Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βιβλίον [150]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βιβλίον


000-00-00 Serial Number=0791917324
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01075]  Σὺ δὲ εἰ βούλει μετὰ ἀκριβείας τὰ ἐκείνου μαθεῖν, τὸ βιβλίον αὐτοῦ μετὰ χεῖρας λαβὼν διάκυψον πρὸς τὴν ἄβυσσον τῶν συμφορῶν, καὶ πολλὴν ἐν ἐκείνοις παραμυθίαν εὑρήσεις τῶν σῶν.
000-00-00 Serial Number=0803916633
Ad populum Antiochenum Ante [Go Back]  
 [02386]  ἀλλ' ὥστε σαφεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν μεταχειριοῦμαι βιβλίον, καὶ εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μάλιστα μηδὲ ἴχνος ἐμφαίνειν παραμυθίας, ἀλλὰ καὶ [49.93] καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθεὶς, ὃ λέγω ποιήσω φανερόν.
 [02489]  πρὸ δὲ τούτων ἀναγκαῖον εἰπεῖν, πότε τὸ βιβλίον ἐδόθη τοῦτο·
 [02544]  Καὶ γὰρ εὖ οἶδα ὅτι πρὸς ταύτην κεχήνατε πάντες, καὶ ἕκαστος ὑμῶν ὠδίνει μαθεῖν τίνος ἕνεκεν οὐκ ἐξ ἀρχῆς τὸ βιβλίον τοῦτο ἐδόθη, ἀλλ' οὐδὲ νῦν ὁρῶ τὸν καιρὸν ὄντα τῆς ἐξηγήσεως ταύτης.
 [02753]  οὐ γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὐδὲ ἐπὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, ἀλλὰ ἐπὶ τοῦ Μωϋσέως ἐδόθη τοῦτο τὸ βιβλίον·
 [02802]  καὶ ὁ μὲν εὔπορος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι·
 [02807]  εἰς τοῦτο καὶ ἰδιώτης καὶ σοφὸς δυνήσεται τὸ βιβλίον ὁμοίως ἰδεῖν, καὶ πένης καὶ πλούσιος, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, ἀναβλέψαι εἰς τὸν οὐρανὸν ἀρκοῦσαν λήψεται διδασκαλίαν ἀπὸ τῆς θεωρίας·
 [02988]  Ἐζητοῦμεν πῶς καὶ τίνι τρόπῳ πρὸ τῆς τῶν Γραφῶν δόσεως τὰ καθ' ἡμᾶς ᾠκονόμησεν ὁ Θεὸς, καὶ ἐλέγομεν, ὅτι διὰ τῆς κτίσεως ἐπαίδευσεν ἡμῶν τὸ γένος, οὐρανὸν ἐκτείνας καὶ εἰς τὸ μέσον προθεὶς, βιβλίον μέγιστον, καὶ ἰδιώταις καὶ σοφοῖς, καὶ πένησι καὶ πλουσίοις, καὶ Σκύθαις καὶ βαρβάροις, καὶ πᾶσιν ἁπλῶς τοῖς τὴν γῆν οἰκοῦσι χρήσιμον, βιβλίον πολὺ μεῖζον τοῦ πλήθους τῶν διδασκομένων ὄν.
 [04447]  Σὺ δὲ εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀνάπτυξον, καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διαλέγεται, φρίξον, καὶ ἀπόστηθι.
 [05457]  Οὐ χρεία χρυσίου καὶ κτημάτων ἐνταῦθα, οὔτε βιβλίον πρίασθαι, προαιρέσεως δὲ μόνης καὶ διαθέσεως ψυχῆς διεγηγερμένης, καὶ ἀσφαλέστερον ἕξεις τὸ Εὐαγγέλιον, οὐκ ἔξωθεν περιφέρων, ἀλλ' ἔνδον αὐτὸ τοῖς τῆς ψυχῆς ἀποτιθέμενος ταμείοις.
000-00-00 Serial Number=0491734624
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00051]  Καὶ τὸ βιβλίον ἐγὼ τοῦτο λαβὼν, ἀντ' ἄλλου τινὸς φαρμάκου ταῖς τῶν καμνόντων ἐνθήσω χερσί·
000-00-00 Serial Number=0444332898
Commentarius in Job Ante [Go Back]  
 [00019]  καὶ γὰρ ἐμοὶ δοκεῖ πρὸ τοῦ νόμου εἶναι, καὶ δῆλον αὐτόθεν, ὥστε εἰκότως ἄν τις εἴποι, ὅτι πρῶτον τοῦτο τὸ βιβλίον διδάσκαλός τις καὶ κῆρυξ ἦν τῆς τοῦ θεοῦ γνώσεως, ἀλλὰ διὰ βίου μὲν καὶ ὑπομονῆς δῆλον.
