οὐ τοῖς στρατιώταις, οὐ τῷ βασιλεῖ·
 [00697]  Ἡ τὸν Γολιὰθ κατενεγκοῦσα, καὶ τὴν πόλιν ἐξαρπάσασα τῶν κινδύνων, καὶ περὶ δουλείας καὶ περὶ θανάτου κινδυνεύοντας ἅπαντας καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἐλευθερίαν ἐπανάγουσα πάλιν, ἡ τὴν ἐκείνου καταστέλλουσα μανίαν, πολλὰ καὶ μεγάλα αὐτὸν ἐργασαμένη καλά.
000-00-00 Serial Number=0951963663
De Lazaro Ante [Go Back]  
 [00771]  ὁ δὲ λιμὴν τοὺς ναυαγίῳ περιπεσόντας ἅπαντας ὑποδέχεται, καὶ λύει τῶν κινδύνων·
 [01134]  Μὴ τοίνυν λέγωμεν ὅτι πενία καὶ νόσος καὶ κινδύνων ἐπαγωγαὶ βλασφημεῖν ἀναγκάζουσιν.
 [01137]  οὐ κινδύνων ἐπαγωγαὶ, ἀλλ' εὐλαβείας ἐρημία, καὶ εἰς βλασφημίαν καὶ εἰς πᾶσαν ἄγει κακίαν τοὺς μὴ προσέχοντας.
000-00-00 Serial Number=0019822538
De caritate [1] Ante [Go Back]  
 [00043]  ἀγάπη τὰ ἐκ κινδύνων καὶ κατὰ γῆν καὶ θάλασσαν ὑπομένειν ἐδίδαξεν·
000-00-00 Serial Number=0505882144
De gloria in tribulationibus Ante [Go Back]  
 [00016]  Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις παραταξάμενος πολέμοις, καὶ ἀποκρουσάμενος τοὺς ἐναντίους, καὶ τῶν ἐχθρῶν περιγενόμενος, καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλλάξας ἀπῆλθεν, οὐδενὸς ὅλως ἐκ τῶν μόχθων καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ.
000-00-00 Serial Number=0166294634
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00154]  Καὶ τῶν κινδύνων ἐπιτεινομένων αὐτῷ, νεαρὰν ἐκέκτητο τὴν προθυμίαν, καὶ τοῦτο δηλῶν ἔλεγε·
 [00158]  καὶ κινδύνων ἐπικειμένων καὶ ὕβρεων, καὶ ἀτιμίας ἁπάσης, ἐσκίρτα πάλιν, καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε·
 [00238]  Καὶ γὰρ ὡς πτηνὸς τὴν οἰκουμένην διέδραμε, καὶ ὡς ἀσώματος πόνων ὑπερεώρα καὶ κινδύνων, καὶ ὡς τὸν οὐρανὸν ἤδη λαχὼν, κατεφρόνει τῶν ἐπὶ γῆς, καὶ ὡς μετ' αὐτῶν ἀναστρεφόμενος τῶν ἀσωμάτων δυνάμεων, οὕτω διηνεκῶς ἐγρηγορὼς ἦν.
 [00537]  Ἀλλ' οὐδὲ ἀνέπνει ποτὲ τῶν κινδύνων.
 [00823]  Ἐπειδὴ γὰρ ἡ τῶν κινδύνων ὑπερβολὴ πολλοῖς ἂν ταύτην παρέσχε τὴν ὑπόληψιν, καὶ ὑποπτεύειν ἴσως ἐποίησεν ὅτι, ἀνώτερος τῶν ἀνθρωπίνων γενόμενος, τοιοῦτος ἦν·
 [01036]  ἀλλ' ὅμως εὐθέως ἐφλέγετο, καὶ ψυχῇ θανατώσῃ πάντα ἔπραττε, καὶ ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ παρελθόντος χρόνου, οὕτω πάντα ἐποίει, καὶ ἐπραγματεύετο εἰς τὸ πονοῦν μάλιστα τοῦ πολέμου μέρος ἑαυτὸν ἐμβάλλων, καὶ ὃ κινδύνων ἔγεμε καὶ φόβων.
 [01043]  [7.8] Ὥστε ὅταν ἀκούσῃς ὅτι τὸν ἀδελφιδοῦν πέμπει πρὸς τὸν χιλίαρχον, βουλόμενος ἑαυτὸν ἐξαρπάσαι τῶν κινδύνων, καὶ ὅταν ἐπικαλῆται Καίσαρα, καὶ ὅταν εἰς τὴν Ῥώμην σπεύδῃ, μὴ νομίσῃς ἀνανδρείας εἶναι τὰ ῥήματα.
000-00-00 Serial Number=0266783237
De paenitentia [1] Ante [Go Back]  
 [00935]  Ὥσπερ οὖν ἐν ταῖς τῶν ἁμαρτημάτων περιστάσεσιν, οὕτω καὶ ἐν ταῖς τῶν κινδύνων ἐπαγωγαῖς, ἱκανὸν τοῖς ἀθυμοῦσι φάρμακον αἱ παλαιαὶ τῶν Γραφῶν ἱστορίαι παρέχουσι πᾶσι τοῖς βουλομένοις προσέχειν.
 [01278]  Καὶ γὰρ καὶ αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ βασιλικοῦ, σάκκον ὑπεστρώσατο, σποδὸν κατεπάσατο, καὶ οὕτω τὴν πόλιν ἐξήρπασε τῶν κινδύνων·
000-00-00 Serial Number=0407639205
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00216]  τούτων γὰρ ὁ καιρὸς νῦν, θανάτων καὶ κινδύνων καὶ πόνων.
000-00-00 Serial Number=0595605969
De precatione [1] Ante [Go Back]  
 [00219]  Οὐ γὰρ εἰκῆ προσέγραψεν ὁ Λουκᾶς, ὅτι Προσευχὴ δὲ ἦν ἐκτενὴς ὅλης τῆς Ἐκκλησίας ὑπὲρ τοῦ Πέτρου, ἀλλ' ἵνα μάθωμεν ἡμεῖς, ὅσην ἰσχὺν ἐν οὐρανοῖς αἱ προσευχαὶ κέκτηνται, ὡς Παῦλον καὶ Πέτρον κινδύνων ἀπαλλάττειν, τοὺς στύλους τῆς Ἐκκλησίας, τοὺς κορυφαίους τῶν ἀποστόλων, τοὺς περιβοήτους ἐν οὐρανῷ, τὸ τεῖχος τῆς οἰκουμένης, τὸ κοινὸν φυλακτήριον πάσης γῆς καὶ θαλάττης.
