Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γινομένων [241]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γινομένων


000-00-00 Serial Number=0079860032
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00386]  πάντα γὰρ ἐκποδὼν γινόμενα παραχωρεῖ τοῖς περὶ φιλοσοφίαν λόγοις, τῆς ψυχῆς διὰ τοῦ πένθους τότε καθάπερ ἐν ἱερῷ τινι τόπῳ παιδευομένης τῆς ἀνθρωπίνης φύσεως τὴν οὐδένειαν, τοῦ παρόντος αἰῶνος τὸ ἐπίκαιρον, τῶν βιωτικῶν τὸ εὔφθαρτόν τε καὶ ἄστατον, τῆς σκηνῆς τῶν γινομένων τὴν ὑπόκρισιν.
000-00-00 Serial Number=0606897593
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00355]  Εἰ δὲ μὴ καθ' ἕκαστον τῶν γινομένων αὐτὴν ὑποπτεύομεν, καὶ τοῦτο τῆς ἀπειρίας αὐτῆς σημεῖον.
 [00505]  Εἰ μὲν γὰρ ἐπιστάμενοι τὰς αἰτίας τῶν γινομένων οὕτως ἐπειθόμεθα τῷ Θεῷ, οὐκ ἦν ἡμῖν πολὺς ὁ μισθὸς, οὐδὲ πίστεως τὸ πρᾶγμα ὑπῆρξεν ἐπίδειξις·
 [00531]  Ἠπόρουν μὲν οὖν καὶ οὗτοι καὶ ἐζήτουν, ἀλλ' οὐκ ἐξ ἴσης τοῖς ἀσεβέσιν, οὐδὲ ἐγκαλοῦντες τῷ Θεῷ, οὐδὲ καταγινώσκοντες ἀδικίαν ἐκ τῶν γινομένων αὐτοῦ.
 [00855]  Εἰ γὰρ καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαῤῥεῖν, ἀλλὰ τῇ τῶν γινομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει.
 [01280]  ἐνταῦθα δὲ ἔνθα τοσαῦτα πρόκειται ἀγαθὰ, καὶ πᾶσι τὸ πρᾶγμα δῆλόν ἐστιν, ἀλγήσει τις, εἰπέ μοι, εἰ καὶ μηδενὸς κατὰ τὸν παρόντα βίον ἀπολαύσεται χρηστοῦ, ὅλως δὲ χρηστὸν ἡγήσεταί τι τῶν ἐνθάδε γινομένων ἐκεῖνα εἰδώς;
 [01347]  Ἠθύμει μὲν οὖν ὡς ἀθυμεῖν εἰκὸς τὸν ταῦτα ἀκούοντα καὶ ὁρῶντα, οὐ παρετρέπετο δὲ ὑπὸ τοῦ πάθους, ἀλλ' ἔμενεν ἀκλινὴς, καίτοι ταῖς ἐπαγγελίαις τῶν γινομένων οὐ συμβαινόντων, ἀλλὰ καὶ μαχομένων.
 [01374]  καὶ εἰ μὲν μὴ φιλοστόργως εἶχε πρὸς αὐτοὺς, φορητὸν ἂν ἦν τὸ δεινὸν, καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων μόνον παρεῖχεν ἀλγεῖν·
000-00-00 Serial Number=0894864500
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00015]  ἀλλ' ὥσπερ οἱ πρὸς τὰ ὑψηλότατα τῶν ὀρῶν μεταναστάντες, οὐδὲν ἂν ἔτι ἀκούσαιεν, οὐδὲ θεάσαιντο τῶν ἐν τῇ πόλει γινομένων ἢ λεγο [47.412] μένων, ἀλλ' ἀσήμου τινὸς μόνον καὶ ἀτερποῦς ὑπακούσαιεν κραυγῆς, καὶ σφηκῶν βομβούντων οὐδὲν ἥδιον·
 [00027]  Τοσαύτη γὰρ τῆς ψυχῆς ἡ ἀρετὴ, ὡς εἶναι ῥᾴδιον τῷ βουλομένῳ διατρίβειν μὲν ἐπὶ τῆς γῆς, ὥσπερ δὲ ἐν οὐρανῷ καθημένῳ μηδενὸς ἐπαισθάνεσθαι τῶν γινομένων ἐπὶ τῆς γῆς.
 [00191]  Ἵνα γὰρ μὴ τῆς ὁδοιπορίας τὸ μῆκος ἀποτροπὴ γίγνοιτο τῆς συνουσίας τῆς πρὸς ἀλλήλους, ἐπιτομωτέραν ἡμῖν ὁδὸν τὴν θάλασσαν ἀνῆκε πανταχοῦ τῆς γῆς ὁ Θεὸς, ἵνα ὥσπερ οἶκον ἕνα τὴν οἰκουμένην οἰκοῦντες, οὕτω θαμινὰ παρ' ἀλλήλους βαδίζωμεν, καὶ τῶν παρ' ἑαυτῷ ἕκαστος τῷ πλησίον μεταδιδοὺς εὐκόλως, ἀντιλαμβάνῃ τὰ παρ' ἐκείνου, καὶ μικρὸν τῆς γῆς μέρος κατέχων, ὥσπερ [47.419] ἁπάσης κύριος ὢν, τῶν πανταχοῦ γινομένων ἀπολαύῃ καλῶν·
000-00-00 Serial Number=0361225009
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00426]  καὶ τοῦτο ἔνεστι μὲν καὶ ἐκ τῶν καθ' ἑκάστην ἡμέραν γινομένων ἰδεῖν ἔνεστι δὲ καὶ ἀπὸ τῶν θείων Γραφῶν.
 [00576]  Φεῖσαι τῶν σκανδαλιζομένων διὰ τὴν σὴν κεφαλήν, τῶν καταπιπτόντων, τῶν γινομένων ῥᾳθυμοτέρων, τῶν ἀπογινωσκόντων τὴν τῆς ἀρετῆς ὁδόν.
000-00-00 Serial Number=0158859789
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00022]  [1.4] Ποιοῦμαι δὲ τὴν θεραπείαν ταύτην, οὐκ ἀπὸ τῶν θεϊκῶν μόνον Γραφῶν συντιθείς, ἀλλὰ καὶ ἀπὸ τῶν κατὰ τὸν παρόντα βίον γινομένων καὶ συμβαινόντων διηνεκῶς·
 [00034]  Ἡ πολυπράγμων καὶ περίεργος γνώμη, καὶ τὸ βούλεσθαι πάντων τῶν γινομένων εἰδέναι τὰς αἰτίας ἁπάσας, καὶ φιλονεικεῖν τὴν ἀκατάληπτον καὶ ἄρρητον τοῦ Θεοῦ πρόνοιαν, τὴν ἀπέραντον καὶ ἀνεξιχνίαστον περιεργάζεσθαι ἀναισχύντως καὶ πολυπραγμονεῖν.
 [00373]  ἀπὸ τῶν νεφῶν, ἀπὸ τῶν ὡρῶν, ἀπὸ τῶν ῥοπῶν, ἀπὸ τῶν ἀνέμων, ἀπὸ τῆς θαλάσσης καὶ τῶν ἐν αὐτῇ ποικίλων γενῶν, ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ τετραπόδων, ἑρπετῶν, πτηνῶν τῶν ἀεροπόρων, τῶν χερσαίων, ἀπὸ τῶν ἀμφιβίων τῶν ἐν λίμναις καὶ πηγαῖς καὶ ποταμοῖς, ἀπὸ τῆς οἰκουμένης, ἀπὸ τῆς ἀοικήτου, ἀπὸ τῶν φυομένων σπερμάτων, δένδρων, βοτανῶν, φυτῶν ἐν ταῖς ἐρήμοις, ἐν ταῖς οὐκ ἐρήμοις, [7.18] ἀπὸ τῶν βλαστανόντων ἐν πεδίοις, ἐν φάραγξιν, ἐν ὄρεσιν, ἐν νάπαις, ἀπὸ τῶν αὐτομάτως φυομένων, ἀπὸ τῶν μετὰ πόνου καὶ γεωργίας, ἀπὸ τῶν ζῴων τῶν ἡμέρων, τῶν ἀνημέρων, τῶν ἀγρίων, τῶν χειροήθων, τῶν μικρῶν, τῶν μεγάλων, ἀπὸ τῶν ἐν χειμῶνι, τῶν ἐν θέρει, τῶν ἐν μετοπώρῳ φαινομένων ὀρνίθων καὶ τετραπόδων, καὶ ἰχθύων καὶ φυτῶν καὶ βοτανῶν, ἀπὸ τῶν ἐν νυκτὶ γινομένων, ἀπὸ τῶν ἐν ἡμέρᾳ, ἀπὸ τῶν ὑετῶν, ἀπὸ τοῦ μέτρου τῶν ἐνιαυτῶν, ἀπὸ θανάτου, [7.19] ἀπὸ ζωῆς, ἀπὸ τοῦ πόνου τοῦ συγκεκληρωμένου ἡμῖν, ἀπὸ ἀθυμίας, ἀπὸ ἀνέσεως, ἀπὸ σίτων καὶ ποτῶν τῶν δεδομένων ἡμῖν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τεχνῶν, ἀπὸ ξύλων, ἀπὸ λίθων, ἀπὸ τῶν μεταλλικῶν ὀρῶν, ἀπὸ τῆς πλεομένης θαλάττης, ἀπὸ τῆς ἀπλώτου, ἀπὸ τῶν νήσων, ἀπὸ τῶν ὅρμων, ἀπὸ τῶν ἀκτῶν, ἀπὸ τῆς ἐπιφανείας τοῦ πελάγους, ἀπὸ τοῦ βάθους τῶν ὑδάτων, ἀπὸ τῆς φύσεως τῶν στοιχείων ἀφ' ὧν ὁ κόσμος ἡμῖν συνέστηκεν, ἀπὸ τῆς διατάξεως τῶν καιρῶν, ἀπὸ τῆς διαφορᾶς τοῦ μέτρου τῆς ἡμέρας καὶ τῆς νυκτός, [7.20] ἀπὸ νόσου καὶ ὑγιείας, ἀπὸ τῶν μελῶν τῶν ἡμετέρων, ἀπὸ τῆς κατασκευῆς τῆς ψυχῆς, ἀπὸ τῶν τεχνῶν καὶ τῆς σοφίας τῆς ἐν αὐταῖς παρασχεθείσης τῷ τῶν ἀνθρώπων γένει, ἀπὸ τῆς χρείας τῶν ὑπηρετουμένων ἡμῖν ἀλόγων καὶ φυτῶν καὶ ἑτέρων κτισμάτων, ἀπὸ τῶν μικροτάτων καὶ εὐτελεστάτων ζῴων.
