Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κεκτημένος [82]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κεκτημένος


000-00-00 Serial Number=0552291691
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01515]  Ὁ γὰρ μήτε πόλιν, μήτε φρούριον, μήτε συμμάχους, μήτε προσόδους κεκτημένος, ἐννόησον τίς ἦν, πρὸς τὸν ταῦτα ἔχοντα πάντα ἀναγκαζόμενος πολεμεῖν, καὶ πλὴν τῆς ἐρήμου καὶ τῶν ἐκεῖ σπηλαίων, οὐδὲ ὅποι καταφύγοι δυνάμενος εὑρεῖν.
000-00-00 Serial Number=0436184645
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00064]  ὁ γὰρ τοῦτο παθών, κἂν μυρίαν ἰσχὺν καὶ προθυμίαν κεκτημένος ᾖ, μάτην κέκτηται.
000-00-00 Serial Number=0167257249
Ad populum Antiochenum Ante [Go Back]  
 [00364]  Καὶ ἵνα μάθῃς, ὅτι μείζονα ὕστερον ἔδωκε τὴν πληγὴν τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, κατανόησον, ὅτι ὅτε ἐκέκτητο, κἂν ὑποψίαν τινὰ ἔσχεν εἰπεῖν ὁ διάβολος, εἰ καὶ ψευδῆ, ἀλλ' ὅμως ἔσχεν εἰπεῖν, ὅτι Μὴ δωρεὰν Ἰὼβ σέβεταί σε;
 [00679]  Πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ πολλὰ διδούς·
000-00-00 Serial Number=0763285041
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00596]  σὺ ὁ τοσαῦτα κεκτημένος, καὶ ὑπεύθυνος ὢν διὰ ταῦτα καὶ τοῖς ἐκείνου δούλοις, καὶ ὑπὲρ ἁπάντων τρέμων, καὶ μυρίας αὐτῷ παρέχων λαβὰς, εἰ βούλοιτό σε ἀδικεῖν ὀργισθεὶς, ἢ οὗτος ὁ τῶν ἐκείνου χειρῶν ἀνώτερος ὤν;
 [00688]  Ὁ δὲ πλοῦτος ὁ ὑμέτερος, κἂν μυρία ἀγαθὰ κεκτημένος ᾖ, ἐπὶ τῆς πρώτης αὐτὰ συνέστειλεν ἡλικίας·
000-00-00 Serial Number=0794964850
Catecheses ad illuminandos Ante [Go Back]  
 [00169]  ὁ ταύτην κεκτημένος τὴν ἀρετὴν δυνήσεται σώματι συμπεπλεγμένος ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι καὶ μηδὲν ἔχειν κοινὸν πρὸς τὰ παρόντα.
000-00-00 Serial Number=0678135872
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00021]  εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦντας, καρτερήσει δὲ πρὸς τοὺς δι' ἔργων λυπεῖν θέλοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίας χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ Κυρίῳ εὑρεθῇ, καὶ σβέσῃ τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν, καὶ φύγῃ τὴν ἐπ' αὐτῷ ὡρισμένην κόλασιν.
000-00-00 Serial Number=0781491458
De Lazaro Ante [Go Back]  
 [00542]  οὐδὲ πένης ἐστὶν ἐκεῖνος ὁ μηδὲν κεκτημένος, ἀλλ' ὁ πολλῶν ἐφιέμενος·
 [00544]  Ἂν τοίνυν ἴδῃς τινὰ πολλῶν ἐφιέμενον, πάντων αὐτὸν πενέστερον εἶναι νόμιζε, κἂν τὰ πάντων ᾖ κεκτημένος χρήματα·
 [00545]  ἂν δὲ πάλιν ἴδῃς τινὰ μὴ πολλῶν δεόμενον, πάντων αὐτὸν εὐπορώτερον εἶναι ψηφίζου, κἂν μηδὲν κεκτημένος ᾖ.