000-00-00 Serial Number=0387601674
De prophetiarum obscuritate Ante [Go Back]  
 [00158]  καὶ τὰ τῶν κινδύνων οὐκ ἦν ἄδηλα, ἀλλ' ἐν μέσῃ παγίδι ἡ πόλις ἦν τότε Ἱερουσαλὴμ, ὡπλισμένων ἁπάντων καὶ περιεστώτων ἔξωθεν·
 [00567]  Εἰ δὲ Παῦλον κινδύνων ἀπήλλαξεν ἡ τοῦ πλήθους εὐχὴ, πῶς οὐ μεγάλα δεῖ προσδοκᾷν καὶ ἡμᾶς ἀπὸ ταύτης καρπώσεσθαι τῆς προστασίας;
000-00-00 Serial Number=0381426573
De resurrectione mortuorum Ante [Go Back]  
 [00163]  Ταῦτα ἀμφότερα, λέγω, δηλῶν ὁ Παῦλος, καὶ τὴν ὑπεροχὴν τῶν κινδύνων, καὶ τῶν ἄθλων ποιεῖται τὴν σύγκρισιν, καὶ ἀντιτίθησι τῷ παραυτίκα τὸ αἰώνιον, τῷ ἐλαφρῷ τὸ βάρος, τῇ θλίψει τὴν δόξαν.
000-00-00 Serial Number=0978015840
De sacerdotio Ante [Go Back]  
 [00264]  Ὅτι πολλῆς τὸ πρᾶγμα δυσκολίας γέμει καὶ κινδύνων Τί οὖν ἄν τις ποιήσειε;
 [00549]  Τοῦτο δή, τοῦτο ὅπερ καὶ ἐφ' ἡμῶν μικροῦ δεῖν ἔμελλε γίνεσθαι, εἰ μὴ ταχέως ἡμᾶς ὁ Θεὸς τῶν κινδύνων ἐκείνων ἐξείλκυσε καὶ τῆς Ἐκκλησίας τῆς αὑτοῦ καὶ τῆς ἡμετέρας φειδόμενος ψυχῆς.
 [00650]  Ὅτι τὴν ἐπιθυμίαν τῆς φιλαρχίας ἐκβεβλῆσθαι δεῖ τῆς τοῦ ἱερέως ψυχῆσ Βούλει σοι καὶ ἕτερον ἐπιδείξω ταύτης τῆς μάχης εἶδος, μυρίων ἐμπεπλησμένον κινδύνων;
 [01161]  ἔχω δέ τι καὶ πρὸς τούτοις ἕτερον μυρίων αἴτιον κινδύνων εἰπεῖν.
000-00-00 Serial Number=0391556144
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00004]  Καί μοι δοκῶ σήμερον τὴν μακαρίαν ἐκείνην κατοπτρίζεσθαι κόρην, καθάπερ ἐπ' εἰκόνος ἑστηκυῖαν τῆς μνήμης, καὶ τῇ μὲν τὸν καθ' ἡδονῶν, τῇ δὲ τὸν κατὰ κινδύνων ἀνατείνουσαν στέφανον·
000-00-00 Serial Number=0728510916
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00045]  Ἐπειδὴ γὰρ τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς ἀλλήλους ἦτε συνδεδεμένοι, οὐ πειρασμῶν ἐπαγωγαὶ, οὐ κινδύνων ἐπαναστάσεις, οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου πλῆθος, οὐκ ἄλλο οὐδὲν ἴσχυσεν ὑμᾶς διαστῆσαι τῆς συνουσίας τοῦ μακαρίου ποιμένος·
000-00-00 Serial Number=0422419548
De studio praesentium Ante [Go Back]  
 [00121]  κινδύνων αὐτὸν ἴσως ἐξήρπασε;
000-00-00 Serial Number=0913874805
De virginitate Ante [Go Back]  
 [01288]  καὶ οὔτε συνουσία φίλων οὔτε πραγμάτων φροντὶς οὔτε κινδύνων φόβος οὔτε ἡδονῆς ὑπερβολὴ οὔτε ἄλλο οὐδὲν τῆς τοιαύτης αὐτὸν ζάλης ἀπαγαγεῖν δυνήσεται·
 [01813]  Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία, ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον οὐδὲ φροντίδων οὐδὲ κινδύνων ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.
000-00-00 Serial Number=0657465577
De virtute animi Ante [Go Back]  
 [00064]  ἔχει γὰρ κινδύνων διὰ παντὸς ἀγωνίαν.
000-00-00 Serial Number=0960323632
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02347]  ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντων, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ μυρίων αὐτὰ δεινῶν ἀποβαλεῖται καὶ κινδύνων.
 [02944]  Ἀκούσατε, ἄνδρες, ἀκούσατε, γυναῖκες, φιλοστοργίαν συζύγων, ἣν πρὸς ἀλλήλους μέχρι κινδύνων αὐτῶν ἐπεδείξαντο.
 [04707]  ἐπεὶ καὶ οἱ ἀπόστολοι, ἡνίκα ἐκήρυττον μαστιζόμενοι, δεσμωτήρια συνεχῶς οἰκοῦντες, οὐ μόνον μετὰ τὴν τῶν κινδύνων ἀπαλλαγὴν, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς κινδύνοις μετὰ μείζονος τῆς προθυμίας τὸ τῆς ἀληθείας κατήγγελλον κήρυγμα.
 [05247]  οὐδεὶς ἀπὸ κινδύνων;
 [06942]  Καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἠκόντισε βουλόμενος αὐτὸν ἀνελεῖν, καὶ τοιαύτας ἀντὶ τῶν κινδύνων ἐκείνων ἐδίδου τὰς ἀμοιβάς.
 [09999]  οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι;
000-00-00 Serial Number=0888358355
Epistula ad Cyriacum Ante [Go Back]  
 [00601]  ∆ιὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεὸς πολλάκις τοῦ Παύλου παρακαλέσαντος τῶν παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι οὐκ ἐπένευσεν.
 [00639]  Ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει κινδύνων κινδύνους διαδεχομένων·
000-00-00 Serial Number=0281927526
Epistulae Ante [Go Back]  
 [00271]  Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, πόνων γέμει καὶ ἱδρώτων, ἐπιβουλῶν καὶ κινδύνων.
 [00378]  Οἴκοι δὲ καθήμενον, οὐκ ἔστι κερδᾶναι ἅπερ ἐκεῖ καθήμενόν ἐστι καρπώσασθαι, ψυχῶν σωτηρίαν τοσούτων, τὸν ἀπὸ τῶν κινδύνων μισθὸν, τὴν ἀπὸ τῆς τοσαύτης προθυμίας ἀμοιβήν·
 [01055]  Εἰ γὰρ καὶ ἐρημότατον χωρίον, εἰς ὃ νῦν ἀπηνέχθημεν, ἡ Κουκουσὸς, καὶ κινδύνων γέμον πολλῶν, καὶ φόβῳ διηνεκεῖ τῶν λῃστῶν πολιορκούμενον, ἀλλ' οὐδὲν τούτων ἡμᾶς θορυβεῖ, οὐδὲ διαταράττει, τῆς ὑμετέρας ἀπολαύοντας ἀγάπης·
 [01248]  Ἐννοήσατε ὅσα μακάριοι ἀπόστολοι ἔπασχον καὶ παρὰ οἰκείων, καὶ παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι' ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἀλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ λιμοὺς, καὶ γυμνότητας δαπανώμενοι.
