Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἑτέρας [241]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἑτέρας


000-00-00 Serial Number=0460111499
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00046]  Καὶ τὸ δὴ καταγελαστότερον, ὅτι τὸ μωρὸς ὄνομα παραφυλαττόμενοι, πολλάκις ἑτέρας τούτου ὕβρεις πικροτέρας ἐπάγομεν, ὡς ἐκείνου μόνου τοῦ ῥήματος τὴν κόλασιν ἔχοντος.
 [00167]  Πολλοὺς δὲ ἔγωγε οἶδα, οὐ ταύταις μόνον ἁλισκομένους ταῖς αἰτίαις, ἀλλὰ καὶ διὰ τὸ φιλεῖν καὶ διὰ τὸ δυσωπεῖσθαι, καὶ δι' ἑτέρας πολλὰς τοιαύτας ἐπαρκοῦντας προφάσεις τοῖς δεομένοις, οὐ διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τὴν ἐντολῆν.
000-00-00 Serial Number=0403215945
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00357]  Ἐπειδὴ γὰρ δι' ἀγαθότητα τὸ ἡμέτερον γένος εὐεργετεῖ, οὔτε δὲ τῆς παρ' ἡμῶν δόξης δεόμενος, οὔτε ἀμοιβῆς χρῄζων τινὸς ἑτέρας, τὰ πλείονα ἀφίησι λανθάνειν ἡμᾶς·
 [01421]  Τῶν τοίνυν κατασκόπων ἀποθανόντων, καὶ τοῦ πένθους ἀκμάζοντος, οὐδέπω παρελθόντος χρόνου, πάλιν ἑτέρας ἔπλεκον ἀθυμίας ὑποθέσεις αὐτῷ, πρῶτον μὲν οὐκ ἀνασχόμενοι κωλύοντος πολεμεῖν, δεύτερον δὲ κατακοπέντες ὑπὸ τῶν Ἀμαληκιτῶν·
 [01747]  Ἐνταῦθα μὲν γὰρ ἐν βραχεῖ καιροῦ μέρει πᾶσά ἐστιν ἡ βία, καθάπερ πυρετοῦ τινος, ἢ φρίκης, ἢ καὶ ἑτέρας προσβαλούσης τινὸς περιόδου, μᾶλλον δὲ καὶ τούτων ἐλάττονα πολλῷ κατέχει καιρόν·
000-00-00 Serial Number=0257191181
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00054]  τὸ δὲ μετὰ ταῦτα ἑτέρας ἀνοιγῆναι πρὸς τὴν τῶν μελλόντων θεωρίαν ὄψεις αὐτοῖς, τῆς τοῦ Θεοῦ λοιπὸν ἐγίνετο χάριτος.
 [00199]  Καὶ τὸ πολλῷ θαυμασιώτερον, τούτου τοῦ οἴκου οὐκ ἀπὸ λίθων κατασκευάσας τὸν ὄροφον, ἀλλ' ἐξ ἑτέρας ὕλης τιμιωτέρας αὐτὸν συμπηξάμενος, οὐδὲ λυχνίας χρυσῆς φλόγα ἀνάψας, ἀλλ' ἄνωθεν τὰς λαμπάδας ἀφεὶς διατρέχειν τούτου τοῦ οἴκου τὴν στέγην ἐκέλευσεν, ὡς μὴ χρήσιμον μόνον, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἶναι τὴν ἡδονήν·
000-00-00 Serial Number=0332899749
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00086]  Ἀλλ' ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον εἰς μετάνοιαν προσκαλεῖται καὶ δίδωσιν αὐτῷ καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμάς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονός, μετὰ δὲ ἐκεῖνο τὴν ὄψιν μὲν ἣν εἶδεν ὁ βασιλεύς, ἡρμήνευσεν δὲ ὁ ∆ανιήλ, ἱκανὴν καὶ λιθίνην κάμψαι ψυχήν·
 [00152]  πρόβατον γὰρ ἦν, καὶ αὐτό, οὐχ ἑτέρας ποίμνης τινός, ἀλλὰ τοῦ τῶν λοιπῶν ἀριθμοῦ, καὶ ὑπὸ τῷ αὐτῷ ποιμένι πρότερον ἐνέμετο, καὶ ἐπλανήθη πλάνην οὐ τὴν τυχοῦσαν, ἀλλὰ ἐπὶ τὰ ὄρη καὶ τὰς νάπας, τοῦτ' ἔστι μακράν τινα ὁδὸν καὶ πολλῷ τῆς εὐθείας ἀπέχουσαν.
000-00-00 Serial Number=0130371213
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00269]  [6.8] Ταῦτα δὲ εἶπον τὰ ὑποδείγματα ἵν', ὅταν ἑτέρας ἐπαγάγω φίλτρου εἰκόνας, μὴ μέχρι τοῦ μέτρου τοῦ λεγομένου παρὰ τῶν προφητῶν στήσῃς τὴν διάνοιαν, ἀλλ' ἔχων τὸν κανόνα τοῦτον ὑπερβῇς τῷ λογισμῷ περαιτέρω καὶ ἴδῃς τῆς ἀγάπης αὐτοῦ τὴν ἄφατον ὑπερβολήν.
 [00427]  [8.5] Οὐδὲ γὰρ ἠρκέσθη τῇ ἀπὸ τῆς κτίσεως διδασκαλίᾳ πρὸς θεογνωσίαν φερούσῃ μόνον, ἀλλ' ἐπειδὴ πολλοὶ παρὰ τὴν οἰκείαν ἀγνωμοσύνην οὐδὲν ἐντεῦθεν ἀπώναντο καὶ ἑτέρας ἔτεμεν ὁδοὺς διδασκαλίας καὶ τέλος τὸ κεφάλαιον τῶν ἀγαθῶν εἰργάσατο καὶ τὸν Υἱὸν ἀπέστειλε τὸν ἑαυτοῦ.
000-00-00 Serial Number=0851665318
Ad illuminandos catecheses Ante [Go Back]  
 [00198]  Ἀλλ' ἵνα μὴ πάντα ἀθρόον τήμερον ὑμῖν λέγοντες καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, ἕνα τέως τίθεμεν ὑμῖν νόμον τὸν περὶ τῆς τῶν ὅρκων φυλακῆς, ἐκεῖνο προλέγοντες καὶ διαγορεύοντες, ὅτι εἰ μὴ φύγητε τοὺς ὅρκους, οὐ λέγω τὰς ἐπιορκίας μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῷ δικαίῳ γινομένους εἰ μὴ φύγητε, οὐκ ἔτι περὶ ἑτέρας ὑποθέσεως ὑμῖν διαλεξόμεθα.
 [00555]  Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν, καὶ εἶδε πολλοὺς περιγενομένους ἀκολασίας, βουλόμενος δι' ἑτέρας ὁδοῦ πάλιν ἐμβαλεῖν αὐτοὺς εἰς τὴν ἁμαρτίαν, διὰ ταύτης τῆς παρατηρήσεως, ἑταιρίσι γυναιξὶν ἡδέως προσέχειν ἀνέπεισε.
000-00-00 Serial Number=0784157515
Ad populum Antiochenum Ante [Go Back]  
 [00192]  Ἑβδόμη, ἵνα ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, ὅτι μίμησαι Παῦλον, καὶ ζήλωσον Πέτρον, μὴ νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν.
 [00302]  Τὸ μὴ λέγειν ἡμᾶς εἰς τὴν αὐτὴν ἀρετὴν παρακαλουμένους, ὅτι ἐκεῖνοι φύσεως ἑτέρας μετεῖχον, ἢ οὐκ ἦσαν ἄνθρωποι.
 [01242]  Ἀλλ' εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ἐπὶ τῆς αὐτῆς μείνωμεν εὐλαβείας, καὶ τὴν αὐτὴν ἐπιείκειαν διατηρήσωμεν, ἵνα μὴ πάλιν ἑτέρας δεηθῶμεν πληγῆς.
 [01967]  κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως.
 [03548]  Ὅταν γοῦν περὶ ἑτέρας ἐντολῆς λέγῃ τῆς οὐ γνωρίμης ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγορεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι.
 [03811]  Καὶ ἐπὶ πάντων δὲ ἁπλῶς, ἂν τὰ δύο ῥήματα ταῦτα κατέχωμεν, οὐ δεησόμεθα διδασκαλίας ἑτέρας.
 [04190]  Μᾶλλον δὲ, ἂν τοῦτο γένηται, οὐκ αὐτὴ στεφανωθήσεται μόνη, ἀλλὰ καὶ ἑτέρας εἰς τὸν αὐτὸν ἐνάξει ζῆλον·
 [04310]  οὕτω καὶ σὺ, ἕως ἂν πρὸς τὰ ἄνω βλέπῃς, οὔτε ὑπὸ παγίδος, οὔτε ὑφ' ἑτέρας τινὸς ἁλώσῃ ῥᾳδίως ἐπιβουλῆς.
000-00-00 Serial Number=0385057390
Ad viduam juniorem Ante [Go Back]  
 [00037]  Καὶ οὐ ταύτας μόνον, ἀλλὰ καὶ ἑτέρας πρὸς τὸ πεσεῖν αὐτὴν ἀφορμὰς προσγινομένας εὑρήσομεν.