 [00421]  [8.3] Ἐπειδὴ δὲ τοσοῦτον προὔδωκαν δῶρον οἱ πολλοὶ τῶν ἀνθρώπων, τὴν ἀπὸ τῆς φυσικῆς διδασκαλίας λέγω ὠφέλειαν, οὐδὲ οὕτως αὐτοὺς κατέλιπεν, οὐδὲ πανωλεθρίᾳ παρέδωκεν, ἀλλ' ἔμεινε διὰ πραγμάτων, δι' εὐεργεσιῶν, διὰ κολάσεων παιδεύων, νουθετῶν, διὰ τῆς κτίσεως αὐτῆς καθ' ἡμέραν ἐργαζομένης καὶ τὴν διακονίαν πληρούσης τὴν εἰωθυῖαν, διὰ τῶν παραδόξως παρὰ τὰ εἰωθότα γινομένων, διὰ τῶν ἐν ἀρχῇ δικαίων.
 [00446]  [8.14] Λέγω δὲ καταγέλαστον εἶναι νομίζειν, τὸ τὸν ἰδιώτην καὶ ἄπειρον ἀπαιτεῖν τὰς αἰτίας τῶν γινομένων ἁπάντων τὸν τεχνίτην, τὴν δὲ ἄφατον σοφίαν ἐκείνην, τὴν ἄφραστον, τὴν ἄρρητον, τὴν ἀκατάληπτον περιεργάζεσθαι καὶ ζητεῖν διὰ τί τὸ καὶ τὸ γέγονε καὶ ταῦτα εἰδότας σαφῶς, ὅτι ἀδιάπτωτος ἡ σοφία αὕτη, ὅτι πολλὴ ἀγαθότης αὐτοῦ, ὅτι ἄρρητος ἡ πρόνοια, ὅτι πάντα πρὸς τὸ τέλος ἀπαντᾷ χρηστὸν τὰ παρ' αὐτοῦ γινόμενα εἰς ἡμᾶς·
 [00448]  Πῶς οὐχ ὑπερβαλλούσης μανίας, τὸν πάντας σῶσαι καὶ βουλόμενον καὶ δυνάμενον περιεργάζεσθαι ἐκ προοιμίων καὶ εὐθέως καὶ μηδὲ τὸ τέλος ἀναμένειν τῶν γινομένων;
 [00459]  εἰ δὲ οὕτω φιλόνεικος εἶ καὶ τολμηρὸς ὡς μαίνεσθαι τὴν μανίαν ταύτην, κἂν τὸ τέλος ἀνάμεινον τῶν γινομένων.
 [00470]  [9.7] Ἀλλ' ὅμως εἰ καὶ ἐν τῷδε τῷ βίῳ τὰ χρηστὰ αὐτοῖς ἐξέβαινε καὶ ἐν τῇ παρούσῃ ζωῇ καὶ ἐν τούτῳ μάλιστα θαυμαστοὶ ἂν εἶεν οἱ τούτων μὴ ἀπολελαυκότες, ὅτι μήτε τὸν περὶ ἀναστάσεως σαφῶς εἰδότες λόγον καὶ τὰ ἐναντία τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ συμβαίνοντα ὁρῶντες ἐπὶ τῶν πραγμάτων, οὐκ ἐσκανδαλίζοντο, οὐκ ἐθορυβοῦντο, οὐδὲ ἐταράττοντο, ἀλλὰ παρεχώρουν αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ, οὐδὲν ἐκ τῶν ἐναντίως γινομένων σκανδαλιζόμενοι, ἀλλ' εἰδότες αὐτοῦ τὸ εὔπορον καὶ εὐμήχανον τῆς σοφίας, τὸ τέλος ἀνέμενον, μᾶλλον δὲ καὶ πρὸ τοῦ τέλους πᾶν ὅπερ εἰς αὐτοὺς ἐτολμᾶτο, ἔφερον εὐχαρίστως καὶ τὸν συγχωροῦντα ταῦτα γίνεσθαι Θεὸν δοξάζοντες διετέλουν.
 [00544]  [10.16] Παράβαλε τοίνυν ταῦτα πρὸς τὰ νῦν γεγενημένα καὶ ὄψει σου τὴν μικροψυχίαν καὶ ὄψει τὴν εὐτέλειαν τῶν σκανδαλιζομένων καὶ μαθήσῃ σαφῶς ὅτι οὐδαμόθεν ἑτέρωθέν σοι τὸ σκάνδαλον γίνεται ἢ ἐκ τοῦ μὴ παραχωρεῖν τῇ ἀκαταλήπτῳ τοῦ Θεοῦ προνοίᾳ, ἀλλ' ἐπιζητεῖν οἰκονομιῶν τρόπον πανταχοῦ καὶ αἰτίας τῶν γινομένων ἀπαιτεῖν καὶ ἕκαστα περιεργάζεσθαι.
 [00650]  ἀλλ' ἔφερον ἅπαντα γενναίως, μεγίστην ἔχοντες ἀπόδειξιν τῶν ἐσομένων χρηστῶν τὴν δύναμιν τοῦ ὑποσχομένου καὶ ἀπὸ τῆς τῶν γινομένων ἐναντιότητος εἰς ἀπόγνωσιν οὐκ ἐμπίπτοντες.
 [00829]  [14.5] Πόσοι τότε ἐσκανδαλίζοντο γινομένων τούτων;
 [00840]  καὶ γὰρ εἰκὸς πολλοὺς καὶ ὑποσύρεσθαι, γινομένων τούτων·
 [00992]  [19.2] Καὶ γὰρ δοράτων γυμνουμένων καὶ ξιφῶν ἠκονημένων καὶ ἀπειλῶν καθ' ἑκάστην ἡμέραν γινομένων καὶ τῶν ἐν ἀρχαῖς θυμοῦ πνεόντων καὶ φόνων ἐπανατεινομένων καὶ μυρίων εἰδῶν κολάσεων καὶ τιμωριῶν, οὐκ εἶξαν, οὐδὲ ἐνέδωκαν, ἀλλ' ἔστησαν ἐπὶ τῆς πέτρας ἀκίνητοι, πάντα καὶ ποιῆσαι καὶ παθεῖν αἱρούμενοι, ὥστε μὴ κοινωνῆσαι τῇ παρανομίᾳ τῶν τὰ τοιαῦτα τετολμηκότων, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες.
 [01167]  [22.18] Ταῦτα τοίνυν ἅπαντα ἀναλέγοντες, μηδὲν θορυβεῖσθε, ἀλλὰ καὶ κερδαίνετε ἐκ τῶν γινομένων·
000-00-00 Serial Number=0613306522
Ad illuminandos catecheses Ante [Go Back]  
 [00553]  ἀλλὰ μὴ νῦν τῶν ῥημάτων λεγομένων, ἀλλὰ τῶν πραγμάτων γινομένων.
000-00-00 Serial Number=0395413101
Ad populum Antiochenum Ante [Go Back]  
 [00350]  Μὴ τοίνυν ἀπαιτῶμεν αὐτὸν εὐθύνας τῶν γινομένων, ἀλλὰ δοξάσωμεν ἐν ἅπασιν.
 [03511]  Εἰ δέ τί σε ὑπερβαίνει τῶν ὁρωμένων, καὶ τὸν λόγον οὐ δύνασαι εὑρεῖν, καὶ διὰ τοῦτο δόξασον τὸν ποιήσαντα, ὅτι ὑπερβαίνει σου τὴν κατάληψιν ἡ σοφία τῶν γινομένων.
 [03730]  ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ τέλος ὀψόμενοι τῶν γινομένων, καὶ ἰδόντες ἐκεῖ τῆς πόλεως τὰ λείψανα συνειλεγμένα, μάλιστα πάντων ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους ὄντος περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν ἡ σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ' ἐκείνου τολμῶντός τινος.
 [03973]  Καὶ ἵνα μὴ τοῦτο ἀπὸ τῶν ἐν ταῖς οἰκίαις καὶ τῶν ἐν ταῖς ἀγοραῖς καθ' ἑκάστην ἡμέραν γινομένων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν Γραφῶν γένηται δῆλον, ἱστορίαν ὑμῖν παλαιάν τινα διηγήσομαι τοῖς εἰρημένοις συμβαίνουσαν.
 [05293]  οἱ δὲ τοῦ Χριστοῦ μαθηταὶ, οἱ ἁλιεῖς, καὶ τελῶναι, καὶ σκηνοποιοὶ, ἐν ὀλίγοις ἔτεσι τὴν οἰκουμένην ἅπασαν πρὸς τὴν ἀλήθειαν ἐπανήγαγον, καὶ μυρίων ἐξ ἐκείνου γινομένων κινδύνων, οὐ μόνον οὐκ ἐσβέσθη τὸ κήρυγμα, ἀλλὰ καὶ ἀνθεῖ καὶ πρὸς τὸ μεῖζον ἐπιδίδωσι·
 [05427]  Τί γὰρ ἂν γένοιτο δυσκολώτερον, εἰπέ μοι, ἀλλ' ἢ ὅταν τις νέος τοῖς βουλομένοις καταμαλάττειν αὐτὸν καὶ λυγίζειν αὐτοῦ τὰ μέλη παραδοὺς ἑαυτὸν, φιλονεικοίη πρὸς ἀκρίβειαν τροχοῦ δίκην τὸ σῶμα ἅπαν κάμπτειν καὶ στρέφεσθαι ἐπὶ τοῦ ἐδάφους, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τῶν χειρῶν περιαγωγῆς καὶ τῆς ἄλλης δινήσεως εἰς τὸ θῆλυ γένος ἐκβῆναι βιάζηται, καὶ μήτε τὴν δυσκολίαν τῶν γινομένων, μήτε τὴν αἰσχύνην τὴν ἀπὸ τούτων λογίζηται;
 [06081]  Πόσων ἂν ἐπρίω χρημάτων, πόσων ἂν ἐπρίω πόνων ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν ἀνακτήσασθαι, καὶ πεῖσαι τούς τε νῦν ὄντας ἀνθρώπους τούς τε ἐσομένους ἅπαντας ὅσα τοῖς αὐτῶν εὔχονται παισὶ, τοσαῦτα καὶ τῇ σῇ κεφαλῇ! Εἰ δὲ παρὰ ἀνθρώπων ταῦτα, ἐννόησον ὅσον παρὰ τοῦ Θεοῦ λήψῃ τὸν μισθὸν, οὐχὶ τῶν νῦν γινομένων μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα παρ' ἑτέρων κατορθουμένων.
