Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καλεῖν [162]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καλεῖν


000-00-00 Serial Number=0733739853
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00011]  Καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ πρὸς αὐτὴν μὲν ἥκειν τὴν κορυφὴν, οἴεσθαι δὲ ἔτι μετὰ τῶν χαμαὶ ἐρχομένων εἶναι, καὶ τὴν ἐπτερωμένην ψυχὴν λιθίνην καλεῖν, καὶ συνεχῶς τῆς δεξιᾶς ἁπτόμενον τῆς ἐμῆς, καὶ φιλοῦντα καὶ δακρύοντα λέγειν, σύντριψόν μου τὴν καρδίαν τὴν πεπωρωμένην, πόσης μὲν εὐλαβείας, πόσης δὲ πυρώσεως ἄν τις θείη εἶναι τεκμήρια;
000-00-00 Serial Number=0381281078
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01688]  Τί οὖν οὗτος ὁ μέγας καὶ θαυμαστὸς ἀνὴρ, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν;
000-00-00 Serial Number=0051145196
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00667]  Τὸ μὲν γὰρ σφόδρα καταδικάζειν ἑαυτοὺς καὶ ἁμαρτωλοὺς καλεῖν, κοινὸν ὡς εἰπεῖν καὶ τοῖς ἀπίστοις ἐστί.
000-00-00 Serial Number=0391589463
Ad populum Antiochenum Ante [Go Back]  
 [02499]  Πῶς γὰρ οὐκ ἄτοπον οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε·
 [02598]  διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν.
000-00-00 Serial Number=0757646799
Adversus Judaeos Ante [Go Back]  
 [00369]  οὕτω γὰρ ἐγὼ πείθομαι καλεῖν μετὰ τὴν θεοκτονίαν τὴν τῶν Ἰουδαίων νηστείαν.
 [01026]  ∆ότε δὴ κἀμοὶ τοῦτο καὶ πρὸς τοὺς ἡμετέρους εἰπεῖν, εἴ γε ἡμετέρους χρὴ καλεῖν τοὺς τὰ ἐκείνων φρονοῦντας.
 [01448]  Οὕτω γοῦν καὶ ἡμῖν ἔθος πολλάκις, τοὺς ἐρυθριᾷν μὴ εἰδότας χαλκοπροσώπους καλεῖν.
 [01957]  Ἔτι οὖν ἀνέξεσθε πλάνον αὐτὸν καὶ παράνομον καλεῖν, εἴπατέ μοι·
000-00-00 Serial Number=0184804380
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [01163]  τῆς δὲ ψυχῆς ἀῤῥωστούσης, οὐδὲν δεῖν αὐτοῖς θεραπείας φασὶ, καὶ τολμῶσι μετὰ τὰ ῥήματα ταῦτα πατέρας καλεῖν ἑαυτούς.
000-00-00 Serial Number=0264842868
Catecheses ad illuminandos Ante [Go Back]  
 [00342]  ∆ιὰ γὰρ τοῦτο καὶ πατέρας ἔθος καλεῖν τοὺς τοιούτους πνευματικούς, ἵνα δι' αὐτῶν τῶν ἔργων μάθωσιν ὅσην ὀφείλουσι φιλοστοργίαν ἐν τῇ τῶν πνευματικῶν διδασκαλίᾳ περὶ τοὺς τοιούτους ἐπιδείκνυσθαι.
 [00433]  [3.7] Ἀλλ' ὦ ποθεινότατοι ἀδελφοί, εἴ γε ἔξεστί μοι ἀδελφοὺς ὑμᾶς καλεῖν, τῶν μὲν γὰρ ὠδίνων ὑμῖν ἐκοινώνησα τῶν αὐτῶν, ἀλλὰ τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ τὴν συγγένειαν ἀπώλεσα τὴν ἀκριβῆ καὶ γνησίαν.
 [00777]  Ἀσώτους γὰρ ἐκείνους καλεῖν εἰώθαμεν τῶν νέων οὓς ἐὰν ἴδωμεν τὴν πατρῴαν οὐσίαν ἁπλῶς καὶ εἰκῇ καταδαπανῶντας καὶ εἰς οὐδὲν δέον, καὶ οὔτε καιρὸν εἰδότας ἐξόδου οὔτε δαπάνης μέτρον, ἀλλ' ἐν βραχεῖ χρόνῳ πάντα τὸν πατρικὸν πλοῦτον καταναλίσκοντας καὶ εἰς ἐσχάτην πενίαν καταφερομένους.
000-00-00 Serial Number=0127693713
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00408]  Τί γὰρ ἂν γένοιτο ἥδιον τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφροσύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων ∆εσπότην καλεῖν;
000-00-00 Serial Number=0667742252
Contra theatra Ante [Go Back]  
 [00123]  Καὶ πρῶτον βλέπεις ἐκ Σάῤῥας καρπὸν, καὶ θαυμάζεις πῶς ἐπιῤῥέουσι παρ' ἐλπίδας τῇ γεγηρακυίᾳ τοῦ γάλακτος αἱ πηγαὶ, καὶ μετ' ὀλίγον προσψελλίζεις τῷ τόκῳ, καλεῖν πατέρα διδάσκων τὸ γένημα, ταύτην αἰτῶν παρὰ τοῦ τέκνου τὴν κλῆσιν, ἣν προλαβοῦσα δι' ἐπαγγελίας ἡ χάρις ἐκύρωσε.
000-00-00 Serial Number=0349293411
De Anna i Ante [Go Back]  
 [00014]  Ταῦτα δὲ λέγω οὐκ ἀναγκάζων νηστεύειν, ἀλλὰ πείθων μὴ τρυφᾷν, μηδὲ κατὰ τοὺς πολλοὺς τῶν ἀνθρώπων διακεῖσθαι, εἴγε ἀνθρώπους τοὺς οὕτω μικροψύχως διακειμένους χρὴ καλεῖν, οἳ καθάπερ ἐκ δεσμῶν ἀφεθέντες, καὶ δεσμωτηρίου τινὸς ἀπαλλαγέντες χαλεποῦ, πρὸς ἀλλήλους λέγουσι·
 [00371]  Ἄρα ἔστι καὶ μὴ κράζοντας ἀκούεσθαι, καὶ ἐπ' ἀγορᾶς βαδίζοντας εὔχεσθαι κατὰ διάνοιαν μετὰ πολλῆς ἀκριβείας, καὶ μετὰ φίλων συνεδρεύοντας, καὶ πᾶν ὁτιοῦν ποιοῦντας μετὰ σφοδρᾶς τῆς βοῆς καλεῖν τὸν Θεὸν, τῆς ἔνδον λέγω, καὶ μηδενὶ τῶν παρόντων κατάδηλον ταύτην ποιεῖν.