 [00116]  Καὶ πολλὰς ἂν ἑτέρας εἶχον οἰκίας εἰπεῖν οὕτω κατενεχθείσας, εἰ μὴ τήν τε εὐλάβειαν καὶ τὴν σύνεσιν τῆς σῆς ἠπιστάμην ψυχῆς, οὐκ ἐκ τῶν ἀλλοτρίων κακῶν τῆς οἰκείας συμφορᾶς παραμυθίαν βουλομένην εὑρεῖν.
000-00-00 Serial Number=0324728370
Adversus Judaeos Ante [Go Back]  
 [00838]  Καὶ τί λέγω περὶ νηστείας καὶ ἡμερῶν παρατηρήσεως, ὁ Παῦλος τὸν νόμον διετέλει φυλάττων, καὶ πολὺν ὑπέμεινεν ἱδρῶτα, καὶ πολλὰς μὲν ὁδοιπορίας, πολλὰς δὲ ἠνέσχετο ταλαιπωρίας ἑτέρας, καὶ πάντων ἐκράτει τῶν ὁμηλίκων κατὰ τὴν τῆς πολιτείας ἐκείνης ἀκρίβειαν·
 [01126]  Ἀρξάμενος γὰρ ἀπὸ τῆς τρίτης ἡμέρας τοῦ πρώτου μηνὸς, εἶτα εἴκοσι καὶ μίαν πληρώσας, τὴν τεσσαρεσκαιδεκάτην παρῆλθεν, καὶ μετ' ἐκείνην ἑπτὰ καὶ τρεῖς ἡμέρας ἑτέρας.
 [01813]  Βούλει καὶ ἑτέρους ἐφοπλίσω σοι προφήτας φανερῶς αὐτὸ τοῦτο λέγοντας, ὅτι τὰ μὲν ὑμέτερα λήψεται τέλος, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα τοῦ Χριστοῦ, καὶ θυσίας ἑτέρας εἰσενεχθήσεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν;
 [01828]  περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε, καὶ περὶ ἑτέρας οὗτος προεφήτευσεν ὕστερον.
 [02293]  καὶ λογισάμενος τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν τὴν ὑπερβαίνουσαν ἅπαντα νοῦν, καὶ ἐκπλαγεὶς ὅση τῶν πραγμάτων γέγονε μεταβολὴ, καὶ πῶς αὐτὰ μετεῤῥύθμισε, καὶ ἀπὸ δαιμόνων ἀγγέλους τοὺς ἀνθρώπους εἰργάσατο, καὶ πολιτείαν εἰσήγαγε τῶν οὐρανῶν ἀξίαν ταῦτα δὲ ἅπαντα ἐγένετο, τῆς παλαιᾶς καταλυθείσης θυσίας, καὶ ἑτέρας ἐπεισαχθείσης, τῆς διὰ τοῦ σώματος τοῦ Χριστοῦ, ἐκπλαγεὶς καὶ θαυμάσας ἔλεγε·
 [02331]  Ὅτι γὰρ καὶ ἑτέρας εἶχε μαρτυρίας μακροτέρας καὶ σφοδροτέρας, εἴπερ ἐβούλετο παραγαγεῖν, ὑπὲρ τῆς ὑποθέσεως ταύτης, πάντες ἂν ὁμολογήσαιεν.
 [02388]  Ἀπὸ γὰρ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρὼν, τῆς τοῦ Λευῒ λέγω, καὶ κατὰ διαδοχὴν οἱ ἔγκονοι ἐκείνου τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἐξ ἑτέρας ἐγένετο φυλῆς ἱερεύς.
 [02398]  Ἂν τοίνυν φανῇ τις τῶν προφητῶν, λέγων, ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ' ἐξ ἑτέρας ἀφ' ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται.
 [02470]  Ἐπειδὴ γὰρ τὸ πλέον τῶν νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ δὲ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης, καὶ νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει.
 [02471]  Εἶτα δηλῶν, περὶ τίνος ταῦτα λέγεται, Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
 [02474]  πανταχόθεν συνωμολόγηται, ὅτι καὶ ἑτέρα ἀνθ' ἑτέρας εἰσάγεται ἱερωσύνη πολὺ τῆς προτέρας ὑψηλοτέρα.
000-00-00 Serial Number=0466103613
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00020]  ἑτέρας δὲ, ἵνα κτησώμεθα ἀρετήν·
000-00-00 Serial Number=0598313332
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00132]  Ἐκείνοις μὲν γὰρ ἔσται καὶ ἑτέρας εὐδοκιμήσεως [47.325] ὑπόθεσις, κἂν μὴ νῦν πάθωσι κακῶς·
 [00346]  Εἰ δὲ μὴ ἀρκούντως, καὶ ἑτέρας αὐτῷ παρέξομεν προφάσεις.
 [00376]  Εἰπὲ οὖν μοι, τίνα μακαρίζομεν ἅπαντες, καὶ ζηλωτὸν εἶναί φαμεν, τὸν ἐν δίψῃ καθεστῶτα ἀεὶ, καὶ πρὶν ἢ τῆς προτέρας ἐμφορηθῆναι κύλικος, δεόμενον πάλιν ἑτέρας, καὶ ἐν τούτῳ ὄντα διαπαντὸς, ἢ τὸν ἀνωτέρω καθεστῶτα τῆς ἀνάγκης ἐκείνης, καὶ ἄδιψον ἀεὶ μένοντα, καὶ οὐδέποτε εἰς τὴν τοῦ πόματος τούτου καθελκόμενον χρείαν;
 [01604]  Τοῦτο καὶ αὐτὸς βούλομαι, καὶ ὑμῶν οὐχ ἧττον εὔχομαι τῶν γεννησαμένων, εἰς τὴν πατρῴαν αὐτοὺς ἐπανελθεῖν οἰκίαν, καὶ τῶν τροφείων ἀποδοῦναι τὰς ἀμοιβὰς, ὧν ἴσας οὐκ ἂν εὕροιεν ἑτέρας·
000-00-00 Serial Number=0220177829
Catecheses ad illuminandos Ante [Go Back]  
 [00871]  [5.25] Ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ κάλλους ἀμήχανον τὴν ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπολέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν.
000-00-00 Serial Number=0236603379
Catechesis ultima ad baptizandos Ante [Go Back]  
 [00119]  καθάπερ οὖν γυναικῶν ὅσαι περ ἂν ἀπὸ πλούτου καὶ εὐπορίας εἰς πτωχείαν τὴν ἐσχάτην κατενεχθῶσιν, ὁρῶσαι κόρας ἑτέρας νυμφευομένας καὶ εὐπόροις διδομένας νυμφίοις καὶ πολλῆς ἀπολαυούσας τιμῆς καὶ μετὰ θεραπείας καὶ πομπῆς ἀπαγομένας ἀλγοῦσι καὶ ὀδυνῶνται, οὐ τοῖς ἀλλοτρίοις φθονοῦσαι καλοῖς, ἀλλ' ἐν ταῖς ἑτέρων εὐπραγίαις ἀκριβέστερον τὰς ἑαυτῶν καταμανθάνουσαι συμφοράς, τοιοῦτον δή τι καὶ αὐτὸς πέπονθα νῦν.
000-00-00 Serial Number=0728769600
Commentarius in Job Ante [Go Back]  
 [00487]  τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω» ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα , «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν·
 [01478]  καὶ ἐν τῷ παρόντι αἰνίττεταί μοι, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ ἴσως ἢ εἰς ζῆλόν τινας ἄγων ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας.
 [01667]  εἰ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ καὶ πρὸς τὰ ἐναντία μετάγων καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλ' ἀπὸ τῆς αὐτῆς.
000-00-00 Serial Number=0065442324
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00163]  Εἰ γὰρ καὶ τοσαύτης ἐπικειμένης ἀνάγκης νῦν καὶ πολλῆς ἑτέρας χρείας καὶ γὰρ καὶ παιδοποιοῦσι, καὶ οἰκουροῦσι, καὶ ἕτερα διακονοῦνται ἄλλα καὶ πλείονα τούτων·
 [00178]  καὶ γενναῖαι ὑμῶν αἱ ἐλπίδες, οἳ τὸν σταυρὸν κελευσθέντες βαστάζειν καὶ ἕπεσθαι τῷ Χριστῷ, ῥίψαντες τὸν σταυρὸν, καθάπερ στρατιῶται μαλακοὶ τὴν ἀσπίδα, ἠλακάτῃ παρακάθησθε καὶ καλαθίσκῳ, δι' ἑτέρας αἰσχροτέρας εἰσόδου τὴν εἰς τὸν παρόντα βίον ἀνοίξαντες θύραν.
 [00229]  Καίτοι καὶ ἐν ἀνδράσιν εἰσὶ πολλοὶ γυναικῶν ἀσθενέστερον διακείμενοι καὶ διὰ γῆρας μακρὸν, καὶ δι' ἀρρωστίαν, καὶ διὰ πήρωσιν σώματος, καὶ διὰ νόσους χαλεπὰς, καὶ δι' ἑτέρας τινὰς τοιαύτας προφάσεις·
000-00-00 Serial Number=0303409994
Contra theatra Ante [Go Back]  
 [00038]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
000-00-00 Serial Number=0783049464
De Anna i Ante [Go Back]  
 [00186]  Καθάπερ γὰρ χήρα πολλάκις γυνὴ ἀπροστάτευτος οὖσα καὶ ἔρημος, ἐπηρεαζομένη, πολλὰ [54.640] ἀδικουμένη, βασιλέως εἰσελαύνειν μέλλοντος, δορυφόρων, ἀσπιδηφόρων, ἱππέων, ἑτέρας πολλῆς θεραπείας προαπαντώσης, οὐ καταπλήττεται, οὐδὲ προστάτου δεῖται, ἀλλὰ πάντας αὐτοὺς διατεμοῦσα μετὰ πολλῆς ἐντυγχάνει τῷ βασιλεῖ παῤῥησίας, τὴν οἰκείαν ἐκτραγῳδοῦσα συμφορὰν, τῆς ἀνάγκης αὐτὴν χειραγωγούσης·
000-00-00 Serial Number=0951003611
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00305]  Ἀλλ' Ἕλληνες μὲν εἰκότως ταῦτα νομίζουσιν ἐπειδὴ καὶ μέχρι τοῦ παρόντος βίου τὴν ἐλπίδα συνέκλεισαν τὴν αὐτῶν, ἡμεῖς δὲ οἷς ἑτέρας ζωῆς φαιδροτέρας ἀρχὴ ἡ ἐνθάδε γίνεται τελευτὴ ταύτης ἀφεστήκαμεν τῆς ὑπονοίας καὶ δόξης.