000-00-00 Serial Number=0550253034
Ad viduam juniorem Ante [Go Back]  
 [00142]  Οὐδὲν γάρ, οὐδὲν τῶν ἐν τῇ σκηνῇ γινομένων καὶ τῆς τῶν ἐαρινῶν ἀνθέων ὥρας τὰ τοῦ κόσμου λαμπρὰ διενήνοχε.
000-00-00 Serial Number=0769754231
Adversus Judaeos Ante [Go Back]  
 [00910]  Οὐ γὰρ τὸ πραττόμενον ὑπ' αὐτῶν χρὴ σκοπεῖν μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γινομένων ἐπιζητεῖν.
 [00929]  Ὁ τυπτήσας τὸν προφήτην ἐσώθη, καὶ ὁ φεισάμενος ἐκολάζετο, ἵνα μάθῃς ὅτι Θεοῦ προστάττοντος οὐ δεῖ περιεργάζεσθαι τὴν φύσιν τῶν γινομένων, ἀλλὰ πείθεσθαι μόνον.
 [01439]  καὶ νῦν μὲν ἐξελθόντες ἐξ Αἰγύπτου, τῆς θαλάσσης σχισθείσης, καὶ τῶν ἄλλων θαυμάτων γινομένων, ἐπιλαθόμενοι τοῦ ταῦτα πεποιηκότος Θεοῦ, τοῖς οὐ θεοῖς ἀνετίθεσαν τὰ γινόμενα, καὶ τῷ Ἀαρὼν λέγουσι·
 [01452]  Καὶ πάλιν ἐπειδὴ φιλόνεικοί τινες ὄντες καὶ ἀλαζόνες, καὶ μετὰ τὴν ἔκβασιν ἠναισχύντουν ὡς μὴ προακηκοότες, οὐ προὔλεγον οἱ προφῆται τὰ ἐσόμενα μόνον, ἀλλὰ καὶ μάρτυρας ἐλάμβανον τῶν γινομένων.
 [01925]  οὐχὶ τῆς θαλάσσης σχιζομένης, καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γινομένων ἐπὶ τῆς ἐρήμου, μόσχον προσεκυνήσατε;
 [02117]  Εἰ γὰρ ἄλλως οὐκ ἐνῆν αὐτὸν τελειωθῆναι, ἀλλ' ἢ διὰ τούτων, ἀνάγκη πᾶσα, τούτων μὴ γινομένων, ἱερωσύνην αὐτοῖς μὴ συνεστάναι.
000-00-00 Serial Number=0496687651
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00263]  Ταυτὸν γὰρ ποιεῖς, ὥσπερ ἂν εἰ καὶ περὶ τῶν κατὰ τὸν Νῶε συμβεβηκότων λόγων γινομένων ἡμῖν ἐθαύμαζες, εἰ πάντες μὲν ἀπολώλασι, δύο δὲ καὶ τρεῖς ἄνθρωποι μόνοι τὴ
 [00537]  ἀλλ' ἀπὸ τῶν ἐνταῦθα γινομένων παρεξόμεθα τὴν ἀπόδειξιν.
 [01679]  ἐκείνης δὲ ἐργαζομένης τῆς χειρὸς, ἀμήχανον διαπεσεῖν τι τῶν γινομένων, μᾶλλον δὲ ἀμήχανον μὴ πρὸς ἄκρον λαμπρότητος καὶ δόξης ἐλθεῖν, μόνον εἰ τὰ παρ' ἡμῶν ἕποιτο.
000-00-00 Serial Number=0847076356
Catecheses ad illuminandos Ante [Go Back]  
 [00241]  οὐ λέγω τῶν ἐπιόρκων ἀλλὰ καὶ τῶν ὅρκων τῶν εἰκῇ καὶ μάτην γινομένων καὶ ἐπὶ κακῷ τῶν ὀμνύντων.
 [00322]  [2.12] Ἀλλ' ἐπειδὴ ἐπὶ θύραις λοιπόν ἐστιν ὁ καιρὸς καθ' ὃν μέλλετε τῶν τοσούτων ἀπολαύειν δωρεῶν, φέρε διδάξωμεν ὑμᾶς καὶ ἑκάστων τῶν γινομένων
 [00393]  [2.28] Ταῦτα πάντα οὐ μάτην οὐδὲ εἰκῇ προλαβὼν ἐδίδαξα τὴν ὑμετέραν ἀγάπην, ἀλλ' ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως πολλὴν καρπώσησθε τὴν ἡδονὴν ἤδη τῇ ἐλπίδι πτερούμενοι καὶ φρόνημα ἀναλάβητε ἄξιον τῶν γινομένων καὶ καθὼς παρῄνεσεν ὁ μακάριος Παῦλος, τὰ ἄνω φρονήσητε καὶ μεταστήσητε ὑμῶν τὸν λογισμὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ μὴ ὁρώμενα.
 [00680]  [4.26] Καὶ ἕκαστον τῶν παρ' ἡμῶν γινομένων πολλῆς μετεχέτω τῆς κοσμιότητος.
000-00-00 Serial Number=0139843345
Commentarius in Job Ante [Go Back]  
 [00775]  ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν.
 [03345]  τοῦτό ἐστι τὸ μέγιστον ἀγαθόν, τοῦτο ἡ μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ ψήφους τιθέναι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων.
 [04060]  πρὸς τοὺς βουλομένους αὐτὸν ἀπαιτεῖν εὐθύνας καὶ λόγους τῶν γινομένων καὶ οὐ στοχαζομένους αὐτοῦ τῆς
000-00-00 Serial Number=0417243063
Contra haereticos et in sanctam deiparam Ante [Go Back]  
 [00138]  Εἶτα δὲ σεισμῶν γινομένων διαιροῦνται τοῖχοι καὶ συνάπτονται·
000-00-00 Serial Number=0555441856
Contra ludos et theatra Ante [Go Back]  
 [00039]  Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες, οὔτε τῷ μεγέθει τῶν κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες, ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας, σκιρτᾷς καὶ βοᾷς, τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην περιορῶν;
 [00108]  Ἀπὸ τῶν νῦν παρ' ἡμῶν γινομένων ἔξεστι τῆς διανοίας ἰδεῖν τὴν ὀδύνην.
000-00-00 Serial Number=0917151630
De Anna i Ante [Go Back]  
 [01156]  Ἀλλ' ἐπειδὴ καλῶς ἐπέπειστο περὶ τῆς τοῦ Θεοῦ προνοίας, οὐκ ἀπαιτεῖ τὸν ∆εσπότην εὐθύνας τῶν γινομένων, ὃ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καθ' ἑκάστην ἡμέραν τῷ Θεῷ δικάζοντες.
000-00-00 Serial Number=0440603852
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00249]  [52] Μετὰ δὲ τούτων καὶ ἕτερόν τι τούτων οὐχ ἧττον ἐδίδαξέ τι καλόν ὅτι τὰ αὑτοῦ ποιεῖν ἕκαστον χρὴ κἂν μηδεὶς ὁ δεχόμενος ᾖ τῶν γινομένων τὸ κέρδος.
000-00-00 Serial Number=0232002556
De Davide et Saule Ante [Go Back]  
 [00581]  Ἵνα δὲ καὶ ἐκ τῶν νῦν γινομένων μάθῃς, ὅτι δυνατὸν, ἂν ἐθέλωμεν, πάντα ἄνθρωπον πρὸς ἡμᾶς ἀπεχθῶς ἔχοντα καταλλάξαι, τί λέοντος ἀγριώτερον;
 [00791]  Οὐδὲν τῶν [54.706] γινομένων, ὡσπεροῦν οὐδὲ τὸν μακάριον τοῦτον·
000-00-00 Serial Number=0210040331
De Lazaro Ante [Go Back]  
 [00052]  Τοῦτο δὲ ἀρχὴ σωτηρίας καὶ μεταβολῆς ἀρίστης, τὸ ὅλως αἰσχυνθῆναι, τὸ ὅλως καταγνῶναι τῶν γινομένων.
 [01396]  Μὴ τοίνυν μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα συγκεκλεῖσθαι νομίζωμεν, ἀλλὰ πιστεύωμεν, ὅτι πάντως ἔσται κρίσις καὶ ἀνταπόδοσις τῶν ἐνταῦθα παρ' ἡμῶν γινομένων ἁπάντων.
 [01398]  Εἰ γὰρ καὶ μὴ καθὼς προσῆκε περὶ ἀναστάσεως φιλοσοφοῦσιν ἅπαντες, ἀλλ' ὅμως περὶ τῆς κρίσεως καὶ τῆς κολάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἅπαντες συμφωνοῦσιν, ὅτι ἔστι τις τῶν ἐνταῦθα γινομένων ἀντίδοσις ἐκεῖ.
 [02124]  ἐὰν θορυβῇ σε τὸ ναυάγιον τῶν λογισμῶν, δράμε ἐπὶ τὸν λιμένα, λαβὲ ἀπὸ τῆς διηγήσεως παραμυθίαν, ἐννόησον τὸν [48.1034] Λάζαρον καταφρονούμενον, ἐννόησον τὸν πλούσιον εὐημεροῦντα καὶ ἀπολαύοντα τρυφῆς, καὶ μηδέν σε θορυβείτω τῶν ἐν τῷ βίῳ γινομένων.
000-00-00 Serial Number=0906725347
De Maccabeis Ante [Go Back]  
 [00052]  Ἵνα ταῖς τῶν ἑπτὰ παίδων βασάνοις προκαταβαλὼν αὐτῆς τὸ φρόνημα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας μαλάξας, διὰ τῆς τῶν γινομένων θέας προδαπανηθείσης αὐτῇ τῆς ἰσχύος ἐν ταῖς τῶν ἐγγόνων κολάσεσιν, ἀσθενεστέρᾳ λοιπὸν γενομένῃ ῥᾳδίως ἐπιθῆται.
 [00071]  πικροτάτης μὲν διὰ τὴν φύσιν τῶν γινομένων, ἡδίστης δὲ διὰ τὴν διάθεσιν τῆς ὁρώσης.
