Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βιωτικῶν [211]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βιωτικῶν


000-00-00 Serial Number=0473043025
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00004]  Οὐδὲ γὰρ ἔστι μὴ πρότερον ἐκκαθαρθέντα καλῶς, καὶ τῶν βιωτικῶν ἁπάντων ἀνώτερον γενόμενον, εἰς ταύτην τῶν λόγων τὴν ἐπιθυμίαν ἐλθεῖν.
 [00229]  ἡμεῖς πάντα ποιοῦμεν ἃ πάσχειν μὴ θέλομεν, καὶ κελευσθέντες διὰ τῆς στενῆς πύλης εἰσελθεῖν, τὴν εὐρύχωρον ἐπιζητοῦμεν πανταχοῦ, Καὶ τὸ μὲν τῶν βιωτικῶν τινας ταύτην ἀσπάζεσθαι καὶ φιλεῖν, οὐ σφόδρα ἐστὶ θαυμαστόν·
 [00255]  Καὶ γὰρ οἷς ἂν γνησίως τοῦτο παραγένηται τὸ καλὸν, τοσαύτην ἐπιδείκνυται τὴν ἰσχὺν, ὅσην ἐν ταῖς ἀκάνθαις τὸ πῦρ, κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενα, κἂν σφόδρα τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, καὶ πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα τὸν θόρυβον, πάντα εὐθέως ἐκεῖνα σφοδρᾷ τινι μάστιγι κατάκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς.
 [00386]  πάντα γὰρ ἐκποδὼν γινόμενα παραχωρεῖ τοῖς περὶ φιλοσοφίαν λόγοις, τῆς ψυχῆς διὰ τοῦ πένθους τότε καθάπερ ἐν ἱερῷ τινι τόπῳ παιδευομένης τῆς ἀνθρωπίνης φύσεως τὴν οὐδένειαν, τοῦ παρόντος αἰῶνος τὸ ἐπίκαιρον, τῶν βιωτικῶν τὸ εὔφθαρτόν τε καὶ ἄστατον, τῆς σκηνῆς τῶν γινομένων τὴν ὑπόκρισιν.
000-00-00 Serial Number=0035014629
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00661]  ἐκεῖνον μὲν γάρ σε οἶμαι αἰνίττεσθαι, ὅταν λέγῃς ὅτι πολλοὶ τῶν βιωτικῶν ἀνδρῶν ταύτῃ περιπεσόντες τῇ νόσῳ ταχίστης καὶ τελείας [47.448] ἔτυχον ἀπαλλαγῆς.
 [00806]  Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν ὁ τὴν εὐκαιρίαν τῶν πραγμάτων συγχέων πάντων ἐκπεσεῖται τῶν προκειμένων αὐτῷ, καὶ μυρίαις ἑαυτὸν περιβαλεῖ συμφοραῖς, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο πείσεται ὁ τὴν τάξιν τῶν καιρῶν οὐκ εἰδώς.
000-00-00 Serial Number=0037515342
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00013]  Οὐκοῦν οὔτε πραγμάτων θόρυβος βιωτικῶν, οὔτε σωματικῶν ὄχλος πολλῶν, χαλάσαι τὸν τόνον ἐκεῖνον ἰσχύσειεν ἄν.
 [00016]  οὕτως οἱ τῶν βιωτικῶν ἑαυτοὺς ἐξαγαγόντες, καὶ πρὸς τὸ ὕψος τῆς πνευματικῆς ἀναπτάντες φιλοσοφίας, οὐδενὸς ἐπαισθάνονται τῶν παρ' ἡμῖν.
 [00055]  Τοιοῦτος Ἑλισσαῖος ἦν, ὃς ἐπειδὴ πάντων ἀπέστη τῶν βιωτικῶν, καὶ τῆς βασιλείας ἠράσθη τῆς ἐν τῷ οὐρανῷ, καὶ τὰ παρόντα διέπτυσεν ἅπαντα, βασιλείαν καὶ δυναστείαν καὶ δόξαν [47.414] λέγω, καὶ τὴν παρὰ πάντων τιμὴν, εἶδεν ἃ μηδεὶς ἕτερος εἶδέ ποτε, ὄρος ὁλόκληρον ἵππων πυρίνων καὶ ἁρμάτων καὶ στρατιωτῶν τοιούτων παρατάξει κρυπτόμενον.
 [00060]  Ψυχὴ γὰρ μὴ μελετήσασα τῶν μικρῶν καὶ βιωτικῶν καταφρονεῖν, οὐ δυνήσεται θαυμάσαι τὰ ἐν τοῖς οὐρανοῖς·
 [00087]  Τοῦτο κἂν ὑπὸ μυρίων ἀγχόμενον εὕρῃ κακῶν, κἂν πολλὰ τὰ σχοινία τῶν ἁμαρτημάτων περικείμενον, κἂν σφοδρὰν τῶν ἐπιθυμιῶν τὴν φλόγα καίουσαν, κἂν πολὺν τῶν βιωτικῶν πραγμάτων περιεστῶτα θόρυβον, πάντα ἐκεῖνα εὐθέως σφοδρᾷ τινι μάστιγι κατ' ἄκρας ἐλαύνουσα πόῤῥω καθίστησι τῆς ψυχῆς.
000-00-00 Serial Number=0902266622
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00037]  Αὕτη γάρ, αὕτη, καθάπερ τις χρυσῆ σειρὰ τῶν οὐρανῶν ἐξαρτηθεῖσα, τὰς ἡμετέρας διαβαστάζει ψυχάς, κατὰ μικρὸν πρὸς τὸ ὕψος ἐκεῖνο ἀνέλκουσα τοὺς σφόδρα ἐχομένους αὐτῆς, καὶ τοῦ κλύδωνος ἡμᾶς τῶν βιωτικῶν ὑπεραίρουσα κακῶν.
000-00-00 Serial Number=0878752530
Ad eos qui magni aestimant opes Ante [Go Back]  
 [00014]  Οὐδὲν τῶν βιωτικῶν ἀνθηρῶν ἐξετάζων γείτονα κεκτημένον τὸν μαρασμὸν οὐχ εὑρήσεις.
 [00041]  Τοῦτο γὰρ πάσης εὐημερίας τὸ τέλος, τοῦτο τῶν βιωτικῶν ἀγαθῶν τὸ συμπέρασμα.
000-00-00 Serial Number=0674575567
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [01172]  [22.19] Ἀλλ' ὥσπερ ἐπὶ τῶν βιωτικῶν, οὐκ ἔνθα ἄχυρα καὶ χόρτος, οὐδὲ ἔνθα ἄμμος, ἀλλ' ἔνθα χρυσίον καὶ μαργαρῖται, ἐκεῖ πειραταὶ καὶ καταποντισταὶ καὶ λῃσταὶ καὶ τοιχωρύχοι συνεχῶς ἐνοχλοῦσι καὶ ἐπιβουλεύουσιν, οὕτω καὶ ὁ διάβολος ἔνθα ἂν ἴδῃ πλοῦτον συναγόμενον τὸν κατὰ ψυχὴν καὶ εὐπορίαν εὐσεβείας ἐπιτεινομένην, ἐκεῖ τὰ μηχανήματα ἵστησι καὶ προσάγει.
 [01184]  Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας καὶ δυναστείαν καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελέστερα εἶναι νομίζειν.
000-00-00 Serial Number=0798764169
Ad populum Antiochenum Ante [Go Back]  
 [01007]  γύμνωσον σαυτὸν τῶν βιωτικῶν φροντίδων·
 [02374]  Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ' ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων.
 [03778]  Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμένην ῥᾳθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάντων, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.
 [04313]  Ὁ πρὸς τὸ ὕψος ἀναβὰς οὐκέτι οὐδὲν θαυμάσεται τῶν βιωτικῶν πραγμάτων·
 [04763]  ἕκαστον γὰρ τῶν βιωτικῶν πραγμάτων εὐεπηρέαστόν ἐστι, καὶ μόνιμον ἡμῖν οὐκ ἰσχύει παρασχεῖν τὴν ἡδονήν·
 [05085]  Τῶν μὲν βιωτικῶν οὐδέν·
 [05590]  Τίνος οὖν οὐκ ἂν εἴημεν ἄξιοι κολάσεως, εἰ βιωτικῶν μὲν ἕνεκεν πραγμάτων καὶ δουλοπρεπεῖς ὑπομένομεν διακονίας, καὶ ἀναξίους ἡμῶν ἐπιδεικνύμεθα θεραπείας, καὶ χρήματα ἀναλίσκομεν, καὶ πυλωροῖς διαλεγόμεθα, ἵνα μιαροὺς ἀνθρώπους κολακεύσωμεν, καὶ πάντα ποιοῦμεν καὶ λέγομεν ὥστε κατορθωθῆναι ἡμῖν τὸ προκείμενον, ὑπὲρ [49.202] δὲ τῶν τοῦ Θεοῦ νόμων τὸν λελυπηκότα ἀδελφὸν οὐχ ὑπομένομεν παρακαλέσαι, ἀλλὰ καὶ αἰσχύνην εἶναι νομίζομεν τὸ πρότεροι προσδραμεῖν;
000-00-00 Serial Number=0828725219
Ad viduam juniorem Ante [Go Back]  
 [00179]  ὅπερ ταχέως καὶ ἐπὶ τῆς σῆς ἔσεσθαι προσδοκῶ ψυχῆς, καὶ ἀθρόως ἁπάντων ἀποσπασθεῖσαν τῶν βιωτικῶν, τὴν ἐν τοῖς οὐρανοῖς ἡμῖν ἐπιδείξεσθαι πολιτείαν, καὶ τῆς δόξης ἣν θρηνεῖς νῦν μικρὸν ὕστερον καταγελάσεσθαι, καὶ τὸ διάκενον καὶ μάταιον κατοπτεύσειν προσωπεῖον αὐτῆς.
000-00-00 Serial Number=0718761504
Adversus Judaeos Ante [Go Back]  
 [01892]  Κατεγέλασαν τῆς παρούσης ζωῆς, κατεπάτησαν βασανιστήρια καὶ κολάσεις, ὑπερεῖδον θανάτου, πρὸς τὸν οὐρανὸν ἐπτερώθησαν, ἀπηλλάγησαν τῆς ζάλης τῶν βιωτικῶν πραγμάτων, εἰς [48.905] τὸν εὔδιον κατέπλευσαν λιμένα, οὐ χρυσὸν καὶ ἄργυρον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ θησαυροὺς ἀσύλους ἐπιφερόμενοι, ὑπομονὴν, ἀνδρείαν καὶ ἀγάπην.