 [00952]  οὐδεὶς δέ φησιν, Ὁ δεῖνα ὁ ὕπαρχος τοῦδε τοῦ ἐπιτρόπου, ἀλλὰ τοὺς ἐλάττονας ἀπὸ τῶν μειζόνων ἀεὶ καλεῖν εἰώθαμεν.
000-00-00 Serial Number=0337049603
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00138]  [30] Ἔτυχε κατὰ τὸν καιρὸν ἐκεῖνον καθ' ὃν τὸ ἀπηνὲς τοῦτο δρᾶμα ἐτολμᾶτο καὶ ἐλεεινὸν ἄνδρα τινὰ μέγαν καὶ θαυμαστὸν εἴ γε δεῖ αὐτὸν ἄνδρα καλεῖν τῆς ποίμνης ἐπιμελεῖσθαι τῆς παρ' ἡμῖν·
000-00-00 Serial Number=0464052022
De Christi precibus Ante [Go Back]  
 [00094]  Εἰ γὰρ δεόμενος βοηθείας ηὔχετο καὶ οὐκ ἔχων αὐτοτελῆ δύναμιν, ἐπὶ πάντων εὔχεσθαι ἔδει καὶ τὸν Πατέρα καλεῖν·
000-00-00 Serial Number=0249731779
De Davide et Saule Ante [Go Back]  
 [00225]  Καὶ γὰρ εἰς τοῦτο θηριωδίας ἐληλάκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὡς, ἐπειδὰν ἀσθενήσωσι, καὶ μηδὲν δυνηθῶσι κακὸν ποιῆσαι τὸν λελυπηκότα, αὐτὸν ἐπὶ τὴν ἄμυναν καλεῖν τὸν Θεὸν, καὶ παρακαλεῖν δοῦναι αὐτοῖς ἐπεξελθεῖν τοῖς ἠδικηκόσιν.
 [00251]  Πολλοὶ γοῦν τοὺς ἑαυτῶν ἐχθροὺς οὐδὲ ἀπὸ γυμνῶν καὶ ψιλῶν τῶν ὀνομάτων καλεῖν ἀνέχονται, ἀλλ' ἀφ' ἑτέρων πολλὴν ἐχόντων κατηγορίαν, τὸν μιαρὸν, τὸν μαινόμενον, τὸν ἐξεστηκότα, τὸν παραπαίοντα, τὸν λυμεῶνα, καὶ ἕτερα πολλὰ τοιαῦτα συνείροντες, οὕτω προσαγορεύουσι τοὺς ἐχθρούς.
 [00253]  Τὸν γοῦν ἅγιον τοῦτον διὰ τὴν πολλὴν ἀπέχθειαν οὐχ ὑπέμεινε διὰ τοῦ οἰκείου καλεῖν ὀνόματος, ἀλλὰ πανηγύρεώς ποτε τελουμένης, ἐπιζητῶν ἔλεγε·
 [00262]  Καὶ σὺ τοίνυν, ἀγαπητὲ, τοῦτον ζήλωσον, καὶ τοῦτο παιδεύθητι πρότερον, μηδέποτε τὸν ἐχθρὸν ἀπὸ τῶν διαβεβλημένων, ἀλλ' ἀπὸ τῶν ἐντίμων καλεῖν ὀνομάτων.
 [00263]  Ἂν γὰρ μελετήσῃ τὸ στόμα ἐντίμῳ καὶ θεραπείαν ἔχοντι καλεῖν τὸν λελυπηκότα ὀνόματι, καὶ ἀκούσασα ἡ ψυχὴ παρὰ τῆς γλώττης παιδευομένη καὶ συνεθιζομένη καταδέξεται τὴν πρὸς ἐκεῖνον καταλλαγήν.
000-00-00 Serial Number=0080131471
De Lazaro Ante [Go Back]  
 [00566]  Συγγενείας γὰρ νόμους, οὐ τοὺς ἀπὸ τῆς φύσεως, ἀλλὰ τοὺς ἀπὸ τῆς ἀρετῆς καὶ τῆς κακίας οἶδεν ἡ Γραφὴ καλεῖν·
000-00-00 Serial Number=0964115500
De Maccabeis Ante [Go Back]  
 [00091]  Ἐννοήσωμεν τοίνυν τί πάσχειν εἰκὸς τὴν γυναῖκα, εἴ γε γυναῖκα δεῖ αὐτὴν καλεῖν, ὁρῶσαν δακτύλους σπαίροντας ἐπὶ τῶν ἀνθράκων, κεφαλὴν ἐξαλλομένην, σιδηρᾶν χεῖρα ἐπιβαλλομένην ἑτέρου παιδίου κεφαλῇ, καὶ τὴν δορὰν ἀποσύρουσαν, καὶ τὸν ταῦτα πάσχοντα ἑστῶτα ἔτι καὶ διαλεγόμενον.
000-00-00 Serial Number=0374114096
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00078]  Ταῦτα οὖν ἐννοήσας ἐκπλάγηθι τὸν ἀνεξιχνίαστον πλοῦτον τῆς πολλῆς περὶ ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος, ὅτι Πατέρα καλεῖν προσετάχθης αὐτὸν, ὁ γήϊνος τὸν οὐράνιον, ὁ θνητὸς τὸν ἀθάνατον, ὁ φθαρτὸς τὸν ἄφθαρτον, ὁ πρόσκαιρος τὸν αἰώνιον, ὁ χθὲς καὶ πρώην πηλὸς, τὸν ὄντα πρὸ τῶν αἰώνων Θεόν.