 [00425]  [88] Καίτοι γε, ὦ καταγέλαστε, ἐνῆν σοι καὶ εἰς ἑτέρας προφάσεις καταφυγεῖν οἷα πολλάκις ποιεῖς μυρία τεχνάζων ἐν ταῖς ἀπορίαις ἀεί, πρὸς μὲν τὸν Λυδὸν εἰπὼν ὅτι Ἅλυν τὸν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει καὶ δείξας αὐτὸν ἐπὶ τῆς πυρᾶς, ἐπὶ δὲ τῆς Σαλαμῖνος αὐτῷ τε τῷ σοφῷ τούτῳ χρησάμενος καὶ τὸν καταγέλαστον σύνδεσμον προσθείς τὸ μὲν γὰρ εἰπεῖν ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ὅμοιον ἦν τῷ τοῦ Λυδοῦ, τὸ δὲ προσθεῖναι ἤτοι σκιδναμένης ∆ημήτερος ἢ συνιούσης πλείονος γέλωτος καὶ τοῖς ἐν ταῖς τριόδοις ὑπὸ τῶν ἀγυρτῶν λεγομένοις προσεοικός ἀλλ' οὐδὲ τοῦτο ἤθελες.
 [00455]  Ἕτερος δέ τις ἐπὶ τῇ φυλακῇ τῶν ταμείων τεταγμένος τῶν βασιλικῶν πρὶν ἢ τὸν οὐδὸν ὑπερβῆναι τῶν βασιλείων ἐλάκησεν ἄφνω μέσος καὶ αὐτὸς ἑτέρας τινὸς τοιαύτης παρανομίας δίκην δούς.
000-00-00 Serial Number=0064023495
De Davide et Saule Ante [Go Back]  
 [00542]  Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ' αἰσχυνόμενος τὸ πάθος εἰπεῖν, καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ' ἧς τὸ τραῦμα ἐδέξω·
 [00691]  καὶ καθάπερ νέφος πεπυκνωμένον πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῶν ἀκοῶν ἑστῶσα ἡ ἔχθρα, ἑτέρας καὶ τὰς φωνὰς καὶ τὰς ὄψεις ποιεῖ φαίνεσθαι.
000-00-00 Serial Number=0561816871
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00137]  Ὁ μὲν γὰρ παλαιὸς νόμος ἐν πλαξὶ λιθίναις ἐγράφη, καὶ ἐπειδὴ αἱ πρῶται συνετρίβησαν πλάκες, ἑτέρας πάλιν ἐκόλαψε, καὶ ἐκεῖ τὰ γράμματα ἐγχαράξας, κατέβαινε Μωϋσῆς, συγγενῆ τῆς ἀναισθησίας τῶν δεχομένων τὴν φύσιν τῶν δέλτων ἔχων.
000-00-00 Serial Number=0495377660
De Lazaro Ante [Go Back]  
 [01663]  Τούτῳ διεστήκαμεν τῶν ἀπίστων, τῷ κρίσεις ἑτέρας περὶ τῶν πραγμάτων ἔχειν.
 [02631]  Οὐδὲ γὰρ ἵνα ἀποστρέψῃ ἡμᾶς, διὰ τοῦτο στενὴν αὐτὴν ὠνόμασεν, ἀλλ' ἵνα τὸ πλάτος τῆς ἑτέρας φυγόντες καὶ ἐκ τοῦ τέλους ἑκάστην καταμαθόντες, οὕτω ταύτην μᾶλλον ἑλώμεθα.
000-00-00 Serial Number=0601372540
De baptismo Christi Ante [Go Back]  
 [00147]  Ἑτέρων δυοῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν ἧς φησιν ὁ μαθητὴς, ἑτέρας δὲ ἧς αὐτὸς πρὸς τὸν Ἰωάννην εἶπε.
000-00-00 Serial Number=0000856161
De beato Philogonio Ante [Go Back]  
 [00107]  Ὥσπερ γὰρ εἰς ἀμπελῶνά τις εἰσελθὼν, καὶ τὰς ἀμπέλους ἰδὼν κομώσας τοῖς φύλλοις, τῷ καρπῷ βριθομένας, θριγκοῖς καὶ φραγμοῖς πάντοθεν τετειχισμένας, οὐδὲν δεήσεται λόγου τινὸς καὶ ἀποδείξεως ἑτέρας, ὥστε μαθεῖν τοῦ ἀμπελουργοῦ καὶ τοῦ γηπόνου τὴν ἀρετήν·
000-00-00 Serial Number=0337500513
De decem millium talentorum debitore Ante [Go Back]  
 [00362]  αἱ μὲν γὰρ ἄλλαι πᾶσαι ἠδυνήθησαν συγχώρησιν εὑρέσθαι, αὕτη δὲ οὐ μόνον οὐκ ἴσχυσε συγγνώμης τυχεῖν, ἀλλὰ καὶ τὰς ἑτέρας ἀφανισθείσας καθάπαξ ἀνενέωσε πάλιν.
000-00-00 Serial Number=0659781814
De fato et providentia Ante [Go Back]  
 [00372]  ἑτέρας μοι λέγεις φιλανθρωπίας ὑπόθεσιν.
000-00-00 Serial Number=0883794844
De gloria in tribulationibus Ante [Go Back]  
 [00014]  Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπάνην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνωμαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκπεσών.
000-00-00 Serial Number=0076684952
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00620]  Ἔπειτα ἑτέρας ἐπινοῶμεν αὐτῷ τέρψεις ἀβλαβεῖς.
000-00-00 Serial Number=0590727031
De incomprehensibili dei natura Ante [Go Back]  
 [00111]  ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης, εἴπερ αὕτη ἐστὶ κατ' αὐτοὺς ἡ τελεία.
 [00869]  Παρηγάγομεν καὶ ἑτέρας δυνάμεις, τὰ Χερουβίμ, καὶ ἐδείξαμεν πῶς ἐπάνω αὐτῶν στερέωμα, πῶς λίθος κρυστάλλου, πῶς ὁμοίωμα θρόνου καὶ εἶδος ἀνθρώπου καὶ ἤλεκτρον καὶ πῦρ καὶ τόξον καὶ μετὰ πάντα ἐκεῖνά φησιν ὁ προφήτης·
 [01069]  Εἰδὼς τοίνυν αὐτοῦ τὴν γνώμην, ἀγαπητέ, ὅταν ἀφέληταί σου χρυσίον, ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως, δόξασον τὸν ∆εσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγήν, ὅτι τε οὐκ ἐδυσχέρανας καὶ ὅτι ηὐχαρίστησας.
000-00-00 Serial Number=0707963586
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00144]  Οὐ γὰρ ἄλλην φύσιν λαχών, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφείς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους.
 [00889]  [6.9] ∆ιὰ γὰρ τοῦτο ἀμφότερα κεῖται, ἵνα μήτε διὰ τὰ μεγάλα ἐκεῖνα ἑτέρας αὐτὸν εἶναι νομίσῃς φύσεως καὶ ἀπογνῷς, μήτε διὰ τὰ μικρὰ ταῦτα καταγνῷς τῆς ἁγίας ψυχῆς, ἀλλὰ κἀντεῦθεν πάλιν τὴν ἀπόγνωσιν ἐκβαλών, εἰς χρηστὰς σαυτὸν ἀγάγῃς ἐλπίδας.
000-00-00 Serial Number=0565665543
De mutatione nominum Ante [Go Back]  
 [00331]  Καὶ γὰρ τὴν χρυσῖτιν γῆν τὴν ἐν τοῖς μετάλλοις κειμένην οἱ μὲν ἄπειροι καὶ ἁπλῶς ὁρῶντες γῆν νομίζουσιν εἶναι μόνον [51.126] ψιλὴν, καὶ οὐδὲν πλέον ἔχειν τῆς ἑτέρας·
000-00-00 Serial Number=0801824808
De paenitentia [1] Ante [Go Back]  
 [01717]  Σκόπει μοι καὶ ἑτέρας φιλανθρωπίας ὑπόθεσιν.
000-00-00 Serial Number=0353051603
De precatione [2] Ante [Go Back]  
 [00021]  ἀλλὰ δεῖ καὶ ἐπί τινας ἀσχολούμενον χρείας, ἢ περὶ κηδεμονίαν πτωχῶν, ἢ περὶ φροντίδας ἑτέρας, ἢ ἐπωφελεῖς [64.464] εὐποιΐας, τὸν πόθον καὶ τὴν μνήμην τοῦ Θεοῦ καταμίσγειν, ἵνα καθάπερ ἅλατι τῇ τοῦ Θεοῦ ἀρτυομένη ἀγάπῃ, βρῶμα ἡδύτατον τῷ πάντων ∆εσπότῃ γίνωνται.