 [02462]  Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθὼν, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατώτερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύων, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθὼν, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει·
 [02464]  Ὁ τοσοῦτον καὶ τηλικοῦτον κεκτημένος ἀρετῶν πλῆθος, λέγει·
000-00-00 Serial Number=0150318742
De futurae vitae deliciis Ante [Go Back]  
 [00041]  οὐχ ὅταν ὁ κεκτημένος ταῦτα τελευτήσῃ, τότε καὶ αὐτὰ τελευτᾷ, ἀλλὰ καὶ ζῶντος ἔτι μαραίνεται ταῦτα καὶ ἀποθνήσκει, ἵνα τὸ ἐπίκηρον αὐτῶν καὶ τοὺς σφόδρα αὐτῶν ἐρῶντας καὶ περὶ αὐτὰ μεμηνότας τῆς χαλεπῆς ταύτης ἀπαγάγῃ λύττης, παιδεύοντα αὐτῶν τὴν φύσιν, καὶ διδάσκοντα διὰ τῆς πείρας, ὅτι σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ταύτῃ τὸν ἔρωτα καταλύοντα.
000-00-00 Serial Number=0194654763
De iis qui in jejunio continenter vivunt Ante [Go Back]  
 [00023]  Ἑλισσαῖος δὲ ὁ τούτου μαθητὴς τὴν αὐτὴν τοῦ διδασκάλου σωφροσύνην κεκτημένος, ἐν τῇ ἀτόκῳ μήτρᾳ τῆς Σωμανίτιδος, δι' εὐχῆς τὸν στάχυν τοῦ τέκνου ἐβλάστανε·
000-00-00 Serial Number=0046693087
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00079]  οὗτος δέ, οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τούτου τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων·
 [00080]  Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται, τὴν ἀπὸ τοῦ σώματος ἐργασίαν πρόσοδον τοῖς πεινῶσι καὶ λιμώττουσι κεκτημένος.
 [00506]  Οὐ χρήματα κεκτημένος.
000-00-00 Serial Number=0222938955
De libello repudii Ante [Go Back]  
 [00151]  Ὅταν γὰρ ὁ σύνδουλός σου, τὸ αὐτὸ σῶμα ἔχων, τὴν αὐτὴν ἐπιθυμίαν κεκτημένος, ὑπὸ τῆς αὐτῆς ἀνάγκης ὠθούμενος, μηδεμίαν ἑτέραν ἴδῃ γυναῖκα, ἀλλὰ μένῃ τὴν αὐτοῦ στέργων μόνην, ποίαν ἕξεις ἀπολογίαν σὺ τὴν ἐπιθυμίαν προβαλλόμενος;
000-00-00 Serial Number=0434618831
De sacerdotio Ante [Go Back]  
 [00724]  ἐγὼ δὲ οὐχ ἡγοῦμαί ποτε ταύτην αὐτῷ τὴν μεγαλοψυχίαν ἀρκεῖν μόνον, ἀλλὰ δεῖ μὲν αὐτὴν πρὸ τῶν ἄλλων ἔχειν χωρὶς γὰρ ταύτης λυμεὼν ἂν εἴη μᾶλλον ἢ προστάτης καὶ λύκος ἀντὶ ποιμένος , μετὰ δὲ αὐτῆς καὶ ἑτέραν ζητεῖν εἰ κεκτημένος τυγχάνοι.
 [01240]  τὸ γὰρ πολλὰ μοχθοῦντα ἐλάττονα καρποῦσθαι ἐγκώμια ἱκανὸν καταβαλεῖν καὶ τρέψαι πρὸς ὕπνον βαθὺν τὸν οὐ δυνάμενον ἐγκωμίων καταφρονεῖν, ἐπεὶ καὶ γεωργός, ὅταν εἰς λεπτόγειον κάμνῃ χωρίον καὶ πέτρας ἀναγκάζηται γεωργεῖν, ταχέως ἀφίσταται τοῦ πονεῖν, ἢν μὴ πολλὴν περὶ τὸ πρᾶγμα κεκτημένος ᾖ τὴν προθυμίαν ἢ λιμοῦ δέος ἐπικείμενον ἔχῃ.
000-00-00 Serial Number=0765826762
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00116]  Κἂν γὰρ πένης ᾖ ὁ φίλους κεκτημένος, πολλῷ τῶν πλουσίων εὐπορώτερος καθέστηκεν·
 [01622]  εἰ μὴ ἤμην πρᾶος, φάτνης ἐδεχόμην πενίαν, ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον;
 [02261]  Καὶ ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο·
 [02442]  Ὁ γὰρ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν, μήτε τράπεζαν, μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων, ἅπερ ἂν θέλῃ λήψεται, καὶ οὕτω τὰ πάντων ὁ μηδὲν ἔχων κατέχει.