 [00081]  Οὐ δύναται γὰρ Πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον·
 [00084]  Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζῃ δὲ ἐπὶ γυναιξὶν ὡς ἵππος θηλυμανὴς, πῶς δύναται ὁ τοιοῦτος τὴν υἱῷ πρέπουσαν ἀναπέμψαι φωνὴν, καὶ Πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν;
 [00099]  Πῶς τοίνυν ὁ τοιοῦτος δυνήσεται Πατέρα καλεῖν τὸν Θεόν;
000-00-00 Serial Number=0395766258
De baptismo Christi Ante [Go Back]  
 [00151]  Τὸ μὲν γὰρ εἰς τὴν ἑκάστου περιιέναι οἰκίαν, καὶ ταῖς θύραις προσιόντα καλεῖν ἔξω καὶ λέγειν κατέχοντα τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὕποπτον ἐποίει τὴν μαρτυρίαν καὶ σφόδρα ἐργῶδες ἦν·
000-00-00 Serial Number=0263365924
De diabolo tentatore Ante [Go Back]  
 [00214]  Ἐπειδὴ γὰρ κακίαν καλεῖν εἰώθαμεν, οὐ τὰς κλοπὰς καὶ τὰς μοιχείας μόνον, ἀλλὰ καὶ τὰς συμφορὰς, ἀπὸ τῆς τῶν ἀνθρώπων ψήφου οὕτω τὸ πρᾶγμα ἐκάλεσε.
 [00223]  Πῶς οὖν οὐκ ἄτοπον ἐκεῖνον μὲν τοσαῦτα ἐργαζόμενον κακὰ ἰατρὸν καλεῖν, τὸν δὲ Θεὸν, εἴ ποτε ἓν τούτων ποιή [49.252] σειεν, οἷον ἢ λιμὸν ἢ θάνατον ἐπαγάγοι, βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας;
000-00-00 Serial Number=0800398469
De fato et providentia Ante [Go Back]  
 [00396]  οὔτε αὐτὸν τὸν ἀντίδικον, οὔτε τὰ ἀναίσθητα παραιτεῖται εἰς κρίσιν καλεῖν ὁ Θεός·
000-00-00 Serial Number=0957306206
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00416]  Μηδεὶς τοίνυν εἰς τὰ τῶν προγόνων σπευδέτω καλεῖν ὀνόματα τὰ παιδία, τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τοῦ πάππου καὶ τοῦ ἐπιπάππου, ἀλλ' εἰς τὰ τῶν δικαίων, τῶν μαρτύρων, τῶν ἐπισκόπων, τῶν ἀποστόλων.
000-00-00 Serial Number=0620066881
De incomprehensibili dei natura Ante [Go Back]  
 [00910]  Καὶ γὰρ ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς δαίμονας οἶδε καλεῖν λέγων·
 [01048]  Ἐννόησον τίνος πλησίον ἕστηκας, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν, μετὰ τῶν Χερουβίμ·
000-00-00 Serial Number=0918833196
De meretrice Ante [Go Back]  
 [00042]  εἰ τοίνυν προφήτην με βούλει καλεῖν, ἢ καὶ δημιουργὸν τῶν προφητῶν, τὸν κατὰ τὸ βλεπόμενόν σοι ἄνθρωπον, ὃ βούλει καὶ δόξαζε.
000-00-00 Serial Number=0098889232
De mutatione nominum Ante [Go Back]  
 [00010]  Ἀνθρώπους γὰρ οὐ τοὺς ἐπὶ τῆς ἀγορᾶς δεῖ καλεῖν, ἀλλὰ τοὺς ἐπὶ τῆς ἐκκλησίας ὑμᾶς·
 [01254]  οὐκ ἔλεγε δὲ μόνον, ἀλλὰ καὶ ἐπέπειστο παρὰ τοῦ ∆ιδασκάλου μαθὼν, ὅτι μετὰ τὸ πάντα ποιῆσαι ἀχρείους δούλους ἑαυτοὺς χρὴ καλεῖν.
000-00-00 Serial Number=0517156184
De non iterando conjugio Ante [Go Back]  
 [00046]  εἰ δὲ ἀνθ' ἑνὸς πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγει νυμφίους, πορνείαν μὲν οὐ τολμῶ τὸ πρᾶγμα καλεῖν, τῆς δὲ οὐκ εἰδυίας ἕτερον ἄνδρα πλὴν ἑνὸς πολλῷ τῷ μέτρῳ ἀπολείπεσθαι φαίην ἄν.
000-00-00 Serial Number=0824550152
De paenitentia [1] Ante [Go Back]  
 [00574]  Τοῦτο γὰρ ἀληθῶς ταπεινοφροσύνη, τὸ ταπεινοῦσθαι ἐν πᾶσι, καὶ ἑαυτὸν καλεῖν ἐλάχιστον.
 [01076]  Αὐτοὶ Θεὸν οὐκ ἐβούλοντο αὐτὸν καλεῖν, καὶ αὐτὸς οὐ διέλειπε λαὸν αὐτοὺς ὀνομάζειν·
000-00-00 Serial Number=0903283775
De prophetiarum obscuritate Ante [Go Back]  
 [00459]  Ἐπειδὴ δὲ ἔμελλεν ὁ Χριστὸς παραγίνεσθαι, καὶ τὴν οἰκουμένην πᾶσαν πρὸς ἑαυτὸν καλεῖν, οὐχὶ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν προφητῶν καὶ γὰρ κἀκεῖνοι πρὸς τὴν πίστιν ἡμᾶς χειραγωγοῦσι τῆς τοῦ Χριστοῦ γνώσεως, τηνικαῦτα λοιπὸν ὡσπερεί τινας εἰσόδους καὶ ὁδοὺς τὰς προφητείας, πρότερον ἀποκεκλεισμένας τῇ τῆς γλώττης ἀσαφείᾳ, πάντοθεν ἀνοιγῆναι παρεσκεύασε διὰ τῆς ἑρμηνείας, ἵνα πάντες οἱ ἐκ τῶν ἐθνῶν πανταχόθεν συῤῥέοντες, καὶ μετὰ πολλῆς τῆς εὐκολίας ταύτας ὁδεύοντες τὰς ὁδοὺς, δι' αὐτῶν δυνηθῶσι πρὸς τὸν βασιλέα τῶν προφητῶν ἐλθεῖν, καὶ προσκυνῆσαι τῷ μονογενεῖ τοῦ Θεοῦ Υἱῷ.