 [00712]  «ὁ δεῖνα ἀνατέθεικεν», οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ διὰ ῥημάτων γράψας ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει·
000-00-00 Serial Number=0975881338
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00038]  [9] Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη ποῦ τέλος ἔσχεν οὗτος ὁ χρησμός, τὸ βιβλίον μετὰ χεῖρας λαβὼν ὃ καλεῖται μὲν Πράξεις Ἀποστόλων, ἔχει δὲ αὐτὰς οὐ πάσας ἀλλ' οὐδὲ πάντων αὐτῶν, ἀλλ' ἑνὸς ἢ δύο καὶ ταύτας εὐαριθμήτους τὰς δὲ σκιὰς μόνον τῶν μακαρίων ἐκείνων ἐφαπτομένας τε αὐτῶν ἅμα καὶ τὴν ὑγίειαν ἐργαζομένας, πολλοῖς δὲ τῶν μαινομένων τῶν ἱματίων Παύλου οὐδὲν πλέον ἐδέησε πρὸς τὴν τοῦ κινοῦντος αὐτοὺς δαίμονος ἀπαλλαγήν.
000-00-00 Serial Number=0900706232
De Davide et Saule Ante [Go Back]  
 [00395]  Ὅτι γὰρ οὐ παρ' ἑτέρων ἀναπεισθεὶς, ἀλλ' αὐτὸς οἴκοθεν τὴν πονηρίαν ταύτην τεκὼν ἐπολέμει τῷ δικαίῳ, καὶ τοῦτο ἐδήλωσεν ὁ τὸ βιβλίον γράψας, εἰπὼν ὅτι ἐκ τῆς εὐφημίας ὁ φθόνος ἐτίκτετο, καὶ προϊὼν ηὔξετο καθ' ἑκάστην ἡμέραν.
000-00-00 Serial Number=0505320907
De Lazaro Ante [Go Back]  
 [00842]  ∆ιὰ τοῦτο καὶ τὴν ὑπόθεσιν τῶν μελλόντων ῥηθήσεσθαι πολλάκις ὑμῖν προλέγομεν πρὸ πολλῶν ἡμερῶν, ἵνα ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις τὸ βιβλίον λαβόντες, καὶ τὴν περικοπὴν ἅπασαν ἐπιόντες, καὶ καταμαθόντες τί μὲν εἴρηται, τί δὲ ὑπολέλειπται, εὐμαθεστέραν ὑμῶν ποιήσητε τὴν διάνοιαν πρὸς τὴν ἀκρόασιν τῶν μετὰ ταῦτα ῥηθησομένων.
 [00920]  Λάβε μετὰ χεῖρας τὸ βιβλίον·
000-00-00 Serial Number=0741708815
De incomprehensibili dei natura Ante [Go Back]  
 [00874]  Κἀγὼ τοίνυν καθάπερ βιβλίον ἀναπτύξας τὴν μνήμην τῆς διανοίας τῆς ὑμετέρας, ὥσπερ δακτύλῳ τινὶ τῷ λόγῳ τὰ καταβληθέντα ἐπιδείξας, ἐπὶ τὰ λειπόμενα βαδιοῦμαι λοιπόν.
000-00-00 Serial Number=0319349289
De libello repudii Ante [Go Back]  
 [00030]  ὥστε κἂν βιβλίον ἀποστασίου δῷ, καὶ τὴν οἰκίαν ἀφῇ, κἂν πρὸς ἄλλον ἀπέλθῃ, τῷ νόμῳ δέδεται, καὶ μοιχαλίς ἐστιν ἡ τοιαύτη.
 [00047]  δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ.
 [00051]  Μὴ γάρ μοι τοὺς παρὰ τοῖς ἔξωθεν κειμένους νόμους ἀναγνῷς, τοὺς κελεύοντας διδόναι βιβλίον ἀποστασίου, καὶ ἀφίστασθαι.
 [00074]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἐρωτῶσι καὶ λέγουσι, Πῶς Μωϋσῆς ἐπέτρεψε δοῦναι βιβλίον ἀποστασίου;
 [00085]  Ἐάν τις γυναῖκα λάβῃ, φησὶ, καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἀσχημοσύνης πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς.
 [00089]  Γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς.
 [00092]  τὸ δὲ εἰπεῖν, Γράψει βιβλίον ἀποστασίου, καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς, τὸ γεγενημένον ἀπαγγέλλοντος, οὐκ οἴκοθεν τὸν νόμον εἰσάγοντος.
 [00093]  Ἐὰν οὖν τις, φησὶν, ἐκβάλῃ τὴν γυναῖκα, καὶ ἀποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀπελθοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν καὶ ὁ ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ ἀποθάνῃ ὁ ἀνὴρ αὐτῆς, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστείλας αὐτὴν ἐπαναστρέψαι καὶ λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα.