 [02386]  ἡ δὲ τοῦ Λευῒ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα, μόνη τῶν μὲν βιωτικῶν ἔργων ἀπήλλακτο, καὶ οὐδὲ ἐγεώργουν, οὐδὲ τέχνας μετῄεσαν, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ, καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, καὶ οἴνου καὶ πυροῦ καὶ κριθῶν, καὶ τῶν ἄλλων ἁπάντων, τὰς δεκάτας αὐτοῖς ἐδίδοσαν πάντες, καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος·
000-00-00 Serial Number=0546394348
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00146]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν τῶν βιωτικῶν, ἔνθα πολὺς ἄκρατος, ἔνθα τράπεζα πλήθουσα καὶ ἀδηφαγία, ἔνθα ἀσχημοσύνη, καὶ γέλως, ἔνθα πᾶσα πομπὴ [50.437] Σατανικὴ, εἰκότως ὁ μὲν πένης κατηφὴς, ὁ δὲ πλούσιος ἐν φαιδρότητι·
000-00-00 Serial Number=0257770717
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00597]  Βασιλεῦσι μὲν γὰρ οὗτοι μάλιστα διελέχθησαν μετ' ἐξουσίας πολλῆς, ὅσοι πάντων ἐγένοντο τῶν βιωτικῶν ἐκτός.
 [01433]  ἐπάρας γὰρ αὐτὴν καὶ τὰ κατορθώματα αὐτῆς εἰπὼν, ἐδήλωσεν ὅτι ταύτην ἀπαιτεῖ παρὰ τῶν βιωτικῶν ἣν παρὰ τῶν μαθητῶν ὁ Χριστός.
 [01441]  Ὅταν γὰρ καὶ ὀργῆς καὶ θυμοῦ καὶ κραυγῆς, καὶ χρημάτων ἐπιθυμίας, καὶ γαστρὸς, καὶ πολυτελείας, καὶ δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν βιωτικῶν ἀνωτέρους εἶναι κελεύῃ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ὅταν νεκρῶσαι τὰ μέλη προστάττῃ, εὔδηλον ὅτι τὴν αὐτὴν ἡμᾶς ἀκρίβειαν ἀπαιτεῖ, ὅσην τοὺς μαθητὰς ὁ Χριστὸς, καὶ πρὸς τὰ ἁμαρτήματα οὕτως εἶναι βούλεται νεκροὺς, ὡς τοὺς ἀποθανόντας καὶ ταφέντας ἤδη.
 [01490]  Καὶ γὰρ χρημάτων ἔρως, καὶ τρυφῆς ἐπιθυμία καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων, εὐκολώτερον ὑπὸ τούτων ἢ τῶν βιωτικῶν ἀνύεσθαι πέφυκεν.
 [01513]  ὅταν δὲ οἱ γεγεννηκότες, οἱ τῶν βιωτικῶν πεῖραν εἰληφότες πάντων, οἱ διὰ τῶν ἔργων μαθόντες αὐτῶν ὅτι ψυχρὰ τῶν παρόντων πραγμάτων ἡ ἡδονὴ, οὕτω μαίνωνται, ὡς ἑτέρους ἐπὶ ταῦτα ἕλκειν, ἐπειδὴ λοιπὸν ὑπὸ τῆς ἡλικίας αὐτοὶ κεκώλυνται·
000-00-00 Serial Number=0478316903
Catecheses ad illuminandos Ante [Go Back]  
 [00267]  Εἰ γὰρ ὑπὲρ ἀργοῦ λόγου δίκας ἀπαιτούμεθα, πολλῷ μᾶλλον ὑπὲρ τῶν φλυαριῶν τῶν ἀκαίρων, ὑπὲρ τῶν βιωτικῶν διαλέξεων.
 [01014]  βιωτικῶν ἁπάντων καὶ τῶν πνευματικῶν ἔχεσθαι καὶ ὅσον ἀγαθὸν εὐχὴ καὶ ἐλεημοσύνη·
 [01131]  Εἰ τοίνυν ὁ τοιοῦτος καίτοι γε ὁμογενεῖ διαλεγόμενος καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦντι καὶ περὶ βιωτικῶν καὶ ἐπικήρων πραγμάτων διεξιόντι οὕτω περίβλεπτος εἶναι νομίζεται, τί ἄν τις εἴποι περὶ τοῦ καταξιωθέντος τῷ Θεῷ διαλέγεσθαι οὐ περὶ τῶν ἐπὶ τῆς γῆς πραγμάτων ἀλλὰ περὶ τῆς τῶν ἁμαρτημάτων συγχωρήσεως, περὶ τῆς ἀφέσεως τῶν παραπτωμάτων, περὶ τῆς φυλακῆς τῶν ἤδη παρασχεθέντων, περὶ τῶν μελλόντων παρασχεθήσεσθαι, περὶ τῶν αἰωνίων ἀγαθῶν;
 [01256]  Ἐπειδὴ τοίνυν ἐν ταῖς παρελθούσαις ἡμέραις παρὰ τοὺς τάφους τῶν ἁγίων μαρτύρων συνεχῶς παραγινόμενοι πολλὴν ἐκεῖθεν τὴν εὐλογίαν ἐκαρπωσάμεθα καὶ δαψιλοῦς ἀπελαύσαμεν τῆς διδασκαλίας, μέλλει δὲ λοιπὸν ἡ τῶν συνάξεων συνέχεια διακόπτεσθαι, ἀναγκαίως ὑπομιμνῄσκω τὴν ὑμετέραν ἀγάπην ὥστε ἔναυλον ἔχειν τῆς τοσαύτης διδασκαλίας τὴν μνήμην καὶ τῶν βιωτικῶν ἁπάντων προτιμότερα ποιεῖσθαι τὰ πνευματικά.
000-00-00 Serial Number=0940152466
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00195]  Οὐχ οὕτως ἡμᾶς ἀπηλλάχθαι βούλεται πραγμάτων ὁ Θεὸς, ἀλλ' ἐν τῷ τῶν ὄντων καταφρονεῖν, τῷ πάντων ἀπηρτῆσθαι τῶν βιωτικῶν.
 [00324]  Ὁ γὰρ τῶν βιωτικῶν πραγμάτων μηδὲ ἐγγὺς γενέσθαι κελευσθεὶς, οὐχ ἁπλῶς βιωτικῶν, ἀλλὰ καὶ τῶν γυναικείων ἐνδοτέρω γίνεται·
 [00417]  Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων·
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0621723413
De Anna i Ante [Go Back]  
 [00806]  Ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα συλλεγόμεθα, καὶ οὐδὲ ταύτην ἀνέχονται τὴν ἡμέραν τῶν βιωτικῶν ὑπερορᾷν φροντίδων·
000-00-00 Serial Number=0063277662
De Christi divinitate Ante [Go Back]  
 [00065]  Ἀκουέτωσαν ἅπαντες, ὅσοι πενίᾳ παλαίουσι διηνεκεῖ, ὅσοι καὶ ἀῤῥωστίᾳ συζῶσιν, ὅσοι περιστάσεις ὑπομένουσι πραγμάτων βιωτικῶν, ὅσοι χειμῶνα καὶ κλυδώνιον τῶν ἀδοκήτων ὑπέστησαν κακῶν.
000-00-00 Serial Number=0217313647
De Lazaro Ante [Go Back]  
 [00254]  Οὐκ ἔστι δὲ αὕτη ἡ αἰτία, ἀλλ' ἵνα τῶν βιωτικῶν ἑαυτοὺς ἀπαγαγόντες, τὴν σχολὴν ἅπασαν εἰς τὰ πνευματικὰ ἀναλίσκωσιν.
 [00258]  Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι τῶν βιωτικῶν ἀπαλλαγέντες πραγμάτων, τοῖς πνευματικοῖς οὐ προσεῖχον, σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ ἀκροάσει θείων λογίων, ἀλλὰ τοὐναντίον ἐποίουν, γαστριζόμενοι, μεθύοντες, διαῤῥηγνύμενοι, τρυφῶντες, διὰ τοῦτο κατηγόρησεν αὐτῶν ὁ προφήτης.
 [00894]  Ἅμα γὰρ ἥψατό τις Εὐαγγελίου, καὶ μετεῤῥύθμισεν ἑαυτοῦ τὴν διάνοιαν εὐθέως, καὶ τῶν βιωτικῶν ἀπέστησε καὶ ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς.
 [00946]  Οὐ μικρὸν δὲ καὶ τὸ ἡμέραν μίαν ἐν ἁμαρτημάτων κατανύξει διαγαγεῖν, καὶ διαβλέψαι πρὸς τὴν ἄνω φιλοσοφίαν, καὶ παρασχεῖν τῇ ψυχῇ μικρὸν γοῦν ἀπὸ τῶν βιωτικῶν ἀναπνεῦσαι φροντίδων.
000-00-00 Serial Number=0506609499
De baptismo Christi Ante [Go Back]  
 [00008]  ἡμεῖς δὲ διὰ παντὸς πελάγους σαλεύειν φιλονεικοῦμεν, ἐν ταῖς τῶν βιωτικῶν πραγμάτων τρικυμίαις συνεχῶς ποντούμενοι, καὶ ἐν ταῖς ἀγοραῖς καὶ ἐν τοῖς δικαστηρίοις στρεφόμενοι, ἐνταῦθα δὲ ἅπαξ ἢ δεύτερον μόλις τοῦ παντὸς ἀπαντῶντες ἐνιαυτοῦ.
 [00009]  Ἢ ἀγνοεῖτε ὅτι καθάπερ λιμένας ἐν πελάγει, οὕτω τὰς ἐκκλησίας ἐν ταῖς πόλεσιν ἔπηξεν ὁ Θεὸς, ἵνα ἀπὸ τῆς ζάλης τῶν βιωτικῶν θορύβων ἐνταῦθα καταφεύγοντες, γαλήνης μεγίστης ἀπολαύωμεν;
 [00024]  Καὶ οὐδὲ ἐν ταύτῃ τῇ ὅλῃ ἀνέχῃ τῶν βιωτικῶν ἀπηλλάχθαι πραγμάτων, ἀλλ' ὅπερ οἱ τὰ ἱερὰ συλῶντες χρήματα ποιοῦσι, τοῦτο καὶ σὺ ἐπὶ τῆς ἡμέρας ταύτης τολμᾷς, αὐτὴν οὖσαν ἱερὰν καὶ ἀνακειμένην τῇ τῶν πνευματικῶν ἀκροάσει λογίων ἁρπάζων καὶ καταχρώμενος εἰς βιωτικὰς φροντίδας.