 [00748]  Ἔθος τῇ Γραφῇ οὕτω καλεῖν τὰ ῥήματα, γλῶσσαν.
000-00-00 Serial Number=0601836324
De resurrectione mortuorum Ante [Go Back]  
 [00165]  Βάρος δὲ ἐνταῦθα, οὐ τὸ ἐπίπονον καὶ φορτικὸν εἶπεν, ἀλλὰ τὸ πολυτελὲς καὶ ἔντιμον, κατὰ τὸ τῶν πολλῶν ἔθος, οἳ τὰ πολύτιμα οὕτω καὶ βαρύτιμα [50.425] καλεῖν εἰώθασιν.
000-00-00 Serial Number=0889418423
De sacerdotio Ante [Go Back]  
 [00156]  Ὅτι οὐδὲ ἀπάτην τὸ τοιοῦτο δεῖ καλεῖν ἀλλ' οἰκονομίαν {ΙΩ.} Ἀλλ' ὦ θαυμάσιε καὶ ἀγαθώτατε, διὰ τοῦτο γὰρ καὶ αὐτὸς φθάσας εἶπον ὅτι οὐκ ἐν πολέμῳ μόνον, οὐδ' ἐπὶ τοὺς ἐχθρούς, ἀλλὰ καὶ ἐν εἰρήνῃ καὶ ἐπὶ τοὺς φιλτάτους χρῆσθαι ταύτῃ καλόν.
 [00173]  μᾶλλον δὲ οὐδὲ ἀπάτην τὸ τοιοῦτον δεῖ καλεῖν, ἀλλ' οἰκονομίαν τινὰ καὶ σοφίαν καὶ τέχνην ἱκανὴν πολλοὺς πόρους ἐν τοῖς ἀπόροις εὑρεῖν καὶ πλημμελείας ἐπανορθῶσαι ψυχῆς.
 [00185]  Ὅτι μέγιστον ἡ ἱερωσύνη τεκμήριον τῆς εἰς τὸν Χριστὸν ἀγάπησ Ὅτι μὲν οὖν ἔστι καὶ ἐπὶ καλῷ τῇ τῆς ἀπάτης κεχρῆσθαι δυνάμει, μᾶλλον δὲ ὅτι μηδὲ ἀπάτην δεῖ τὸ τοιοῦτον καλεῖν, ἀλλ' οἰκονομίαν τινὰ θαυμαστήν, ἐνῆν μὲν καὶ πλείονα λέγειν·
 [00845]  Ἵνα τοῖς ἀθλίοις καὶ ταλαιπώροις οὕτω γὰρ δεῖ καλεῖν τοὺς οὐχ εὑρόντας καλῶς ταύτης προστῆναι τῆς πραγματείας, κἂν μυριάκις αὐτοὺς πρὸς ἀνάγκην ἦχθαι λέγῃς καὶ ἀγνοοῦντας ἁμαρτεῖν , ἵνα τούτοις διαφυγεῖν γένηται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὸ σκότος τὸ ἐξώτερον καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον καὶ τὸ διχοτομηθῆναι καὶ μετὰ τῶν ὑποκριτῶν ἀπολέσθαι.
 [01063]  Τίς οὕτως ἐπόθησε τὸν Χριστόν, εἴγε πόθον αὐτὸν δεῖ καλεῖν, ἀλλ' οὐχ ἕτερόν τι τοῦ πόθου πλέον;
000-00-00 Serial Number=0314452887
De sancta trinitate Ante [Go Back]  
 [00065]  ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος.
000-00-00 Serial Number=0863507211
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00194]  Ἐν ἐκείνῳ τοίνυν τῷ θορύβῳ καὶ τῷ πολέμῳ αἱ γυναῖκες αὗται, εἴ γε γυναῖκας αὐτὰς χρὴ καλεῖν·
 [00284]  ἐφίσταται ὁ πατὴρ καὶ ἀνὴρ, πατὴρ μὲν τῶν θυγατέρων, ἀνὴρ δὲ τῆς γυναικὸς, εἴ γε πατέρα ἢ [50.638] ἄνδρα τὸν τὰ τοιαῦτα διακονούμενον χρὴ καλεῖν.
000-00-00 Serial Number=0681371093
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00032]  καὶ γὰρ οὕτως ἡμᾶς εἰώθει καλεῖν.
000-00-00 Serial Number=0020198882
De studio praesentium Ante [Go Back]  
 [00063]  Οὕτω γὰρ καὶ πλούσιον ἐγὼ τὸν πένητα δύναμαι καλεῖν, καὶ πένητα τὸν πλούσιον, καὶ γυναῖκα τὸν ἄνδρα, καὶ ἄνδρα τὴν γυναῖκα, καὶ ἰδιώτην τὸν σοφὸν, καὶ σοφὸν τὸν ἰδιώτην, οὐ συγχέων τῶν πραγμάτων τὴν φύσιν, ἀλλὰ τὸν ἄριστον κανόνα εἰσάγων τὸν πάντα διορθούμενον.
 [00072]  Ἂν δὲ μέθῃ καὶ κραιπάλῃ προσέχῃ, καὶ τὴν ἡμέραν δαπανᾷ καὶ ἀναλίσκῃ εἰς κώμους καὶ παροινίας, κηροῦ παντὸς μαλακώτερος ὑπὸ τοῦ πάθους γινόμενος, πῶς δυνήσομαι τὸν τοιοῦτον ἄνδρα καλεῖν, τὸν αἰχμάλωτον, τὸν δοῦλον τὸν ἀργυρώνητον, τὸν πᾶσιν ἐνδιδόντα τοῖς πάθεσι, τὸν κατακλώμενον, τὸν μαλακιζόμενον, τὸν θρυπτόμενον, τὸν ὑπὸ πάντων καταβαλλόμενον, τὸν οὐδὲ στῆναι ἐπὶ τῆς παρατάξεως δυνάμενον;
000-00-00 Serial Number=0063957214
De virginitate Ante [Go Back]  
 [01515]  Ἔχει μὲν γὰρ θλίψεις καὶ οὗτος ὁ βίος ἀλλ' ὅταν αὐτὰς πρὸς τὰς τοῦ γάμου παραβάλωμεν οὐδὲ θλίψεις χρὴ καλεῖν.