 [01336]  Οἴκοι δὲ καθήμενον, οὐκ ἔστι κερδᾶναι ἅπερ ἐκεῖ καθήμενόν ἐστι καρπώσασθαι, ψυχῶν σωτηρίαν τοσούτων, τὸν ἀπὸ τῶν κινδύνων μισθὸν, τὴν ἀπὸ τῆς τοσαύτης προθυμίας ἀμοιβήν·
 [02013]  Εἰ γὰρ καὶ ἐρημότατον χωρίον, εἰς ὃ νῦν ἀπηνέχθημεν, ἡ Κουκουσὸς, καὶ κινδύνων γέμον πολλῶν, καὶ φόβῳ διηνεκεῖ τῶν λῃστῶν πολιορκούμενον, ἀλλ' οὐδὲν τούτων ἡμᾶς θορυβεῖ, οὐδὲ διαταράττει, τῆς ὑμετέρας ἀπολαύοντας ἀγάπης·
 [02206]  Ἐννοήσατε ὅσα μακάριοι ἀπόστολοι ἔπασχον καὶ παρὰ οἰκείων, καὶ παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι' ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἀλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ λιμοὺς, καὶ γυμνότητας δαπανώμενοι.
 [02499]  Ἀλλ' ἡ τοῦ Θεοῦ χεὶρ ταχέως αὐτοὺς καὶ μὴ αἰσθομένων ἡμῶν ἀπέστρεψεν, ὡς μὴ μόνον τῶν κινδύνων, ἀλλὰ καὶ τοῦ φόβου ἐκτὸς γενέσθαι, καὶ ἡμέρας γενομένης, τότε μαθεῖν τὰ συμβάντα.
 [02643]  Μακάριοι καὶ τρισμακάριοι, καὶ πολλάκις τοῦτο ὑμεῖς τῶν καλῶν τούτων ἱδρώτων καὶ ἀγώνων, τῶν μόχθων, καὶ πόνων, καὶ τῶν κινδύνων, οὓς ὑπὲρ τῶν Ἐκκλησιῶν τῶν κατὰ τὴν οἰκουμένην κειμένων ὑπομεμενήκατε, λαμπροὶ μὲν ἐν γῇ, λαμπροὶ δὲ ἐν [52.700] οὐρανοῖς διὰ τούτων γενόμενοι.
 [03266]  ὃ δὴ καὶ νῦν πεποιήκαμεν, χάριτας ὑμῖν ὁμολογοῦντες μυρίας ὑπὲρ τῆς σπουδῆς ἧς ἐπιδείκνυσθε, καὶ τῶν κινδύνων οὓς ὑπομένετε, καὶ μακαρίζοντες ὑμᾶς.
000-00-00 Serial Number=0505699992
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00956]  ∆ιὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεός, τοῦ Παύλου πολλάκις παρακαλέσαντος τῶν παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι, οὐκ ἐπένευσεν.
 [00994]  ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει, κινδύνων κινδύνους διαδεχομένων.
000-00-00 Serial Number=0808442652
Expositiones in Psalmos Ante [Go Back]  
 [01542]  τρίτον, τὸ καὶ κινδύνων κατατολμᾷν ὑπὲρ τῆς ἀρετῆς·
 [03382]  Καὶ ποτὲ μὲν ἐξαιρεῖ τῶν κινδύνων·
 [03522]  Καὶ οὐκ εἶπεν, Ἐκ τῆς πύλης, ἀλλ', Ἐκ τῶν πυλῶν, τὸ πολὺ τῶν κινδύνων δηλῶν.
 [05145]  Καὶ ποτὲ μὲν ἐξαιρεῖ τῶν κινδύνων·
 [05285]  Καὶ οὐκ εἶπεν, Ἐκ τῆς πύλης, ἀλλ', Ἐκ τῶν πυλῶν, τὸ πολὺ τῶν κινδύνων δηλῶν.
 [06892]  Πολλάκις γοῦν κίονα σαλευόμενον ψηφὶς ὑποτεθεῖσα ἔστησε, καὶ μυριαγωγὸν πλοῖον μικρὸν πηδάλιον ἰθύνει, καὶ κινδύνων ἀπαλλάττει.
 [07029]  τὸ δὲ πολλῷ μεῖζον, τὸ συνεχῶν θανάτων καὶ καθημερινῶν κινδύνων ἐπικειμένων διατηρεῖν τὴν τοιαύτην ἀγάπην.
 [07030]  Καὶ ἐννόησον ὅσον φιλοσοφίας εἶδός ἐστιν, ὅπου γε καὶ ὁ Παῦλος αὐτῷ κέχρηται, τὰς νιφάδας τῶν ἀποστολικῶν κινδύνων ἀπαριθμούμενος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ.
000-00-00 Serial Number=0415534496
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05618]  ∆ιὰ γὰρ τὴν ἀσέβειαν τοῦ πλήθους κατὰ πάντων ἀποφηναμένου, καὶ βουλομένου μου διὰ τῆς ἀπειλῆς ἀπαλλάξαι τῶν κινδύνων, σὺ οὐδὲ ἀθυμεῖν ἴσ.
 [05631]  Μίαν πόλιν ὅλην ἐξαρπάσαι κινδύνων προσκρουσασάν μοι ζητεῖς.
000-00-00 Serial Number=0735799491
Fragmenta in Job Ante [Go Back]  
 [00325]  ∆ιὰ τοῦτο συνεχῶς ἐπιφοιτᾷ, καὶ πονηρῶς διαλέγεται, καὶ τὰ χαλεπώτερα τῶν κινδύνων τίθεται τελευταῖα·
 [00329]  πῶς δὲ καὶ καθ' ἑκάστην πληγὴν, εἷς, καὶ μόνος, ἦν ὁ κρείττων εὑρισκόμενος τῶν κινδύνων, καθάπερ εἰς τοῦτο τηρούμενος;
 [01230]  καί φησιν, Ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων;
 [01741]  Ὁρᾷς τὴν προστασίαν, οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην κρίσεως.
 [01804]  ἀλλ' οἵαν δήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής.
000-00-00 Serial Number=0287882924
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00070]  Καὶ ἐκεῖ, φησὶν, ἑστὼς, οὐ τοῦτο ἐσκόπουν, ὅπως ἀπαλλαγείην τῶν ἐπικειμένων κινδύνων, οὐδὲ πῶς διακρούσομαι τὰς ἐπιβουλάς·
 [00072]  καὶ οὔτε ὁδοῦ μῆκος, οὔτε πραγμάτων ὄχλος, οὔτε κινδύνων μέγεθος, οὔτε ἀρχόντων φόβος, οὐ δήμων ἐπανάστασις, οὐ θάνατος ὁρώμενος, οὐ ξίφη γυμνούμενα, οὐ δημίων πλήθη, οὐκ ἄλλο τῶν τοιούτων [63.496] οὐδὲν ἀπῆγέ με τῆς ὑμετέρας μνήμης.