000-00-00 Serial Number=0857757449
De proditione Judae Ante [Go Back]  
 [00749]  διὰ τοῦτο ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἑτέρας ἐμνημόνευσε δικαιοσύνης, ἀλλ' ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πασῶν ἀρετῶν μείζων ἡ ἀγάπη ἐστίν.
000-00-00 Serial Number=0055981219
De prophetiarum obscuritate Ante [Go Back]  
 [00600]  Ὅταν μὲν οὖν πράττῃ τι τῶν τῷ Θεῷ δοκούντων, πνευματικὸς λέγεται, καὶ οὐδὲ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ' ἀφ' ἑτέρας μείζονος τιμῆς, ἀπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας.
 [00895]  Οὐκ ἀρκεῖ σοι περὶ τῶν οἰκείων κακῶν εὐθύνας ὑποσχεῖν, ἀλλὰ καὶ ἑτέρας ἁμαρτίας ἐπισωρεύεις σαυτῷ;
000-00-00 Serial Number=0761785984
De resurrectione mortuorum Ante [Go Back]  
 [00125]  Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον καὶ ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν, καὶ ἔνδειαν, καὶ ὁδοιπορίαν, καὶ ταλαιπωρίας ἑτέρας·
 [00188]  Οὕτω καὶ γεωργὸς ζεύγνυσι βόας, καὶ ἄροτρον ἕλκει, καὶ βαθεῖαν αὔλακα ἀνατέμνει, καὶ σπέρματα καταβάλλει, καὶ τὰ ὄντα ἅπαντα δαπανᾷ, καὶ κρυμὸν καὶ πάγον καὶ ὄμβρους καὶ ἑτέρας ἀνέχεται ταλαιπωρίας πολλὰς, καὶ μετὰ τὸν πόνον τοῦτον προσδοκᾷ κομῶντα ὄψεσθαι τὰ λήϊα, καὶ πεπληρωμένην τὴν ἅλωνα.
000-00-00 Serial Number=0430443466
De sacerdotio Ante [Go Back]  
 [00245]  καὶ γὰρ δῆσαι εὔκολον ὅταν καῦσαι δέῃ καὶ τεμεῖν καὶ φυλάξαι ἔνδον ἐπὶ χρόνον πολὺν ἡνίκα ἂν τοῦτο συμφέρῃ καὶ ἑτέραν δὲ ἀνθ' ἑτέρας προσαγαγεῖν τροφὴν καὶ ἀποκωλῦσαι ναμάτων, καὶ τὰ ἄλλα δὲ πάντα ὅσαπερ ἂν δοκιμάσωσι πρὸς τὴν ἐκείνων ὑγίειαν συμβάλλεσθαι μετὰ πολλῆς προσάγουσι τῆς εὐκολίας.
 [00374]  Εἰ δὲ τοῦτο μὲν οὐδὲ εἰς νοῦν ἐβαλόμεθά ποτε, μεθ' ἑτέρας δὲ προαιρέσεως τὸ βαρὺ φορτίον ἐξεκλίναμεν, τί παρέντες συγγινώσκειν, εἴ γε ἀποδέχεσθαι μὴ βούλοιντο, ἐγκαλοῦσιν ὅτι τῆς ἑαυτῶν ἐφεισάμεθα ψυχῆς;
 [00663]  Οἱ δὲ καὶ ἑτέρας προστιθέασιν ἀτοπωτέρας·
 [00693]  καὶ ἑτέρας ὅσας ἂν βούλωνται δύναιντ' ἂν αἰτίας εὑρεῖν.
 [00969]  Εἰ γὰρ τοῖς περὶ τὴν ἀθλητικὴν εὐεξίαν ἐσπουδακόσι καὶ ἰατρῶν χρεία καὶ παιδοτριβῶν καὶ διαίτης ἠκριβωμένης καὶ ἀσκήσεως συνεχοῦς καὶ μυρίας παρατηρήσεως ἑτέρας καὶ γὰρ τὸ τυχὸν ἐν αὐτοῖς παροφθὲν πάντα ἀνέτρεψε καὶ κατέβαλεν , οἱ τὸ σῶμα τοῦτο θεραπεύειν λαχόντες, τὸ τὴν ἄθλησιν οὐ πρὸς σώματα, ἀλλὰ πρὸς τὰς ἀοράτους δυνάμεις ἔχον, πῶς αὐτὸ δυνήσονται φυλάττειν ἀκέραιον καὶ ὑγιές, μὴ πολὺ τὴν ἀνθρωπίνην ὑπερβαίνοντες ἀρετὴν καὶ πᾶσαν ψυχῆς πρόσφορον ἐπιστάμενοι θεραπείαν;
 [01022]  Πολλὰς δὲ καὶ ἑτέρας ἔνι συλλέγειν συμπλοκὰς πρὸς ἃς ἂν μὴ γενναίως τις καὶ ἀκριβῶς μάχηται, μυρία λαβὼν ἄπεισι τραύματα.
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
 [01469]  ∆ιὰ ταῦτα τὸν οἰκίσκον φυλάττω τοῦτον καὶ ἀπρόσιτος καὶ ἀσυνουσίαστος καὶ ἀκοινώνητος, καὶ μυρίας ἑτέρας τοιαύτας μέμψεις ἀκούειν ἀνέχομαι, ἡδέως μὲν ἂν αὐτὰς ἀποτριψάμενος, τῷ δὲ μὴ δύνασθαι δακνόμενος καὶ ἀλγῶν·
 [01546]  σὺ δέ με ἐκπέμπεις ἑτέραν ἀνθ' ἑτέρας φροντίδα ἐνθείς.
000-00-00 Serial Number=0003755689
De sancta pentecoste Ante [Go Back]  
 [00303]  διὰ τοῦτο κἂν σκώληκά μοι τις εἴπῃ ἀτελεύτητον, κἂν πῦρ ἄσβεστον, κἂν ἑτέρας κολάσεις καὶ τιμωρίας, οὐ φοβοῦμαι λοιπόν·
000-00-00 Serial Number=0733465016
De sancta trinitate Ante [Go Back]  
 [00492]  Τοὺς δὲ λέγοντας τρεπτὸν τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, ἢ ἀλλοιωτὸν, ἢ ἐξ ἑτέρας οὐσίας, ἢ ἐξ οὐκ ὄντων γεγονότα, ἢ ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν, ἀναθεματιζέτω αὐτοὺς ἡ καθολικὴ Ἐκκλησία.
000-00-00 Serial Number=0632899046
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00165]  Ἔκλαυσαν γοῦν τὸν Ἰακὼβ τεσσαράκοντα ἡμέρας, ἔκλαυσαν καὶ τὸν Μωϋσῆν ἑτέρας τοσαύτας οἱ Ἰουδαῖοι, καὶ ἐκόψαντο, ἐπειδὴ θάνατος τότε ὁ θάνατος ἦν·
 [00325]  ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος·
000-00-00 Serial Number=0356410921
De virginitate Ante [Go Back]  
 [00029]  Ὥστε ἑτέρας ἡμῖν ταύτης πολλῷ μείζονος προσθήκης δεῖ εἴ γε μέλλοιμεν μισθὸν ἀπαιτεῖν.
 [01488]  ὅταν δὲ αὐτῇ παραβάλληται λίθων λαμπρότης καὶ ἑτέρας τινὸς ὕλης κάλλος, ἐπιτείνεται εἰς δυσείδειαν μειζόνως.
000-00-00 Serial Number=0857933402
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02242]  οὐδὲ γὰρ ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἡδονὴν καὶ κολακείαν, καὶ φόβον καὶ τιμωρίαν.
 [02513]  Ὅταν οὖν ἀφέληταί σοι χρυσίον ἢ διὰ λῃστῶν, ἢ δι' ἑτέρας τινὸς προφάσεως ὁ διάβολος, δόξασον τὸν ∆εσπότην, καὶ πλέον ἔσῃ κεκερδηκὼς, καὶ διπλῆν δώσεις τῷ ἐχθρῷ τὴν πληγὴν, ὅτι τε οὐκ ἐδυσχέρανας, καὶ ὅτι ηὐχαρίστησας.
 [02635]  Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὰς πορνείας, διὰ τὰς πυκνάς σου αἰσχρολογίας, καὶ τὰς ἑτέρας ἐπιθυμίας τὰς πονηρὰς, ἃς ἡ μέθη τίκτειν εἴωθεν.
 [03205]  καὶ ὅσῳπερ ἂν λάβῃ πλείονα τραύματα, τοσούτῳ μᾶλλον ὑπόθεσιν ἑτέρας παρέχει πληγῆς χαλεπωτέρας.
 [04368]  Εἰ γὰρ δὴ σῶμα μακαρίζομεν τὸ δυνάμενον ψῦχος καὶ καῦμα ἀλύπως φέρειν, καὶ λιμὸν καὶ ἔνδειαν καὶ ὁδοιπορίαν καὶ ταλαιπωρίας ἑτέρας·
 [04672]  καὶ ἵνα μὴ, ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, Μίμησαι Παῦλον, ζήλωσον Πέτρον, νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν·
 [05361]  τὰς δὲ ἑτέρας ἀποστρέφεται καὶ μισεῖ.
 [06349]  Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους·
 [06768]  καὶ κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεηθησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως.