 [01518]  Τοσαύτη γὰρ τῆς ἀλγηδόνος ταύτης ἡ τυραννὶς ὡς καὶ τὴν θείαν γραφὴν ἡνίκα ἂν αἰχμαλωσίαν καὶ λιμὸν καὶ λοιμὸν καὶ τὰ ἀφόρητα τῶν κακῶν αἰνίττεσθαι βούληται, ὠδῖνας πάντα τὰ τοιαῦτα καλεῖν.
000-00-00 Serial Number=0439457119
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00045]  Εἰ δὲ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως·
 [00472]  Οὕτω γὰρ δεῖ τὸν εὐχόμενον εὔχεσθαι, ὡς ὅλην ἑαυτοῦ συναγαγόντα καὶ συντείνοντα τὴν διάνοιαν, καλεῖν τὸν Θεὸν μετὰ ὀδυνωμένης ψυχῆς, καὶ μηδὲ μακροὺς [63.583] ἀποτείνοντα λόγους, μηδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐκτείνοντα, ἀλλ' ὀλίγα καὶ ψιλὰ λέγοντα ῥήματα·
 [01783]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν καταλάβῃ πάθος, καὶ ἰατροὺς καλεῖν, καὶ χρήματα ἀναλίσκειν, καὶ καρτερίαν ἐπιδείκνυσθαι, καὶ οὐ πρότερον ἀφίστασθαι ἅπαντα πράττοντας, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν·
 [01868]  Ἐννόησον τίνος πλησίον ἕστηκας, ἐν τῇ ἱερᾷ καὶ φρικώδει μυσταγωγίᾳ, ἄνθρωπε, μετὰ τίνων μέλλεις καλεῖν τὸν Θεόν·
 [02382]  Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ καλεῖν, καὶ διαφθείρειν τὸν νόμον ὃν ἐθήκαμεν ἐξ ἀρχῆς, τὴν πόλιν οἰκίζοντες.
 [04011]  Οὐ γὰρ δύναται πατέρα καλεῖν τὸν φιλάνθρωπον Θεὸν ὁ τὴν γνώμην ἔχων θηριώδη καὶ ἀπάνθρωπον·
 [04013]  Ὅταν γάρ τις σκιρτᾷ μὲν ὡς ταῦρος, λακτίζῃ δὲ ὡς ὄνος, μνησικακῇ δὲ ὡς κάμηλος, καὶ γαστριμαργῇ μὲν ὡς ἄρκτος, ἁρπάζῃ δὲ ὡς λύκος, πλήττῃ δὲ ὡς σκορπίος, ὕπουλος δὲ ᾖ ὡς ἀλώπηξ, χρεμετίζει δὲ ἐπὶ γυναιξὶν ὡς ἵππος θηλυμανὴς, πῶς δύναται ὁ τοιοῦτος τὴν υἱῷ πρέπουσαν ἀναπέμψαι φωνὴν, καὶ πατέρα ἑαυτοῦ καλεῖν τὸν Θεόν;
 [05250]  Οὐκ αἰσχύνῃ τινὰ ἐπιθέτην καλεῖν;
 [06322]  ∆ιόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν.
 [06761]  Πῶς γὰρ οὐκ ἄτοπον, οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε, τὸν δὲ τῶν ἀγγέλων ∆εσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ περιφέρειν;
 [09641]  οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασιλείαν καλεῖν.
000-00-00 Serial Number=0730132699
Epistula ad monachos Ante [Go Back]  
 [00030]  Τοῦ αὐτοῦ Οὕτω δεῖ τὸν εὐχόμενον εὔχεσθαι, ὡς ὅλην αὐτοῦ συναγαγόντα καὶ συντείνοντα τὴν διάνοιαν καλεῖν τὸν Θεὸν μετὰ ὀδυνωμένης ψυχῆς καὶ μηδὲ μακροὺς ἀποτείνοντα λόγους, μηδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐκτείνειν, ἀλλ' ὀλίγα καὶ ψιλὰ λέγειν ῥήματα·
000-00-00 Serial Number=0794080079
Expositiones in Psalmos Ante [Go Back]  
 [00947]  Οἶδε γὰρ πάντα ταῦτα ψεύδη καλεῖν.
 [06408]  οὕτως, ἂν ἐδαφίσωμεν [55.163] ἡμῶν τὰς ἁμαρτίας, ἂν ἐκκαθάρωμεν τὴν πονηρίαν δυνησόμεθα διαβλέψαι εἰς τὸν πνευματικὸν πόθον, καὶ μετὰ πολλῆς τῆς προθυμίας καλεῖν τὸν Θεὸν, καὶ τὸ φίλτρον σφοδρότερον ἀνάπτειν, καὶ μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν ἔργων ταύτην ὑποψάλλειν τὴν ὑπακοήν.
000-00-00 Serial Number=0231815577
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00693]  Ἄρα οὐδὲ καλεῖν τὸν Θεὸν ἄξιοί ἐσμεν ἀσεβοῦντες·
 [02329]  Θρηνητρίας κελεύει πανταχόθεν γυναῖκας καλεῖν, καὶ σοφὰς αὐτὰς λέγει;
 [02332]  Τὸν γὰρ εἰδότα τι, σοφὸν εἴωθε καλεῖν·
 [05859]  οὕτως γὰρ ἔχει ἔθος ἡ θεία Γραφὴ καλεῖν τὸ ἔθνος τῷ τοῦ Κηδὰρ ὀνόματι.
000-00-00 Serial Number=0717376173
Fragmenta in Job Ante [Go Back]  
 [00050]  Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, ἡ δὲ θεία Γραφὴ, τὸν τηρήσαντα τὸ κατ' εἰκόνα, καὶ ἐκ τῆς ἀρετῆς γνωριζόμενον, τοῦτον εἶναι ἄνθρωπον ὁρίζεται, τὸν δὲ συγχέαντα καὶ διαφθείραντα τοὺς θεουδεὶς τύπους καὶ χαρακτῆρας οὐδὲ ἄνθρωπον καλεῖν βούλεται·
000-00-00 Serial Number=0801893115
Fragmenta in Proverbia Ante [Go Back]  
 [01746]  Γίγαντας οἶδεν ἡ Γραφὴ τοὺς πονηροὺς καλεῖν, τοὺς φαύλους, τοὺς θρασεῖς, τοὺς θεομάχους·
000-00-00 Serial Number=0112246096
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00091]  εἴ γε πόλεμον αὐτὸν καλεῖν χρὴ, ἀλλ' οὐκ ἄλλο τι τούτου βαρύτερον.