 [00129]  οὕτω καὶ ἡ Παύλου ψυχὴ πεπλήρωτο μυρίων πειρασμῶν, καθημερινῶν κινδύνων, ἔξωθεν, ἔσωθεν, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ χρημάτων, διὰ δόλων·
000-00-00 Serial Number=0280497372
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00178]  Ἐπειδὴ γὰρ ἐδέξαντο τὸ κήρυγμα, καὶ φιλόσοφοι καὶ μάρτυρες ζῶντες ἀθρόον γίνονται, κατατολμῶντες θανάτου, καταφρονοῦντες κινδύνων, ὑπερορῶντες τῆς παρούσης ζωῆς, ἐν παῤῥησίᾳ ἀνακηρύττοντες ὅπερ ἔμαθον, ἐν μέσῳ δήμῳ καὶ μέσῃ πόλει τὸν τεχθέντα ἀναγορεύοντες.
000-00-00 Serial Number=0793559790
In Acta apostolorum Ante [Go Back]  
 [03706]  Οὐ γὰρ εἶπον, Καὶ ἐξελοῦ τῶν κινδύνων ἡμᾶς·
 [04869]  Καταλύσει, φασὶ, τὸν τόπον, καὶ ἀλλάξει τὰ ἔθη Οὐ μόνον δὲ διπλῆ, ἀλλὰ καὶ πικρὰ, καὶ κινδύνων γέμουσα.
 [07249]  οὐ πειρασόμεθα τῶν κινδύνων ἐξαρπάσαι;
 [09999]  ὅταν δὲ καὶ δεσμὰ καὶ χειμὼν, ἐννόησον ὅσον τὸ τῶν κινδύνων.
 [09999]  Ὅρα καθάπερ ἐν ἐκκλησίᾳ παιδευομένους αὐτοὺς τοῦ Παύλου τὴν φιλοσοφίαν, οὓς καὶ ἐκ μέσων αὐτῶν σώζει τῶν κινδύνων.
 [09999]  Εἶδες ἐπιείκειαν, κινδύνων ὄντων;
 [09999]  τὸ δὲ θαῦμα μεῖζον, ὅτι ἐν καιρῷ τοιούτῳ ἐκ μέσων ἐσώθησαν τῶν κινδύνων, αὐτός τε καὶ δι' αὐτὸν οἱ λοιποί.
 [09999]  Τοῦτο καὶ τῶν κινδύνων αὐτῷ χαλεπώτερον ἦν.
 [09999]  Τί δήποτε πείσαντος οὕτως αὐτοῦ ὡς καὶ εἰπεῖν Ἀθηναίους, Ἀκουσόμεθά σου πάλιν περὶ τούτου, καὶ κινδύνων οὐκ ὄντων, ἐπείγεται τὰς Ἀθήνας ἀφεῖναι ὁ Παῦλος;
 [09999]  Ἔδωκε γοῦν ὁ Θεὸς, καὶ ἐῤῥίψαμεν, καὶ ἔσχατον ἀπηλλάγημεν τότε τῶν κινδύνων.
 [09999]  Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ μετὰ κινδύνων ταῦτα ἐπείθοντο.
 [09999]  Ἐπειδὴ γὰρ θαῦμα ἔμελλε γίνεσθαι μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων.
 [09999]  κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντως ἀπαλλαγησόμεθα τῶν κινδύνων, κἂν τεσσαρεσκαίδεκα ἡμέραις ἄσιτοι διαμένωμεν, κἂν ἡ ἐλπὶς τῆς σωτηρίας ἐκπέσῃ, κἂν ἐν σκότῳ ὦμεν καὶ γνόφῳ, πεισθέντες αὐτῷ, ἀπαλλαγησόμεθα τῶν κινδύνων.
 [09999]  τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ.
 [09999]  οὐ γὰρ ἂν οὕτω Παῦλος προεθυμήθη, οὔτε Θεὸς ἂν εἴασεν ὁ ἀεὶ κινδύνων ἐξαρπάζων αὐτόν.
 [09999]  κἂν ἐν μέσῳ ὦμεν χειμῶνι, πάντως ἀπαλλαγησόμεθα τῶν κινδύνων, κἂν τεσσαρεσκαίδεκα ἡμέραις ἄσιτοι διαμένωμεν, κἂν ἡ ἐλπὶς τῆς σωτηρίας ἐκπέσῃ, κἂν ἐν σκότῳ ὦμεν καὶ γνόφῳ, πεισθέντες αὐτῷ, ἀπαλλαγησόμεθα τῶν κινδύνων.
 [09999]  Τὰς πράξεις εἶδες ἐκ μέρους αὐτοῦ, πᾶσαι τοιαῦται τυγχάνουσι, κινδύνων γέμουσαι.
 [09999]  μᾶλλον δὲ, κἂν ᾖ χειμὼν, ἔσται εὐδία καὶ γαλήνη πολλὴ, καὶ ἀπαλλαγὴ τῶν κινδύνων·
 [09999]  Εἰπὲ γάρ μοι, εἰ ταῦτα, ἃ ἥμαρτεν ὁ Ἀδὰμ, χωρὶς συμβουλῆς ἥμαρτε, τίς αὐτὸν ἂν ἐξήρπασε τῶν κινδύνων·
000-00-00 Serial Number=0469155252
In Genesim sermones Ante [Go Back]  
 [00185]  Ὅταν οὖν μήτε πόνος, μήτε κίνδυνος, μήτε ὑποψία, μήτε ὑποτυχία τις ᾖ, καὶ πολλῷ πλείονα τῶν καταβαλλομένων γένηται τὰ φυόμενα, καὶ τοσαῦτα βλαστάνῃ ἀγαθὰ, Ὅσα οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, πῶς οὐκ ἂν εἴη ῥᾳθυμίας ἐσχάτης, τὸ πλέον ἀφέντας, τὸ ἔλαττον διώκειν, καὶ τὸ ἀσφαλὲς καταλιπόντας, τὸ ἄπιστον καὶ κινδύνων γέμον καὶ πολλὰς ἔχον ἀποτυχίας μετιέναι;
000-00-00 Serial Number=0735520720
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00080]  καίτοι γε φόβων καὶ ἀπειλῶν καὶ κινδύνων ἐπικρεμαμένων μεγάλων, εἴ τις προσέλθοι, καὶ διαλεχθείη καὶ κοινωνήσειεν αὐτοῖς λόγων.
000-00-00 Serial Number=0244468749
In Psalmum 139 Ante [Go Back]  
 [00091]  Πολλαὶ γὰρ γυναῖκες ἐῤῥύσαντο πολλοὺς ἐκ θανάτου καὶ κινδύνων ὡς Σάῤῥα τὸν Ἀβραὰμ ἐῤῥύσατο ἐκ χειρὸς Ἀβιμέλεχ, ἀδελφὸν αὐτῆς εἶναι σοφισαμένη·
000-00-00 Serial Number=0230991364
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00099]  εὐλογητὸς ὁ Θεὸς, οἵων με κινδύνων ἀπήλλαξας.
 [00104]  μεγάλων κινδύνων ἐντεῦθεν ἐπαγωγήν τε καὶ ἀπαλλαγὴν αἰνιττόμενος.
 [00347]  Ὥστε καὶ τὸ κοινωνοὺς αὐτοὺς λαβεῖν τῶν κινδύνων, καὶ τῆς παρακλήσεως αὐτῶν αὐτοῖς ἀναθεῖναι τὴν αἰτίαν, καταπραΰνειν τὸν λόγον.