 [07585]  Οὐ γὰρ ἄλλην φύσιν λαχὼν, οὐδὲ ἑτέρας κοινωνήσας ψυχῆς, οὐδὲ ἄλλον οἰκήσας κόσμον, ἀλλ' ἐν τῇ αὐτῇ γῇ καὶ χώρᾳ καὶ νόμοις καὶ ἔθεσι τραφεὶς, πάντας ἀνθρώπους ὑπερηκόντισε τοὺς ἐξ οὗ γεγόνασιν ἄνθρωποι γενομένους·
 [08484]  οὐδὲ γὰρ ἀφιέναι ἁμαρτίας, ἑτέρας ἐστι δυνάμεως, εἰ μὴ τῆς οὐσίας τῆς θεϊκῆς μόνης.
 [09509]  Ἐπειδὴ γὰρ ὁ φόβος οὐκ ἤρκει ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν·
000-00-00 Serial Number=0524691641
Epistulae Ante [Go Back]  
 [01174]  Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι καθήμενος, τὰ φορτία συνάγειν δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας.
 [02132]  Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι καθήμενος, τὰ φορτία συνάγειν δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας.
 [03377]  Ἀφόρητα γὰρ καὶ τὴν Ἀσίαν κατέλαβε κακὰ, καὶ ἑτέρας δὲ πόλεις καὶ Ἐκκλησίας, ἅπερ, ἵνα μὴ δοκῶ διενοχλεῖν, ἀφεὶς τὸ καθ' ἕκαστον λέγειν, ἐκεῖνο μόνον ἐρῶ, ὅτι εὐχῶν πολλῶν χρεία, καὶ δεήσεων ἐκτενῶν.
000-00-00 Serial Number=0447939873
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01128]  [11.2] Ταῦτα οὖν, δέσποινά μου θεοφιλεστάτη, καὶ σαυτῇ καὶ ταῖς μετὰ σοῦ τὸν καλὸν τοῦτον ἀγῶνα ἀγωνιζομέναις ἐπᾴδουσα ἀνίστη τὰ φρονήματα πασῶν συγκροτοῦσά σου τὴν παράταξιν, ὥστε διπλοῦν καὶ τριπλοῦν καὶ πολλαπλασίονα γενέσθαι σοι τὸν στέφανον τῆς ἀρετῆς, δι' ὧν τε αὐτὴ πάσχεις, δι' ὧν τε ἑτέρας εἰς ταῦτα ἐνάγεις, καὶ πείθουσα πάντα πρᾴως φέρειν καὶ ὑπερορᾶν τῶν σκιῶν καὶ καταφρονεῖν τῆς τῶν ὀνειράτων ἀπάτης καὶ καταπατεῖν τὸν πηλὸν καὶ τοῦ καπνοῦ μηδένα ποιεῖσθαι λόγον καὶ τὰς ἀράχνας μὴ νομίζειν ὑμῖν διενοχλεῖν, καὶ παρατρέχειν τὸν σηπόμενον χόρτον.
 [01343]  Πάλιν ἑτέρας μοι λέγεις ἐμπορίας ὑπόθεσιν μεγάλης καὶ ἀφάτου.
000-00-00 Serial Number=0595126331
Expositiones in Psalmos Ante [Go Back]  
 [00689]  ἀλλ' ἔστιν ὅτε διαφθείρεται ταῦτα ἐξ ἑτέρας ἕξεως ἐναντίας·
 [01208]  Πολλοὶ γοῦν πολλάκις τοῖς αὐτοῖς ἁμαρτήμασιν ὑπεύθυνοι γεγόνασι, καὶ οὐ τὴν αὐτὴν ἔδοσαν δίκην, ἑτέρας ἔχοντες αἰτίας προϊσταμένας αὐτῶν·
 [03184]  Εἴ τις οἶδε ταύτην τὴν ἡδονὴν ὡς εἰδέναι χρὴ, ἑτέρας ἡδονῆς οὐκ αἰσθάνεται.
 [03531]  Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας.
 [04947]  Εἴ τις οἶδε ταύτην τὴν ἡδονὴν ὡς εἰδέναι χρὴ, ἑτέρας ἡδονῆς οὐκ αἰσθάνεται.
 [05294]  Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας.
 [07209]  οὕτω βασιλέα λέγοντες, οὐ δεόμεθα ἑτέρας προσθήκης, διὰ τὸ μὴ εἶναι ἕτερον βασιλέα Θεόν.
000-00-00 Serial Number=0340273499
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02345]  ἐπήγαγε ταῦτα, οὕτω λέγων, ὅτι Μάτην, φησὶν, ἑτέρας καλεῖτε εἰς τὸ τὸν θρῆνον λέγειν, ἄμεινον ὑμᾶς αὐτοὺς ταῦτα μαθεῖν, ὡς οὐκ ἀρκούντων ἐκείνων ἐπὶ τῷ πλήθει τῶν ἀναιρουμένων.
 [02912]  Ἐπειδὴ γὰρ τὰ κληρούμενα οὐκ ἐξ οἰκείας γίνεται προαιρέσεως, ἀλλ' ἑτέρας τινὸς ἐξουσίας ἤρτηται, δεῖ τὸν κληρωθέντα, τὸν τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ·
000-00-00 Serial Number=0732212365
Fragmenta in Job Ante [Go Back]  
 [00279]  τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν, ἑτέρας βασάνου;
 [01078]  Τὸ δὲ, Εἴ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν τοῖς λόγοις σου, αἰνίττεται, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ, ἤτοι εἰς ζῆλόν τινας ἄγων, ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας.
 [01112]  Εἰ γὰρ αὐτός ἐστιν ὁ λύων τὰ δεινὰ, καὶ πρὸς τὰ ἐναντία μετάγων, καὶ ποιῶν ἀπολαῦσαι βαθείας εἰρήνης, οὐδὲ ταῦτα ἀπὸ γνώμης ἑτέρας ποιεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς αὐτῆς.
000-00-00 Serial Number=0111754656
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00013]  δι' ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα·
000-00-00 Serial Number=0994551122
In Acta apostolorum Ante [Go Back]  
 [00064]  ∆ιὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποιήσας, οὐδὲ δεῖται ἐνταῦθα ἑτέρας βεβαιώσεως, ἅπαξ αὐτοῦ πιστευθέντος, καὶ δι' ἐκείνου τὸ ἀκριβὲς αὐτὸν τῆς ἀληθείας κατηχήσας.
 [01282]  Ἀνέμνησε δὲ αὐτοὺς καὶ ἑτέρας ὄψεως, εἰπὼν, Ὡσεὶ πυρός.
 [02036]  Νῦν δὲ ταὐτὸν γίνεται, ὥσπερ ἂν εἰ βασιλεὺς μὲν κληρονόμους αὐτοῦ καὶ συγκληρονόμους τῷ υἱῷ βουλόμενος ποιῆσαι μετὰ μυρίας καὶ ἑτέρας εὐεργεσίας, καταφρονοῖτο·
 [02415]  Εἰ δὲ, οὐδὲ ὅταν ἀποδυσώμεθα τὰ χρήματα, οὐδέπω ἐν ἀσφαλείᾳ ἑστήκαμεν, ἀλλὰ καὶ ἑτέρας τινὸς τέχνης καὶ ἀκριβείας ἡμῖν δεῖ·
 [02957]  ἀλλ' ὥστε τὰς ἑτέρας ὑμῶν ἁμαρτίας ἐξαλειφθῆναι.
 [04917]  Ὅτι τύπος ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτὴν αὐτῷ.
 [06732]  Ἄρα οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία.
 [08347]  καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέρας ἀκαθαρσίας ἀνάγκη αὐτοὺς ἀναπεπλῆσθαι.
 [09999]  Βούλεσθε καὶ ἑτέρας ἴδωμεν ἐπιβουλὰς, ὅτι ὑπὲρ [60.343] ἡμῶν γίνονται, οὐ μόνον τῷ μισθὸν ἔχειν, ἀλλὰ καὶ τῷ ἐν αὐτῷ τῷ καιρῷ τὰ ὑπὲρ ἡμῶν ποιεῖν;
 [09999]  ἀλλὰ καὶ ἑτέρας ἐπισωρεύομεν.
000-00-00 Serial Number=0219391704
In Genesim sermo 3 Ante [Go Back]  
 [00529]  ἄλλης τὸ φιλόξενον, ἑτέρας τὴν σωφροσύνην, ἄλλης τὸ θεάρεστον, ἵνα τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχητε·
000-00-00 Serial Number=0112680018
In Genesim sermones Ante [Go Back]  
 [01071]  τὸ δὲ χάρισμα οὐκ ἐκείνην μόνην τὴν ἁμαρτίαν ἔλυσεν, ἀλλὰ καὶ ἑτέρας πολλάς.
 [01570]  Ἦλθε μὲν γὰρ εἰς τὴν Παλαιστίνην, οὐ πρὸς ταύτην δὲ ἔβλεπε τὴν ἐπαγγελίαν, ἀλλ' ἑτέρας ἐπεθύμει τῆς ἐν οὐρανοῖς, καὶ τῶν παρόντων ξένον ἑαυτὸν ἐνόμιζεν εἶναι ἁπάντων.
 [01581]  νυνὶ δὲ ἑτέρας κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου.