000-00-00 Serial Number=0822010517
De beato Philogonio Ante [Go Back]  
 [00020]  Εἰ δὲ ἐνταῦθα ὅπου νόσοι, καὶ ἐπήρειαι, καὶ ἄωροι θάνατοι, καὶ συκοφαντίαι, καὶ φθόνοι, καὶ ἀθυμίαι, καὶ ὀργαὶ, καὶ ἐπιθυμίαι πονηραὶ, καὶ μυρίαι ἐπιβουλαὶ, καὶ καθημεριναὶ φροντίδες, καὶ συνεχῆ καὶ ἐπάλληλα τὰ κακὰ μυρίας πάντοθεν ἐπάγοντα λύπας, ἔφησεν ὁ Παῦλος δυνατὸν εἶναι πάντοτε χαίρειν, εἴ τις μικρὸν ἐκ τοῦ κλυδωνίου τῶν βιωτικῶν πραγμάτων ἀνακύψας, τὸν ἑαυτοῦ καλῶς ῥυθμίσειε βίον, πολλῷ μᾶλλον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν τούτου ῥᾴδιον ἐπιτυχεῖν τοῦ καλοῦ, ὅτε ταῦτα πάντα ἀνῄρηται, καὶ ἀῤῥωστίαι καὶ πάθη καὶ ἁμαρτημάτων ὑπόθεσις, ὅτε τὸ ἐμὸν καὶ τὸ σὸν οὐκ ἔστι, τὸ ψυχρὸν τοῦτο ῥῆμα, καὶ πάντα εἰς τὴν ζωὴν ἡμῶν εἰσάγον τὰ δεινὰ, καὶ τοὺς μυρίους γεννῆσαν πολέμους.
 [00188]  ἔξελθε σὺ τῶν βιωτικῶν πραγμάτων, καὶ πρὸς τὸν Ἰησοῦν ὅδευσον·
000-00-00 Serial Number=0013441741
De consubstantiali Ante [Go Back]  
 [00024]  Εἰ δὲ ὑπὲρ βιωτικῶν ἐκεῖνοι πραγμάτων αἰσθητὴν πλέοντες θάλασσαν, οὕτως ἐγρηγορυῖαν διηνεκῶς ἔχουσι τὴν ψυχὴν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω παρεσκευάσθαι χρή·
000-00-00 Serial Number=0963745236
De incomprehensibili dei natura Ante [Go Back]  
 [01040]  «Ὀρθοὶ στῶμεν καλῶς», οὐχ ἁπλῶς οὐδὲ εἰκῇ νενομοθέτηται, ἀλλ' ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν ἡμῖν γινομένην πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν.
000-00-00 Serial Number=0726543248
De jejunio [3] Ante [Go Back]  
 [00065]  Ὁ Θεῷ παρίστασθαι λογιζόμενος ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ γενοῦ στῦλος ἀκλόνητος, ὑπ' οὐδενὸς τῶν βιωτικῶν φροντίδων ἐμποδιζόμενος.
000-00-00 Serial Number=0034523726
De mutatione nominum Ante [Go Back]  
 [00012]  οὐκ ἐκείνους τοὺς περὶ τὰ βιωτικὰ κεχηνότας, ἀλλ' ὑμᾶς τοὺς τὰ πνευματικὰ τῶν βιωτικῶν προτιμῶντας.
 [01002]  Κἂν γὰρ εὐχαὶ γίνωνται ἐκεῖ, κἂν ἱκετηρίαι, ἀλλ' ἀνάγκη καὶ φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν φροντίδων·
 [01062]  κἂν μυρίαι καλῶσιν ἀνάγκαι, μὴ συγχωρήσῃς, μηδὲ ἐπιτρέψῃς ἅψασθαί τινος τῶν βιωτικῶν, πρὶν εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν καὶ πεῖσαι τῆς συνάξεως μετασχεῖν ἁπάσης·
 [01162]  οὐ πνευματικῶν δὲ αὕτη χαρισμάτων περιουσία μόνη ἦν, ἀλλὰ καὶ βιωτικῶν πλεονεκτημάτων πολλὴν εἶχε τὴν ἀφθονίαν.
000-00-00 Serial Number=0008958757
De non iterando conjugio Ante [Go Back]  
 [00225]  «Ἡ δὲ χήρα», κατὰ τὸν Παῦλον, «μεμονωμένη καὶ ἐλπίζουσα ἐπὶ τὸν Θεὸν προσκαρτερῇ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς», καὶ τῶν βιωτικῶν πραγμάτων ἀπέχηται ἀναδεξώμεθα τὸν ἀγῶνα τοῦτον, ἵνα τῶν ἐπ' αὐτῷ στεφάνων τύχωμεν.
000-00-00 Serial Number=0328024268
De paenitentia [1] Ante [Go Back]  
 [00758]  Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύσωνα ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερέβησαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ἀσώματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον κτῆμα τῆς παρθενίας ἐκτήσαντο·
 [00967]  καὶ πολλή τις ἦν ἡμῶν ἡ φιλοσοφία καὶ ὑπεροψία τῶν βιωτικῶν πραγμάτων, καὶ οὔτε χρημάτων πόθος, οὔτε δόξης ἐπιθυμία, οὔτε ὄρεξις καὶ ἔρως ἀσελγείας, οὔτε ἄλλος τις λογισμὸς πονηρὸς τότε ἠνώχλει, ἀλλὰ πάντες εἰς θεοσέβειαν ἑαυτοὺς ἐπεδώκατε, μετὰ δεήσεως καὶ δακρύων·
 [01427]  οὕτω γὰρ καὶ ἐπὶ τῶν βιωτικῶν γίνεται πραγμάτων.
000-00-00 Serial Number=0831215918
De resurrectione mortuorum Ante [Go Back]  
 [00180]  ἀπὸ τῶν βιωτικῶν σε εἰς ταύτην ἐναγαγεῖν πειράσομαι τὴν πίστιν.
 [00193]  Πῶς οὖν ἄτοπον ἐπὶ μὲν τῶν βιωτικῶν πραγμάτων πρὸ τῶν φανερῶν τὰ ἀφανῆ βλέπειν, καὶ πρὸ τῶν μισθῶν ὑπομένειν τοὺς πόνους, καὶ πρότερον τὰ δυσχερῆ πάντα φέροντας, τότε τὰ ἐξ αὐτῶν ἀναμένειν χρηστὰ, καὶ ταῖς τῶν ἀφανῶν ἐλπίσι προτρεπομένους οὕτως ἅπτεσθαι τῶν φανερῶν·
 [00202]  Καὶ ἐπὶ πάντων ἁπλῶς τῶν βιωτικῶν πολλὰς πολλάκις πρὸς τῷ τέλει συμφορὰς τοιαύτας συμβαίνειν εἰκός.
 [00213]  Τοῦτο καὶ ἐπὶ πλούτου καὶ δόξης καὶ δυναστείας, καὶ ἐπὶ τῆς τῶν σωμάτων εὐμορφίας, τοῦτο καὶ ἐπὶ ῥώμης καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶς τῶν βιωτικῶν συμβαῖνον ἴδοι τις ἄν.
 [00215]  Ὥσπερ γὰρ σκιᾶς οὐκ ἔστιν ἐπιλαβέσθαι, οὕτως οὐδὲ τῶν βιωτικῶν πραγμάτων·
000-00-00 Serial Number=0377976418
De sacerdotio Ante [Go Back]  
 [00422]  τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστὸν ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστά τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε.
 [00938]  ∆ιὰ τί γὰρ περὶ στρατείας καὶ ἐμπορίας καὶ γεωργίας καὶ τῶν ἄλλων τῶν βιωτικῶν βουλῆς προκειμένης, οὔτε ὁ γεωργὸς ἕλοιτ' ἂν πλεῖν, οὔτε ὁ στρατιώτης γεωργεῖν, οὔτε ὁ κυβερνήτης στρατεύεσθαι, κἂν μυρίους τις ἀπειλῇ θανάτους;
 [01378]  τοὺς ἐν τῷ μέσῳ στρεφομένους καὶ πραγμάτων φροντίζοντας βιωτικῶν καὶ τετριμμένους πρὸς μάχας καὶ λοιδορίας καὶ μυρίας δεινότητος γέμοντας καὶ τρυφᾶν εἰδότας, ἐπιστήσομεν τῇ τῆς Ἐκκλησίας οἰκονομίᾳ;
000-00-00 Serial Number=0256188571
De sanctis martyribus [1] Ante [Go Back]  
 [00090]  ∆ιὰ τοῦτο ἡμῖν τὰ σώματα ἀφῆκεν ἐνταῦθα ὁ Θεὸς, ἵν' ὅταν ὁ τῶν πραγμάτων ὄχλος καὶ φροντίδων πλῆθος βιωτικῶν σκότος πολὺ τῆς διανοίας κατασκεδάσῃ τῆς ἡμετέρας, ἢ ἐξ ἰδιωτικῶν ἢ ἐκ δημοσίων πραγμάτων πολλὰ δὲ τοιαῦτα, τὴν οἰκίαν ἀφέντες, τῆς πόλεως ἐξελθόντες, πολλὰ χαίρειν τοῖς θορύβοις τούτοις εἰπόντες, ἀναχωρήσωμεν εἰς μαρτύριον, ἀπολαύσωμεν τῆς αὔρας ἐκείνης τῆς πνευματικῆς, ἐπιλαθώμεθα τῆς πολλῆς σχολῆς, ἐντρυφήσωμεν τῇ ἡσυχίᾳ, συγγενώμεθα τοῖς ἁγίοις, παρακαλέσωμεν αὐτῶν τὸν ἀγωνοθέτην ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, πολλὰς ἱκετηρίας ἐκχέωμεν, διὰ τούτων πάντων ἀποθέμενοι τὸ βάρος τοῦ συνειδότος, μετὰ πολλῆς τῆς ψυχαγωγίας οἴκαδε πάλιν ἐπανέλθωμεν.