000-00-00 Serial Number=0926975727
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00275]  μᾶλλον δὲ οὐδὲ καλὸν τὸν τοιοῦτον ἔστι καλεῖν, τὸν ὑπ' ἀνάγκης τοῦτο γινόμενον.
 [00278]  μᾶλλον δὲ οὐδὲ τὸν τοιοῦτον ἔσται κακὸν καλεῖν, τὸν ὑπὸ ἀνάγκης ὠθούμενον.
000-00-00 Serial Number=0932921112
In Acta apostolorum Ante [Go Back]  
 [01897]  Ὠδῖνα γὰρ θανάτου ἡ Γραφὴ τὸν κίνδυνον πανταχοῦ οἶδε καλεῖν·
 [03141]  τὸ καὶ ἐπὶ μαρτυρίαν αὐτὸν καλεῖν, πόσης τόλμης, εἰπέ μοι, πόσης μανίας;
 [04505]  Ἑλληνιστὰς δὲ οἶμαι καλεῖν, τοὺς Ἑλληνιστὶ φθεγγομένους·
 [09999]  Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν;
000-00-00 Serial Number=0502182126
In Ecclesiasten Ante [Go Back]  
 [00037]  ὥσπερ μάταιον τῇ γραφῇ καλεῖν ἔθος ἐστὶν τὸ μὴ κατά τινος πράγματος ὄν, εἰ νομίζεται μὲν εἶναι, οὐκ ἔστιν δέ.
000-00-00 Serial Number=0220607579
In Genesim sermones Ante [Go Back]  
 [00168]  ὥστε οὐκ οἶδα εἰ χρὴ τούτου μᾶλλον, ἢ τῶν ξένων καλεῖν τὴν οἰκίαν τὴν τούτου·
 [00776]  ἀλλὰ καὶ τῆς τραπέζης ἡμῖν παρακειμένης, πολλάκις καὶ μυρίων γενούσης ἀγαθῶν (εἴγε ἀγαθὰ χρὴ καλεῖν, ἃ ἐπὶ κατακρίσει τῆς ἡμῶν ἀπανθρωπίας ἐσθίομεν), πλὴν ἀλλὰ καὶ τῆς τραπέζης παρακειμένης, ἀκούοντες κάτωθεν διὰ τῶν στενωπῶν βαδιζόντων ἐκείνων, καὶ μεγάλα βοώντων ἐν τοῖς ἀμφόδοις, ὀδυνωμένων ἐν βαθυτάτῳ σκότῳ, ἐν ἐρημίᾳ πολλῇ, οὐδὲ οὕτως ἐπικαμπτόμεθα·
 [01022]  Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο, ἐπειδὰν τὸ πρᾶγμα γένηται, ἢ ἐν τόποις, ἢ ἐν καιροῖς, ἀπὸ τῶν πραγμάτων καλεῖν καὶ τοὺς τόπους καὶ τοὺς καιρούς.
 [01042]  Ὁρᾷς διὰ πόσων ἀποδέδεικται, ὅτι ἔθος τῇ Γραφῇ ἀπὸ τῶν πραγμάτων τῶν συμβαινόντων ἐν τοῖς τόποις αὐτοὺς τοὺς τόπους καλεῖν;
000-00-00 Serial Number=0224205732
In Heliam et viduam Ante [Go Back]  
 [00025]  Καθάπερ γὰρ σκόπελοί τινες ὑψηλοὶ περιβεβλημένοι λιμένας, οὓς δὴ φάρους καλεῖν εἰώθασι, διὰ πάσης τῆς νυκτὸς ἄσβεστον ἔχοντες πῦρ, τοὺς πεπλανημένους κατὰ τὸ πέλαγος τῇ λαμπηδόνι τοῦ φωτὸς πρὸς τὴν τοῦ λιμένος χειραγωγοῦσιν ἀσφάλειαν·
000-00-00 Serial Number=0424287736
In Isaiam Ante [Go Back]  
 [00853]  Βδέλυγμα δὲ εἴωθεν ἡ Γραφὴ καλεῖν τὰ εἴδωλα·
 [01384]  Μᾶλλον δὲ διπλῆν δεῖ ταύτην καλεῖν συμφορὰν καὶ τριπλῆν καὶ τετραπλῆν, ὅταν καὶ υἱὸς καὶ κάλλιστος καὶ ποθούμενος καὶ ὑπὸ βαρβάρων, ἀλλὰ μὴ τῷ κοινῷ τῆς φύσεως καταλύῃ νόμῳ τὸν βίον·
 [02606]  ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
 [02669]  ∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
000-00-00 Serial Number=0128912330
In Joannem Ante [Go Back]  
 [00742]  Πολλοὶ μὲν γὰρ οἱ τοῦ Θεοῦ λόγοι, οὓς καὶ ἄγγελοι ποιοῦσιν, ἀλλ' οὐδεὶς ἐκείνων τῶν λόγων Θεὸς, ἀλλ' ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα (οὕτω γὰρ ἔθος τῇ Γραφῇ καλεῖν τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὰ ἐπιτάγματα, καὶ τὰς προφητείας·
 [01523]  Οὕτω γὰρ εἴωθε καλεῖν αὐτοὺς καὶ ὁ Χριστὸς, ὡς ὅταν λέγῃ·
 [03291]  οὕτω γὰρ χρὴ τὰς ἀκαίρους φλυαρίας καὶ συνόδους καλεῖν.
 [04826]  Καὶ γὰρ τοῦτο ἔθος αὐτῷ, πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν.
000-00-00 Serial Number=0287926733
In Psalmum 118 Ante [Go Back]  
 [00564]  παροικίαν δὲ αὐτὸν οἶμαι καλεῖν οὐκ ἐκεῖνον τὸν χρόνον, ἀλλὰ πάντα τὸν βίον.