000-00-00 Serial Number=0413515270
De mutatione nominum Ante [Go Back]  
 [00113]  ἐπειδὴ δὲ τῶν Πατέρων ὁ νόμος κελεύει μετὰ τὴν Πεντηκοστὴν ἀποτίθεσθαι τὸ βιβλίον, καὶ τῷ τέλει τῆς ἑορτῆς ταύτης συγκαταλύεται καὶ ἡ τοῦ βιβλίου ἀνάγνωσις, ἐφοβήθην μή ποτε περὶ τὰ προοίμια ἀσχολουμένων ἡμῶν καὶ διατριβόντων, προσεκδράμῃ τὴν ἡμετέραν ἄφιξιν τῆς ἱστορίας ἡ ἀκολουθία.
 [00118]  Ὅτι γὰρ οὐκ ἦν ὁδῷ βαδίζοντα πρὸς Παῦλον ἐλθεῖν, ἀλλὰ προεξέδραμεν ἂν τῆς ἡμετέρας γλώττης τὸ βιβλίον, καὶ τὰς θύρας ἡμῖν ἀπέκλεισεν ἂν, ἐξ αὐτοῦ τοῦ προοιμίου ποιήσω φανερὸν, εἰ καὶ ἤδη γέγονε τοῦτο δῆλον.
000-00-00 Serial Number=0587255120
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00009]  Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ' ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν.
000-00-00 Serial Number=0884822190
De paenitentia sermo 2 Ante [Go Back]  
 [00146]  ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα πίπτουσιν, ὁ ἀὴρ κλονεῖται, ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, τὰ Χερουβὶμ τρέμει, τὰ Σεραφὶμ ἐξίστανται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι τρέμουσι, τὰ ἄνω, τὰ κάτω δονεῖται, τὰ πάντα σείεται·
000-00-00 Serial Number=0973261118
De patientia sermo 1 Ante [Go Back]  
 [00273]  Ὅτε ἥξει ἐξαίφνης ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, τότε ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα σκορπίζονται, αἱ δυνάμεις τῶν ἀγγέλων προτρέχουσι, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται, αἱ πηγαὶ ξηραίνονται, αἱ ἄβυσσοι σαλεύονται, ἡ γῆ πᾶσα κλονίζεται.
000-00-00 Serial Number=0452023923
De prophetiarum obscuritate Ante [Go Back]  
 [00232]  Γράψον εἰς βιβλίον πάντα τὰ μέλλοντα αὐτοῖς ἔσεσθαι δεινά.
 [00264]  ∆έον χάριτας ὁμολογῆσαι, δέον ἐπαινέσαι, δέον θαυμάσαι, οὐδὲν τούτων ποιοῦσιν, [56.172] ἀλλ' ἀπελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ, καὶ τὸ βιβλίον ἀπέθεντο ἐν τῷ οἴκῳ Ἐλισαμᾶ.
 [00265]  Καὶ πέμψας, φησὶν, ὁ βασιλεὺς τὸν Ἰουδὴν, ἕνα τινὰ τῶν παρεστηκότων αὐτῷ, ἐκέλευσε κομισθῆναι τὸ βιβλίον.
 [00278]  ἐκομίσθη τὸ βιβλίον μυρίων γέμον καλῶν ἡ γὰρ τῶν κακῶν προφητεία κακῶν ἀναίρεσις ἦν, καὶ ἀνεγινώσκετο.
 [00280]  Καὶ ἐν τῷ ἀναγινώσκειν αὐτὸν τρεῖς σελίδας, λαβὼν τὴν σμίλην ἔκοψεν, καὶ ἔβαλεν εἰς τὴν ἐσχάραν τοῦ πυρὸς, ἕως ἐξέλιπε τὸ βιβλίον ἅπαν.
 [00288]  Οὐχ εὗρε τὸν ἔχοντα τὸ βιβλίον, καὶ αὐτὸ τὸ βιβλίον κατέκοψε·
 [00292]  Οὐ γὰρ εἶπεν, ὅτι ἀναγνοὺς τὸ βιβλίον ἅπαν, οὕτως ἔκαυσεν·
000-00-00 Serial Number=0720996737
De sacerdotio Ante [Go Back]  
 [00767]  Καὶ μισηθείσῃ δὲ παρὰ τοῦ νυμφίου οὐκ ἀρκεῖ λαβεῖν ἀποστασίου βιβλίον καὶ ἀπελθεῖν, ἀλλὰ κόλασιν αἰώνιον τοῦ μίσους δίδωσι τὴν τιμωρίαν.
000-00-00 Serial Number=0985794604
De sancta pentecoste Ante [Go Back]  
 [00276]  Τίνος οὖν ἕνεκεν ἐκεῖ βιβλίον καὶ γράμματα, ἐνταῦθα δὲ γλῶσσα καὶ πῦρ;
 [00353]  Ἐγγράφεται δὲ, οὐκ ἐπειδὴ ὁ Θεὸς ἀναμνήσῃ τὴν ἡμέραν, ὥσπερ ἔλεγχόν τινα καὶ κατηγορίαν εἰς μέσον παράγων τὸ βιβλίον.