000-00-00 Serial Number=0003571153
De virginitate Ante [Go Back]  
 [00434]  Καὶ γὰρ αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδροτέρας ἀφίησι τὰς μαρμαρυγάς, πάντων μὲν ἡμᾶς ἀφιστῶσα τῶν βιωτικῶν καθαροῖς δὲ ὀφθαλμοῖς εἰς τὸν τῆς δικαιοσύνης ἥλιον ἀτενὲς παρασκευάζουσα ἐνορᾷν.
 [01050]  Τὸν μὲν γὰρ τρόπον τῆς νίκης καὶ τὴν ἐπὶ τὸ τρόπαιον φέρουσαν ὁδὸν οὗτος ἐκείνην εἶναί φησι τὴν πάντων ἀπηλλαγμένην τῶν βιωτικῶν.
 [01647]  Τί δαὶ χρημάτων, τί δαὶ κτημάτων, τί δαὶ τῶν βιωτικῶν, τῆς χρήσεως αὐτῶν ἀώρου λοιπὸν οὔσης καὶ παρὰ καιρόν;
 [01723]  Οὐδὲ γὰρ ὑμᾶς θλῖψαι βουλόμενος ταῦτα συνεβούλευσα ἀλλ' ὥστε μὴ τὴν εὐσχήμονα προσεδρίαν ὑπὸ τῶν βιωτικῶν ἐκκοπῆναι πραγμάτων.
 [01818]  Ὁ δὲ περὶ χρήματα ἠσχολημένος οὐ χρημάτων ἐστὶ μόνον δοῦλος ἀλλὰ καὶ δόξης καὶ τιμῆς καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ἁπλῶς εἰπεῖν τῶν βιωτικῶν.
000-00-00 Serial Number=0802866280
De virtute animi Ante [Go Back]  
 [00061]  εἰ δὲ βούλει, τριπλασίασιν δὸς ἔτεσιν, καὶ οὐδενὶ τῶν βιωτικῶν τούτων παρέξῃ τὸ μόνιμον·
000-00-00 Serial Number=0718152285
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00666]  Εἰ γὰρ τῶν βιωτικῶν καὶ παρόντων ἀπέχεσθαι κελευόμεθα, πῶς οὔκ ἐσμεν ἄθλιοι καὶ ταλαίπωροι, ταῦτα αἰτοῦντες παρὰ τοῦ Θεοῦ, ἃ ἐκέλευσε καὶ ἔχοντας ἐκβάλλειν;
 [00982]  Εἰ γὰρ οἱ τῶν βιωτικῶν μετέχοντες πραγμάτων, οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπιτηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδησιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν, τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦσαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν.
 [00986]  Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ' ἡμῶν γίνεσθαι, οὐδὲ διὰ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ' ἵνα ἀφιστῶντες ἑαυτοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν.
 [01874]  ∆ιὰ γὰρ τοῦτο ἑστάναι καλῶς κατὰ τὸν τῆς θείας μυσταγωγίας καιρὸν κελευόμεθα, ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν γινομένην ἡμῖν πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν.
 [08719]  νυνὶ δὲ οὐ παιδίον ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν Μονογενῆ λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς, καὶ πρὸς χρυσὸν ἐπτόησαι;
 [09863]  Εἴ τι οὖν ἐν ἐκκλησίᾳ, ὥσπερ ἐν δικαίοις σταθμοῖς, τοὺς λόγους ἡμῶν στῆσαι ἐπιχειρήσει, ἐν μυρίοις ταλάντοις λόγων βιωτικῶν μόλις εὑρήσει δηνάρια ἑκατὸν ῥημάτων πνευματικῶν, ἢ μᾶλλον οὐδὲ ὀβολοὺς δέκα.
000-00-00 Serial Number=0720280111
Epistulae Ante [Go Back]  
 [00146]  Τούτων γὰρ ἀπολαύουσα, ὅτι πολλὴν ποιῇ τῆς ψυχῆς τῆς σῆς ἐπιμέλειαν, καὶ τῶν βιωτικῶν ὑπερορῶσα, τὴν εἰς τὸν οὐρανὸν ὁδὸν βαδίζεις, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν.
 [00147]  Οἶδα γάρ σου τῆς ψυχῆς τὸ εὐγενὲς, καὶ ἐλευθέριον, καὶ ἀπραγμοσύνης γέμον, καὶ τῶν βιωτικῶν ἀπηλλαγμένον φροντίδων.
 [00783]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [01263]  Καὶ γὰρ οἶδά σου τὴν παῤῥησίαν, τὴν ἐλευθεροστομίαν, τῆς διανοίας τὸ ὕψος, τὴν τῶν βιωτικῶν ὑπεροψίαν, τὸ μισοπόνηρον, τὸ ἥμερον, τὸ φιλάνθρωπον, οὗ μάλιστα ἄρχοντι δεῖ.
 [01741]  Οἱ γὰρ τὸν εὔριπον τῶν βιωτικῶν διαφυγόντες πραγμάτων, καὶ τοῦ καπνοῦ καὶ τῆς ζάλης τῶν ἐν τῷ μέσῳ κακῶν ἀπαλλαγέντες, καὶ, καθάπερ εἰς λιμένα τινὰ εὔδιον καὶ ἀκύμαντον, τῆς καλῆς ταύτης φιλοσοφίας ὅρμον τὰς ἑαυτῶν ὁδηγήσαντες ψυχὰς, καὶ τὰς νύκτας ταῖς ἱεραῖς παννυχίσιν ἡμέρας ἐργαζόμενοι, καὶ φανερώτερον ἐν ταύταις ὁρῶντες, ἢ ἐν ταῖς ἡμέραις ἕτεροι, δίκαιοι ἂν εἴητε ἡμῖν ἀπὸ τῶν εὐχῶν ὑμῶν μεταδοῦναι συμμαχίας.
 [02221]  Καὶ γὰρ οἶδά σου τὴν παῤῥησίαν, τὴν ἐλευθεροστομίαν, τῆς διανοίας τὸ ὕψος, τὴν τῶν βιωτικῶν ὑπεροψίαν, τὸ μισοπόνηρον, τὸ ἥμερον, τὸ φιλάνθρωπον, οὗ μάλιστα ἄρχοντι δεῖ.
 [02472]  Ἀλλὰ πάλιν ἴσως ἡ πάντων σοι μήτηρ ἀεὶ τῶν κακῶν γινομένη, λέγω δὴ [52.692] τῶν βιωτικῶν ἡ φροντὶς, αὕτη καὶ νῦν κώλυμα γίνεται.
 [02474]  Ἀλγῶ δὲ καὶ σφόδρα ὀδυνῶμαι, ἀκούων ἔτι μυρίοις σε ἐμπεπλέχθαι πράγμασι, καὶ μυρία περιφέρειν τῶν βιωτικῶν φροντίδων φορτία.
 [02753]  Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ.
000-00-00 Serial Number=0407439113
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00448]  Ἀλλ' ὅμως πολλαὶ τῶν πρὸς τὸν ἀγῶνα τοῦτον ἀποδυσαμένων ἐκεῖνο οὐ κατηγωνίσαντο τὸ πάθος τὸ τοῦ καλλωπισμοῦ τῆς περιβολῆς τῶν ἱματίων, ἁλλ' ἑάλωσαν καὶ ἐχειρώθησαν καὶ βιωτικῶν γυναικῶν μᾶλλον.
 [00456]  Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν καὶ Ἑβραίων γυναικῶν καὶ ἐν ἐκείνῳ τῷ καιρῷ τοσαύτην ἔφερε τὴν κόλασιν τὸ πλημμέλημα, ἐπὶ τῶν ὀφειλουσῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς καὶ ἀγγελικὸν μιμεῖσθαι βίον καὶ ἐν χάριτι πολιτευομένων, τίνα ἂν σχοίη συγγνώμην τὸ αὐτὸ τοῦτο τολμώμενον μετὰ πλείονος τῆς ὑπερβολῆς;
 [00573]  Ὅπου δὲ σύνεσις τοσαύτη καὶ εὐλαβείας πλοῦτος καὶ φιλοσοφίας ὕψος καὶ ψυχὴ τῶν βιωτικῶν τὴν φαντασίαν καταπατήσασα, πλείων ἡ εὐκολία τῆς θεραπείας.
000-00-00 Serial Number=0452834666
Expositiones in Psalmos Ante [Go Back]  
 [00069]  οὕτως ὑπερορᾷ τῶν βιωτικῶν·
 [00130]  Οὐδὲν γὰρ οὕτω ποιεῖν ἄνεσιν εἴωθεν, ὡς θλίψις τῶν βιωτικῶν ἀπάγουσα πάντων.
 [00135]  Ἢ οὐχὶ ἐκεῖνα φιλοσοφούσης ψυχῆς καὶ ἀναπνεούσης ἐκ τῶν βιωτικῶν παθῶν τὰ ῥήματα, ὅτε τοσαύτην ἐπεδείξαντο τὴν εὐχὴν θλιβόμενοι, ὡς αὐτὴν ἐπισπάσασθαι τοῦ Θεοῦ τὴν ῥοπήν;
 [00503]  Μετὰ δὲ τῆς δικαιοσύνης καὶ ταύτην ἡμᾶς ἀπαιτεῖ τὴν ἀρετὴν, τὸ ἐπ' αὐτῷ πεποιθέναι, τὸ ἐπ' αὐτῷ ἐλπίζειν, τὸ μηδενὶ τῶν βιωτικῶν θαῤῥεῖν, ἀλλὰ πάντων ἑαυτὸν ἀποστήσαντα, ἐκεῖ προσηλοῦν τὴν διάνοιαν.
 [00534]  τουτέστι, Φιλοσοφεῖν με ἐπαίδευσας, ὑπερορᾷν τῶν βιωτικῶν πραγμάτων, εἰδέναι τὰ ἀληθῆ καὶ μένοντα·
 [00564]  Ἐπειδὴ δὲ παρεγένετο ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, εἰς τὸν οὐρανὸν ἡμᾶς καλῶν, καὶ τῶν ἐνταῦθα πείθων καταφρονεῖν, καὶ τὸν ἐκείνων ἔρωτα ἐναποτιθέμενος, καὶ ἀποσχίζων ἡμᾶς τῶν βιωτικῶν·
 [00628]  Οὐ γὰρ οὕτω Σκύθαι, οὐδὲ Θρᾷκες, οὐ Σαυρομάται, καὶ Ἰνδοὶ, καὶ Μαῦροι, καὶ ὅσα ἄγρια ἔθνη πολεμεῖν εἰώθασιν, ὡς λογισμὸς ἀτοπώτατος ἐνδομυχῶν τῇ ψυχῇ, καὶ ἐπιθυμία ἀκόλαστος, καὶ χρημάτων ἔρως, καὶ δυναστείας πόθος, καὶ τῶν βιωτικῶν πραγμάτων ἡ προσπάθεια.