000-00-00 Serial Number=0429718971
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00118]  Πάντα δὲ ταῦτα ἀκούοντες, ἀλαζονείαν, καὶ τῦφον, καὶ ἀπόνοιαν ἅπασαν τῆς ψυχῆς ἐξορίσωμεν τῆς ἡμετέρας, καὶ μετὰ πολλῆς τοῦτο κατορθώσωμεν τῆς σπουδῆς, τὸ θεραπευτικοῖς ὀνόμασι καὶ τιμὴν ἔχουσι τοὺς πλησίον καλεῖν.
000-00-00 Serial Number=0835335910
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02590]  Οἶδε μὲν γὰρ πολλάκις ἡ Γραφὴ Θεὸν καλεῖν οὐκ ἀπὸ τῆς ἀξίας τοῦ καλουμένου, ἀλλ' ἀπὸ τῆς ἀσθενείας τῶν ὑποταττομένων·
 [06710]  Εἰ γὰρ μετὰ τὸ πάντα ποιῆσαι, ἀχρείους δεῖ καλεῖν ἑαυτούς·
000-00-00 Serial Number=0063004136
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00519]  Κἂν γὰρ ᾖ δῆλον τὸ ἁμάρτημα, οὐδὲν κωλύει ἀδελφοὺς καλεῖν ἔτι.
 [01702]  Οὕτω δὴ εἴωθε καλεῖν ἡ Γραφὴ τὰ παρ' ἐλπίδας καὶ ὑπὲρ διάνοιαν ἀνθρωπίνην γινόμενα.
 [03000]  Ἀλλὰ μὴ γένοιτο τῷ τῆς ἀλαζονείας ὀνόματι τὴν φιλοσοφίαν καλεῖν.
 [03599]  Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόματα αὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι μέχρι πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁμώνυμον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόμενοι βιώσεσθαι χρόνον.
 [04048]  ἀλλ' οὐ βούλεται οὕτως αὐτὸ καλεῖν, ἀλλ' ἀπὸ τῶν χρηστοτέρων.
 [04396]  τί δὲ βούλεται τὸ καὶ τοὺς γείτονας καλεῖν;
 [04702]  οἶδε γὰρ κόσμον καὶ τοὺς πονηροὺς ἀνθρώπους καλεῖν ἡ Γραφή·
 [04736]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ μὲν γινομένης μάχης, μηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ' αἰσχύνεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόμενα·
 [08305]  ∆ιὸ καὶ τὸν τοιοῦτον ἄνδρα, εἴ γε ἄνδρα αὐτὸν δεῖ καλεῖν, ἀλλ' οὐχὶ θηρίον, καὶ πατραλοίου καὶ μητραλοίου ἴσον εἶναι φαίην ἄν.
 [09999]  Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ κα-λεῖν, καὶ διαφθείρειν τὸν νόμον, ὃν ἐθήκαμεν ἐξ ἀρ-χῆς τὴν πόλιν οἰκίζοντες·
000-00-00 Serial Number=0233942330
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01953]  πρὸς δὲ τοὺς πιστοὺς, εἴ γε πιστοὺς δεῖ καλεῖν, τοὺς ἐρωτῶντας, ὅμως ἐροῦμεν τὸ ἀποστολικὸν, ὅτι πᾶσα ἡ ζωὴ ἀπὸ φθορᾶς γίνεται, πάντα φυτὰ, πάντα σπέρματα.
 [03045]  οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισμα τοῦ Πνεύματος.
 [03255]  ἐπὶ γὰρ τὴν τράπεζαν αὐτοῦ τὴν πνευματικὴν οὐκ ἀπαξιοῖ καλεῖν αὐτοὺς, καὶ μεταδοῦναι τῆς εὐωχίας ἐκείνης·
 [03258]  Εἶθ' ὁ μὲν Χριστὸς οὐκ ἀπαξιοῖ εἰς τὴν τράπεζαν αὐτοὺς καλεῖν μετὰ τοῦ βασιλέως·
000-00-00 Serial Number=0596799135
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02622]  Εἰ ταῦτα ἀγαθὰ, πάντως καὶ τοὺς κεκτημένους αὐτὰ ἀγαθοὺς δεῖ καλεῖν·
 [02948]  Οἶδε καὶ ἀψύχους ἀνθρώπους ἡ Γραφὴ καλεῖν·
000-00-00 Serial Number=0568714559
In epistulam ad Colossenses Ante [Go Back]  
 [01784]  Ἔστι γὰρ καὶ καλὴ ἀπάτη, οἵαν ἠπατήθησαν πολλοὶ, ἣν οὐδὲ ἀπάτην δεῖ καλεῖν·
 [01787]  Τὸ γὰρ τοιοῦτον οὐδὲ ἀπάτην δεῖ καλεῖν·
 [02119]  Οὕτως, ὅταν δόγμα ᾖ, οἶδεν αὐτὸ τιμὴν καλεῖν.
 [04281]  Μὴ νομίσῃς τὸ πρᾶγμα δυσάρεστον εἶναι, τὸ πένητας καλεῖν διὰ τὸν Χριστόν·
 [04282]  δυσάρεστον τὸ πόρνας καλεῖν.
 [04283]  Τὸ γὰρ πένητας καλεῖν, τοῦτο ἀφορμὴ πλούτου, ἐκεῖνο δὲ ἀνατροπῆς.
 [04289]  ἐκ δὲ τῶν νῦν γινομένων γάμων (εἴ γε γάμους, ἀλλὰ μὴ πομπὰς αὐτὰ δεῖ καλεῖν), ὅρα ὅσα τὰ κακά.
000-00-00 Serial Number=0409010768
In epistulam ad Ephesios Ante [Go Back]  
 [01041]  οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασιλείαν καλεῖν.
 [02916]  Οἶδε γὰρ καὶ ἀνθρώπους στύλους καλεῖν, οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τῷ κάλλει πολὺν παρέχοντας κόσμον, κεφαλὰς ἔχοντας κεχρυσωμένας.