 [00208]  Ἐκείνοις μὲν γὰρ τὸ πολὺ τῆς ὀδύνης καὶ ἡ λειποψυχία λοιπὸν ὑπετέμνετο, αὕτη δὲ ἀκεραίῳ διανοίᾳ καὶ ἀκραιφνεῖ γνώμῃ τρανοτέραν ἐλάμβανε τῶν γινομένων τὴν αἴσθησιν διὰ τὴν φύσιν.
000-00-00 Serial Number=0861775279
De decem millium talentorum debitore Ante [Go Back]  
 [00084]  Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ' ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων·
 [00101]  σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρτημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχωρήσεως γυμνασάμενος, οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ, μελετήσας καθάπαξ τῇ πυκνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων.
000-00-00 Serial Number=0048810542
De diabolo tentatore Ante [Go Back]  
 [00902]  Τοῦτο γὰρ καθ' ἕκαστον τῶν συμβεβηκότων αὐτῷ παρατηρούμενον, ὃ μείζονα αὐτοῦ τὴν ὀδύνην ἐποίει, καὶ πλείονα τὴν ἀπορίαν εἰργάζετο, τὸ μηδὲ τὴν αἰτίαν τῶν γινομένων εἰδέναι.
 [00908]  Ὥσπερ οὖν τὸ τὴν αἰτίαν εἰδέναι τῶν γινομένων, μέγιστον εἰς παραμυθίαν, οὕτως οὐκ ἔλαττον ἐκείνου, τὸ μελετήσαντα πενίαν ἐξ ἀρχῆς, οὕτως ἐν πενίᾳ διάγειν·
 [00929]  Καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν·
000-00-00 Serial Number=0768649578
De gloria in tribulationibus Ante [Go Back]  
 [00069]  Ὅταν γὰρ βούληται ὁ Θεὸς μέγα καὶ χρηστὸν ἀναγγεῖλαι τοῖς ἀνθρώποις διὰ τῶν προφητῶν, καὶ αὐτὰ τὰ ἄψυχα αἰσθάνεσθαι ποιεῖ τῶν γινομένων θαυμάτων τὸ μέγεθος·
 [00183]  οὕτω δὴ καὶ ἡ ψυχὴ πολλοὺς ὑπομείνασα πειρασμοὺς, καὶ μεγάλας θλίψεις ἀνασχομένη, ἐν μελέτῃ λοιπὸν πόνων καὶ ἕξει καρτερίας καθίσταται, οὐχ ὑπάρχουσα ψοφοδεὴς, οὐδὲ εὐπτόητος, οὐδὲ ταραττομένη τοῖς προσπίπτουσι λυπηροῖς, ἀλλ' ἀπὸ τῆς συνεχοῦς γυμνασίας τῶν συμβαινόντων, καὶ τῆς πυκνῆς μελέτης τῶν γινομένων, μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα φέρουσα τὰ ἐπιόντα δεινά.
000-00-00 Serial Number=0453797996
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00243]  Ἂν σφοδροὶ κριταὶ τῶν γινομένων ὦμεν·
000-00-00 Serial Number=0801856160
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00430]  Καὶ ἐν τῇ γῇ δὲ τῆς ἐπαγγελίας οὗτοι μὲν, τῶν σημείων γινομένων, ἔμενον λίθων ἀναισθητότεροι·
000-00-00 Serial Number=0734671414
De mutatione nominum Ante [Go Back]  
 [00549]  οὐ γὰρ τῇ φύσει τῶν [51.132] γινομένων, ἀλλὰ τῇ διαθέσει τῶν ποιούντων προσέχω.
000-00-00 Serial Number=0442756414
De non iterando conjugio Ante [Go Back]  
 [00061]  Εἰ δὲ καὶ ὀρφανοὶ τύχωσι καταλειφθέντες, νέοι μὲν ὄντες κομιδῇ, σφοδρὸν τὸ παρὰ τῶν δυναμένων συνιέναι τῶν γινομένων τῇ μητρὶ τὸ μῖσος ἐξαπτοῦσιν·
000-00-00 Serial Number=0486409128
De paenitentia [1] Ante [Go Back]  
 [01215]  Τί οὖν οἱ ναῦται, τούτων γινομένων;
 [01249]  ἀλλ' ὅμως οὔτε τῆς θαλάσσης καταβοώσης, οὔτε τοῦ κλήρου καταμαρτυρήσαντος τὴν ψῆφον ἐπάγουσιν οὐδέπω, ἀλλ' ὥσπερ ἐν δικαστηρίῳ, καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστηκότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ δικάζοντες τὴν ψῆφον ἐπάγουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς ἰδίας ἁμαρτίας γένηται·
000-00-00 Serial Number=0789227843
De perfecta caritate Ante [Go Back]  
 [00085]  τῶν γὰρ ἀπὸ γνώμης γινομένων ἀντίδοσίς ἐστιν ἑκατέρων.
 [00273]  Πῶς γὰρ ὁ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ὀργὴν ἐπαγαγὼν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δεξάμενος, μήτε τὸν ἔνοικον δυσωπηθεὶς Λὼτ, [56.289] τοσούτων κακῶν γινομένων φείσεται ἡμῶν;
000-00-00 Serial Number=0766941130
De sacerdotio Ante [Go Back]  
 [00158]  Ὅταν γὰρ τὸ δυσάρεστον τῶν ἀρρωστούντων καὶ τῆς νόσου δὲ αὐτῆς τὸ δυστράπελον μὴ προσίηται τὰς τῶν ἰατρῶν συμβουλάς, τότε τὸ τῆς ἀπάτης ὑποδῦναι προσωπεῖον ἀνάγκη, ἵν' ὥσπερ ἐπὶ τῆς σκηνῆς τὴν τῶν γινομένων ἀλήθειαν κρύψαι δυνηθῶσιν.
 [00699]  Καὶ τὰ πρὸς ἐκείνους δὲ αὐτῷ δυσκολώτερον ἢ πρότερον διακείσεται, πάντων συμπραττόντων ἀλλήλοις καὶ τούτων μᾶλλον ἰσχυρῶν γινομένων·
 [01391]  Τούτων δὲ γινομένων, πολλὰς ἂν εὕροι τὰς παρεισδύσεις ὁ πονηρός, εἰ μὴ ἠκριβωμένῃ τις ἑαυτὸν τειχίσειε φυλακῇ·
000-00-00 Serial Number=0612792969
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00099]  ἀλλ' ἐὰν αἴσθωνται τῶν ἐν τῇ πανηγύρει γινομένων, τὸ πλέον ἀφῃρήμεθα τῶν ἐγκωμίων.
000-00-00 Serial Number=0425762355
De sancta pentecoste Ante [Go Back]  
 [00208]  Οὐδὲν ἀνθρώπινον τῶν γινομένων ἐν τῷ ἱερῷ τούτῳ βήματι.
000-00-00 Serial Number=0872779489
De sanctis martyribus [2] Ante [Go Back]  
 [00034]  Ἂν μὲν τῶν γινομένων τὴν φύσιν ἴδῃς, μάχη καὶ πόλεμος καὶ παράταξις τὰ γινόμενα·
 [00035]  ἂν δὲ τὴν γνώμην τῶν γινομένων ἐξετάσῃς, χοροὶ καὶ θαλίαι καὶ πανηγύρεις καὶ μεγίστη ἡδονὴ τὰ τελούμενα.
000-00-00 Serial Number=0061452210
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00122]  Ἴστε γὰρ δήπου, καὶ μέμνησθε, ὅτι μὲν θέρους τῆς ἀκτῖνος μέσης κατεχούσης τὸν οὐρανὸν, μετὰ τῶν προσεδρευόντων αὐτῷ, καθ' ἑκάστην ἐβάδιζεν ἐκεῖ τὴν ἡμέραν, οὐχ ὡς θεατὴς μόνον, ἀλλὰ καὶ ὡς κοινωνὸς τῶν γινομένων ἐσόμενος.
000-00-00 Serial Number=0343761683
De terrae motu Ante [Go Back]  
 [00008]  ∆ιὰ γὰρ τοῦτο οὐ μόνον ἀῤῥωστίας κωλυούσης, ἀλλὰ καὶ μυρίων ἑτέρων κωλυμάτων γινομένων, οὐκ ἀπέστην τοῦ περιπλέκεσθαι ὑμῶν τῇ ἀγάπῃ, οὐκ ἀπεστερήθην οὐδὲ σήμερον τῆς καλῆς ταύτης ἑορτῆς.
000-00-00 Serial Number=0639350355
De virginitate Ante [Go Back]  
 [00809]  Οὐ διὰ ταῦτα δὲ μόνον αὐτοὺς ἀποστρέφονται ἀλλὰ καὶ δι' αὐτὴν τῶν γινομένων τὴν ἀηδίαν.
 [00810]  Τί γὰρ ἀτερπέστερον, εἰπέ μοι, ἢ ὅταν μετὰ τὸν πολὺν κωκυτὸν καὶ τὰς οἰμωγὰς καὶ τὰ δάκρυα καὶ τὴν αὐχμηρὰν κόμην καὶ τὴν μέλαιναν στολὴν ἐξαίφνης κρότοι καὶ παστάδες γαμήλιοι καὶ θόρυβος ἀπ' ἐναντίας τῷ προτέρῳ, ὥσπερ ὑποκριτῶν ἐν σκηνῇ παιζόντων καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο γινομένων;
000-00-00 Serial Number=0262533069
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01586]  οὐ γὰρ ἐχρῆν αὐτὸν μάρτυρα παρεῖναι τῶν γινομένων, ἵνα μὴ ἐπαίρηται κατὰ τοῦ Θεοῦ.
 [02690]  Τοῦτο μὲν οὖν αὐτὸν μάλιστα ἐτάραττε καὶ ἐθορύβει, ὅτι τὸν δίκαιον Θεὸν, καὶ παντὶ τρόπῳ παρ' αὐτοῦ θεραπευθέντα, τοῦτον ἐνόμιζεν αὐτῷ πολεμεῖν, καὶ πρόφασίν τινα εὔλογον εὑρεῖν τῶν γινομένων οὐκ εἶχεν.
 [03459]  ἑτέρῳ μέλλεις εὐθύνας διδόναι τῶν πεπραγμένων, καὶ ἕτερον μάρτυρα καλεῖς τῶν γινομένων;
 [04410]  Ἐκείνων μὲν γὰρ γινομένων, εἰ καὶ ἀναισχύντως σφόδρα καὶ ἰταμῶς, ἀλλ' ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων·
 [04637]  εἰ γὰρ ᾔδει, οὐδ' ὅλως ἂν ᾔσθετο τῶν γινομένων.