 [01075]  Τοῦτο καὶ ἐπὶ ὥρας καὶ ἐπὶ εὐμορφίας ἔστιν εἰπεῖν, καὶ ἐπὶ πλούτου, καὶ ἐπὶ δυναστείας, καὶ ἐπὶ τρυφῆς, καὶ ἐπὶ πάντων τῶν βιωτικῶν.
 [01489]  ἐπειδὴ δὲ οἱ μὲν ὑπὲρ βιωτικῶν πραγμάτων ἀσχολούμενοι, οἱ δὲ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδιδόντες, ἀνήκοοι τούτων εἰσὶν, ἀνάγκη πρὸς τὸ μῆκος τὸν λόγον ἐξαγαγεῖν, τὴν ὑπόθεσιν τοῦ ψαλμοῦ λέγοντας.
 [01975]  Ἢ οὐχ ὁρᾷς καὶ ἐπὶ τῶν βιωτικῶν, τοὺς τῶν βασιλέων φίλους, μάλιστα τούτους προκινδυνεύοντας ἐν πολέμοις, καὶ τραύματα ἔχοντας, καὶ ἀποδημίαν στελλομένους;
 [03190]  αὕτη τῶν βιωτικῶν ὑψηλότερον ποιεῖ·
 [03433]  Σπουδῇ καὶ προθυμίᾳ, καὶ ἀπαλλαγῇ τῶν βιωτικῶν ἁπάντων.
 [03437]  Ὅταν ἐκεῖ τὴν διάνοιαν συντείνωμεν, ὅταν τῶν βιωτικῶν ἀπαλλαγῶμεν.
 [03441]  Ἀλλ' ἐπὶ μὲν τῶν βιωτικῶν πολλάκις ζητήσαντες, οὐχ εὕρομεν·
 [03622]  Ὅπερ ἐπὶ τῶν βιωτικῶν οὐκ ἔνι, ἀλλ' ἐκπίπτει τοῦ τέλους πολλάκις, τῶν πόνων ἀπολωλότων.
 [04953]  αὕτη τῶν βιωτικῶν ὑψηλότερον ποιεῖ·
 [05196]  Σπουδῇ καὶ προθυμίᾳ, καὶ ἀπαλλαγῇ τῶν βιωτικῶν ἁπάντων.
 [05200]  Ὅταν ἐκεῖ τὴν διάνοιαν συντείνωμεν, ὅταν τῶν βιωτικῶν ἀπαλλαγῶμεν.
 [05204]  Ἀλλ' ἐπὶ μὲν τῶν βιωτικῶν πολλάκις ζητήσαντες, οὐχ εὕρομεν·
 [05385]  Ὅπερ ἐπὶ τῶν βιωτικῶν οὐκ ἔνι, ἀλλ' ἐκπίπτει τοῦ τέλους πολλάκις, τῶν πόνων ἀπολωλότων.
 [06226]  Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾷν τῶν βιωτικῶν, ὡς μέλος συμφωνίας, καὶ ῥυθμῷ συγκείμενον θεῖον ᾆσμα.
 [06419]  Μηδὲν οὖν φιλῶμεν τῶν βιωτικῶν τούτων, ἵνα ἄκρατος ἡμῖν ὁ ἔρως ἐκεῖνος μείνῃ, καὶ μὴ σχιζόμενος ἀσθενέστερος γένηται.
 [06873]  μηδεὶς ἐπί τινι τῶν βιωτικῶν, ἀλλ' ἐπὶ τούτῳ μόνον, ἐπὶ τῷ τὸν Θεὸν ἔχειν ∆εσπότην.
000-00-00 Serial Number=0433530331
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00327]  Ταῦτ' οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν καὶ προσέχωμεν τοῖς λεγομένοις, καὶ ἑαυτοὺς [64.1060] ἐκκαθάρωμεν τῶν βιωτικῶν.
000-00-00 Serial Number=0828296363
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00006]  Οὐ γὰρ πλήθη σωμάτων ἐπιζητοῦμεν, ἀλλὰ γνώμην παρεσκευασμένην, διάνοιαν ἐπτερωμένην, ἀκροατὴν ὑψηλότερον γινόμενον τῶν βιωτικῶν ἁπάντων·
000-00-00 Serial Number=0570939183
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00025]  τῶν βιωτικῶν ἀνδρῶν τὸν τόνον, τῶν δούλων, τῶν ἐλευθέρων, τῶν ἀρχόντων, τῶν ἀρχομένων, τῶν πενήτων, τῶν πλουτούντων, τῶν ξένων, τῶν πολιτῶν;
000-00-00 Serial Number=0749687970
Homilia dicta praesente imperatore Ante [Go Back]  
 [00110]  Ἐπειδὴ δὲ πολλοὶ τῇ σαρκὶ δουλεύοντες, καὶ ὑπὸ τῆς τυραννίδος τῶν βιωτικῶν κατεχόμενοι, καθάπερ τὰ φωλεύοντα τῶν θηρίων, ἐμφιλοχωροῦσιν αὐτοῖς·
000-00-00 Serial Number=0430909872
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00055]  Καὶ γὰρ καὶ ἡμεῖς κελευόμεθα τῶν μὲν βιωτικῶν ὑπερορᾷν πραγμάτων καὶ τῶν φαινομένων, πρὸς δὲ τὰ ἄδηλα τὴν ἐλπίδα τείνειν, καὶ τὴν πίστιν κρατεῖν, τὴν ἄγκυραν τῆς ἡμετέρας σωτηρίας, καὶ ἐκεῖνα ζητεῖν·
000-00-00 Serial Number=0422339380
In Acta apostolorum Ante [Go Back]  
 [00361]  Εἰ γὰρ περὶ βιωτικῶν πραγμάτων βουλευομένῳ οὐκ ἂν ἐπιτρέψαιεν οἱ τῶν ἔξωθεν νόμοι τῷ μὴ σφόδρα ὑγιαίνοντι διατάττεσθαι, καὶ ταῦτα ἐν τοῖς αὐτοῦ μέλλοντι νομοθετεῖν·
 [09999]  ἀλλ' ἐκεῖ ταπεινοφροσύνη, παράκλησις, φιλοσοφίας προτροπὴ, ὑπεροψία τῶν βιωτικῶν·
000-00-00 Serial Number=0280265212
In Ecclesiasten Ante [Go Back]  
 [00301]  Καὶ διδάσκει ἀπὸ τῶν πραγμάτων τῶν οἰκτρῶν καὶ βιωτικῶν·
000-00-00 Serial Number=0397344649
In Eutropium Ante [Go Back]  
 [00101]  Καὶ παρθένοι θαλάμους, καὶ γυναῖκες γυναικῶνας, καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες, πάντες ἐνταῦθα συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φύσιν ἴδητε ἐλεγχομένην, καὶ τῶν βιωτικῶν πραγμάτων τὸ ἐπίκηρον ἀπογυμνούμενον, καὶ τὴν πορνικὴν ὄψιν τὴν χθὲς καὶ πρώην φαιδρὸν ἀπολάμπουσαν (καὶ γὰρ τοιοῦτον ἡ εὐπραγία ἡ ἀπὸ τῶν πλεονεξιῶν, παντὸς γραϊδίου ῥυτίδας ἔχοντος αἰσχροτέρα φαινομένη), καθάπερ σπογγιᾷ τινι τῇ μεταβολῇ τὰ ἐπιτρίμματα καὶ τὰς ἐπιγραφὰς ἐκμάξασαν.
000-00-00 Serial Number=0411035538
In Genesim sermo 3 Ante [Go Back]  
 [00012]  οὐ τὸν ἔξω ἄνθρωπον εἰς μετεωρισμοὺς καὶ γέλωτας καὶ εἰς βάραθρα ἀκολασίας ἐμβάλλουσα, ἀλλὰ τὸν ἔνδον πρὸς θεογνωσίας ἀνάπτουσα ἔρωτα, καὶ τῶν βιωτικῶν ἁπάντων ἀπαρνουμένη τὴν σύνθεσίν τε καὶ σύγκρασιν, πρὸς μόνην τὴν τῆς βασιλείας ἀείζωον ἀναβιβάζει ὁδόν.
 [00092]  Καὶ εἰ θέλεις, ἐκ τῶν πολλῶν ὀλίγα συλλέξαντες εἴπωμεν, τίς νηστείαν κτησάμενος, μεριμνῶν βιωτικῶν ἐσχόλασέ ποτε, τίς αὐτὴν ἀγκαλισάμενος οὐκ ὀρθῶς τὰς ὁδοὺς Κυρίου διώδευσε, τίς ταύτην φυλάξας, οὐ πράως τὸν πλοῦν τὸν γήϊνον ἐπέρασε, τίς αὐτὴν ἐσχηκὼς, ὀρφανὸν ἢ χήραν ἠδίκησε, τίς αὐτὴν μαθητεύσας, τὰς ἡδονὰς τοῦ ἀέρος οὐχ ὑπῆλθε γαληνῶς, τίς ταύτην ἀσπασάμενος οὐκ ὀπτασιῶν καὶ θεωριῶν Κυρίου κατηξιώθη, τίς αὐτῇ γλυκανθεὶς διέλιπε μελετῶν ἡμέρας καὶ νυκτὸς ἐν τῷ νόμῳ Κυρίου.
000-00-00 Serial Number=0962675273
In Isaiam Ante [Go Back]  
 [01207]  ὁ δὲ τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων καὶ μὴ τοσούτοις παθῶν πολιορκούμενος κύμασιν, ἀλλὰ καὶ σωφρονεῖν εὐκολώτερον καὶ τῶν ἄλλων ἀνέχεσθαι τῶν βιωτικῶν ῥᾷον δυνάμενος καὶ πλείονα κεκτημένος σύνεσιν ἀπὸ τῆς τῶν πραγμάτων ἐμπειρίας, δικαίως ἂν μᾶλλον ἁπάντων καταδικάζοιτο, τὰ τῶν ἀκολάστων νέων ἐν γήρᾳ ἐπιδεικνύμενος.
 [02121]  πάχος δὲ διανοίας γίνεται ἀπό τε ἁμαρτημάτων, ἀπό τε βιωτικῶν ἐπιθυμιῶν.