000-00-00 Serial Number=0413752079
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02897]  δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ κατὰ τοὺς παρὰ τοὺς ἔξωθεν κειμένους νόμους, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ.
 [06820]  Σὺ δὲ, εἰ μηδὲν ἕτερον, αὐτὸ γοῦν τὸ βιβλίον αἰδέσθητι, ὃ προτείνεις εἰς ὅρκον, καὶ τὸ Εὐαγγέλιον, ὃ μετὰ χεῖρας λαμβάνων κελεύεις ὀμνύναι, ἀναπτύξας καὶ ἀκούσας τί περὶ ὅρκων ὁ Χριστὸς ἐκεῖ διακελεύεται, φρίξον καὶ ἀπόστηθι.
 [07545]  Ζῶ γὰρ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός (ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)·
 [08487]  Ἐβουλόμην ἐνταῦθα παρεῖναι Ἰουδαίους καὶ Ἕλληνας ἅπαντας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὴν προφητείαν.
000-00-00 Serial Number=0150326431
Expositiones in Psalmos Ante [Go Back]  
 [03086]  Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον.
 [04849]  Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον, τῷ μὲν μήκει διεγείρων τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι διαναπαύων τὸν κάματον.
 [07145]  Ἐβουλόμην παρεῖναι νυνὶ Ἰουδαίους ἅπαντας καὶ Ἕλληνας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὸν ψαλμόν.
000-00-00 Serial Number=0816763043
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05067]  *Μηνύσας τοῦ λαοῦ τὴν ἄνοδον, πρὸς πληροφορίαν τῶν λεχθέντων προστάττει τῷ προφήτῃ ἐγκεκλεισμένῳ ἐπὶ τῆς τοῦ βασιλέως φυλακῆς τὸν τοῦ θείου ἀγρὸν, τουτέστι, τοῦ Ἀνανιὴλ, πρίασθαι, καὶ τοῦτο ποιήσας, καὶ τὰ γράμματα συντελέσας, καὶ τὴν νομὴν τοῦ ἀγροῦ δεξάμενος, προσέταξε τῷ Βαροὺχ ἐν ὀστρακίνῳ σκεύει καταθέσθαι τὸ βιβλίον, μήνυμα τοῦ αὖθις τὴν γῆν ἐν ἀπολαύσει τοῦ λαοῦ ἔσεσθαι.
 [05255]  Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ ἀκούσας τὰ δυνάμενα καὶ λίθον μαλάξαι, συνέκοψε τὸ βιβλίον·
 [05974]  λέγει δὲ τὰ δῶρα τὰ παρὰ Σεδεκίου ἀποστελλόμενα τῷ Ναβουχοδονόσορ, ἔνθα προστάττει αὐτῷ λαβεῖν τὸ βιβλίον, καὶ δῆσαι λίθον ἐπ' αὐτὸ, καὶ ῥίψαι εἰς τὸ μέσον τοῦ Εὐφράτου, μήνυμα τῆς ἀπωλείας τῆς Βαβυλῶνος.
000-00-00 Serial Number=0376474202
Fragmenta in Job Ante [Go Back]  
 [00002]  Ὅτι δὲ παντὶ χρήσιμον τὸ βιβλίον, ἐν ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, ἀνδρὶ καὶ γυναικὶ, πρεσβυτέρῳ καὶ νέῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι, τοῖς δεξιοῖς εὐθηνουμένῳ, καὶ τοῖς ἀριστεροῖς πιεζομένῳ, ἐγγύθεν ἔστι λαβεῖν τὴν ἀπόδειξιν.
 [00478]  οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς τοῦ δικαίου διὰ ῥημάτων γράψας, ὁ συγγράψας τὸ βιβλίον, ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων, λέγει, ὅτι Ἐν τούτοις πᾶσιν οὐχ ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον Κυρίου.
000-00-00 Serial Number=0457777739
In Acta apostolorum Ante [Go Back]  
 [00006]  Πολλοῖς τουτὶ τὸ βιβλίον οὐδ' ὅτι ἔνι γνώριμόν ἐστιν, οὔτε αὐτὸ, οὔτε ὁ γράψας αὐτὸ καὶ συνθείς.
 [00015]  Ἔστι δὲ καὶ δόγματα ἐνταῦθα εὑρεῖν, ἅπερ, εἰ μὴ τοῦτο ἦν τὸ βιβλίον, οὐδενὶ σαφῶς οὕτω γνώριμα ἐγένοντο·
 [00018]  Καὶ τὸ αἴτιον, ὅτι αὐτοῦ φοιτητὴς ἦν ὁ τὸ βιβλίον τοῦτο συνθεὶς Λουκᾶς ὁ μακάριος·
 [00053]  Καὶ γὰρ τοῦτο μάλιστά ἐστι τουτὶ τὸ βιβλίον, ἀπόδειξις ἀναστάσεως.