 [05532]  Τούτων γινομένων, ἐποιήσαντο, φησὶν, ἐκβολὴν τῶν σκευῶν·
 [05536]  Καὶ καθάπερ ἐν δικαστηρίῳ καὶ κατηγόρων παρόντων, καὶ μαρτύρων ἐφεστηκότων, καὶ ἐλέγχων γινομένων, οὐ πρότερον οἱ καταδικάζοντες τὴν ψῆφον ἐκφέρουσιν, ἕως ἂν αὐτὸς ὁ κατάδικος κατήγορος τῆς οἰκείας ἁμαρτίας γένηται·
000-00-00 Serial Number=0050638735
Epistula ad Cyriacum Ante [Go Back]  
 [00005]  Οἶδα τοῦτο κἀγώ, ἀδελφέ, καὶ οὐδεὶς ἀντερεῖ καί, εἰ βούλει, εἰκόνα ἀναπλάττω τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν.
 [00007]  ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν στρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, ὀξέως βοῶντας, θρηνοῦντας, ὀλολύζοντας, ὀλοφυρομένους μόνον·
 [00030]  Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων.
 [00165]  Ἀλλ', εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω τῶν γινομένων.
 [00278]  Ἀλλ', εἰ βούλει, εἰκόνα ἀναπλάττω σοι τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν.
 [00280]  ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν στρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, θρηνοῦντας, ὀλολύζοντας, ὀλοφυρομένους·
 [00303]  Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων.
 [00541]  ∆ιά τοι τοῦτο ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως καὶ σφόδρα λῃστρικῶς, ἀλλ' ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων·
 [00639]  Ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει κινδύνων κινδύνους διαδεχομένων·
000-00-00 Serial Number=0150860310
Epistula ad episcopos Ante [Go Back]  
 [00006]  ἀλλ' ἤρκεσεν ὑμῖν εἰς παράκλησιν τῶν γινομένων ἡ τῶν γινομένων ὑπόθεσις.
000-00-00 Serial Number=0144079864
Epistulae Ante [Go Back]  
 [00499]  Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες.
 [00841]  Μεγίστην τοίνυν ἔχουσαι παράκλησιν τῶν γινομένων τὴν ὑπόθεσιν, χαίρετε καὶ εὐφραίνεσθε, καὶ κραταιοῦσθε.
 [00861]  μηδὲν οὖν σε θορυβείτω τῶν γινομένων, ἐπείπερ τοὺς ποιοῦντας κακῶς θρηνεῖν δεῖ.
 [00986]  Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη φύλλων ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν.
 [01277]  ἀλλ' εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω τῶν γινομένων.
 [01457]  Ταῦτ' οὖν εἰδότες, κύριοί μου τιμιώτατοι καὶ εὐγενέστατοι, καὶ ἀρκοῦσαν ἐν τοῖς δεινοῖς ταύτην ἔχοντες τὴν παραμυθίαν, μήτε θορυβεῖσθέ τινι τῶν γινομένων, μήτε διαλίπετε συνεχῶς ἡμῖν ἐπιστέλλοντες.
 [01799]  Μεγίστην τοίνυν ἔχουσαι παράκλησιν τῶν γινομένων τὴν ὑπόθεσιν, χαίρετε καὶ εὐφραίνεσθε, καὶ κραταιοῦσθε.
 [01819]  μηδὲν οὖν σε θορυβείτω τῶν γινομένων, ἐπείπερ τοὺς ποιοῦντας κακῶς θρηνεῖν δεῖ.
 [01944]  Ταῦτ' οὖν ἅπαντα λογιζομένη, καὶ ὅτι καπνὸς τὰ παρόντα, καὶ ὄναρ, καὶ πᾶσα εὐημερία ἀνθρωπίνη φύλλων ἠρινῶν οὐδὲν ἄμεινον διάκειται, γινομένων τε ὁμοῦ καὶ μαραινομένων εὐθέως, ὑψηλοτέρα πάντων τῶν τοιούτων γίνου βελῶν.
 [02235]  ἀλλ' εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω τῶν γινομένων.
 [02610]  Οὐ γὰρ μικρὰ παράκλησις ἡμῖν καὶ παραμυθία καὶ τῆς ἐρημίας καὶ τῶν φόβων τῶν καθημερινῶν, τῶν ἀπὸ τῆς ἐφόδου γινομένων τῆς λῃστρικῆς, καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας, καὶ τῶν ἄλλων περιστάσεων, τὸ μανθάνειν περὶ τῶν ἀγαπώντων ἡμᾶς ὑμῶν, ὅτι τε ἔῤῥωσθε, καὶ ὑγιαίνετε, καὶ κατὰ ῥοῦν ὑμῖν ἅπαντα φέρεται, κἂν μυρίους ἡμῖν λέγῃς χειμῶνας.
 [02698]  Οὕτω γὰρ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, καὶ μείζων ἡ ἀμοιβὴ, ὅταν καὶ πολλῶν κωλυμάτων γινομένων, μὴ ἀνακρούησθε, ἀλλὰ μένητε τὴν τῶν πραγμάτων δυσκολίαν τῇ παρ' ἑαυτῶν ἀποτειχίζοντες ἀγρυπνίᾳ τε καὶ σπουδῇ.
000-00-00 Serial Number=0220268369
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00122]  Οἶδα τοῦτο κἀγὼ καὶ οὐδεὶς ἀντερεῖ, καὶ εἰ βούλει καὶ εἰκόνα ἀναπλάττω τῶν γινομένων, ὥστε σαφεστέραν σοι ποιῆσαι τὴν τραγῳδίαν.
 [00123]  Θάλασσαν ὁρῶ μαινομένην πάντοθεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, πλωτῆρας τοῖς ὕδασι νεκροὺς ἐπιπλέοντας, ἑτέρους ὑποβρυχίους γενομένους, τὰς σανίδας τῶν πλοίων διαλελυμένας, τὰ ἱστία διαρρηγνύμενα, τοὺς ἱστοὺς διακλωμένους, τὰς κώπας τῶν χειρῶν τῶν ναυτῶν ἀποπτάσας, τοὺς κυβερνήτας ἀντὶ τῶν οἰάκων ἐπὶ τῶν καταστρωμάτων καθημένους, τὰς χεῖρας τοῖς γόνασι περιπλέκοντας καὶ πρὸς τὴν ἀμηχανίαν τῶν γινομένων κωκύοντας, ὀλολύζοντας, θρηνοῦντας, ὀλοφυρομένους μόνον, οὐκ οὐρανόν, οὐ πέλαγος φαινόμενον, ἀλλὰ σκότος πάντα βαθὺ καὶ ἀφεγγὲς καὶ ζοφῶδες, οὐδὲ τοὺς πλησίον ἐπιτρέποντα βλέπειν, καὶ πολὺν τὸν πάταγον τῶν κυμάτων καὶ θηρία θαλάττια πάντοθεν τοῖς πλέουσιν ἐπιτιθέμενα.
 [00144]  Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων, ἀλλ' ἀφεῖσα τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν καὶ τὰς σκιὰς παρατρέχειν τοῦτο γὰρ ἡ ἀνθρωπίνη συμμαχία τὸν Θέον ᾧ λατρεύεις, ἐνδελεχῶς παρακάλει νεῦσαι μόνον·
 [00435]  Ὁ χειμὼν τῶν θορύβων τῶν ἐν τῷ λογισμῷ γινομένων αὐτῷ οὗτος μάλιστα ἦν αὐτὸν ἀποπνίγων ἀφόρητος, καὶ τὸ συνειδὸς αὐτοῦ τὸ καθαρὸν τοῦτο μάλιστα ἐποίει τὴν ἔνδον ζάλην καὶ ἐσκότου τὸν λογισμὸν καὶ τὸν κυβερνήτην ἐτάραττεν.
 [00436]  Οἱ μὲν γὰρ ἑαυτοῖς συνειδότες ἁμαρτήματα πολλά, κἂν πάθωσί τι δεινόν, ἔχουσι κἂν τὸν λόγον εὑρεῖν τῶν γινομένων, τὰς ἁμαρτίας τὰς ἑαυτῶν ἀναλογιζόμενοι καὶ λύοντες τὴν ἐπὶ τῇ ἀπορίᾳ ταραχήν.
 [00888]  ∆ιά τοι τοῦτο, ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως καὶ σφόδρα ἰταμῶς, ἀλλ' ὅμως ἀντεῖπεν ὁ διάβολος·
 [00994]  ὁ δὲ Θεὸς λαμπρότερον αὐτὸν ποιῶν ἠνείχετο τῶν γινομένων καὶ ἐμακροθύμει, κινδύνων κινδύνους διαδεχομένων.
 [01396]  ∆ιόπερ τὴν καλλίστην ταύτην ἐπιστήμην ἐν τοῖς γυμνασίοις ἀσκήσασα, νῦν ἐν τοῖς ἀγῶσι λαμπροτέρα ἀνεφάνης, οὐ μόνον οὐδὲν ὑπὸ τῶν γινομένων θορυβουμένη, ἀλλὰ καὶ πτερουμένη καὶ σκιρτῶσα καὶ χορεύουσα.
000-00-00 Serial Number=0011661351
Expositiones in Psalmos Ante [Go Back]  
 [01044]  Τοῦτο γὰρ μάλιστα φιλοσόφου ψυχῆς, ὑπὲρ μὲν τῶν οἰκείων μὴ ἀμύνεσθαι, ὑπὲρ δὲ τῶν εἰς Θεὸν γινομένων σφόδρα ἐπεξιέναι.
 [01045]  Τούτων τἀναντία πολλοὶ ποιοῦσι, τὰ μὲν τοῦ Θεοῦ παρορῶντες, τὰ δὲ ἑαυτῶν μετὰ πολλῆς ἐκδικοῦντες τῆς σφοδρότητος, ἀλλ' οὐχ οἱ ἅγιοι οὕτως, ἀλλὰ σφοδροὶ τιμωροὶ τῶν εἰς Θεὸν γινομένων ἦσαν, τὰ δὲ ἑαυτῶν παρεώρων.
 [01593]  Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιῶμεν, κἂν δι' ἀνθρώπων ἡμῖν κατόρθωμά τι γένηται, ὑπὲρ τούτων εὐχαριστῶμεν τῷ Θεῷ, καὶ τῶν δι' ἡμῶν καὶ τῶν δι' ἑτέρων ἡμῖν εὐεργετημάτων γινομένων.