000-00-00 Serial Number=0166884899
In Heliam et viduam Ante [Go Back]  
 [00130]  Ἵν' ὅταν σε παρακαλῇ τις πρὸς τὸν τοῦ προφήτου ζῆλον, μὴ καταπέσῃς, μηδὲ ἀπογνῷς νομίζων ἑτέρας εἶναι τὸν ἄνθρωπον φύσεως, καὶ διὰ τοῦτο τοσαύτην πρὸς τὸν Θεὸν ἐσχηκέναι τὴν παῤῥησίαν.
000-00-00 Serial Number=0489560783
In Isaiam Ante [Go Back]  
 [00548]  Ὅθεν καὶ ἀπ' ἀρχῆς ἑτέρας ἄρχεται τοῦ λόγου.
 [02128]  ∆ιὸ ἑτέρας περὶ τῶν ὁρωμένων δόξας ἐλάμβανον καὶ τὰς ἐναντίας.
 [02563]  Εἶτα τὴν ἐρημίαν ταύτην δι' ἑτέρας εἰκόνος ἐνδείκνυται.
000-00-00 Serial Number=0003161550
In Joannem Ante [Go Back]  
 [00257]  νῦν δὲ αὐτὴν οὕτως ἀμέτρως καὶ ἀσεβῶς ἐπάρας, μεθ' ἑτέρας καθυβρίζει πάλιν ὑπερβολῆς, εἰς χοίρους καὶ ὄνους εἰσάγων, καὶ τὰ ἔτι τούτων ἀτιμότερα ζῶα.
 [00341]  Ὅταν γὰρ ἐπιθυμία χρημάτων κατέχῃ τὸν ἀκροατὴν, οὐκ ἂν δύναιτο καὶ ἐπιθυμία κατασχεῖν ἀκροάσεως ὁμοίως, ἐπειδὴ μηδὲ ἀρκεῖ πολλαῖς ἐπιθυμίαις μία τυγχάνουσα ἡ ψυχὴ, ἀλλ' ἡ ἑτέρα τῇ ἑτέρᾳ λυμαίνεται, καὶ σχιζομένη ἀσθενεστέρα γίνεται, ἐπικρατούσης τῆς ἑτέρας καὶ τὸ πᾶν εἰς ἑαυτὴν δαπανώσης.
 [00362]  ἐκεῖνα δὲ οὐδ' ἑτέρας, ἐὰν μὴ κατὰ τὸν ὑπὲρ τούτων τεθέντα διοικῆται νόμον.
 [01381]  Εἰ μὲν γὰρ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐξ ἑτέρας ἐλέγομεν εἶναι ῥίζης, καλῶς ἂν ταῦτα ἔφης τότε.
 [02199]  Τοιαύτας γὰρ προσίεται προσφορὰς ὁ Θεὸς, τὰς ἑτέρας καὶ ἀποστρέφεται καὶ [59.91] μισεῖ.
 [04001]  οὕτω δὴ καὶ ἐνταῦθα, τῆς προτέρας ἐξισταμένης τροφῆς, ἑτέρας ἡμῖν δεῖ πάλιν.
 [04512]  Ἐξ ὧν πάντων δῆλον, ὅτι ἑτέρας ζωῆς ἀμείνονος τὰ τελούμενα ἦν, καὶ καταστάσεως πέρας οὐκ ἐχούσης.
 [04768]  καὶ εἰ τὸν ὀργιζόμενον ἦν δυνατὸν ἑαυτῷ δῆλον εἶναι κατὰ τὸν καιρὸν τῆς ὀργῆς, οὐκ ἂν ἑτέρας ἐδεήθη παραινέσεως.
 [05616]  Ἐπὶ τοῦτον ἐλθὼν ὁ Σαλμανασὰρ, εἷλε πόλεις ἑτέρας, καὶ ὑποφόρους ἐποίησε καὶ ὑποτελεῖς.
000-00-00 Serial Number=0204973996
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00045]  Καὶ ἑτέρας δὲ μυρίας καὶ πολυτρόπους προφάσεις ἔπλαττεν, ὥστε κατακόψαι τοὺς ἐν εὐσεβείᾳ ζῶντας ἅπαντας.
000-00-00 Serial Number=0809192419
In Lazarum i Ante [Go Back]  
 [00088]  καὶ πηδάλια εἰς ἑτέρας νηὸς χρῆσιν φυλάξαι, καὶ πολλῇ σπουδῇ χρησαμένους μέρος τι τοῦ φόρτου διασῶσαι·
000-00-00 Serial Number=0055069864
In Psalmos 101-107 Ante [Go Back]  
 [01288]  Τὸ δὲ, Προσεκύνησαν τῷ γλυπτῷ, ἑτέρας καὶ τοῦτο παραπληξίας κατηγορία.
 [01406]  Ἀλλὰ τὴν βδελυχθεῖσαν λέγει νῦν, περὶ ἑτέρας προθε σπίσας κληρονομίας, ἑτέρου δὲ λαοῦ καὶ ἔθνους, μεθ' ὧν ηὔξατο καταριθμηθῆναι.
000-00-00 Serial Number=0079339385
In Psalmum 118 Ante [Go Back]  
 [00372]  Τῆς αὐτῆς θεωρίας ἔχεται καὶ ὁ στίχος οὗτος, καὶ οὐ δέεται ἑτέρας ἐννοίας εἰς ἑρμη νείαν.
000-00-00 Serial Number=0908325255
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00148]  Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ' ὅτι οἱ μὲν εὔποροι δι' ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι' ἑτέρας, οὐδὲ ὅτι αἱ γυναῖκες μὲν ὑπὸ τὸν ἀέρα, ἄνδρες δὲ ὑπὸ τὴν νεφέλην, ἀλλὰ καὶ διὰ τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες.
 [00226]  οὐδὲ ἑτέρας μὲν ἐκεῖνος μετέσχε πηγῆς, ἑτέρας δὲ οὗτος καταδεεστέρας·
000-00-00 Serial Number=0153484344
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01228]  ἢ περὶ ἑτέρας λέγει παρουσίας, δηλῶν ὅτι πρὶν ἢ γράψαι τὴν προτέραν ἐπιστολὴν, ἠθέλησεν ἐλθεῖν, καὶ κατέσχεν ἑαυτὸν δι' ἀγάπην, ὥστε μὴ ἀδιορθώτοις ἐπιστῆναι.
 [02275]  Καὶ ἑτέρας δὲ πολλῷ τούτων πλείους δυνατὸν ἐκ τῆς Παλαιᾶς παραγαγεῖν μαρτυρίας, δηλούσας πῶς διὰ τοῦ Χριστοῦ καταργεῖται ὁ νόμος.
 [02603]  Καὶ πολλὰς ἄν τις καὶ ἑτέρας τοιαύτας ἐν ταῖς Γραφαῖς εὕροι μαρτυρίας.
 [03013]  ἀλλ' οὐχ ὁμοίως ὡς ἔμπροσθεν, [61.467] ἀλλ' ὡς ἐξ ἑτέρας ὑποθέσεως εἰς τοῦτο ἐλθών·
 [04673]  Πρῶτον γὰρ ἐκεῖνο λέγει, οὐχ ὃ βούλεται, ἀλλ' ἕτερον πρὸ αὐτοῦ, ἵνα μὴ δόξῃ ἐπίτηδες τοῦτο ποιεῖν, ἀλλὰ ἀπὸ ἀκολουθίας ἑτέρας ἐπ' αὐτὸ ἔρχεσθαι·
 [04987]  Ὅταν δὲ καὶ ἀποκλείῃς σῖτον, καὶ τὴν τιμὴν ἐπιτείνῃς, καὶ ἑτέρας καπηλείας ξένας ὁδοὺς ἐπινοῇς, ποίαν ἕξεις σωτηρίας ἐλπίδα λοιπόν;
 [06536]  Καὶ ὅρα πόσα ἔμπροσθεν εἰπὼν, πάλιν καὶ ἑτέρας τίθησιν ἀπολογίας, προστιθεὶς οὕτω, καὶ λέγων, Ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
 [07108]  Κἂν γὰρ οὕτω μὴ θλιβῇς, ἀνάγκη θλιβῆναι πάντως ἐξ ἑτέρας ὑποθέσεως ἀκερδοῦς.
000-00-00 Serial Number=0909156978
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01974]  Ἴσως δὲ καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται.
000-00-00 Serial Number=0106189370
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00995]  Πλάτων γὰρ ὁ πολιτείαν τινὰ καινοτομῆσαι βουληθεὶς, μᾶλλον δὲ μέρος πολιτείας, καὶ οὐ τὰ τῶν θεῶν μετατιθεὶς νόμιμα, ἀλλ' ἁπλῶς πράξεις εἰσαγαγὼν ἑτέρας ἀνθ' ἑτέρων, ἐκινδύνευσε Σικελίας ἐκπεσὼν ἀποθανεῖν·
 [03218]  καὶ ἐξ ἑτέρας ἀκολουθίας ἐπὶ τὴν τοιαύτην ἀεὶ βαδίζωμεν τὴν διάλεξιν, καὶ συνεχῶς αὐτοὺς εἰς ταῦτα ἐμβάλλωμεν τὰ διηγήματα, μηδὲν ἕτερον συγχωροῦντες λαλεῖν, ἢ ταῦτα·
 [03632]  Τί ἄν τις εἴποι τὰς ἑτέρας παρατηρήσεις τὰς σατανικὰς ἐπὶ τῶν ὠδίνων καὶ τῶν τοκετῶν, ἃς αἱ μαῖαι ἐπὶ κακῷ τῆς ἑαυτῶν ἐπεισάγουσι κεφαλῆς;
 [07658]  Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων.