 [03261]  Μυρία γὰρ σίτου μέτρα κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα λοιπόν.
 [04382]  Καὶ ἵνα μάθῃς ὅτι μείζονα ὕστερον ἔδωκε τὴν πληγὴν τῷ διαβόλῳ, ὅτε ἀφαιρεθεὶς ηὐχαρίστησεν, ἢ ὅτε κεκτημένος ἠλέει, ἄκουσον·
 [04835]  οὗτος δὲ οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τούτου τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων·
 [04976]  τὰ τῶν πενήτων ἐνεπιστεύθης, κἂν ἐκ πόνων δικαίων, κἂν ἀπὸ κλήρου πατρῴου κεκτημένος τύχῃς.
 [05144]  τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς·
 [06553]  ὡσπεροῦν τὸν πονηρὸν ἀποστρέφονται καὶ μισοῦσι, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν·
 [09193]  οὗτος δὲ οὐδὲν πλέον κεκτημένος τοῦ σώματος, ἀπ' αὐτοῦ τοῖς δεομένοις ἐπήρκει, καὶ βοᾷ λέγων·
 [09194]  Ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται, τὴν ἀπὸ τοῦ σώματος ἐργασίαν πρόσοδον τοῖς πεινῶσι καὶ λιμώττουσι κεκτημένος.
000-00-00 Serial Number=0310960293
Expositiones in Psalmos Ante [Go Back]  
 [01442]  ὥσπερ οὐδὲν βασιλικώτερον καὶ δεσμώτου, ὅταν ἀρετὴν ᾖ κεκτημένος.
 [06612]  οὕτω καὶ ἐπὶ τοῦ βίου τοῦ παρόντος, ὁ μηδὲν ἀγαγεῖν ἐκεῖ δυνηθεὶς, πάντων ἔσται πενέστερος κἂν τὰ πάντων ᾖ κεκτημένος·
000-00-00 Serial Number=0746787727
Fragmenta in Job Ante [Go Back]  
 [00366]  Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ·
000-00-00 Serial Number=0163121343
Fragmenta in Proverbia Ante [Go Back]  
 [00277]  Ὁ γεωργίου μὴ ὑπάρχοντος, ἀντὶ τοῦ μηδεμίαν ἐλπίδα ἐν κόσμῳ κεκτημένος·
000-00-00 Serial Number=0930172741
In Acta apostolorum Ante [Go Back]  
 [04349]  Καὶ τίς, εἰπέ μοι, μυρίον κεκτημένος πλοῦτον, τοσούτους κινδύνους ἠδυνήθη διαφυγεῖν, ἔθνεσι τοσούτοις ὁμιλῶν, ὑπὲρ μεταστάσεως πολιτείας μόνης;
 [09999]  Εἰπὲ γάρ μοι, ὅταν τις χρήματα πολλὰ κεκτημένος μὴ ἀναλίσκῃ μηδὲ δαπανᾷ, ἀλλὰ κατέχῃ, οὐχὶ παντὸς δεσμίου χαλεπώτερον τῇ φειδωλίᾳ δεσμεῖται δεσμῷ ἀῤῥαγεῖ;
000-00-00 Serial Number=0018361807
In Bassum martyrem Ante [Go Back]  
 [00071]  εἰ μὴ ἤμην ταπεινὸς, οὐκ ἂν φάτνης ἐδεχόμην πενίαν ὁ τῆς κτίσεως ὅλης κεκτημένος τὸν πλοῦτον·
000-00-00 Serial Number=0273264825
In Genesim sermo 3 Ante [Go Back]  
 [00411]  τούτων τῶν θλίψεων ὁ πρωτόπλαστος τὸ πέλαγος κεκτημένος, τὴν θεήλατον πολυμόχθως ἐξεπλήρου ὀργήν.
000-00-00 Serial Number=0887645125
In Isaiam Ante [Go Back]  
 [01207]  ὁ δὲ τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων καὶ μὴ τοσούτοις παθῶν πολιορκούμενος κύμασιν, ἀλλὰ καὶ σωφρονεῖν εὐκολώτερον καὶ τῶν ἄλλων ἀνέχεσθαι τῶν βιωτικῶν ῥᾷον δυνάμενος καὶ πλείονα κεκτημένος σύνεσιν ἀπὸ τῆς τῶν πραγμάτων ἐμπειρίας, δικαίως ἂν μᾶλλον ἁπάντων καταδικάζοιτο, τὰ τῶν ἀκολάστων νέων ἐν γήρᾳ ἐπιδεικνύμενος.