 [00114]  Καὶ τίνος ἕνεκεν οὐχ ἓν βιβλίον ἐποίησεν, ἑνὶ τῷ Θεοφίλῳ ἐπιστέλλων, ἀλλ' εἰς δύο διεῖλεν ὑποθέσεις;
 [00874]  Ὁρᾷς, ὅτι οὐχ ἁπλῶς εἶπον ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύματός ἐστι πολιτεία τὸ βιβλίον τοῦτο;
 [02467]  Τὰ μὲν οὖν ἄλλα σημεῖα παρεῖδεν ὁ τὸ βιβλίον συγγράφων·
 [06493]  οὐδεὶς γὰρ ὑμῶν βιβλίον ἔχει μετὰ χεῖρας, ἀλλὰ πάντα μᾶλλον ἢ τὸ βιβλίον.
 [09999]  Καὶ ὁ γράψας τὸ βιβλίον, ῥίψας ἀκατασκεύαστον εἰς ποταμὸν, ἑάλω, καὶ ἀπαιτούμενος οὐκ εἶχε δοῦναι, ἀλλὰ περιήγετο τὴν πόλιν ἅπασαν δέσμιος·
 [09999]  Ἰδὼν δὲ ἐκεῖνος τὸ βιβλίον ἄνω ἐπιπλέον, τὸ μὲν πρῶτον ἐνόμιζεν ὀθόνην εἶναι, γενόμενος δὲ ἐγγὺς, ἔγνω ὅτι βιβλίον ἦν, καὶ καταβὰς ἀνείλετο.
000-00-00 Serial Number=0620056093
In Ecclesiasten Ante [Go Back]  
 [00013]  Καὶ γὰρ ὑψηλὸν τὸ βιβλίον καὶ ἠθικώτατον καὶ μουσικώτατον καὶ περὶ τῶν κατὰ τὸν βίον πολλῆς γέμον φιλοσοφίας.
 [00154]  Ὅρα πῶς χρήσιμον καὶ πρὸς εὐθυμίαν τὸ βιβλίον.
000-00-00 Serial Number=0852154136
In Genesim sermones Ante [Go Back]  
 [00032]  Καὶ γὰρ ὑπὲρ τούτων καὶ ὑπὲρ πλειόνων ἑτέρων ἀπολογίαν συνθεὶς ὁ Θεὸς, τὸ βιβλίον τοῦτο πρὸς ἡμᾶς ἔπεμψεν·
000-00-00 Serial Number=0186560690
In Isaiam Ante [Go Back]  
 [00254]  Καὶ μὴν ὁλόκληρον σύγκειται βιβλίον τὸ Λευϊτικὸν λεγόμενον, περὶ τῆς τῶν θυσιῶν ἀκριβείας νομοθετοῦν.
 [00541]  Ἐντεῦθεν δῆλον ὡς οὐ πάσας ὑφ' ἓν τὰς προφητείας εἰρήκασιν, ἀλλὰ κατὰ διαφόρους ἐμπνεόμενοι καιροὺς περικοπάς τινας ἀπήγγελλον, αἳ συντεθεῖσαι ὕστερον ὑφ' ἓν ὁλόκληρον βιβλίον ἐποίησαν.
 [00752]  Καὶ τοῦ Ἰησοῦ τὸ βιβλίον τις ἀναγνοὺς καὶ τῶν Κριτῶν εἴσεται πόσους ἡ Παλαιστίνη ἐν βραχεῖ πολέμους τότε ἐδέξατο καιρῷ.
 [02631]  ἵνα ὅταν ἐξέλθῃ καὶ λέγωσιν ὅτι οὐκ ἐλέχθη ταῦτα πρὸ πολλῶν τῶν χρόνων, τὸ βιβλίον ἐξενεχθὲν καὶ οἱ μάρτυρες οἱ παρόντες καὶ ἀναισχυντοῦντας αὐτοὺς ἐπιστομίσωσι.
000-00-00 Serial Number=0528738976
In Joannem Ante [Go Back]  
 [03069]  Ἐβουλόμην, εἴ γε σχολῆς ἀπελαύετε πολλῆς, εἰς μέσον ἁπάντων ὑμῶν μιαροῦ τινος Ἕλληνος φιλοσόφου βιβλίον καθ' ἡμῶν εἰρημένον ἀγαγεῖν, ἑτέρου πάλιν πρεσβυτέρου τούτου, ἵν' οὕτω γοῦν ὑμᾶς διανέστησα, καὶ τῆς πολλῆς νωθείας ἀπήγαγον.
 [06013]  Ἂν τὸ βιβλίον μετὰ χεῖρας ἔχεις.
000-00-00 Serial Number=0153510273
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00429]  δάκρυσον, καὶ εὑρίσκεται καθαρὸν ἐκεῖ τὸ βιβλίον.
 [00448]  Οὐκ ἔχεις βιβλίον ἐν τῇ οἰκίᾳ, καὶ γράφεις τὸν λόγον τὸν καθημερινόν;
 [00449]  Ἔχε βιβλίον ἐν τῷ συνειδότι, καὶ γράφε τὰ ἁμαρτήματα τὰ καθημερινά.