 [01923]  ∆ιδάσκει τοὺς νομίζοντας ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαντα φέρεσθαι, ὅτι πρόνοιά τις ἐφέστηκε τοῖς πράγμασιν, ἀπαιτοῦσα εὐθύνας τῶν γινομένων.
 [04028]  καὶ οὐκ ἂν ἀνάσχοιτο εἰς τέλος τῶν ἑτέρως γινομένων.
 [05791]  καὶ οὐκ ἂν ἀνάσχοιτο εἰς τέλος τῶν ἑτέρως γινομένων.
000-00-00 Serial Number=0015106916
Fragmenta in Jeremiam Ante [Go Back]  
 [03431]  ὀδυνῶν, τοῦτο ἦν, ὅτι οὐδὲν συνῄδει τῶν γινομένων ἑαυτῷ.
000-00-00 Serial Number=0559396684
Fragmenta in Job Ante [Go Back]  
 [00416]  Ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγένετο καὶ παγίς.
 [00500]  ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων, καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν.
 [00668]  ∆ιά τοι τοῦτο, ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως, καὶ σφόδρα ἰταμῶς, ἀλλὰ ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων·
 [01411]  Εἶτα τὸ εὔλογον τῆς ἀποδείξεως, τοῦ ἕκαστα τῶν παρὰ Θεοῦ γινομένων, μὴ ἂν ἄλλον δύνασθαι ποιεῖν ἢ αὐτὸν, διὰ τῶν ἑξῆς διδάσκει, φάσκων·
 [01420]  Ἴσως δὲ τοῦτο οὐ περὶ τῶν ἐν πολέμῳ γινομένων δορυαλώτων φησὶν, ἀλλὰ περὶ τῶν μέγα φρονούντων ἐπ' ἀγχινοίᾳ·
 [01674]  Τοῦτο μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων·
000-00-00 Serial Number=0200147986
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00168]  Οὐ γὰρ οὕτως ἐδείκνυτο αὐτοῦ ἡ δύναμις, τούτων μὴ γινομένων, ὡς γινομένων μὲν, οὐκ ἰσχυόντων δέ.
000-00-00 Serial Number=0644532263
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00126]  Οὔτε γὰρ ὁ τελευτήσας αἰσθάνεται τῶν γινομένων, ἵνα ἀλγῇ, ὅ τε ζῶν ἐν ἀλλοτρίῳ σώματι παιδεύεται φιλοσοφεῖν.
 [00248]  τῶν γὰρ ἐν τῇ γνώμῃ γινομένων ταῦτα ἑκάτερα·
000-00-00 Serial Number=0648964882
In Acta apostolorum Ante [Go Back]  
 [00088]  Ἐπεὶ ὅτι Πνεύματος μετεῖχεν ὁ ἀνὴρ, πολλαχόθεν δῆλον, ἀπό τε τῶν σημείων τῶν νῦν γινομένων, ἀπό τε τοῦ καὶ τοὺς τυχόντας τότε μεταλαμβάνειν Πνεύματος, ἀπό τε τῆς Παύλου μαρτυρίας (Οὗ γὰρ, φησὶν, ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ), ἀπό τε τῆς κατὰ τὴν χειροτονίαν ψήφου.
 [08728]  ∆ιὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν γινομένων, καίτοι ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν;
 [08801]  διὸ καὶ τῶν γινομένων οὐδὲν ἐπαισθάνονται.
 [08819]  Εἰκότως, διὰ τὴν ὑπερβολὴν τῶν γινομένων.
 [09633]  Τοῦτό ἐστι τὸ ζητούμενον ἐπεὶ καὶ αὐτὸ τοῦτο, ὃ δοκεῖ εὐπραγίας εἶναι, τοῦτο δυσπραγία ἐστὶν, ὅταν τούτων γινομένων μηδὲν πλέον γίνηται.
 [09947]  Ὅρα, καὶ τῶν παρὰ τῶν γυναικῶν γινομένων αὐτοὶ λοιπὸν αἴτιοι καθίστανται.
 [09999]  ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ τῶν γινομένων τὰ καθ' ὑμᾶς πάντα ἀπολυσόμεθα.
 [09999]  Ὅρα καὶ ἀπὸ τῶν ὑπ' αὐτῶν γινομένων, καὶ ἀπὸ τῶν εἰρημένων τὰς ἀποδείξεις παρέχοντα.
 [09999]  ὅταν δὲ τούτων γινομένων [60.312] μηδὲν πλέον γένηται, ἴστε τὸ λειπόμενον.
 [09999]  ἐπεὶ καὶ τῶν διὰ τῶν οἰκετῶν γινομένων ἐκεῖνος εἶχε τὸν μισθόν.
 [09999]  Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, πάντη τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
000-00-00 Serial Number=0310410678
In Genesim sermones Ante [Go Back]  
 [00127]  πολλὰ γὰρ τῶν ἀνθρωπίνῃ γινομένων τέχνῃ ὅπως γίνεται εἰπεῖν οὐκ ἔχομεν·
 [00132]  εἰ δὲ ἀπείρως ἡμῶν διέστηκε καὶ ἀσυγκρίτως ὑπερέχει, πῶς οὐκ ἐσχάτης ἂν εἴη μανίας, ἄπειρον αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν δύναμιν ὁμολογοῦντας, καὶ θείαν καὶ ἀκατάληπτον, ὡς περὶ ἀνθρωπίνης τινὸς τέχνης, οὕτω καθ' ἕκαστον τῶν γινομένων ἀπαιτεῖν εὐθύνας αὐτόν;
000-00-00 Serial Number=0239342332
In Heliam et viduam Ante [Go Back]  
 [00104]  Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ' ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας;
000-00-00 Serial Number=0900240242
In Isaiam Ante [Go Back]  
 [01806]  Καὶ τὸ δὴ χεῖρον, ὅτι οὐδὲ τούτων γινομένων, φησίν, ἐπιεικέστεροι γεγόνασιν, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένουσιν.
 [01905]  Καὶ ἔστι κἀκεῖνα συγγενῆ τοῖς ἐνταῦθα λεγομένοις ἅπαντα ἢ καὶ σαφέστερον ἐκεῖνος αὐτὰ ἀπαγγέλλει, ἅτε τῶν χρόνων ἐγγύτερον γινομένων καὶ πρὸς αὐτὰς λοιπὸν τὰς θύρας τῆς προφητείας ἀφικνουμένης.
 [02200]  Ἵνα γὰρ μηδεὶς ἀπιστῇ τοῖς μετὰ τριακόσια συμβησομένοις ἔτη, τὸν βωμὸν ἔρρηξε καὶ τὴν πιότητα ἐξέχεε καὶ τὴν χεῖρα τοῦ βασιλέως ἐξήρανεν, ἀπὸ τῶν πρὸ τῶν ὀφθαλμῶν γινομένων τῶν μετὰ πολὺν χρόνον συμβησομένων σαφῆ παρεχόμενος τὴν ἀπόδειξιν.
000-00-00 Serial Number=0011967897
In Joannem Ante [Go Back]  
 [00006]  καὶ ἴδοις ἂν ὁλόκληρον θέατρον μυριάδων πολλῶν, πάντας ἐκεῖ καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς διανοίας συντείνοντας ὀφθαλμοὺς, ὥστε [59.25] μηδὲν αὐτοὺς τῶν γινομένων παραδραμεῖν.
 [00703]  ἀλλ' ὅθεν ἔχομεν τοὺς μισθοὺς λαβεῖν, τοῦτον καλῶμεν ἐπαινέτην τῶν γινομένων, τοῦτον θεατήν.
 [02075]  Καὶ οἱ μὲν ἄλλοι εὐαγγελισταὶ τῶν παλαιοτέρων μέμνηνται προφητῶν, καὶ καθ' ἕκαστον τῶν ἐπ' αὐτῷ γινομένων ἐκεῖ παραπέμπουσι τὸν ἀκροατὴν, καὶ ὅταν τίκτηται, λέγοντες·
 [03953]  Οὕτω μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις τῶν κρινόντων διεφθαρμένη, καὶ οὐχ ἱκανὴ ἀντιλαβέσθαι τῶν γινομένων, οὐδὲ κρῖναι τοῖς πραττομένοις, ὡς μηδὲ εἰδέναι πότερον ὕδωρ ἢ οἶνος τὸ γινόμενον ἦν·
 [03959]  ∆ιὰ τοῦτο τὴν νήφουσαν αἴσθησιν ταύτην εἰς μαρτυρίαν τῶν γινομένων ἐκάλεσεν.
 [04313]  Ἐν μὲν γὰρ τοῖς πράγμασιν οὐδεὶς ἂν ἐπελάβετο τῶν γινομένων.
 [04316]  ἐπειδὴ δὲ ἐξέβαινε, καὶ ἄκοντας αὐτοὺς ἐπεστόμιζεν ἡ τοῦ τέλους τῶν γινομένων ἀλήθεια.
 [06000]  τοὺς δὲ ἐνταῦθα ἀπαντῶντας μηδὲν τῶν ὧδε γινομένων εἰδέναι, [59.188] ἀλλὰ καὶ αὐτῶν τῶν βίβλων τὸν ἀριθμὸν ἀγνοεῖν;
000-00-00 Serial Number=0081020772
In Kalendas Ante [Go Back]  
 [00208]  Ἔξεστι γὰρ λοιπὸν ἡμῖν ἐκ τῶν εἰρημένων ἕκαστον ἐφοδεύειν τῶν γινομένων καὶ πραττομένων, καὶ πάντα διὰ τὸν Θεὸν ποιεῖν.
000-00-00 Serial Number=0598654628
In Psalmos 101-107 Ante [Go Back]  
 [01009]  Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περιφανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων.
000-00-00 Serial Number=0058875620
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00072]  Οὐ γὰρ ἐκείνων προεμνημόνευσε μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γινομένων.