000-00-00 Serial Number=0467118859
In Joannem Ante [Go Back]  
 [00015]  καὶ πρὸς τούτοις ἅπασιν ἁγιωτάτη καὶ φρικωδεστάτη, καὶ τοσούτων γέμουσα ἀποῤῥήτων, καὶ τοσαῦτα κομίζουσα ἀγαθὰ, ἃ τοὺς μετὰ ἀκριβείας καὶ προθυμίας λαβόντας καὶ διαφυλάττοντας, οὐκ ἔνι λοιπὸν ἀνθρώπους εἶναι, οὐδὲ ἐπὶ τῆς γῆς μένειν, ἀλλ' ἀνωτέρω πάντων ἑστάναι τῶν βιωτικῶν, καὶ πρὸς τὴν ἀγγελικὴν μεθαρμοσαμένους λῆξιν, καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν οἰκεῖν.
 [00381]  Καὶ γὰρ ἂν οὕτως ἑαυτῶν ἐπιμελώμεθα, καὶ μετὰ φιλοπονίας τῆς ἀκροάσεως ἐχώμεθα ταύτης τῆς πνευματικῆς, εἰ καὶ μὴ ἀθρόον, ἀλλὰ κατὰ μικρὸν πάντων γοῦν ἀπαλλαγησόμεθα τῶν βιωτικῶν.
 [03191]  Ἔπειτα καὶ ἐν ἐρήμῳ διέτριβε παρὰ τὸν Ἰορδάνην, ἔνθα πάντες μετὰ πολλοῦ τοῦ τρόμου πρὸς τὸ βάπτισμα ἀπήντων, τῶν βιωτικῶν βραχὺ φροντίζοντες τότε·
 [04002]  Καὶ τοιαύτη τῶν βιωτικῶν ἡ φύσις, τὸ μηδέποτε ἑστάναι λαχοῦσα, ἀλλ' ἀεὶ ῥεῖν καὶ παρασύρεσθαι.
 [05518]  Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τῶν βιωτικῶν τὸ πρᾶγμα τοσαύτην ἔχει τὴν ἰσχὺν, ὅπου γε καὶ ἐν τοῖς πνευματικοῖς πολλὴν ἄν τις εὕροι ταύτης τῆς σοφίας οὖσαν τὴν δύναμιν.
000-00-00 Serial Number=0663199723
In Kalendas Ante [Go Back]  
 [00170]  Ἂν συγκαθήμενός τισι, μηδὲν περὶ βιωτικῶν διαλέγῃ πραγμάτων, μηδὲ τῶν ἁπλῶν καὶ εἰκῆ καὶ οὐδὲν ἡμῖν προσηκόντων, ἀλλὰ περὶ φιλοσοφίας τῆς ἡμετέρας, περὶ γεέννης, περὶ βασιλείας οὐρανῶν, ἀλλὰ μὴ τὰ περιττὰ καὶ ἀνόνητα, οἷον·
000-00-00 Serial Number=0384222269
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00097]  Οὗτος τοίνυν ὁ ∆αυΐδ, νέος ὢν καὶ μειράκιον κομιδῇ, καὶ πατρὸς ἀσήμου, καὶ τῇ γῇ προσέχων καὶ τοῖς ποι μνίοις, πόλεις μὲν ἔφυγε καὶ χώρας καὶ θορύβους, ἐν δὲ τῇ ἐρημίᾳ τὴν φιλοσοφίαν ἐπεδείκνυτο, οὐδὲν κοινὸν ἔχων μετὰ τῶν βιωτικῶν πραγμάτων, ἀλλ' ἐκ πρώτης ἡλικίας τῇ συντρόφῳ τῆς ἀρετῆς ἡσυχίᾳ συζῶν, καὶ καθάπερ ἐν λιμένι ἐν τῇ ἐρήμῳ καθήμενος, τῇ τῶν προβάτων ἐπιστασίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν ἐμελέ τησεν.
000-00-00 Serial Number=0980859220
In Psalmum 118 Ante [Go Back]  
 [00152]  μερίζουσι γὰρ ταύτην οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους καὶ φθόνους καὶ δόλους καὶ τὰς τῶν πλησίον ἐπιβουλάς.
000-00-00 Serial Number=0849334598
In catenas sancti Petri Ante [Go Back]  
 [00242]  ἐπιφέρεσθαι, ἀπέριττός τε καὶ ἄσκευος καὶ τῶν βιωτικῶν πάντη ἀπηλλαγμένος, τοῖς ὑποδεχομένοις τὸ κήρυγμα ἐγνωρίζετο.
000-00-00 Serial Number=0456249774
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00017]  Καὶ τούτων ἁπάντων μάρτυρες ὑμεῖς, οἱ τοῖς ἄθλοις τοῦ μακαρίου Βαρλαὰμ χθὲς ἐντρυφήσαντες, καὶ μετὰ πολλῆς τῆς ἀδείας εἰς τὸν ἐκείνου σκιρτήσαντες λιμένα, καὶ τὴν ἅλμην τῶν βιωτικῶν φροντίδων ἀπολουσάμενοι, καὶ κοῦφοι οἴκαδε ἀπὸ τῶν ἐκείνου διηγημάτων ἀναχωρήσαντες.
000-00-00 Serial Number=0435980320
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00142]  Τοῦτο τοίνυν τὸ ἔθος Κορίνθιοι, τοῦ χρόνου προϊόντος, διέφθειρον, καὶ καθ' ἑαυτοὺς ἑστιώμενοι οἱ εὐπορώτεροι τοὺς πένητας παρεώρων, καὶ οὐκ ἀνέμενον ὑστερίζοντας πολλάκις, καὶ ὑπὸ βιωτικῶν χρειῶν, οἷα τὰ τῶν πενήτων, κατεχομένους καὶ βραδύνοντας.
000-00-00 Serial Number=0782860458
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02387]  Αὕτη γὰρ ἡ δόξα ἡ ἀπόῤῥητος καὶ φρικώδης μέχρι μὲν μιᾶς καὶ δευτέρας ἡμέρας ἐν ἡμῖν μένει, λοιπὸν δὲ αὐτὴν κατασβέννυμεν, τὸν χειμῶνα ἐπάγοντες τῶν βιωτικῶν πραγμάτων, καὶ τῇ πυκνότητι τῶν νεφῶν ἀποκρουόμενοι τὰς ἀκτῖνας.
 [04503]  Καὶ βιωτικῶν μὲν οὐ πολὺς αὐτῇ λόγος, πάντα δὲ ὑπὲρ τῶν ἐν οὐρανοῖς πραγμάτων χρηματίζει·
 [04920]  Τοῦτο δὲ καὶ νῦν γινόμενον ἔστιν ἰδεῖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων, οὐκ ἐπὶ τοῦ μάννα μόνον.
000-00-00 Serial Number=0821504712
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00423]  Τοιγαροῦν διὰ τοῦτο πάντα ἀπόλωλε καὶ διέφθαρται, ὅτι βήματι μὲν ἀνθρωπίνῳ παραστήσεσθαι μέλλοντες περὶ πραγμάτων βιωτικῶν, πάντα κινοῦμεν, πάντας ἀξιοῦμεν, διηνεκῶς περὶ τούτου μεριμνῶμεν, πάντα ὑπὲρ τούτου πράττομεν, εἰς δὲ τὸ βῆμα τοῦ Χριστοῦ μέλλοντες ἥκειν μετ' οὐ πολὺ, οὐδὲν οὔτε δι' ἑαυτῶν, οὔτε δι' ἄλλων πράττομεν, οὐκ ἀξιοῦμεν τὸν δικαστήν.
000-00-00 Serial Number=0655217946
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00255]  Τοῦτο γὰρ δύναται λέγειν γνησίως ὁ ἀπὸ τῶν βιωτικῶν ἀναβαίνων ἀεὶ πρὸς τὸν Θεὸν, καὶ ἁπάντων αὐτὸν προτιθεὶς πάντοτε, καὶ εὐχαριστῶν διηνεκῶς, οὐχ ὑπὲρ τῆς ἤδη δοθείσης χάριτος, ἀλλ' εἴ ποτέ τι καὶ μετὰ ταῦτα ἀγαθὸν γέγονε, καὶ ὑπὲρ τούτου τὴν αὐτὴν ἀναφέρει εὐφημίαν αὐτῷ.
 [04105]  καίτοι γε οὐδὲ ἐπὶ τῶν βιωτικῶν πάντως δῆλον ὅτι χρηστὸν ἔσται τὸ τέλος.
 [04710]  Πῶς οὖν φησιν, Ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικὰ, πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς ἀγγέλους;
 [04876]  ∆ιὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος.
 [07239]  μέχρι τίνος μεθύομεν, τῇ πολλῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ κεκαρωμένοι;
 [07636]  νυνὶ δὲ οὐ παιδίον [61.206] ἀνθρώπου βασιλικὸν, ἀλλ' αὐτὸν τὸν μονογενῆ [61.206] λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ' ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι;
 [09999]  Τοῦτο καὶ ἐπὶ τῶν βιωτικῶν ἴδοι τις ἄν·
000-00-00 Serial Number=0742640257
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01771]  Τοσοῦτον γὰρ αὐτὴν σιγηρὰν εἶναι δεῖ, φησὶν, ὡς μὴ μόνον περὶ [62.544] βιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν φθέγγεσθαι ἐν ἐκκλησίᾳ.
 [03188]  Ὄντως οἰκία πένθους τὰ μοναστήρια, ἔνθα σάκκος καὶ σποδὸς, ἔνθα μόνωσις, ἔνθα γέλως οὐδεὶς, οὐδὲ βιωτικῶν πραγμάτων ὄχλος, ἔνθα νηστεία, ἔνθα χαμευνία, πάντα καθαρὰ κνίσσης, αἱμάτων, θορύβου, ταραχῆς, πολυοχλίας.
 [03439]  Ἔδει μὲν γὰρ αὐτὰς εἶναι ἀνωτέρας τῶν βιωτικῶν·
 [03464]  ἵνα τὰ πνευματικὰ ἐργάζωνται, μηδένα τῶν βιωτικῶν ποιούμενοι λόγον.
 [03466]  οὐδὲν αὐτοῖς ἔμελε τῶν βιωτικῶν, ὅτι τοῖς λαϊκοῖς ἔμελε τῆς αὐτῶν προνοίας, καὶ νόμῳ ἐτέτακτο τὰ τῶν προσόδων, οἷον αἱ δεκάται, τὰ ἀπὸ τῶν χρυσίων, αἱ ἀπαρχαὶ, αἱ εὐχαὶ, καὶ πολλὰ ἕτερα.