 [00416]  Οὐκ εἶπεν, Ἐκ τοσούτων κινδύνων, ὁμοῦ μὲν δεικνὺς τὸ ἀφόρητον τῶν πειρασμῶν, ὁμοῦ δὲ ἐκεῖνον, ὅνπερ ἔφην, πιστούμενος τὸν λόγον.
 [00425]  Εἶτα, ἵνα μὴ, ἀκούοντες ὅτι διηνεκῶς μέλλουσι κινδυνεύειν, καταπέσωσιν, ἔδειξε πρότερον τῶν κινδύνων τὸ ὄφελος, οἷον τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς·
 [00757]  Ἐνταῦθα πάλιν καὶ ἑτέραν παρακλήσεως ὑπόθεσιν οὐ μικρὰν ἡμῖν ἀνακαλύπτει, ἀλλὰ καὶ σφόδρα μεγάλην, καὶ ἱκανὴν ἀνορθῶσαι διάνοιαν ὑπὸ κινδύνων βαπτιζομένην.
 [01064]  ὅτε αὐτὸν τῶν τοσούτων ἐξείλετο κινδύνων·
 [01884]  Εἶπε περὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, καὶ ὅτι πανταχοῦ πομπεύεται παρὰ τοῦ [61.436] Θεοῦ ἐν τῷ Χριστῷ, καὶ ἡ οἰκουμένη πᾶσα τοὺς θριάμβους οἶδε τούτους.
 [02417]  Εἰπὲ γάρ μοι, οἱ μοιχεύοντες, ἐρῶντες μοιχεύουσιν, ἢ ἁπλῶς κινδύνων ἐπιθυμοῦντες;
 [02771]  Ἵνα καὶ ἡ ζωὴ αὐτοῦ φανερωθῇ ἐν τῷ σώματι ἡμῶν, φησὶ, τῷ ἐξαρπάζειν ἡμᾶς τῶν κινδύνων.
 [02786]  Ἡμεῖς μὲν γὰρ ἐν κινδύνοις καὶ ἐν πειρασμοῖς, φησὶν, ὑμεῖς δὲ ἐν ἀνέσει, τὴν ἐκ τούτων τῶν κινδύνων καρπούμενοι ζωήν·
 [03281]  Εἰ τοίνυν οὐ δεῖ ἡμᾶς ἑαυτοῖς ζῇν, μὴ ταράττεσθε, φησὶ, μηδὲ θορυβεῖσθε κινδύνων ἐπιόντων καὶ θανάτων.
 [03678]  ∆ιὸ μετὰ τῶν κινδύνων καὶ τῶν ἱδρώτων καὶ ταῦτα τίθησι, λέγων·
 [06241]  ∆ιὰ τοῦτο οὐ πρότερον εἰς τὸν τῶν κινδύνων ἐμβάλλει λόγον, οὐδὲ εἰς τὸν τῶν σημείων, ἀλλ' εἰς τὸν τῆς τῶν χρημάτων ὑπεροψίας, ἐπειδὴ ἐν τούτῳ ἐφρόνουν·
000-00-00 Serial Number=0418823421
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00364]  Ὁρᾷς πῶς καταφρονεῖ τῶν ἐνταῦθα πάντων, καὶ τῶν ἐπαλλήλων κινδύνων ὁ μακάριος Παῦλος;
 [00849]  Ἄρα μεγάλοι τινὲς ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν, καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα.
000-00-00 Serial Number=0350627542
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00369]  πόσην θεραπείαν ἀντίῤῥοπον τῶν κινδύνων τούτων;
 [00608]  Θέα πῶς πανταχοῦ τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ φοβηθῆναι τὸν Τιμόθεον, καίτοι κινδύνων τὸ πρᾶγμα ἔγεμε·
 [01819]  πλὴν ἀλλὰ καὶ τὸν υἱὸν ἐκείνου, καὶ τὸν ἔγγονον πολλάκις κινδύνων ἐξήρπασεν, ἀπομνημονεύων τοῦ πατρὸς τὴν χάριν·
 [02645]  Τότε μὲν γάρ με τῶν κινδύνων ἐξήρπασεν·
000-00-00 Serial Number=0256814301
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00483]  Μέλλων γὰρ εἰς πρᾶγμα ἐμβαίνειν πολλῶν κινδύνων γέμον, καὶ τὴν Ἐκκλησίαν ἐκ βάθρων ἱκανὸν ὂν ἀνασπάσαι, προσηνέστερον τῷ λόγῳ κέχρηται.
 [00699]  Ὁ ἁλιεὺς, ὁ σκηνοποιὸς, ὁ τελώνης, ὁ ἰδιώτης, ὁ ἀγράμματος, ἐκ Παλαιστίνης τῆς χώρας μακρὰν κειμένης ἐλθόντες, τοὺς φιλοσόφους, τοὺς ῥήτορας, τοὺς δεινοὺς εἰπεῖν ἐκ τῆς οἰκείας ἀπωσάμενοι πάντας, αὐτοὶ τούτων ἐκράτησαν ἐν χρόνῳ βραχεῖ μετὰ κινδύνων πολλῶν, δήμων, βασιλέων ἀντιπιπτόντων, τῆς φύσεως αὐτῆς μαχομένης, τοῦ χρόνου τῆς παλαιότητος, τῆς πολλῆς συνηθείας ἀντιπαλαιούσης σφοδρῶς, δαιμόνων ὁπλιζομένων, διαβόλου παραταττομένου καὶ πάντα κινοῦντος, βασιλέας, ἄρχοντας, δήμους, ἔθνη, πόλεις, βαρβάρους, Ἕλληνας, φιλοσόφους, ῥήτορας, σοφιστὰς, λογογράφους, νόμους, δικαστήρια, κολάσεις ποικίλας, θανάτους μυρίους καὶ παντοδαπούς.
 [00707]  Τοῦ γὰρ γυμνὸν μὴ τρωθῆναι, πολλῷ παραδοξότερον τὸ τὸν ἰδιώτην καὶ ἀγράμματον καὶ ἁλιέα τοσαύτης δεινότητος περιγενέσθαι, καὶ μήτε ὑπὸ τῆς ὀλιγότητος, μήτε ὑπὸ τῆς πενίας, μήτε ὑπὸ τῶν κινδύνων, μήτε ὑπὸ τῆς συνηθείας τῆς προκατειληφυίας, μήτε ὑπὸ τῆς τοσαύτης αὐστηρότητος τῶν πραγμάτων ὧν ἐπέταττον, μήτε ὑπὸ τῶν καθημερινῶν θανάτων, μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀπατηθέντων, μήτε ὑπὸ τοῦ ἀξιώματος τῶν ἀπατησάντων διακωλυθῆναι.
 [01266]  οὕτω γὰρ ἂν καὶ τῶν κινδύνων ἀπηλλάγησαν, οὕτω καὶ τὸν πόλεμον ἔλυσαν.