000-00-00 Serial Number=0076344967
In Psalmum 145 Ante [Go Back]  
 [00235]  ∆ιεγεῖραι τὸν δεσμοφύλακα ἐβούλετο πρὸς τὴν θέαν τῶν γινομένων·
000-00-00 Serial Number=0517039955
In adorationem venerandae crucis Ante [Go Back]  
 [00196]  Τούτων οὕτω γινομένων, ἰδοὺ φωνὴ ἐξήρχετο ἐκ στόματος τοῦ ἁγίου καὶ ἀχράντου καὶ ἀθανάτου καὶ ἀοράτου, ζωοδοτοῦσα, καὶ οὐ θανατοφοροῦσα, ἀλλὰ χαρὰν καὶ τρόμον ποιοῦσα·
000-00-00 Serial Number=0653145909
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00158]  Ὥσπερ οὖν ἐπὶ τῆς εἰκόνος ἐκείνης οὐκ ἀπαιτεῖς τὸ πᾶν πρὸ τῆς τῶν χρωμάτων ἀληθείας, ἀλλὰ κἂν ἀμυδράν τινα λάβῃς γνῶσιν τῶν γινομένων, ἱκανῶς τὴν σκιαγραφίαν ἀπηρτίσθαι νομίζεις·
000-00-00 Serial Number=0057755291
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00538]  ∆ιὰ τοῦτο καὶ ἀπελαύνονται, τῶν φρικτῶν εὐχῶν ἐκείνων γινομένων.
 [01167]  Καὶ γὰρ ἐνενόει ὅτι, εἰ μὴ ἐβούλετο λαβεῖν κοινωνὸν τῶν γινομένων, οὐκ ἂν τοὺς μὲν παῖδας ἀφῆκε κάτω μένειν, αὐτὸν δὲ μόνον παρέλαβε.
 [03043]  Εἶδες πῶς εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, ἀποδείξας, ὅτι ὑπὲρ τούτων δεῖ στενάζειν μὴ γινομένων ὁλοκλήρως, ὑπὲρ ὧν μερικῶς γινομένων ἐστέναζον;
 [05496]  Ἀλλὰ συλλογιστικῶς μὲν αὐτὸ οὐ τίθησιν, οὐδὲ οὕτως, ὥσπερ ἔφην, ἐν δὲ εὐχῆς μέρει, ὁμοῦ καὶ τὸν συλλογισμὸν φανερὸν ποιῶν, καὶ μᾶλλον αὐτοὺς εἰς ἐλπίδα ἄγων, οὐκ ἀπὸ τῶν γινομένων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς εὐχῆς ταύτης·
000-00-00 Serial Number=0842645407
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [01119]  Ἐπειδὴ γὰρ ἀπὸ τούτων εἰκὸς μάχας γίνεσθαι, ἐκείνων τε τραχυτέρων γινομένων, τούτων τε οὐκέτι ὁμοίως τοῖς τοιούτοις παρεχόντων, εἰκότως τοῦτο ἐπηύξατο νῦν, ∆ῴη ὑμῖν εἰπὼν τὴν εἰρήνην διαπαντός.
000-00-00 Serial Number=0179320276
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00097]  Ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι, τῶν [62.603] ἐπιμιξιῶν τούτων γινομένων;
 [02104]  Ὁ γὰρ τὰς Γραφὰς εἰδὼς, ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως, τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς Γραφαῖς.
000-00-00 Serial Number=0032760024
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01309]  Εἰ γὰρ θαυμάτων γινομένων στρατιῶται ἐπείσθησαν τὰ ἐναντία μαρτυρῆσαι, πόθεν προσεδόκων οὗτοι χωρὶς θαυμάτων κηρύττειν, καὶ μηδὲ ὀβολὸν κεκτημένοι πείθειν γῆν καὶ θάλατταν περὶ τῆς ἀναστάσεως;
 [03074]  ἑτέρου δὲ, ὅτι τὰ πλείονα τῶν γινομένων ἡμᾶς λανθάνει καὶ κρύπτεται·
 [04394]  Ἐπειδὴ γὰρ τὰ μὲν τύποι τῶν μελλόντων ἦσαν, καὶ αἰτίας εἶχε τῶν γινομένων, τὰ δὲ οὐκέτι, ἵνα μὴ ἐξῇ κακουργεῖν Ἰουδαίοις, ἵνα μὴ ἐπιμένωσι τῇ σκιᾷ.
 [06594]  Σὺ δὲ, τούτων γινομένων, ἕστηκας γελῶν καὶ θαυμάζων, καὶ ἐμπομπεύων τοῖς ἑτέρων κακοῖς, τῆς κοινῆς φύσεως ἀσχημονούσης.
 [06756]  Πολλῶν γάρ μοι παρεχόντων ἐξουσίαν, τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ' ἡμῶν εἰς ὑμᾶς γινομένων, τῶν παρ' ὑμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν.
 [08781]  καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς, ἀλλὰ παρ' ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγίνετο καὶ παγίς.
 [08894]  τὴν δὲ ἀσάφειαν ἡ τῶν πραγμάτων ἄγνοιά τε καὶ ἔλλειψις ποιεῖ τῶν τότε μὲν συμβαινόντων, νῦν δὲ οὐ γινομένων.
 [09999]  Καὶ τοῦτο ἀπ' αὐτῶν τῶν παρ' ἐκείνων γινομένων μάνθανε.
000-00-00 Serial Number=0069547713
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02132]  Φρίξωμεν, παρακαλῶ, καὶ φοβηθῶμεν, ὡς ἤδη τούτων γινομένων·
000-00-00 Serial Number=0605363846
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01222]  Εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς καὶ τῶν λάθρα γινομένων, καὶ ἑκόντων καὶ ἀκόντων, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν·
 [03584]  Καὶ τούτων γινομένων, οὐδὲ οὕτως ἐντρεπόμεθα, ἀλλ' ὡς ἀθάνατοι ταῦτα πάντα κατασκευάζομεν, τρυφῶντες καὶ σπαταλῶντες.
000-00-00 Serial Number=0746877849
In epistulam ad Colossenses Ante [Go Back]  
 [00378]  Οὐδὲν ἀνθρώπων ψυχρότερον ἀπὸ τούτων φίλων γινομένων, ἀπὸ τῆς τραπέζης καὶ πλησμονῆς τῶν παρασίτων·
 [04289]  ἐκ δὲ τῶν νῦν γινομένων γάμων (εἴ γε γάμους, ἀλλὰ μὴ πομπὰς αὐτὰ δεῖ καλεῖν), ὅρα ὅσα τὰ κακά.
000-00-00 Serial Number=0012948632
In epistulam ad Ephesios Ante [Go Back]  
 [05254]  καὶ οὐκ ἐξετάζεις τὸν λόγον, καίτοι γε οὐδὲν οἶδας τῶν γινομένων ἐκεῖ·
 [05613]  Καὶ οἱ γονεῖς τούτων γινομένων οὐκ ἄχθονται, ἀλλὰ μὴ γινομένων μᾶλλον·
 [06414]  Ἡμέραν πονηρὰν, τὸν παρόντα βίον, καὶ αἰῶνα δὲ πονηρὸν τοῦτον καλεῖ, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν.
000-00-00 Serial Number=0330397904
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00430]  ὥστε οὐκ ἂν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος.
 [00730]  εἰ γὰρ φανείη τῶν γινομένων ἡ πρόφασις, τὸ πᾶν οἰχήσεται.
 [00731]  ∆ιὰ τοῦτο τὸν μὲν ἐργαζόμενον αὐτὴν, εἰδέναι χρὴ τὴν αἰτίαν τῶν γινομένων·
 [01174]  Ἀνωτέρω μὲν γὰρ ἐκ τῶν πρὸς τὸν Πέτρον αὐτῷ λεχθέντων ἔπεισεν, ἐνταῦθα δὲ λοιπὸν πρὸς αὐτοὺς ἀποδύεται, οὐκ ἐκ τῶν ἀλλαχοῦ συμβάντων, ἀλλ' ἐκ τῶν ἐν αὐτοῖς γινομένων κατασκευάζων ἅπαντα, καὶ οὐκέτι μόνον ἀπὸ τῶν κοινῇ δεδομένων, ἀλλὰ καὶ ἐκ τῶν αὐτοῖς ἰδίᾳ δεδωρημένων πείθων καὶ ποιούμενος τὴν ἀπόδειξιν.
 [01328]  Ἐπειδὴ γὰρ καὶ ἀπὸ Γραφῶν, καὶ ἀπὸ τῶν παρ' αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ' ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέστησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐκβαίνει συνήθειαν.
000-00-00 Serial Number=0468565226
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00939]  Τῷ τε παρ' ἐκείνου γὰρ ἀκηκοέναι αὐτὰ τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ τοῦ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, καθάπερ ἐπὶ Μωϋσέως, ἀλλὰ σημείων γινομένων, καὶ πραγμάτων μαρτυρούντων.
 [00981]  καίτοι τῶν ἁμαρτημάτων οὐ πάντων εἰς φανερὸν γινομένων, εἰ μὴ παραβαθείη τὰ διατεταγμένα.
 [02372]  Μὴ τοίνυν διὰ τῶν ἐν τῷ γήρᾳ γινομένων ἀποστερήσῃς σαυτὸν καὶ τῆς τῶν ἐπὶ τῇ νεότητι ἁμαρτημάτων συγγνώμης.
 [09182]  Οὐδεὶς γὰρ οὕτω νωθὴς, ὃς οὐκ ἄνω τὴν διάνοιαν εἶχε γινομένων τούτων καὶ νομοθετουμένων·
000-00-00 Serial Number=0470017850
In epistulam ad Philippenses Ante [Go Back]  
 [03632]  Τὰ δὲ τοῦ Θεοῦ δῶρα πολλῷ τῷ μέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωμάτων τῶν διὰ τῆς ἡμετέρας σπουδῆς γινομένων.
000-00-00 Serial Number=0155296206
In epistulam ad Romanos Ante [Go Back]  
 [00545]  Ἀλλ' ὅμως οὐδὲν τούτων περιεργάζεται, ἀλλὰ παραχωρεῖ τῷ τῆς προνοίας ἀκαταλήπτῳ, τό τε ἐμμελὲς ἐπιδεικνύμενος τῆς ἑαυτοῦ ψυχῆς, καὶ παιδεύων πάντας ἡμᾶς μηδέποτε τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας τῶν γινομένων, κἂν δοκῇ πολλοὺς θορυβεῖν τὰ πραττόμενα.