000-00-00 Serial Number=0402187288
In epistulam ad Ephesios Ante [Go Back]  
 [03587]  Οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἡ πολλὴ ῥύμη τῶν βιωτικῶν πραγμάτων τὸ διορατικὸν ἡμῶν ἐπικλύσῃ τῆς διανοίας, ἐν σκοτώσει γίνεται·
000-00-00 Serial Number=0595604300
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02212]  Καὶ γὰρ καὶ τοῦτο ἔπαινος τὸ οὕτω προσεδρεύειν τῷ λόγῳ, ὡς ἑτέρων δεῖσθαι, καὶ ἐν πενίᾳ μυρίᾳ εἶναι, καὶ τῶν βιωτικῶν ὑπερορᾷν ἁπάντων.
000-00-00 Serial Number=0686678946
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00628]  ἀπὸ τῶν βιωτικῶν;
 [03098]  Ἀποστῶμεν λοιπὸν τῶν βιωτικῶν, ἵνα εὕρω [63.84] μεν χάριν καὶ ἔλεον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [06564]  οὕτω δὴ καὶ ἐνταῦθα, ἐὰν ἐν τῷ βυθῷ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἐὰν ἐν τῷ σκότῳ τῶν παθῶν καὶ τῶν βιωτικῶν πραγμάτων κατορύττωμεν ἑαυτοὺς, μόλις διαβλέπομεν, μόλις ἀνακύπτομεν.
 [06588]  ὅταν πτερωθῇ, ὅταν τῶν βιωτικῶν ἀποστῇ, οὐδὲν αὐτοῦ ἐπιλαβέσθαι δύναται, πάντων ἐστὶν ἀνώτερος, καὶ τῶν βελῶν τῶν πεπυρωμένων τοῦ διαβόλου.
 [08402]  Πασῶν τοίνυν ἐστὶ τοῦτο ὅσαι τὴν ψυχήν εἰσι παρθένοι, ὅσαι τῶν νοημάτων τῶν βιωτικῶν εἰσιν ἀπηλλαγμέναι·
 [08550]  ὅταν γὰρ ῥᾳθυμίαν ἐκβάλλῃ, ὅταν ἐπιθυμίαν πονηρὰν, ὅταν ἔρωτα τῶν βιωτικῶν πραγμάτων, ὅταν συστρέφῃ τὴν ψυχὴν, ὅταν ποιῇ καταγνῶναι τῶν ἐνταῦθα πάντων (τοιοῦτο γὰρ ἡ θλῖψις), οὐχὶ ἁγία γίνεται;
 [09875]  οὕτω καὶ ψυχὴ τῷ θείῳ ὠχυρωμένη Πνεύματι, πάντως μέν ἐστιν ἀνωτέρα τῶν τρικυμιῶν τῶν βιωτικῶν, τὴν δὲ ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδὸν σφοδρότερον ἐκείνης τέμνει τῆς νεὼς, ἅτε οὐχ ὑπ' ἀνέμου παραπεμπομένη, ἀλλ' ὑπ' αὐτοῦ τοῦ Παρακλήτου πεπληρωμένα ἔχουσα τὰ ἱστία πάντα καὶ καθαρὰ, καὶ πᾶν χαῦνον καὶ διαλελυμένον ἐκβάλλει ἐκ τῆς διανοίας τῆς ἡμετέρας.
000-00-00 Serial Number=0836977959
In epistulam ad Philippenses Ante [Go Back]  
 [00897]  ὁ μηδενὸς φροντίζων τῶν βιωτικῶν, οὐ ζῇ.
 [01615]  Πάλιν κολακεία μέν ἐστι καὶ ἀνελευθερία, ὅταν τις θεραπεύῃ τινὰς ἐπὶ μηδενὶ τῶν δεόντων, ἀλλὰ θηρώμενός τι τῶν βιωτικῶν·
 [04514]  οὕτω μαθησόμεθα τῶν βιωτικῶν καταφρονεῖν.
 [04515]  Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευματικοῖς μάχη, ἀλλ' ὅπερ ἂν ἴδῃς γενόμενον, ἢ μάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν ἕνεκεν γίνεται·
 [04711]  οὐ χρημάτων ἐστὶν ὠνητὰ τὰ οὐράνια, οὐ τὰ χρήματα αὐτὰ ἀγοράζει, ἀλλ' ἡ προαίρεσις τοῦ τὰ χρήματα καταβάλλοντος, ἡ φιλοσοφία, τὸ τῶν βιωτικῶν ἀνωτέρω εἶναι, ἡ φιλανθρωπία, ἡ ἐλεημοσύνη.
 [04928]  Οὐχ ὁρᾶτε [62.297] πόσοι καὶ ἐνταῦθα θλίβονται βιωτικῶν ἕνεκεν πραγμάτων;
000-00-00 Serial Number=0803012073
In epistulam ad Romanos Ante [Go Back]  
 [02801]  κάτω πυκτεύειν πραγμάτων, ἀπὸ τῆς ἡδονῆς, ἀπὸ τοῦ πλούτου, ἀπὸ τῶν βιωτικῶν ἁπάντων.
 [05361]  ∆εικνὺς δὲ, ὅτι μετὰ τῆς φθορᾶς τοῦ σώματος καὶ ἡ τῶν βιωτικῶν πραγμάτων κατάστασις οἰχήσεται, ἔγραφε πάλιν ἀλλαχοῦ·
 [05871]  Ἡμᾶς δὲ οὔτε ὁ Χριστὸς, οὔτε τὰ τοῦ Χριστοῦ, τῶν βιωτικῶν ἀφέλκει πραγμάτων, ἀλλ' ὥσπερ ὄφεις ἢ ἔχεις ἢ χοῖροι, ἢ καὶ ταῦτα πάντα ὁμοῦ, οὕτως ἐν τῇ ἰλύϊ συρόμεθα.
 [08970]  Μέθην δὲ οὐκ οἴνου λέγω μόνον, ἀλλὰ καὶ τῶν βιωτικῶν φροντίδων, καὶ μετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ οἴνου.
 [09600]  Οὐκοῦν τὸν ἁπλοῦν τοῦτον καὶ ἀφελῆ σκόπει μοι, καὶ καταμάνθανε ἐπὶ τῶν βιωτικῶν, καὶ ὄψει πολλὴν ἀκρίβειαν ἐπιδεικνύμενον, ἣν εἴ γε ἐβούλετο καὶ ἐπὶ τῶν πνευματικῶν ἐπιδείκνυσθαι, οὐκ ἂν παρώφθη·
 [09611]  Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τῶν βιωτικῶν καὶ ἀντειπεῖν οἶδεν ἀδικούμενος, καὶ ἀντιστῆναι βιαζόμενος, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ μικρὸν ἐπηρεασθῆναί ποτε·
 [09776]  Ἡ μὲν γὰρ τῶν βιωτικῶν δόξα εὐθέως ἀφίπταται·
000-00-00 Serial Number=0591616273
In epistulam ad Titum Ante [Go Back]  
 [00845]  Ὁ πάντα πράττων ὥστε ἡμᾶς ἀποστῆσαι τῶν βιωτικῶν, περὶ τῶν κατὰ τὴν οἰκίαν νῦν πολλὴν ποιεῖται τὴν φροντίδα.
 [00994]  Καὶ τοῦτο χάριτος, τὸ ἀπαλλάξαι τῶν βιωτικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν.
000-00-00 Serial Number=0353184044
In illud Domine non est in homine Ante [Go Back]  
 [00133]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐν δικαστηρίῳ μὲν περὶ βιωτικῶν δικαζομένους πραγμάτων, ἅπαντα εἰς μέσον προτιθέναι τὰ δικαιώματα, καὶ τόπους καὶ καιροὺς καὶ αἰτίας καὶ πρόσωπα καὶ μυρία παράγειν ἕτερα, περὶ δὲ ζωῆς αἰωνίου προκειμένων ἡμῖν ἀγώνων, ἁπλῶς καὶ ὡς ἔτυχε τὰ ἀπὸ τῶν Γραφῶν παραφέρειν;
000-00-00 Serial Number=0123839617
In illud Exiit edictum Ante [Go Back]  
 [00189]  ἔπρεπε γὰρ αὐτῷ ἐπειδὴ ἀπείχετο τῶν βιωτικῶν πραγμάτων·
000-00-00 Serial Number=0333296239
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00438]  Ἐνταῦθα μὲν οὖν ἐπὶ τῶν βιωτικῶν πραγμάτων καὶ ὁ ἀμητὸς καὶ ὁ σπόρος τῶν αὐτῶν ἐστι σπερμάτων·
000-00-00 Serial Number=0078156352
In illud In faciem ei restiti Ante [Go Back]  
 [00418]  Τοῦτο δὲ καὶ ἐπὶ συναλλαγμάτων γίνεται βιωτικῶν.
000-00-00 Serial Number=0911386073
In illud Messis quidem multa Ante [Go Back]  
 [00213]  εὔδηλον ὅτι καὶ εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας συνεφάψεται ἡμῖν, μόνον ἐὰν μὴ ὕπτιοι καὶ ἀναπεπτωκότες ὦμεν ἡμεῖς, ἀλλὰ τὰ παρ' ἑαυτῶν συνεισφέρωμεν, προθυμίαν, σπουδὴν, βούλησιν, γνώμην, ἀγρυπνίαν, φροντίδα, τὸ τῶν βιωτικῶν ἀπαλλαχθῆναι πραγμάτων, τὸ ζητεῖν τὰ μέλλοντα, τὸ καθ' ἑκάστην ἡμέραν αὐτῶν ἐρᾷν.
000-00-00 Serial Number=0645766735
In illud Ne timueritis Ante [Go Back]  
 [00024]  Τί συνάγεις χρήματα ἀπολλύμενα, φιλαργυρίαν τὴν τύραννον, ἀρχὰς τὰς ἀπολλυμένας, περιουσίαν τῶν βιωτικῶν φροντίδων, τὴν
000-00-00 Serial Number=0427915275
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00020]  ἀπηλλαγμένη φροντίδων βιωτικῶν ἡ ψυχὴ, ἵνα μὴ καταβάλωμεν εἰς τὰς ἀκάνθας, μηδὲ εἰς τὰς πέτρας, μηδὲ παρὰ τὴν ὁδὸν τὰ λεγόμενα·
000-00-00 Serial Number=0063098073
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00129]  Οὐκ ἔστιν, οὐκ ἔστι τὸν οὕτως ἀμελῆ καὶ ῥᾴθυμον συγγνώμης τυχεῖν ποτε, κἂν μυριάκις ἀνάγκας προβάλληται πραγμάτων βιωτικῶν.