 [01296]  Εἷς δὲ τῶν μαθητῶν οὐδὲ εἰς τὴν Ἰουδαίαν ἤθελεν ἀπελθεῖν μετ' αὐτοῦ, ἐπειδὴ κινδύνων ἤκουσεν, ἀλλ' ἔλεγεν·
 [01445]  Ἐγὼ γὰρ διὰ τοῦτο αὐτὸν θαυμάζω, ὅτι φοβούμενος, καὶ οὐχ ἁπλῶς φοβούμενος, ἀλλὰ καὶ τρέμων τοὺς κινδύνους, διαπαντὸς ἔδραμε στεφανούμενος, καὶ ἐν οὐδενὶ τῶν κινδύνων ἐνέδωκεν, ἐκκαθαίρων τὴν οἰκουμένην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ κήρυγμα σπείρων.
 [02013]  Ἐπὶ δὲ τῶν ἀποστόλων καὶ ἕτερον ἦν δυνατώτερον τούτων ἐμπόδισμα, τὸ μὴ μόνον συνήθειαν ἀμείβειν οὕτω παλαιὰν καὶ ἀρχαίαν, ἀλλὰ καὶ μετὰ κινδύνων τὴν μετάστασιν ποιεῖσθαι.
 [02019]  Μετὰ γὰρ τῆς συνηθείας καὶ τῶν κινδύνων, καὶ ταῦτα τὰ ἐπιτάγματα φορτικώτερα ἦν, καὶ ὧν ἀπῆγον, ῥᾴδιά τε καὶ εὔκολα.
 [02070]  Καίτοι τὰ μὲν Ἑλλήνων ἁπλῶς κατεῖχον, τὰ δὲ ἡμέτερα μετὰ κινδύνων κατεδέξαντο·
 [02113]  τοὺς μετὰ κινδύνων ἕλκοντας, ἢ τοὺς μετὰ ἀδείας;
 [02937]  καὶ λεγέτωσαν ἅπαντες, ὅτι Τὸν δεῖνα ἀπήλλαξε πενίας, καὶ τὸν δεῖνα κινδύνων·
 [02947]  καὶ ἕτερος, ὅτι Τῶν κινδύνων ἀπήλλαξε.
 [03669]  νυνὶ δὲ οὐκ ἔνι, οὐ φρόνιμον εἶναι δοκεῖν, οὐκ ἔνδοξον, οὐκ ἀπηλλάχθαι κινδύνων.
 [03681]  Ἀλλ' οὐχ ἡμεῖς οὕτω, φησὶν, ἀλλὰ μετὰ τῶν ἔξωθεν κινδύνων καὶ ἑαυτοὺς κατατείνομεν τῇ διηνεκεῖ ἐργασίᾳ.
 [06728]  ἀλλὰ καὶ τὰ ἑαυτοῦ συστέλλει, οὐκ ἀπὸ τῶν κινδύνων, ἀλλ' ἀπὸ τοῦ μεγέθους τῆς δωρεᾶς διδοὺς τὴν ὑπεροχήν.
 [07290]  οὐ φόβων γέμει καὶ κινδύνων;
 [09999]  Ταῦτα καὶ κινδύνων μείζω τὰ ῥήματα·
 [09999]  Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰ-κῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμε-νος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων.
000-00-00 Serial Number=0870956659
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00275]  Μωϋσῆς ὁ πρῶτος νομοθέτης, ὁ πολλάκις αὐτοὺς ἐξελόμενος κινδύνων, ὁ εἰπὼν, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες·
 [00334]  Ὅτι κινδύνων ἔγεμεν, ὅτι θανάτων μυρίων, ὅτι τούτων οὐδὲν ὑμᾶς ἐτάραττεν·
 [00363]  Ἀπὸ γὰρ κινδύνων ὄντες μεγάλων καὶ θανάτων καὶ πληγῶν, εὐθέως εἰς κινδύνους ἐνεπέσομεν.
 [00376]  Τίς γὰρ ἂν ἕλοιτο ὑπὲρ τῶν ἐνταῦθα τοσαῦτα ὑπομένειν, καὶ βίον ἐναγώνιον ζῇν, καὶ κινδύνων γέμοντα;
 [01105]  Οὐκ ἔμελεν οὖν αὐτῷ τῶν κινδύνων, ἀλλὰ τῶν μαθητευομένων.
 [02443]  Τί δὲ, εἰ ὁ Παῦλος προειδὼς, ὅτι οὐ τεθνήξεται, ὑπερεῖδε τῶν κινδύνων, ποῦ δὲ καὶ θαυμαστός;
000-00-00 Serial Number=0717921674
In epistulam ad Ephesios Ante [Go Back]  
 [02265]  οὐ πολλῷ θαυμασιώτερον ἦν, φησὶν, ἐξαχθέντα καὶ παραδοθέντα ταῖς τοῦ βασιλέως χερσὶ, τότε ἐκ μέσων αὐτῶν ἐξαρπασθῆναι τῶν κινδύνων, καὶ μηδὲν παθεῖν;
 [02281]  Ἐχρῆν αὐτὸν ἀπὸ τούτων θαυμάσαι τοῦ Θεοῦ τὴν δύναμιν, ἥτις καὶ ἐκ μέσων αὐτὸν ἀνήρπασε τῶν κινδύνων·
000-00-00 Serial Number=0046350360
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00409]  Καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, ἀπὸ τῶν δεσμωτηρίων, ἀπὸ τῶν καθημερινῶν θανάτων, ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ δίψους, καὶ τῆς γυμνότητος, ἀπὸ τῶν ἄλλων τῶν τοιούτων·
 [00410]  ἀλλ' ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους, ἀλλὰ πρὸς τοὺς ἀποστόλους ὁ λόγος ἦν αὐτῷ νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, τῶν κινδύνων λέγω, ἑτέρωθεν μεθοδεύει τὸν λόγον·
 [01616]  Πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τῶν οὐρανῶν τὴν κορυφὴν, καὶ διὰ τῶν κινδύνων, οὓς ὑπ [61.661] εμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων, ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαϊζόντων ἐκκρέμασθαι;
 [02360]  τελευτῶν δὲ ἀπὸ τῶν ταύτης κινδύνων.
000-00-00 Serial Number=0640593112
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01923]  οἱ δὲ ἀγνώμονες Ἰουδαῖοι καὶ ἀναίσθητοι, δέον αὐτοὺς τῶν προτέρων τοῦ Θεοῦ εὐεργεσιῶν ἀναμνησθῆναι, καὶ πῶς αὐτοὺς εἰς μέσον ἀπειλημμένους στρατοπέδων τοσούτων Αἰγυπτιακῶν οὐ μόνον ἐξήρπασε τῶν κινδύνων, ἀλλὰ καὶ τῶν λαφύρων αὐτῶν ἐποίησε κυρίους, καὶ πῶς πάλιν ἐν τῇ ἐρήμῳ πέτραν ἔῤῥηξε, καὶ τῶν ὑδάτων τὴν ἀφθονίαν ἐχαρίσατο, καὶ τὸ μάννα παρέσχε, καὶ ταῦτα ἀναμνησθέντας καὶ τὰ ἄλλα θαύματα ἅπερ εἰργάσατο, πιστεῦσαι τῷ Θεῷ·
 [02723]  εἰ γὰρ προσείχομεν, οὐ μόνον οὐκ ἂν περιεπέσομεν τῇ ἀπάτῃ, ἀλλὰ καὶ [63.74] ἑτέρους ἀπατωμένους ἀπηλλάξαμεν ἂν, καὶ τῶν κινδύνων ἐξειλκύσαμεν.