 [08062]  καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο καὶ τόπῳ περικλείεται, καὶ ὑφ' ἑτέρας κινεῖται δυνάμεως καὶ ἐπισκιάζεται·
 [08150]  Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως·
 [08672]  Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως τῆς προκειμένης οὔσης;
 [08900]  Εἴ τις ἐβαπτίσατο, γλώσσαις εὐθέως ἐλάλει, καὶ οὐ γλώσσαις μόνον, ἀλλὰ πολλοὶ καὶ προεφήτευον, τινὲς δὲ καὶ ἑτέρας πλείους δυνάμεις ἐπεδείκνυντο.
 [09143]  Ὅτι εἰ ἔλαττον τὸ Πνεῦμα καὶ ἑτέρας οὐσίας, οὐδὲν ἂν ὤνησεν ἡ παραμυθία, οὐδὲ τὸ ἀκοῦσαι τὸ αὐτὸ Πνεῦμα.
 [09399]  τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει.
 [09997]  Βαβαὶ τῆς ὑπερβολῆς! καὶ γὰρ καὶ ταῦτα μετὰ προσθήκης ἑτέρας τίθησιν.
 [09999]  ἐπειδὴ δὲ εἰς πολλὴν ἐξώκει-λεν ἀταξίαν τὸ γένος ἡμῶν, καὶ ἑτέρας κατέστησε, τὰς τῶν δεσποτῶν, τὰς τῶν ἀρχόντων·
 [09999]  Ὅταν γάρ τις ἄσωτος ὢν νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυμίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ' ἀπὸ τῆς οἰκείας ἀσωτίας;
000-00-00 Serial Number=0310441315
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01470]  Εἰπὲ γάρ μοι, εἴ τις ἁλουργίδος ἀξιωθεὶς παρὰ τοῦ βασιλέως, καὶ μυρίας ἑτέρας τιμῆς, καὶ κελευσθεὶς ἀξίως ζῇν τῆς τιμῆς, ἀπελθών τινι προσφθαρείη γυναικὶ, τίνα ὕβρισεν;
 [02282]  Βούλει καὶ ἑτέρας αὐτῶν ἀκοῦσαι συμφοράς;
000-00-00 Serial Number=0749138117
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02208]  Ἢ οὐχ ὁρᾷς τὰς τοὺς ἄνδρας ἀποβαλούσας, πόσας ἔχουσιν ἀριθμεῖν ἑτέρας γυναῖκας τὸ αὐτὸ παθούσας;
000-00-00 Serial Number=0966189802
In epistulam ad Ephesios Ante [Go Back]  
 [01025]  Ἄρα κτίσις τὸ πρᾶγμά ἐστι, καὶ τῆς ἑτέρας τιμιωτέρα·
 [01111]  ∆εκάτας, καὶ πάλιν δεκάτας ἑτέρας παρεῖχον·
 [03118]  Ἄλλως δὲ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν ὑποταγὴν καὶ τὴν προτίμησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς.
 [03194]  Ὥστε ἕκαστον ἐπὶ τῆς οἰκείας μένειν χώρας, καὶ μὴ τῆς ἑτέρας καὶ μηδὲν αὐτῷ προσηκούσης ἐπιβαίνειν, ἐννόησον ὅσον ἐστί.
 [03285]  Οὐκ ἔγωγε οἶμαι, ἀλλ' ἑτέρας πολλῷ χαλεπωτέρας.
 [04407]  Καὶ οὐκ ἀρκεῖ ἡ τῆς ἑτέρας ἀπαλλαγὴ εἰς τὴν τῆς ἑτέρας ἡμᾶς ἕξιν καταστῆσαι πάλιν, ἀλλὰ δεῖ πάλιν κινήσεώς τινος, καὶ ὁρμῆς οὐκ ἐλάττονος τῆς ἐν τῇ φυγῇ τῶν κακῶν, ὥστε γενέσθαι ἐν τῇ κτήσει τῶν ἀγαθῶν.
 [04413]  ἀλλὰ δεῖ πάλιν ἑτέρας σπουδῆς, ὥστε κτήσασθαι τοῦτο τὸ καλόν.
000-00-00 Serial Number=0653108478
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01598]  ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ ἀναπλάσεως·
000-00-00 Serial Number=0765631258
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01207]  Ἆρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουμένης;
 [01735]  Τουτέστι, Γνῶτε τίς ἐστιν ὁ ἀρχιερεὺς καὶ ποταπὸς, καὶ οὐ δεήσεσθε παραμυθίας ἑτέρας οὐδὲ παρακλήσεως.
 [02728]  Ἐνέπνευσε τῷ μακαρίῳ Μωϋσεῖ, τὰς πλάκας ἐκόλαψε, κατέσχεν αὐτὸν τεσσαράκοντα ἡμέρας ἐπὶ τοῦ ὄρους, καὶ πάλιν τοσαύτας ἑτέρας, ὥστε δοῦναι τὸν νόμον.
 [03951]  Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
 [03990]  Τίς οὖν ἑτέρας ἦν ἱερωσύνης χρεία, εἰ τὸ τέλειον εἶχε;
 [04019]  Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.
 [05101]  τί δὲ βαρύτερον, εἰπέ μοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ μυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν·
 [05362]  Καὶ γὰρ ἐπὶ τῆς ποίμνης (οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ ὑποδείγματι πάλιν χρήσασθαι) τὰ μὲν νοσερὰ ἔνδον ἀποκλείομεν, καὶ ἐν σκότῳ κατέχομεν, καὶ ἑτέρας μεταδίδομεν τροφῆς, οὔτε ἀέρος καθαροῦ, οὔτε πόας εἰλικρινοῦς, οὔτε πηγῆς τῆς ἔξω συγχωροῦντες μεταλαβεῖν.
 [08346]  κἂν ταύτην ὑπερακοντίσῃ, ὑπὸ τῆς ἑτέρας ἡττᾶται·
 [08923]  Καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος, ἀναγκάζεται πλεονεκτεῖν, ἀναγκάζεται ἁρπάζειν, μυρία ἀσχημονεῖν, δοῦλος ὢν τοῦ πάθους ἐκείνου, καὶ βλασφημεῖ πολλάκις.
 [09500]  οὐκ ἄλλο καὶ ἄλλο δηλῶν, ἀλλὰ τὸ αὐτὸ δι' ἑτέρας λέξεως.
000-00-00 Serial Number=0345726490
In epistulam ad Philemonem Ante [Go Back]  
 [00026]  εἰ τὰ ῥήματα καὶ τὰς ἑτέρας αὐτῶν πράξεις ἠκούσαμεν, πολλῷ μᾶλλον.
 [00225]  Εἶτα ἵνα μὴ δόξῃ τούτου ἕνεκεν γράφειν μόνον, μηδὲ εἴπῃ τις, ὡς Εἰ μὴ Ὀνήσιμος ἦν, οὐκ ἂν ἔγραψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστολῆς·
000-00-00 Serial Number=0539950073
In epistulam ad Philippenses Ante [Go Back]  
 [00228]  Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλ [62.185] ανθρωπίας ἐστὶ, τὸ τοὺς ῥᾳθυμοτέρους καὶ τὸν ἀπεσκληκότα βίον καὶ τραχὺν καὶ ἀκριβῆ μὴ δυναμένους ἀναδέξασθαι, καὶ τούτους δι' ἑτέρας ὁδοῦ πάλιν εἰς τὴν αὐτὴν τούτοις τάξιν ἄγειν.
 [01286]  Ἐπειδὴ γὰρ οὐκ ἤρκει ὁ φόβος ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν·
 [01685]  τί οὖν πρὸς Ἄρειον εἴποιμεν λοιπὸν, τὸν λέγοντα ἑτέρας εἶναι οὐσίας τὸν Υἱόν;
 [02309]  ὅταν εἴπω, ὅτι οὐκ ἐλάττονα κατὰ τὴν οὐσίαν, ἀλλ' ἴσον, οὐδὲ ἑτέρας οὐσίας, καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι.
 [02998]  Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας, ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον·
000-00-00 Serial Number=0091251493
In epistulam ad Romanos Ante [Go Back]  
 [01282]  Ἤδη τοίνυν προδιορύττει τῆς περιτομῆς καὶ τῆς ἀκροβυστίας τὸ μέσον, καὶ πόῤῥωθεν ταύτην προκαταλύει τὴν διαφορὰν, ὥστε καὶ ἀνυπόπτως αὐτὸ ποιῆσαι, καὶ ἐξ ἑτέρας ἀνάγκης εἰς τοῦτο ἐμβαλεῖν·
 [03772]  Τὰς δὲ ἑτέρας δύο, ὧν ἡ μέν ἐστι μακαριστὴ ἡ [60.490] παρὰ τοῦ Θεοῦ δοθεῖσα, ἡ δὲ ἐπαινετὴ ἡ παρ' ἡμῶν καὶ τοῦ Θεοῦ κατορθουμένη, καὶ ἑλώμεθα καὶ ζηλώσωμεν.
 [03776]  Τῆς δὲ ἑτέρας συζυγίας τὴν μὲν εὐκαταφρόνητον εἶναί φησιν ὁ Χριστὸς λέγων·
 [06143]  Ἀλλὰ τέως τοῦτο οὐ τίθησιν, ἀλλ' ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδειγμάτων ἑτέρων, ἄλλο ζήτημα εἰς μέσον ἄγων, καὶ καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην δι' ἀπορίας ἑτέρας.