000-00-00 Serial Number=0400164425
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00012]  τὰ μὲν γὰρ ἀπόῤῥητα τῆς διανοίας οὐκ ἐπίσταμαι, ἑκάστου δὲ τὰ ὄμματα περιεργάζομαι, καὶ τὰ βλέφαρα ὡς κέρατα ἑστηκότα ὁρῶ, καὶ τὸ ἀτρεμὲς τοῦ ὄμματος τὸ ἀσάλευτον τῆς διανοίας ἡμῖν ἐμφαῖνον, καὶ ἑκάστην διάνοιαν ἀπηλλαγμένην τῶν βιωτικῶν φροντίδων, μόνον ἕκαστον τοῦτο σκοποῦντα, τοῦτο λογιζόμενον, ὅπως δέξηται τὰ λεγόμενα·
 [00247]  ὥσπερ οὖν ὁ Ἰὼβ οὔτε ἐν τῇ πενίᾳ ἐγένετο βλάσφημος, οὔτε ἐν τῷ πλούτῳ ἐπηρμένος, ἀλλ' ὅτε μὲν ἦν πλούσιος, τὴν θύραν ἠνέῳξεν, ὅτε δὲ πένης ἐγένετο, τὰς πλευρὰς τὰς ἑαυτοῦ ἤνοιξε τότε μὲν οὖν φιλόπτωχος, ὕστερον δὲ φιλόσοφος γινόμενος, καὶ καταπατῶν τὴν διαφορὰν τῶν βιωτικῶν πραγμάτων.
000-00-00 Serial Number=0098621130
In illud Vidi dominum Ante [Go Back]  
 [00356]  Καὶ πρῶτόν γε ἀπὸ τῶν βιωτικῶν ὑμῖν ἐπιδείξομαι πραγμάτων.
 [00362]  Εἰ οὖν ἐπὶ τῶν βιωτικῶν τοσαύτη τοῦ πράγματος ἡ ἰσχύς, ἐπὶ τῶν πνευματικῶν πολλῷ μείζων καὶ χρησιμωτέρα.
000-00-00 Serial Number=0561783731
In illud Vidua eligatur Ante [Go Back]  
 [00018]  Ἡ χήρα τῶν μὲν βιωτικῶν ἀπήλλακται πραγμάτων, πρὸς δὲ τὸν οὐρανὸν ὁδεύει λοιπόν·
 [00450]  οὐδὲν ἄλλο διὰ τούτων αἰνίττεται τῶν ῥημάτων ἀλλ' ἢ ὅτι τῶν βιωτικῶν ἁπάντων πραγμάτων καθάπαξ ἑαυτὴν ἀποῤῥήξασαν τὴν παρθένον ὁλόκληρον ἀναθεῖναι δεῖ τῷ Θεῷ τὴν ψυχὴν καὶ μηδὲν πρὸς τὴν γῆν ἔχειν κοινὸν, μηδὲ ποτὲ μὲν τούτοις, ποτὲ δὲ ἐκείνοις σχολάζειν, ἀλλὰ καθόλου τούτοις ἀποταξαμένην, ὅλην εἰς τὰ πνευμα-τικὰ πράγματα ἀναλίσκειν τὴν σχολήν.
000-00-00 Serial Number=0434197783
In principium Actorum Ante [Go Back]  
 [00085]  οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπίτροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιωτικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν·
 [00121]  Ἀναμνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναμνήσατε αὐτοὺς τῶν βιωτικῶν πραγμάτων·
 [00916]  Καὶ ὅτι ἄρχοντές εἰσι πνευματικοὶ, καὶ τοῦτο ἀποδεῖξαι πειράσομαι, ἵνα μετὰ τὴν ἀπόδειξιν μάθητε, ὅτι τοσούτῳ βελτίους εἰσὶν οἱ ἀπόστολοι τῶν ἀρχόντων τῶν βιωτικῶν, ὅσῳ αὐτοὶ οἱ βιωτικοὶ ἄρχοντες τῶν παίδων τῶν παιζόντων ἀμείνους εἰσί.
000-00-00 Serial Number=0218750060
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00005]  Ἐπὶ μὲν οὖν τῶν βιωτικῶν πραγμάτων, οὐκ ἂν ἕλοιντό ποτε οἱ πρὸς τὰς μεγάλας ἀναβαίνοντες ἀρχὰς ἑτέρους κοινω νοὺς τῆς αὐτῆς προεδρίας ἰδεῖν·
000-00-00 Serial Number=0097209930
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00006]  Καὶ γὰρ παρῆλθε τὸν εὔρι πον τῶν βιωτικῶν πραγμάτων, ἀπηλλάγη τῆς ταρα χῆς τῶν κυμάτων, πρὸς τὸν εὔδιον καὶ ἀτάραχον κατ [50.598.40] έπλευσε λιμένα, οὐχ ὑπόκειται τῇ τοῦ μέλλοντος ἀδηλίᾳ, οὐδέ ἐστιν ὑπεύθυνος καταπτώσει, ἀλλὰ καθάπερ ἐπὶ πέτρας τινὸς καὶ ὑψηλοῦ σκοπέλου νῦν ἑστὼς καταγελᾷ τῶν κυμάτων ἁπάντων.
000-00-00 Serial Number=0452980220
In sanctum Julianum martyrem Ante [Go Back]  
 [00221]  Οὐ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ δι' οἰκείαν ἀπέχθειαν ἀμυνόμενος, οὐδὲ ὑπὲρ ἄλλου τινὸς τῶν βιωτικῶν φιλονεικῶ καὶ μάχομαι, ἀλλ' ὑπὲρ ἀδελφοῦ σωτηρίας·
000-00-00 Serial Number=0349719644
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00043]  Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων διηνεκοῦς, καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέ τρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυ τὸν, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλώσεται, ἀνώτερον τῆς τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρο μῆς·
000-00-00 Serial Number=0954850495
In sanctum pascha [1] Ante [Go Back]  
 [00111]  Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν, τῶν βιωτικῶν λέγω, ἔνθα πολλὴ ἡ φαντασία καὶ τῆς ἔξωθεν περιβολῆς, καὶ τῆς ἐν τῇ τραπέζῃ πολυτε λείας, εἰκότως ἐκεῖ ὁ μὲν πένης ἐν ἀθυμίᾳ καὶ κατ ηφείᾳ ἔσται, ὁ δὲ πλούσιος ἐν ἡδονῇ καὶ φαιδρότητι.
000-00-00 Serial Number=0690910578
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00239]  καὶ φίλοι παροξύνουσι, καὶ οἰκέται ἐκθηριοῦσι, καὶ γυνὴ λυπεῖ, καὶ παιδίον ὀδυνᾷ, καὶ ὄχλος πραγμάτων βιωτικῶν καὶ δημοσίων περιίσταται·
000-00-00 Serial Number=0515872419
Prooemia in Psalmos Ante [Go Back]  
 [00172]  Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἀνίστησι ψυχὴν, καὶ πτεροῖ, καὶ τῆς γῆς ἀπαλλάττει, καὶ τῶν τοῦ σώματος ἀπολύει δεσμῶν, καὶ φιλοσοφεῖν ποιεῖ, καὶ πάντων καταγελᾶν τῶν βιωτικῶν, ὡς ἡ ἀπὸ τῶν ψαλμῶν ἐμμέλεια, καὶ ῥυθμῷ συγκείμενον ᾆσμα.
000-00-00 Serial Number=0879060626
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00006]  Ἐπεὶ καὶ οἱ ἐπὶ τῶν βιωτικῶν τούτων πραγμάτων καθήμενοι δικασταὶ οὐκ ἀνέχονται, κἂν σφοδρῶς ῥέοντα ἴδωσι τὸν πρότερον ῥήτορα καὶ πάντα ἐπικλύζοντα τῇ γλώττῃ, μὴ καὶ θατέρου μετὰ μακροθυμίας ἀκούσαντες τοῦ πρὸς αὐτὸν ἱσταμένου τὴν ψῆφον ἐνεγκεῖν, ἀλλά, κἂν μυριάκις ὁ πρότερος δοκῇ δίκαια λέγειν, ἀνέπαφον τὴν ἀκοὴν καὶ τῷ δευτέρῳ τηροῦσιν, ἐπειδήπερ καὶ αὕτη δικασ τῶν ἐστιν ἀρετή, τὰ παρ' ἑκατέρων μαθόντας μετ' ἀκριβείας ἁπάσης, τότε τὰ παρ' ἑαυτῶν ἐπάγειν, ἐπεὶ οὖν καὶ νῦν ἀντὶ ῥήτορός τινος ἡ κοινὴ τῶν πολλῶν πρόληψις καὶ ἐν μακρῷ χρόνῳ ῥιζωθεῖσα παρὰ ταῖς τῶν πολλῶν διανοίαις ταῦτα κατὰ τὴν οἰκουμένην ἅπασαν ῥητορεύει λέγουσα·
 [00347]  Ἐπειδὴ γὰρ φιλοσοφεῖν ᾔδεσαν καὶ βιωτικῶν ἦσαν ἀνώτεροι τῶν πραγμάτων, καὶ τὸν τῦφον ἅπαντα κατεπάτησαν τὸν ἀνθρώπινον, καὶ κοῦφον αὐτῶν τὸ πτερὸν εἰργάσαντο, προσθήκην κακῶν καὶ τὴν αὐτόθι διατριβὴν ἐνόμιζον εἶναι.
000-00-00 Serial Number=0462774813
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00469]  Νυνὶ δὲ καὶ τοῦ τῶν βιωτικῶν ἐκπίπτειν ἡμεῖς αἴτιοι, τῶν οὐρανίων ἀμελοῦντες πραγμάτων.
000-00-00 Serial Number=0129295826
Sermo antequam iret in exsilium Ante [Go Back]  
 [00144]  Τοῦτο ὅπερ ἐπεθύμουν ἀεὶ, κατεφρονήσατε τῶν βιωτικῶν πραγμάτων, ἀπετάξασθε τῇ γῇ, εἰς τὸν οὐρανὸν μετέστητε·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»