000-00-00 Serial Number=0094736159
In Joannem Ante [Go Back]  
 [02842]  Οὐδὲν γὰρ ἀνοητότερον ἀλαζόνος ἀνθρώπου, κἂν πλοῦτον ᾖ περιβεβλημένος, κἂν πολλὴν κεκτημένος τὴν ἔξωθεν σοφίαν, κἂν ἐν δυναστείᾳ καθεστὼς, κἂν ἅπαντα τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα ζηλωτὰ περιφέρων.
000-00-00 Serial Number=0760267258
In Kalendas Ante [Go Back]  
 [00133]  Εἰ λέγουσιν, ἄθλιος καὶ ταλαίπωρος, εἰπὲ ὅτι πάντων μὲν οὖν οὗτος μακαριώτατος, τὸν Θεὸν ἔχων φίλον, ἀρετῇ συζῶν, πλοῦτον κεκτημένος οὐδέποτ' ἐπιλείποντα, συνειδὸς ἔχων καθαρόν.
000-00-00 Serial Number=0590761364
In Lazarum iii Ante [Go Back]  
 [00005]  ἀλλ' οὕτω καλούμενος ἔσπευσεν, ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην μὲν ἡμέραν κατασαπεὶς ἐν τῷ μνημείῳ, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τὴν τοῦ σώματος διασπασθεὶς ἁρμονίαν, καὶ τῆς φθορᾶς μάρτυρα τὸ τοῦ τάφου κεκτημένος δυσῶδες.
000-00-00 Serial Number=0555516839
In Psalmum 139 Ante [Go Back]  
 [00027]  ὁ δέ γε πονη ρὸς ἄνθρωπος κεκτημένος τὴν φρόνησιν, καὶ χρῆται αὐτῇ πρὸς τὴν πονηρίαν, καὶ ὅταν δὲ βούληται, θήρα τρα διὰ τῆς φρονήσεως ἐξευρίσκει.
000-00-00 Serial Number=0480037034
In centurionem Ante [Go Back]  
 [00088]  Ἀλλ' οὐ τοιοῦτος ἦν ὁ ἑκατόνταρχος, ὁ πανταχοῦ νήφων, ὁ ὄντως κεκτημένος, τὸ κτῆμά τε καὶ ἑαυτὸν φυλάττων, ὡς Θεοῦ κτῆμα, ὁ φρονήσεως γέμων καὶ θείᾳ σωφροσύνῃ καταυγαζόμενος.
 [00155]  Οἶδα τίνος Λόγος χρηματίζεις, καὶ ὅσην κεκτημένος τὴν δύναμιν τυγχάνεις, καὶ ὅτι λόγῳ τὰ πάντα ποιῶν διετέλεσας.
000-00-00 Serial Number=0687616587
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04985]  Τότε γὰρ μόνον ἀπολογήσῃ, ὅταν μὴ ἔχῃς, ὅταν μηδὲν κεκτημένος ᾖς·
000-00-00 Serial Number=0808957517
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02813]  Ἕκαστος ταῦτα ἐννοῶν, καὶ ὁ λόγον ἔχων καὶ ὁ χρήματα κεκτημένος, οἷον ὅτι ἐπιστεύθη δεσποτικὰ, καὶ οὐκ ἔστιν αὐτοῦ, μὴ κατεχέτω αὐτὰ παρ' ἑαυτῷ, μήτε ἑαυτοῦ ἐπιψηφιζέτω, ἀλλὰ τῷ Θεῷ λογιζέσθω τῷ πάντα δεδωκότι.
 [04544]  Ὁ μηδὲν ὅλως κεκτημένος, μήτε οἰκίαν μήτε τράπεζαν μήτε περιττὸν ἱμάτιον, ἀλλὰ διὰ τὸν Θεὸν πάντων ἀπεστερημένος, ὡς ἰδίοις κέχρηται τοῖς κοινοῖς, καὶ παρὰ πάντων ἅπερ ἂν θέλῃ, λήψεται·
 [04885]  χρημάτων μὲν ἀπεστερημένος, παῤῥησίαν δὲ κεκτημένος πρὸς τὸν Θεὸν, κτῆμα μυρίων θησαυρῶν τιμιώτερον.