 [00451]  Ὅταν ἀναπέσῃς εἰς τὴν κλίνην σου, καὶ μηδείς σου διενοχλῇ, πρὸ τοῦ ἐπελθεῖν τὸν ὕπνον, ἄγαγε τὸ βιβλίον ἐν τῷ μέσῳ, καὶ ἀναλόγισαί σου τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ·
000-00-00 Serial Number=0262777925
In Psalmum 094 Ante [Go Back]  
 [00086]  Καὶ ἕτερα δὲ τούτων πλείονα προσδιαλέγεται αὐτοῖς, βιβλίον ὁλόκληρον γράψας μαρτυρίας χάριν.
000-00-00 Serial Number=0171730340
In Psalmum 705 Ante [Go Back]  
 [00021]  Ἀμέλει γοῦν τοῦ Σεναχειρὶμ μετὰ πολλοῦ ὄγκου βαρβάρων ἐπελθόντος, καὶ τὴν Ἱερουσαλὴμ πε ριδονήσαντος, καὶ ὀνειδίζοντος Θεὸν καὶ τοὺς πιστεύοντας εἰς αὐτὸν ἀνθρώπους, ὕβρεις δὲ ἐγγράφους πέμψαντος τῷ Ἐζεκίᾳ κατὰ Θεοῦ, καὶ αὐτοῦ δεξάμενος τὸ βιβλίον ὁ Ἐζεκίας, καὶ ἀναγνοὺς ἐνώπιον τοῦ Θεοῦ, ηὔξατο καὶ ἀπέδωκε Κυρίῳ τῷ Θεῷ ἡμῶν·
000-00-00 Serial Number=0172106981
In annuntiationem beatae virginis Ante [Go Back]  
 [00045]  ∆οθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα.
 [00046]  Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυντος παρθένος;
 [00060]  ∆οθήσεται, φησὶ, τὸ βιβλίον τὸ ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα, τουτέστι, γάμοις προσομιλήσαντι, καὶ ἐρεῖ·
 [00064]  τὸ γὰρ βιβλίον ἐσφράγισται.
000-00-00 Serial Number=0676775396
In decem virgines Ante [Go Back]  
 [00007]  εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτητον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολάκευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσεται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπίβασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοίγονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς παλινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάντησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος·
000-00-00 Serial Number=0582875133
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00066]  Ὥστε καὶ τότε ἀναγκασθεὶς ἑαυτὸν ἐνεκωμίασεν, ὥς που τὸ τῶν Πράξεων βιβλίον δηλοῖ.
000-00-00 Serial Number=0791760981
In epistulam I ad Corinthios Ante [Go Back]  
 [05915]  Καὶ γὰρ ὁλόκληρον ἡμῖν βιβλίον εἰς τοῦτο σύγκειται τὸ χωρίον, καὶ μετὰ ἀκριβείας τῆς ἡμῖν ἐγχωρούσης ἐκεῖ πᾶσιν ἐπεξελθόντες, περιττολογίαν εἶναι ἐνομίσαμεν καὶ ἐνταῦθα πάλιν αὐτὰ ἐνθεῖναι.
 [09999]  Καὶ ὁ μὲν εὐνοῦχος ἐκεῖνος καὶ βάρβαρος οὐδὲν τούτων εἶ-πεν, ἀλλὰ καὶ τοσούτων πραγμάτων ὄχλῳ κυκλούμε-νος, καὶ ἐν ὁδῷ ὢν, βιβλίον μετὰ χεῖρας εἶχε καὶ ἀν-εγίνωσκε, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκε·
000-00-00 Serial Number=0821048260
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02643]  καταλέγων γὰρ ὁ τὸ βιβλίον γράψας τὰ συμβεβηκότα τῷ μακαρίῳ ἐκείνῳ, καὶ λέγων, ὅτι ἀπέθανον αὐτῷ κάμηλοι, καὶ ἵπποι θήλειαι καὶ ὄνοι, οὐκ εἶπεν ὅτι καὶ χρυσίου θησαυροὺς ἐλθόντες ἀφήρπασαν.
000-00-00 Serial Number=0452851951
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01645]  Νόμον δὲ ἐνταῦθα τὸ βιβλίον τῆς κτίσεως καλεῖ, ὅπερ πολλάκις ποιεῖ, τὴν Παλαιὰν ἅπασαν οὕτως ὀνομάζων.
000-00-00 Serial Number=0335944295
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02782]  καὶ ἀνελθὼν ὁ ἀναγνώστης λέγει πρῶτον τὸ βιβλίον τίνος ἐστὶ, τοῦ δεῖνος τυχὸν προφήτου, ἢ ἀποστόλου, ἢ εὐαγγελιστοῦ, καὶ τότε λέγει ἃ λέγει, ὥστε εὐσημότερα ὑμῖν εἶναι, καὶ μὴ μόνον τὰ ἐγκείμενα εἰδέναι, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γεγραμμένων, καὶ τίς ταῦτα εἴρηκεν.