 [03599]  οὐδεὶς ἀπὸ κινδύνων;
 [06484]  οὐκ εἶπε πρὸς ἑαυτὸν, Τίς χρεία πόνων καὶ κινδύνων;
000-00-00 Serial Number=0556778431
In epistulam ad Philippenses Ante [Go Back]  
 [00492]  Εἰ τοίνυν οἱ πλησίον ὄντες τῶν κινδύνων μόνον οὐδὲν ἐβλάβησαν, ἀλλὰ καὶ πλέον θάρσος ἔλαβον, πολλῷ μᾶλλον ὑμᾶς θαῤῥεῖν χρή.
 [00805]  ἐκεῖ μὲν, ὅτι με ἀπήλλαξε κινδύνων·
 [00912]  Εἰπὲ γάρ μοι, ὁ χρημάτων καταφρονῶν, ὁ τρυφῆς, ὁ λιμοῦ καὶ δίψης, ὁ κινδύνων, ὁ ὑγείας, ὁ σωτηρίας, ταύτην ζῇ τὴν ζωήν;
 [01448]  Τί βούλει, εἰπέ μοι, ἵνα σε κινδύνων ἀπαλλάξωμεν;
 [01614]  παῤῥησία δὲ καὶ ἀνδρεία, ὅταν κινδύνων καὶ θανάτων κατατολμᾷ, καὶ φιλίας καὶ ἀπεχθείας ὑπερορᾷ ὑπὲρ τῶν δοκούντων τῷ Θεῷ.
 [04909]  μᾶλλον δὲ οὐχ ἧττον αὐτὸν τῶν κινδύνων θαυμάζω, ὑφ' ὧν καθ' ἑκάστην ἡμέραν ἀπέθνησκεν·
000-00-00 Serial Number=0398981750
In epistulam ad Romanos Ante [Go Back]  
 [00612]  Ὢ ψυχῆς γενναίας! πρᾶγμα τοσούτων κινδύνων μεστὸν ἀναδεξάμενος, ἀποδημίαν διαπόντιον, πειρασμοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις (καὶ γὰρ εἰκὸς πόλει τοσαύτῃ μέλλοντα διαλέγεσθαι, ὑπὸ ἀσεβείας τυραννουμένῃ, νιφάδας πειρασμῶν ὑπομένειν·
 [02167]  οἷον, τὸ πενίαν λύειν, τὸ νοσοῦσι συναμύνειν, τὸ κινδύνων ἀπαλλάττειν, τὸ ἐν περιστάσεσιν οὖσι παρίστασθαι, τὸ κλαίειν μετὰ κλαιόντων, τὸ χαίρειν μετὰ χαιρόντων·
 [04925]  Ἀλλ' οὐχ ὁ τῷ Πνεύματι ζῶν τοιοῦτος, ἀλλὰ καὶ φόβων καὶ λύπης καὶ κινδύνων καὶ μεταβολῆς ἁπάσης ἕστηκεν ἀνώτερος, οὐ τῷ μηδὲν ὑπομένειν, ἀλλ', ὃ πολλῷ μεῖζόν ἐστι, τῷ καὶ ἐπιόντων αὐτῶν καταφρονεῖν.
 [05418]  καὶ ὑπὲρ τοῦ σκόλοπος τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκὶ, τουτέστι, ὑπὲρ τῶν κινδύνων πολλάκις παρεκάλεσε, καὶ ὁλοσχερῶς ἀπέτυχε·
 [05641]  Ἄνεσις γοῦν καὶ κινδύνων ἀπαλλαγὴ, καὶ τὸ ἐν ἀδείᾳ ζῇν, ἐδόκει συμφέρον εἶναι ἐκείνοις.
 [05644]  Ὁ γοῦν τρὶς τὸν Κύριον παρακαλέσας ὥστε ἀπαλλαγῆναι κινδύνων, ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, Ἀρκεῖ σοι ἡ χάρις μου·
 [05705]  Μὴ τοίνυν [60.542] λέγε μοι λοιπὸν περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς.
 [05787]  Ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ δεσμὰ καὶ συκοφαντίας καὶ ἐξορίας καὶ τὰς ἄλλας ταλαιπωρίας ἁπάσας, ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον, καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ μιᾶς ἡμῖν ἐμφαίνων λέξεως.
 [05808]  Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόμενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ καταμαλακιζόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνων;
 [06010]  Ὁ γὰρ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ νιφάδας κινδύνων θεὶς, καὶ εἰπὼν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;
 [09999]  Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν·
 [09999]  Πρῶτον συλλειτουργοὺς αὐτοὺς καλεῖ, τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς αὐτοὺς κοινωνούς·
 [09999]  Καὶ οὐκ εἶπεν, Ἥτις πολλὰ ἐδίδαξεν, ἀλλ', Ἥτις πολλὰ ἐκοπίασε, δεικνὺς ὅτι μετὰ τοῦ λόγου καὶ ἕτερα ἄλλα διηκονεῖτο, τὰ ἀπὸ τῶν κινδύνων, τὰ ἀπὸ τῶν χρημάτων, τὰ ἀπὸ τῶν ἀποδημιῶν.
000-00-00 Serial Number=0037593961
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00110]  οὐδενὶ δὲ ἐξελθεῖν ἐγένετο, ἵνα μὴ κινδύνων ἀφορμὴ γένηται τοῦτο τῷ δεσμοφύλακι.
000-00-00 Serial Number=0813590825
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00611]  ∆ιὰ γὰρ τοῦτο ἀνέμνησα ὑμᾶς τῶν καιρῶν ἐκείνων τὰ προσοχθίσματα, ἵνα καὶὁἐν θλίψει νῦν ὢν, ἱκανὴν ἐκεῖθεν λαμβάνῃ παράκλησιν, καὶ ὁ πολλῆς ἀπολαύων ἀδείας, ἀντὶ τῆς ἀτεχνίας τῶν κινδύνων ἐκείνων πολλὴν εἰσάξῃ προθυμίαν εἰς τὴν τῶν ἀτόπων λογισμῶν μάχην.
 [00669]  Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ' ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων·
 [00693]  μεγάλη προτροπὴ καὶ παράκλησις ἐναργὴς τῆς δουλείας κινδύνων εὐθέως ἀπογεύσασθαι.