 [09091]  ὁ δὲ ἐνεργήματα δυνάμεων κεκτημένος, καὶ ἐτιμωρεῖτο.
 [09999]  Εἰ δὲ τὸ πνεῦμα ὑποτάσσεται, πολλῷ μᾶλλον σὺ ὁ κε-κτημένος οὐκ ἂν εἴης δίκαιος φιλονεικεῖν.
 [09999]  Ὁ γὰρ τριῶν παραγενομένων, ὡς ἐνόμιζεν, ἀνθρώπων, μόσχον θύσας, καὶ τρία μέτρα [61.295] σεμιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήμενος ἐν καιρῷ μεσημβρίας, ἐννόησον μεθ' ὅσης δαψιλείας καὶ προθυμίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, μετὰ τῶν χρημάτων καὶ τὴν τοῦ σώματος παρεχόμενος ὑπηρε-σίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιμὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις καθεστηκότων ὢν, καὶ οὐ-δὲν ἴδιον κεκτημένος, οὐδὲ αὐτὸν τὸν υἱόν·
000-00-00 Serial Number=0150195956
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00808]  Ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτημένος καθ' ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν θησαυρῶν τῶν βασιλικῶν σφόδρα πένης, καὶ πρῶτος πένης·
000-00-00 Serial Number=0198196948
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00704]  ἀλλὰ μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει κακὸν ὁ πλοῦτος, ὅτι ἐν πονηρίᾳ ἀτιμωρητὶ πλημμελῶν ὁ τοῦτον κεκτημένος, οὐδέποτε στήσεται τοῦτο ποιῶν, ἀλλὰ λήψεται τραύματα ἄνευ φαρμάκων, καὶ χαλινὸν οὐδεὶς ἐπιθήσει αὐτῷ.
 [00716]  Εὐκολώτερον γὰρ πένης ἐκστήσεται τῶν αὑτοῦ, ἢ πλούσιος πολλὰ καὶ μεγάλα [63.28] κεκτημένος.
000-00-00 Serial Number=0276545048
In epistulam ad Philippenses Ante [Go Back]  
 [00684]  οὐκ ἔστι πλούσιος ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ μηδενὸς δεόμενος.
 [00714]  Τί γάρ σου πλέον ἔχει κατὰ τὴν ἀπόλαυσιν ὁ ταῦτα κεκτημένος;
 [00765]  καὶ Φιλιππησίοις γράφει, ὅτι ∆ιὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι, ὁ ἀπὸ μυρίων κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν.
 [01767]  Εἰπέ μοι, εἴ τις μὴ ἔχων ἐξουσίαν πλεονεκτεῖν, μένοι τὰ ἑαυτοῦ κεκτημένος, τοῦτον ἐπαινεσόμεθα ἐπὶ δικαιοσύνῃ;
 [02419]  τί κεκτημένος;
000-00-00 Serial Number=0061947525
In epistulam ad Romanos Ante [Go Back]  
 [07745]  Ὁ μὲν γὰρ πολλὰ κεκτημένος, καὶ ἀπονοίᾳ καὶ ἐπιθυμίᾳ πλείονι κατέχεται τῶν ὄντων·
000-00-00 Serial Number=0581899762
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00022]  Τί δὲ ποιήσω, ἀγαπητοὶ, ἐγὼ, ὁ ὀλιγοστὴν φυλλάδα λογίων καὶ καρπῶν κεκτημένος, μήτε τοὺς καυσαμένους ἀναψύξαι ἰσχύων, μήτε τοὺς πεινωμένους τοῖς καρποῖς τῶν λόγων ἐκθρέψαι δυνάμενος;
000-00-00 Serial Number=0581064045
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00250]  καὶ ὁ μηλωτὴν μό νην κεκτημένος, τὸν οὐρανὸν ἀπέκλεισε·
000-00-00 Serial Number=0344008207
In illud Ne timueritis Ante [Go Back]  
 [00126]  Καὶ ἴστε ὑμεῖς μυρία ἐπὶ τῇ πόλει ταύτῃ ὑποδείγματα τῆς τελευτῆς τοῦ ἀώρου πλούτου, καὶ μεμαθήκατε, ὅτι ὁ μὲν κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο·
 [00129]  Ὁ μὲν γὰρ κεκτημένος ζῇ, τὸ δὲ κτῆμα ἀπώλετο, καὶ εἴθε ἀπώλετο μόνον, καὶ μὴ συναπώλεσε τὸν κεκτημένον.