 [04970]  Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ἐῤῥαντίζετο τῆς διαθήκης;
 [04971]  Λαληθείσης γὰρ, φησὶ, πάσης τῆς ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐῤῥάντιζε, λέγων·
 [04973]  Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης καὶ ὁ λαός;
 [04991]  Ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρε τὰς διανοίας αὐτῶν;
000-00-00 Serial Number=0538657010
In epistulam ad Romanos Ante [Go Back]  
 [04025]  Πῶς γὰρ, ὅπου γε καὶ ζῶντος ἐπιτρέπει βιβλίον ἀποστασίου λαβοῦσαν;
 [09999]  Ἀπὸ δὲ τῶν εἰρημένων ἀρχὴν λαβόντες καὶ τὰ ἄλλα πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.
 [09999]  Ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)·
000-00-00 Serial Number=0812049627
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00049]  Ἐπειδὴ γὰρ περιιὼν πανταχοῦ, σπείρων τὸν τῆς εὐσεβείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλήθειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμενος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην, ἀλλὰ περιιοῦσαν καὶ πανταχοῦ καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξουσίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμονος·
000-00-00 Serial Number=0034779489
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00218]  κἂν ἴδῃς ἐπιθυμίαν ἄλλης γυναικὸς ἐγειρομένην ἐν σοὶ, εἶτα ἐκ τούτου σοι τὴν γυναῖκα ἀηδῆ φαινομένην, εἴσελθε εἰς τὸν θάλαμον, καὶ τὸ βιβλίον ἀναπτύξας τοῦτο, καὶ λαβὼν Παῦλον μεσίτην, καὶ συνεχῶς ἐπᾴδων ταῦτα τὰ ῥή ματα, κατάσβεσον τὴν φλόγα.
000-00-00 Serial Number=0175366759
In principium Actorum Ante [Go Back]  
 [00141]  Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριμόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται·
 [00144]  ∆εῖ δὲ πρότερον μαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν.
 [00173]  εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν εἰδώλων·
 [00290]  ἐβουλόμην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν.
 [00529]  ∆ιὰ τοῦτο καὶ ὁ μακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυμάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον, Πράξεις ἀποστόλων, οὐ θαύματα ἀποστόλων·
 [00533]  Ἐπεὶ οὖν οὐ πρὸς τὰ σημεῖα, ἀλλὰ πρὸς τὰς πράξεις τῶν ἀποστόλων ὁ ζῆλος ἡμῖν, διὰ τοῦτο οὕτως τὸ βιβλίον ἐπέγραψεν.
 [00825]  μετ' ἐκείνην ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐζητήσαμεν τίς ἦν ὁ τὸ βιβλίον γράψας·
 [00831]  Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ περὶ ἐπιγραφῆς, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ περὶ τοῦ γράψαντος τὸ βιβλίον, τῇ τρίτῃ ἡμέρᾳ χθὲς πρὸς τοὺς παραγενομένους περὶ τῆς ἀρχῆς τῆς γραφῆς διελέχθημεν, καὶ ἐδείξαμεν, καθάπερ ἴσασιν οἱ ἀκηκοότες, τί μέν ἐστι πρᾶξις, τί δέ ἐστι θαῦμα, καὶ τί μέν ἐστι πολιτεία, τί δέ ἐστι σημεῖον, καὶ τέρας, καὶ δύναμις, καὶ πόσον τὸ μέσον ἑκατέρων·
 [01185]  Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου·
 [01190]  Ἀνάγκη λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν οἱ Πατέρες ἡμῶν ἐν τῇ Πεντηκοστῇ τὸ βιβλίον τῶν Πράξεων ἀναγινώσκεσθαι ἐνομοθέτησαν.
 [01283]  ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸ [51.104] βιβλίον τῶν Πράξεων τῶν ἀποστόλων ἐν τῷ καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται.
 [01323]  Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο.
 [01327]  Μετὰ τὸν σταυρὸν εὐθέως ἀνάστασιν καταγγέλλομεν τοῦ Χριστοῦ, τῆς δὲ ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ σημεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον.
000-00-00 Serial Number=0514774382
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01651]  ∆ιὰ τοῦτο καὶ Ἀλέξανδρος προσεκύνησε τὸν ναὸν, ὥς φασι, τὸ βιβλίον τοῦτο ἰδών·
000-00-00 Serial Number=0650543213
Prooemia in Psalmos Ante [Go Back]  
 [00121]  τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ κατὰ τὸν ἠθικὸν λόγον, τὰ περὶ τῶν δογμάτων ἅπαντα, καὶ μυρίων ἀγαθῶν ἐμπεπλησμένον τὸ βιβλίον εὑρήσετε.