000-00-00 Serial Number=0847599745
In illud In faciem ei restiti Ante [Go Back]  
 [00124]  Οὗτος οὖν, εἰπέ μοι, δειλὸς καὶ ἄνανδρος, ὁ τοσούτου φόβου καὶ τοσούτων κινδύνων ἐπικρεμαμένων, μετὰ τοσαύτης παῤῥησίας πρὸς τοὺς αἱμοβόρους κύνας ἐκείνους, καὶ τῷ θυμῷ ζέοντας ἔτι, καὶ φόνου πνέον τας εἰσελθὼν καὶ εἰπὼν, ὅτι ὁ σταυρωθεὶς ὑπ' αὐτῶν, καὶ ἀνέστη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστι, καὶ ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, καὶ μυρίοις τοὺς ἐχθροὺς αὐτοῦ περιβάλλει κακοῖς;
000-00-00 Serial Number=0347074449
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00031]  τότε δὲ οὐ τὸ τῶν κινδύνων μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ὁδοῦ διάστημα, καὶ τὸ τῶν φροντίδων πλῆθος καὶ τὰ ἐπάλληλα κύματα, καὶ τὸ μὴ συνεχῶς ἅπασιν ἐπιχωριάζειν ἀεὶ, καὶ πολλὰ ἕτερα πλείονα τούτων, ἱκανὰ τῆς μνήμης ἐκβαλεῖν καὶ τοὺς σφόδρα ἐπιτηδείους.
 [00391]  ὁ τὸν ἰατρὸν ἀπαλλάξας τῶν κινδύνων, τοὺς κάμνοντας εἰς ὑγείαν ἐπανήγαγεν·
 [00434]  ὁ δὲ τοιοῦτος πολλάκις καὶ ἀπὸ κινδύνων καὶ ἀπὸ θανάτων πολλὰ καὶ μεγάλα συνετέλεσεν.
000-00-00 Serial Number=0981645942
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00351]  Καθάπερ οὖν πολλοὶ τῶν ἀνθρώπων πρὸς ἀλλήλους ἀμφισβητοῦντες, [51.186] ἂν μὲν ἔξω φιλικώτερον διαλύσωνται πρὸς ἀλλήλους, καὶ ζημίας καὶ φόβου καὶ κινδύνων πολλῶν ἑαυτοὺς ἀπαλλάττουσι, κατὰ γνώμην ἑκατέροις τοῦ τέλους τῆς δίκης ἐκβαίνοντος·
000-00-00 Serial Number=0866444647
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00443]  Ἀναπνεύσω μικρὸν, ἀνεθῶ τῶν κινδύνων, δός μοι ἄδειαν μικράν·
000-00-00 Serial Number=0284008980
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00160]  Ὅτε γοῦν ὁ βαρβαρικὸς ἐκεῖνος πόλεμος τὴν Ἰουδαίαν κατέλαβε, καὶ πάντα κινδύνων ἦν μεστὰ, νέος ὢν ἔτι καὶ πολέμων ἄπειρος, καταλιπὼν τὰ πρό βατα, καὶ εἰς τὴν παράταξιν ἐλθὼν, πάντας κατ επτηχότας βλέπων καὶ δεδοικότας καὶ τρέμοντας, οὐδὲν ἔπαθεν ἀνθρώπινον, οὐδὲ ἐγένετο δειλότερος τοὺς οἰκείους τεταπεινωμένους ὁρῶν·
 [00170]  Ἀλλ' οὐκ ἂν ἐπέτρεψεν ἀπελθεῖν, οὐδὲ ἀπαλ λάξαι τῶν κατεχόντων κινδύνων.
 [00181]  τοῦ δὲ κατορθώματος κωλυ θέντος, οὔτε ὁ Θεὸς ἂν ἐδοξάσθη τότε, οὔτε ἡ πόλις τῶν ἐπικειμένων ἀπηλλάγη κινδύνων.
000-00-00 Serial Number=0502934635
In illud Vidi dominum Ante [Go Back]  
 [00042]  ἀλλὰ διὰ τοῦτο καὶ πελάγη τέμνει καὶ κινδύνων κατατολμᾷ καὶ τόπους ἐκ τόπων μεταμείβει καὶ ἀΰπνους πάσας διατελεῖ νύκτας, ἵνα τὰ τῆς ἐμπορίας αὐτῷ πλεονάζῃ.
000-00-00 Serial Number=0368801713
In illud Vidua eligatur Ante [Go Back]  
 [00254]  Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης καὶ τὰ ὄντα ἀπόλλυται χρήματα μετὰ κινδύνων καὶ τῆς ἐσχάτης αἰσχύνης·
000-00-00 Serial Number=0390768349
In principium Actorum Ante [Go Back]  
 [01445]  Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ τῆς εὐνοίας τῶν μαθητῶν τῶν τότε, τῶν νῦν, διὰ τῶν κινδύνων ἐν οἷς διετέλεσαν οἱ πιστεύσαντες;
000-00-00 Serial Number=0903664827
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00101]  τῶν δὲ ἐπενεχθέντων κινδύνων πολλοὺς καὶ δι' αὐτῆς τῆς πείρας ἠνέσχετο.
000-00-00 Serial Number=0316086233
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00102]  τοῦτο τὸ σφάγιον καὶ καθαιρετικὸν καὶ δαι μόνων καὶ κινδύνων καὶ ἐχθρῶν καὶ πάσης αἰσχρότητος τοῖς πράγμασιν ἐμφαίνων, ἵνα μὴ πάλιν τὸν πρὸς ἐκείνους ἄρτι ἀναλαβὼν λόγον ἐμποδίσω ἐμαυτὸν πρὸς τὸν προκεί [27] μενον τοῦ λόγου εἱρμόν.
000-00-00 Serial Number=0162989497
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00376]  Καὶ γὰρ ὁ νοσῶν οὐκ ἄν ποτε τοῦ ἰατροῦ τὴν εὐγένειαν περιεργάσαιτο, καὶ ἄλλως κινδυνεύων ἄνθρωπος οὐκ ἂν πολυπραγμονήσειεν, εἴτε εὐπατρίδης, εἴτε ὁ τυχὼν εἴη ὁ μέλλων αὐτὸν ἐξαρ πάζειν τῶν κινδύνων, ἀλλ' ἓν μόνον ζητεῖ, τὴν ἀπαλ λαγήν.
000-00-00 Serial Number=0557277262
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00182]  Τίνος ἕνεκεν συνεχώρησε μέχρι τοσούτων κινδύνων ἐλθεῖν ἡμᾶς ὁ Θεός;
000-00-00 Serial Number=0006921291
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00156]  Καὶ μυρίων γέμων κινδύνων, αἱμάτων, κρημνῶν, σκοπέλων καὶ φόνων καὶ φόβων καὶ τρόμων καὶ φθόνου καὶ βασκανίας καὶ ἐπιβουλῆς καὶ φροντίδος διηνεκοῦς καὶ μερίμνης καὶ κέρδος ἔχων οὐδέν, οὐδὲ καρπὸν τῶν τοσούτων κακῶν οὐδένα φέρων, ἀλλ' ἢ κόλασιν καὶ τιμωρίαν καὶ τὸ διηνεκῶς βασανίζεσθαι, ζηλωτὸς εἶναι τοῖς πολλοῖς δοκεῖ καὶ περιμάχητος ὃ τῆς ἀνοίας τῶν ἁλισκομένων ἐστίν, οὐ τῆς τοῦ πράγματος μακαριότητος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»