 [03737]  Οὐχ ὁρᾷς τούτους τοὺς προσαιτοῦντας, οὓς λώταγας ἡμῖν ἔθος καλεῖν, πῶς περιίασι, πῶς καὶ αὐτοὺς ἐλεοῦμεν;
 [06400]  Οἶδε γὰρ κόσμον καλεῖν ἡ Γραφὴ τὰς πονηρὰς πράξεις·
 [06865]  λοιπὸν πῶς δεῖ τὸν Βασιλέα καλεῖν, ὥστε ὀρέξαι χεῖρα, διδάσκει·
000-00-00 Serial Number=0807494700
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01020]  οἶδε γὰρ καὶ τοῦτον νόμον καλεῖν, ὡς ὅταν λέγῃ·
 [02023]  Οἶδε σάρκα καλεῖν, οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ·
 [02043]  Τῷ δὲ τῆς σαρκὸς ὀνόματι πάλιν καὶ τὰ μυστήρια καλεῖν εἴωθεν ἡ Γραφὴ, καὶ τὴν Ἐκκλησίαν ἅπασαν, σῶμα λέγουσα εἶναι τοῦ Χριστοῦ.
 [02044]  Εἰ δὲ βούλει καὶ κατορθώματα καλεῖν τὰ δι' [61.672] αὐτῆς γινόμενα, σβέσον τῷ λόγῳ τὰς αἰσθήσεις, καὶ ἔρημον ὄψει τὴν ψυχὴν γνώσεως ἁπάσης, καὶ οὐδὲν εἰδυῖαν ὧν οἶδεν.
000-00-00 Serial Number=0291425228
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01336]  ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν.
 [01343]  ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν.
 [01353]  Οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων·
 [01500]  Ἰδοὺ τοίνυν καὶ ὑμῖν κἀκείναις δι' ὑμῶν παραινῶ, ὥστε μήτε ὑμᾶς καλεῖν τὰς τοιαύτας, μήτε ἐκείνας παραγίνεσθαι.
 [07918]  Ἐπίδειξίς ἐστι, φησὶν, ἑαυτὸν ἁμαρτωλὸν καλεῖν;
000-00-00 Serial Number=0488986671
In epistulam ad Philemonem Ante [Go Back]  
 [00352]  ὁ Παύλου ∆εσπότης οὐκ ἐπαισχύνεται τοὺς ἡμετέρους δούλους ἀδελφοὺς αὑτοῦ καλεῖν, καὶ ἡμεῖς ἐπαισχυνούμεθα;
000-00-00 Serial Number=0885743260
In epistulam ad Philippenses Ante [Go Back]  
 [00159]  Ἐπειδὴ εἰκὸς ἦν καὶ Ἰουδαίους ἁγίους ἑαυτοὺς καλεῖν ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο λαὸς ἅγιος, περιούσιος, διὰ τοῦτο προσέθηκε, Τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ.
 [03967]  ἀλλ' ἔχεις τὸν ὄντως διδάσκαλον, ὃν καὶ μόνον διδάσκαλον χρὴ καλεῖν·
 [04821]  ἢ ὅτι οὐ [62.294] παραιτεῖται καὶ τούτους ἀδελφοὺς καλεῖν.
000-00-00 Serial Number=0914650738
In epistulam ad Romanos Ante [Go Back]  
 [00162]  οἶδε δὲ καὶ τοὺς τοιούτους χριστοὺς ἡ Γραφὴ καλεῖν.
 [00487]  Οἶδε γὰρ δι' εὐγνωμοσύνην πολλὴν καὶ τὰ κατορθώματα χαρίσματα καλεῖν, διὰ τὸ καὶ ἐν τούτοις πολλῆς ἡμᾶς δεῖσθαι τῆς ἄνωθεν ῥοπῆς.
 [01937]  Ὅτι τὴν Παλαιὰν πᾶσαν νόμον καλεῖν εἴωθεν ὁ Παῦλος.
 [04738]  Τοῦτο δὲ λέγει οὐ τῇ σαρκὶ λογισμὸν διδοὺς ἴδιον, ἄπαγε, ἀλλὰ τὴν παχυ [60.516] τέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν, ὥσπερ οὖν καὶ σάρκα πολλάκις ὁλόκληρον ἄνθρωπον καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν.
 [08813]  ∆ιὰ τοῦτο οὐδὲ παραιτεῖται εἰς παχύτερα κατιέναι ῥήματα, καὶ φθέγγεσθαι παθῶν ὀνόματα ἀνθρωπίνων, καὶ ζηλωτὴν ἑαυτὸν καλεῖν·
 [09111]  Ὅταν εἴπῃ, Σταθήσεται δὲ, δείκνυσιν ἔτι σαλευόμενον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν εἰς ταῦτα ἰατρόν·
 [09842]  Εἰ γὰρ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως·
 [09999]  Οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐῤῥιζωμένος ἐν αὐτοῖς εἴη.
 [09999]  ∆οκεῖ δέ μοι ἐνταῦθα καὶ ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν.
 [09999]  μᾶλλον δὲ οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς μετ' αὐτοὺς ἁγίους·
000-00-00 Serial Number=0607896566
In epistulam ad Titum Ante [Go Back]  
 [01168]  Τοὺς γὰρ τῶν παίδων ἔρωτας, οὕσπερ αὐτοῖς παιδικὰ καλεῖν ἔθος ἐστὶν, οὐδὲ εἰπεῖν ἔνι.
000-00-00 Serial Number=0875754297
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00288]  Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου μνησθῆναι, ἀλλ' ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν.
000-00-00 Serial Number=0966895461
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00240]  Τὰ ὀνόματα πολλαχοῦ ἀπὸ τῶν τρόπων τιθέναι, καὶ μὴ ἀπὸ τῆς προσηγορίας ἐκείνης καλεῖν τὸν ἄνθρωπον, ἀφ' ἧς ἔθηκαν οἱ γονεῖς ἀπ' ἀρχῆς·
000-00-00 Serial Number=0196828902
In principium Actorum Ante [Go Back]  
 [00295]  καὶ γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν.
 [01045]  Καὶ γὰρ ἔφθην εἰπὼν, ὅτι οὐ μετὰ δέκα καὶ εἴκοσι ἡμέρας μόνον, ἀλλὰ καὶ μετὰ δέκα καὶ εἴκοσι ἔτη δυνατὸν νεοφωτίστους καλεῖν τοὺς μεμυημένους, ἐὰν νήφωσι.
000-00-00 Serial Number=0434457779
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00133]  ἔλαβον ἐξ ὑμῶν μητέρα πενιχρὰν, ἵνα δυνηθῆτε μετὰ παῤῥησίας ὑμεῖς τὸν ἐμὸν Πατέρα καλεῖν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»