000-00-00 Serial Number=0468761623
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00028]  ἡ γὰρ τοῦ Λευὶ φυλὴ αὕτη ἦν ἡ τὴν ἱερωσύνην κεκληρωμένη, καὶ ἀπὸ τοῦ ὀνόματος τῆς φυλῆς τὴν προσηγορίαν ἔλαχε τὸ βιβλίον.
 [00037]  Εἶτα Ῥοὺθ, βιβλίον βραχὺ, ἱστορίαν ἔχον γυναικὸς ἀλλοφύλου, γαμηθείσης Ἰουδαίῳ τινί.
 [00114]  καὶ τὸ τῶν Πράξεων δὲ βιβλίον, καὶ αὐτὸ Λουκᾶ, ἱστορήσαντος τὰ γενόμενα, καὶ τῶν καθολικῶν Ἐπιστολαὶ τρεῖς.
 [00501]  Λευϊτικὸν, βιβλίον γʹ.
 [00502]  Λευϊτικὸν καλεῖται τοῦτο τὸ βιβλίον, ἐπειδὴ ἰδικῶς πᾶσαν τῆς τε Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας, πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν·
 [00559]  Καὶ οὕτω περιέχον τὸ βιβλίον ταῦτα μετὰ τῶν λοιπῶν προσταγμάτων καὶ ἐντολῶν τελειοῦται ἐν τούτοις.
 [00745]  Περὶ τῆς γυναικὸς τῆς λαμβανούσης βιβλίον ἀποστασίου, περὶ ἐνεχύρων, περὶ κλοπῆς, περὶ μισθοῦ μισθωτοῦ, περὶ ὀρφανοῦ, περὶ χήρας, περὶ τοῦ καταλιμπάνειν σταχυολογεῖν καὶ ῥαγολογεῖν τοῖς πένησιν.
 [01429]  Καὶ ἐπὶ τούτου λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης.
 [01554]  Παραλειπόμενα βιβλίον αʹ.
 [01566]  Παραλειπόμενα βιβλίον βʹ.
 [01578]  τὰ περὶ Ἰωσαφὰτ, Ἰοὺ ὁ προφήτης, τοῦ Ἀναμὴ, ὃςκατέγραψε βιβλίον λόγων τῶν βασιλέων Ἰσραήλ.
 [01584]  Τὰ περὶ Ἄχαζ, ἐπὶ βιβλίον βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
 [01590]  Ἔσδρας βιβλίον αʹ.
 [01591]  Ἔσδρας καλεῖται τὸ βιβλίον, ἐπειδὴ αὐτὸς Ἔσδρας ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξηγεῖται καὶ συγγράφει τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην.
 [01602]  Καὶ ἐξέβαλον πάντες, καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησε τὸ πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν, καὶ οὕτω τελειοῦται τὸ πρῶτον βιβλίον Ἔσδρα.
 [01603]  Ἔσδρας βιβλίον βʹ.
 [01616]  Ἐσθὴρ βιβλίον.
 [01617]  Ἐσθὴρ καλεῖται τὸ βιβλίον, ἐπειδὴ διὰ τῆς Ἐσθὴρ ὁ Θεὸς μέλλοντας ἀπολέσθαι παγγενῆ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν ἐπιβουλεῦσαι θελήσαντα ἐπάταξεν.
 [01647]  Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον.
 [01648]  Τωβὶτ βιβλίον.
 [01649]  Τωβὶτ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει.
 [01678]  Καὶ ἐν τούτοις τέλος ἔχει καὶ τοῦτο τὸ βιβλίον.
 [01680]  Ἰουδὶθ καλεῖται τὸ βιβλίον, ἐπειδὴ πολεμουμένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὀλοφέρνου τοῦς υἱοὺς Ἰσραὴλ ὁ Θεὸς διὰ τῆς Ἰουδὶθ τοὺς μὲν λαοὺς ἔσωσε, τὸν δὲ Ὀλοφέρνην ἐπάταξεν.
 [01698]  Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον.
 [01699]  Ἰὼβ βιβλίον.
 [01700]  Ἰὼβ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ' αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ νικήσας αὐτὸν ἐν τῷ ὑπομεῖναι εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγάς·
 [01714]  Καὶ τοῦτο τέλος ἔχει τὸ βιβλίον.
 [01725]  Φασὶ δὲ Σολομῶντα συντεταχέναι καὶ τοῦτο τὸ βιβλίον, εἰ μὴ ἄρα Μωϋσέως ἐστὶ σύγγραμμα.
 [02054]  Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον·
 [02116]  Παροιμίαι Σολομῶντος τὸ βιβλίον καλεῖται, ἐπειδὴ καὶ ταύτας Σολομών ἐστιν ὁ λαλήσας καὶ γράψας.
 [02131]  ἐπέγραψε) τὸ βιβλίον.
 [02512]  Ὁ δὲ λαβὼν τὸ βιβλίον κατέκαυσε.
 [02513]  Καὶ κελεύεται Ἰερεμίας ἕτερον γράψαι βιβλίον τοιοῦτον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»