 [00576]  Ἡ οἰκία πλουσία, ἀλλ' ὁ κεκτημένος τὴν οἰκίαν πένης.
 [00675]  Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ὁ μὲν ἐκεῖνα κεκτημένος οὐ καρποῦται τὴν ἐξ αὐτῶν δόξαν, οὐδ' ἂν κληθείη τις καλὸς, ἐπειδὴ οἰκίαν ἔχει καλὴν, ἢ παράδεισον, ἢ λειμῶνα, ἢ πλῆθος ἀνδραπόδων, ἢ ἱματίων πολυτέλειαν.
000-00-00 Serial Number=0461364686
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00107]  εἶδες πολλάκις ὅτι πῶς τῶν αὐτῶν δεσμῶν ἀπηλαύσαμεν κἀγὼ καὶ ὁ κεκτημένος μοι;
000-00-00 Serial Number=0828228354
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00101]  Ὅταν καὶ ὁ ἀνὴρ εὐλαβὴς ᾖ, καὶ τὴν αὐτὴν πίστιν κεκτημένος, καὶ τῆς αὐτῆς σοφίας μετέχων·
 [00126]  Ἐὰν ἔχῃς προαίρεσιν φιλόξενον, ἅπασαν τῆς φιλοξενίας ἔχεις τὴν θήκην, κἂν ὀβολὸν ᾖς κεκτημένος μόνον·
 [00280]  Εἰ γὰρ καὶ αὐτοῖς τοῦτο νενομοθέτηται μόνοις, τίνος ἕνεκεν ἐπιταγέντες μηδὲ ὑποδήματα ἔχειν, μηδὲ διπλοῦν ἱμάτιον, εὑρίσκονται, ὁ μὲν σανδάλια κεκτημένος, ὁ δὲ καὶ φελόνην ἔχων;
 [00430]  Καὶ πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον [51.203] Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ περιβολήν τινα πραγμάτων ἔχειν.
000-00-00 Serial Number=0758338034
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00382]  Ὁ τοίνυν Παῦλος οὐ λόγων δύναμιν κεκτημένος, οὐ χρημάτων περιουσίαν ἔχων, οὐ γλῶτταν ἠκονημένην, οὐ πατρίδος μέγεθος, οὐ γένους περιφάνειαν, οὐ σώματος ἰσχὺν, γυμνὸς, μεμονωμένος, ἰχθύων ἀφωνότερος, ἄσημος ἐξ ἀσήμων, ἰδιώτης, ἀμαθὴς, καὶ περιήρχετο σπείρων κατὰ τὴν οἰκουμένην τὰ σπέρματα τῆς εὐσεβείας, καὶ πάντες ἀντέπιπτον·
000-00-00 Serial Number=0313406944
In illud Vidua eligatur Ante [Go Back]  
 [00205]  Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ, ὥσπερ οὖν τὸν πονηρὸν καὶ διεστραμμένον ἀποστρέφουσι καὶ μισοῦσιν ἅπαντες, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν.
 [00322]  ὁ δὲ Ἀχαὰβ τοσοῦτον κεκτημένος πλοῦτον, καὶ τῶν ἀλλοτρίων ἐπεθύμησεν.
000-00-00 Serial Number=0299506366
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00058]  Ἅπας γὰρ λόγος κεκτημένος τὴν ἀπὸ πάντων πραγμάτων συνηγορίαν, ἰσχυρὸς ὑπάρχει καὶ βέβαιος·
000-00-00 Serial Number=0324789643
In parabolam de filio prodigo Ante [Go Back]  
 [00021]  Ὁ τὴν γνώμην ἄστατον κεκτημένος, καὶ ταῖς αὔραις τῆς νεότητος ῥιπιζόμενος.
000-00-00 Serial Number=0485695183
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00096]  ἄν θρωπος μὲν ὡς ἔχων τὸ κατ' εἰκόνα, θηρίον δὲ ὡς κεκτημένος τὴν ἀλαζονείαν.
000-00-00 Serial Number=0730212450
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00054]  Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»