 [00706]  Ταῦτ' οὖν εἰδότες, καὶ τὰ τούτων πλείονα, μηδέποτε τὸν Θεὸν εὐθύνας τῶν γινομένων ἀπαιτῶμεν, ἀλλ' ὅπερ ἂν ἐπιτάξῃ, δεχώμεθα·
 [00740]  ἂν δὲ ὁ ἄπιστος καὶ ὁ Ἕλλην, ἀπὸ τῶν ἑξῆς αὐτὸν ὁ Παῦλος ἐπιστομίζει τῶν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγων, ἐκ τῶν ὑπ' ἐκείνων γινομένων ἀπόδειξιν ἀναντίῤῥητον εἰσάγων·
 [01048]  καὶ εἰ ἐπῃσθάνοντο τῶν γινομένων οἱ πάσχοντες, μυρίους ἂν κατεδέξαντο θανάτους, ὥστε μὴ τοῦτο παθεῖν.
 [04299]  Καὶ τοῦτο ἀπὸ τῶν παρ' ἡμῖν γινομένων ἔστι καταμαθεῖν.
 [05080]  Καὶ τοῦτο προσθέμενος, πρότερον ἀπὸ τῶν λυπηρῶν φοβεῖ καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα ζῇν, οὕτω λέγων·
 [05421]  Ἀσαφὲς τὸ εἰρημένον διὰ τὸ πολλὰ τῶν τότε γινομένων θαυμάτων πεπαῦσθαι νῦν.
 [05958]  Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐπὶ πάντων τῶν τοιούτων καὶ αἰτίαν καὶ γνώμην καὶ καιρὸν καὶ πάντα τὰ ὑπὲρ τῶν γινομένων ἀπολογούμενα συναγαγόντες, οὕτω τὰ πράγματα ἐξετάζωμεν·
000-00-00 Serial Number=0218052447
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00071]  ἀλλ' εἰ βούλεσθε, φησὶ, θεατὰς ἔχειν τῶν γινομένων παρ' ὑμῶν, λάβετε, φησὶ, τοὺς ἀγγέλους, καὶ τοὺς ἀρχαγγέλους, καὶ τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ∆εσπότην.
000-00-00 Serial Number=0111509800
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00345]  ὅτι ἐπειδὴ πρὸς Ἰουδαίους ὁ λόγος ἦν αὐτῷ, τοὺς ἀντίθεον αὐτὸν εἶναι λέγοντας καὶ πολέμιον τῷ νομοθέτῃ, καὶ ἀπὸ τῶν γινομένων τοῦτο συλλέγοντας, διὰ τοῦτο οὕτως ἐσχημάτισε τὸν λόγον ἀνθρωπινώτερον καὶ παχύτερον, τῷ συνετῷ ἀκροατῇ καταλιμπάνων εἰδέναι τὴν θεοπρεπῆ ἔννοιαν, καὶ τοὺς παχύτερόν τι ἐννοοῦντας διορθούμενος·
000-00-00 Serial Number=0873459518
In illud In faciem ei restiti Ante [Go Back]  
 [00131]  Ὥσπερ οὖν ἐν πολέμῳ καὶ παρατά ξει, φάλαγγος συμπεφραγμένης, ἐκεῖνον μάλιστα θαυ μάζομεν τὸν πρὸ τῶν ἄλλων πηδῶντα, καὶ τὸ μέτωπον αὐτῆς διαῤῥηγνύντα (οὐ γὰρ δὴ τούτου μό νου, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα ὑφ' ἑτέρων γινομένων κατορθωμάτων οὗτος ἂν εἴη πάντων αἴτιος, ὁ τὴν ἀρχὴν καὶ τὴν εἴσοδον παρασχὼν), οὕτω δὴ καὶ ἐπὶ τοῦ Πέτρου λογίζεσθαι χρὴ, ὅτι πρῶτος εἰσελθὼν, καὶ τὸ μέτωπον τῆς φάλαγγος τῆς Ἰουδαϊκῆς διαῤῥήξας, καὶ τὴν μακρὰν ἐκείνην δημηγορίαν κατατείνας, οὕτω καὶ τοῖς ἄλλοις ἀποστόλοις ἔδωκεν εἴσοδον.
000-00-00 Serial Number=0198145032
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00019]  Ὁ ἀριστοτέχνης Θεὸς οὐκ ἐκ μιᾶς καὶ δύο καὶ τριῶν οὐσιῶν τόδε τὸ πᾶν συνεστήσατο, ἀλλὰ ποικίλας καὶ διαφόρους φύσεις εἰσήγαγε, τῆς οἰκείας σοφίας τὴν περιουσίαν ἐν τῇ διαφορᾷ τῶν γινομένων ἐπιδεικνύ μενος.
 [00254]  Εἰπὼν [56.150] τοίνυν τοῦτο, ἐπήγαγε λιμὸν, καθάπερ παιδαγωγὸν ἄριστον, καὶ διορθωτὴν τῶν γινομένων κακῶν·
000-00-00 Serial Number=0579984486
In illud Messis quidem multa Ante [Go Back]  
 [00078]  Καὶ γὰρ ἀσέβεια πανταχοῦ τῆς οἰκου μένης ἐκράτει, καὶ βωμοὶ ἀνεκαίοντο, καὶ εἴδωλα προσ εκυνεῖτο, καὶ Ἰησοῦς ἠτιμάζετο, καὶ βαθεῖα νὺξ πάντα κατεῖχε, καὶ χειμὼν ἦν χαλεπὸς, τῆς θαλάσσης κυμαινο μένης, τῶν ἀγρίων πνευμάτων διακοπτόντων τὸν ἀνθρώ πινον βίον, τῶν παθῶν τυραννούντων, καὶ ὑποβρυχίων ἁπάντων γινομένων.
000-00-00 Serial Number=0804278135
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00077]  τισὶ δὲ καὶ ἐπακολουθοῦσι διὰ τῶν παρανόμων δαπανημάτων τῶν γινομένων ὑπὸ τῶν σῶν κληρονόμων.
000-00-00 Serial Number=0709461153
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00141]  Τί δεῖ παραινέσεως, ἢ συμβουλῆς, συνηθείᾳ ἁπλῶς ἅπαντα ποιούντων ὑμῶν, καὶ οὐδὲν ἀπὸ τῆς διδασκαλίας προθυμοτέρων γινομένων τῆς ἡμετέρας;
000-00-00 Serial Number=0197220206
In illud Vidi dominum Ante [Go Back]  
 [00445]  ἑτέρῳ μέλλεις εὐθύνας διδόναι τῶν πεπραγμένων καὶ ἕτερον μάρτυρα καλεῖς τῶν γινομένων;
000-00-00 Serial Number=0311518729
In illud Vidua eligatur Ante [Go Back]  
 [00439]  Ὥστε καὶ εἰς δεσμωτήριον εἰσιέναι, καὶ τοὺς δεδεμένους ἐπισκέπτεσθαι, καὶ ἀῤῥωστοῦντας ἐπισκοπεῖν, καὶ θλιβομένους παραμυθεῖσθαι, καὶ ὀδυνωμένους παρακαλεῖν, καὶ πάντα τρόπον τὰ κατὰ δύναμιν εἰσφέρειν ἅπαντα, καὶ μηδὲν ὅλως παραιτεῖσθαι τῶν εἰς σωτηρίαν καὶ ἀνάπαυσιν τῶν ἀδελφῶν γινομένων τῶν ἡμετέρων.
000-00-00 Serial Number=0673396111
In principium Actorum Ante [Go Back]  
 [01441]  Οὐ γὰρ ἂν εἰ μὴ ἀνέστη καὶ ἔζη, μείζονα μετὰ ταῦτα σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων.
000-00-00 Serial Number=0160945117
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00171]  Πῶς οὖν οὐκ ἄτοπον ἐκείνους μὲν ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν, καὶ μνήμην ἐνδιάθετον ἔχειν τῶν ἐκεῖ γινομένων·
000-00-00 Serial Number=0916254640
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00212]  ἡ γὰρ τῶν γινομένων ὑπόθε-σις ἱκανὴν αὐτῷ παρεῖχε τῶν συμβαινόντων παραμυθίαν.
000-00-00 Serial Number=0183956444
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00081]  Καὶ τοῦτο οὐκ ἀπὸ τῶν πάλαι συμβεβηκότων πιστώσομαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔτι καὶ νῦν γινομένων.
000-00-00 Serial Number=0217459917
In sanctum Romanum Ante [Go Back]  
 [00072]  Τότε δὴ πολλῶν ὑποβρυχίων γινομένων, καὶ τοῦ χειμῶνος αἰρομένου, καὶ πολλῶν ναυαγούντων, ὁ μακάριος οὗτος Ῥωμανὸς παρελθὼν εἰς μέσους οὐκ ἐσκόπησεν εὐθέως, ὅπως ἑαυτὸν ἐπιδῷ τοῖς κινδύνοις, ἀλλὰ πρότερον τοὺς πεφοβημένους, τοὺς ἀναπεπτωκότας, τοὺς τὴν οἰκείαν προδόντας σωτηρίαν συνῆγε, παρεθάῤῥυνεν, ἀναμαχέσασθαι παρεσκεύαζε, τοὺς μὲν καταπεσόντας ἀνορθῶν, τοὺς δὲ ἑστῶτας ἀσφαλιζόμενος εὐχαῖς, καὶ παραινέσεσι, καὶ συμβουλαῖς, περὶ τῶν μελλόντων,
000-00-00 Serial Number=0294622838
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00008]  Ἵνα γὰρ μή τις τὴν Περσικὴν σοφίαν αἰτιᾶται τῶν γινομένων, καὶ ἄλλοι μανθά νουσι μετ' αὐτῶν εἰς ἔλεγχον.
000-00-00 Serial Number=0467614055
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00158]  ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γινομένων οὐκ ἴσμεν.
 [00197]  Καὶ σκόπει μοι τὴν σοφίαν τῶν γινομένων.
000-00-00 Serial Number=0922700465
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00163]  ἵνα τῶν οἰκείων ἀναμιμνησκόμενος πτωμάτων, τῶν ἐφεξῆς γινομένων συγγινώσκῃ τοῖς ὑποσκελιζομένοις.
000-00-00 Serial Number=0072761059
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00088]  καίτοι γε οὐδὲν οὔτε εἶπον οὔτε ἔπραξαν ἐκεῖνοι πρὸς τὴν τῶν γινομένων διόρθωσιν, ἀλλ' ἐπειδὴ τὰ παρ' ἑαυτῶν εἰσήνεγκαν μόνον, τοσαύτῃ τετίμηνται τιμῇ παρὰ τοῦ φιλανθρώπου Θεοῦ, ὡς καὶ ἀσφαλείας καὶ δόξης ἀξιωθῆναι πολλῆς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»