 [06171]  Καίτοι γε ἐνταῦθα οὐ δουλείαν ἔχεις αἰτιᾶσθαι μητρὸς, ὡς ἐπὶ τοῦ Ἰσμαὴλ, οὐδὲ τὸν μὲν ἐκ ταύτης, τὸν δὲ ἐξ ἑτέρας γεγεννῆσθαι νηδύος, καθάπερ ἐπὶ τῆς Χεττούρας καὶ τῆς Σάῤῥας, ὅπου γε καὶ τῆς ὥρας αὐτῆς ἐκοινώνησαν τῶν ὠδίνων.
 [06477]  οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ' ἑτέρας ὁδοῦ, μείζονα ταύτης εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως·
 [06812]  Ἂν ἑτέρας ἐρασθῶμεν δόξης, τῆς ὄντως δόξης.
 [06873]  ἑτέραν πάλιν εἰσάγειν μέλλων ἀντίθεσιν, ἀφορμὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας μαρτυρίας τοῦ προφήτου, καθ' ἢν ἔλυσε τὴν μικρῷ πρὸ ταύτης ἀντίθεσιν, οὕτως αὐτὴν πλέκει καὶ συνείρει τοῖς προτέροις.
 [08339]  Ἂν γὰρ ἴδῃ σε χαίροντα καὶ πτερούμενον ἐπὶ τῷ πάσχειν κακῶς, εἴσεται σαφῶς διὰ τῶν πραγμάτων, ὅτι μείζους τῶν παρόντων ἑτέρας ἔχεις ἐλπίδας·
 [09038]  Καὶ γὰρ αἱ ἐπιθυμίαι αὗται τίκτουσι πάλιν ἑτέρας δριμυτέρας, καὶ οὐδέποτε λήψῃ κόρον, ἀλλὰ βάσανον ἐργάσῃ σαυτῷ μεγάλην.
 [09999]  οἱ δὲ τέκνα ἔφαγον, καὶ μυρίας ἑτέρας χαλεπωτέρας ὑπέμειναν συμφορὰς, καὶ οὐδὲ ταύτῃ ἀπηλλάγησαν οὔτε οὗτοι οὔτε οἱ ζῶντες καέντες ἐν Σοδόμοις.
000-00-00 Serial Number=0222930729
In epistulam ad Titum Ante [Go Back]  
 [00919]  Ὁ Ἰωσὴφ ἐπράθη πρὸς τὸν ἀρχιμάγειρον, καὶ δόξης ἑτέρας ἦν, οὐ τῆς Αἰγυπτιακῆς·
000-00-00 Serial Number=0908642530
In illud Domine non est in homine Ante [Go Back]  
 [00037]  Οὐ ταύτην δὲ μόνον μεμελετήκασι τὴν ῥῆσιν, ἀλλὰ καὶ ἑτέρας πρὸς ταύτην συνείρουσι τοιαύτας, ὅτι Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος·
000-00-00 Serial Number=0296758592
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00226]  Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐμπόρους μηδενὸς φείδεσθαι τῶν ὄντων, καὶ ταῦτα οὐχ ἑτέρας τινὸς καινοτέρας, ἀλλ' ὁμοίας τῇ ἐνθήκῃ τῆς ἐμπορίας αὐτῶν μελλούσης ἔσεσθαι·
000-00-00 Serial Number=0734156013
In illud In faciem ei restiti Ante [Go Back]  
 [00317]  Πιστευθεὶς δὲ λοιπὸν ἐκείνους, οὐχ ὁμοίως τῷ Πέτρῳ, οὐδὲ διὰ τῆς αὐτῆς ὁδοῦ πρὸς τὴν πίστιν αὐτοὺς ἐνῆγεν, ἀλλὰ δι' ἑτέρας.
000-00-00 Serial Number=0804226935
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00039]  τοῦτο νῦν ἐξ ἀποστολικῆς ἑτέρας ῥήσεως ἀποδεῖξαι βούλομαι.
000-00-00 Serial Number=0884724617
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00148]  Οὐκ ἔστιν ἐξ ἑτέρας συνάξεως ἢ συνόδου τοσοῦτον κέρδος λαβόντας ἀπελθεῖν, ὅσον ἀπὸ τῆς ἐνταῦθα διατριβῆς·
 [00166]  βελτίων γὰρ ἐκείνης αὕτη ἡ θυσία καὶ ἡ προσφορὰ, ὅταν ψυχὴν μετὰ σαυτοῦ λαβὼν εἰσέλθῃς, Οὐχ ὁρᾶτε τὰς περιστερὰς τὰς μεμελετηκυίας, πῶς ἐξιοῦσαι θηρεύουσιν ἑτέρας;
000-00-00 Serial Number=0458600223
In principium Actorum Ante [Go Back]  
 [00115]  καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς;
 [00267]  Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπιχείρημα, ὅπερ ἄλλος μὲν μεθ' ἑτέρας ἐφθέγξατο διανοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν;
000-00-00 Serial Number=0228367448
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00094]  καὶ τράπεζαν ὁρῶν μιαρὰν καὶ ἐναγῆ, τραπέζης ἐμνήσθη ἑτέρας τῆς φρικώδους καὶ Πνεύ ματος γεμούσης, καὶ οὕτως ἐπυροῦτο, ὡς ἑλέσθαι πάντα ὑποστῆναι καὶ παθεῖν, ἢ τῶν μιαρῶν ἐκείνων ἀπογεύσασθαι ἐδεσμάτων.
000-00-00 Serial Number=0632383645
In sanctum Romanum Ante [Go Back]  
 [00122]  Ὥσπερ ἂν εἴ τις παγκρατιάζειν μέλλων, εἶτα πληγὰς ἀφάτους λαβὼν, καὶ μὴ δυνάμενος ἀντιστῆναι λοιπὸν, κελεύσειεν ἐκκοπῆναι τοῦ ἀνταγωνιστοῦ τὰς χεῖρας, καὶ οὕτως αὐτὸν παίοι, οὐ χρεία λοιπὸν ἑτέρας ἀποδείξεως πρὸς τὸ τὴν νίκην τῷ τὰς χεῖρας ἐκκοπέντι ψηφίσασθαι·
000-00-00 Serial Number=0717881441
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00629]  Ἀλλὰ τὸ καθαι ρεῖν ἑτέρας, ἐν αἷς αἱ τοιαῦταί εἰσιν, εἰκότως ἐμποιεῖ.
000-00-00 Serial Number=0256248891
Quales ducendae sint uxores Ante [Go Back]  
 [00140]  Οἱ γονεῖς πάλιν, ἂν μὲν ἐξ ἑτέρας ὑποθέσεως ἀφαιρεθῶσι χρήματα, δάκνονται, ἀλγοῦσιν, εἰς δικαστήριον τοὺς ἀφελομένους ἕλκουσιν·
000-00-00 Serial Number=0194064021
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00139]  ∆εσμωτήρια οἰκῶν, ἁλύσεις περικείμενος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος παρὰ Ἰουδαίων, λιθαζόμενος, οὐχ ἱμᾶσι μόνοις, ἀλλὰ καὶ ῥάβδοις τὰ νῶτα ξαινόμενος, καταποντιζόμενος, λῃσταῖς πολλάκις περιπίπτων, ἐμφύλιον ὑπομένων πόλεμον παρὰ τῶν ἐχθρῶν, παρὰ τῶν γνωρίμων βαλλόμενος διηνεκῶς, μυρίαις ἐπιβουλευόμενος ἐπιβουλαῖς, λιμῷ καὶ γυμνότητι παλαίων, ἑτέρας πυκνὰς καὶ συνεχεῖς ὑπομένων περιστάσεις καὶ θλίψεις;
 [00190]  Οὐδὲ γὰρ ἂν ἑτέρας αἰτίας ἔχοις εἰπεῖν, ἀλλ' ἢ ἡδονὴν καὶ κολακείαν καὶ φόβον καὶ τιμωρίαν.
 [00204]  Οὐχὶ τὰ μὲν τῶν διαιτωμένων συμμέτρως μὴ γάρ μοι τὸ σπανιάκις συμβαῖνον εἴπῃς, καὶ εἴ τινες ἀσθενεῖς εἶεν ἐκ περιστάσεως ἑτέρας τινός, ἀλλ' ἀπὸ τῶν ἀεὶ καὶ συνεχῶς συμβαινόντων τὰς ψήφους λάμβανε οὐχὶ τῶν μὲν συμμέτρως ἑστιωμένων εὔρωστα τὰ σώματα καὶ τετρανωμέναι αἱ αἰσθήσεις, τὴν οἰκείαν χρείαν πληροῦσαι μετὰ πολλῆς τῆς εὐκολίας·
 [00404]  Ἀλλ' ἰδοῦ καὶ οὗτοι διὰ πάντων ἐλθόντες λαμπρότεροι δι' ἑκάστου τούτων ἐγένοντο καὶ περιφανέστεροι καὶ μείζονα τὴν ἐμπορίαν τὴν ἐν οὐρανοῖς συνήγαγον, καὶ οἱ μὲν Ἰουδαῖοι καὶ ναὸν ἔχοντες καὶ θυσιαστήριον καὶ κιβωτὸν καὶ τὰ Χερουβὶμ καὶ τὸ ἱλαστήριον καὶ τὸ καταπέτασμα καὶ τὸ ἄπειρον τῶν ἱερέων πλῆθος καὶ τὰς καθημερινὰς λατρείας καὶ τὰς θυσίας ἐωθινάς, τὰς ἑσπερινὰς καὶ συνεχῶς τῶν προφητῶν ἀκούοντες τῶν ζώντων, τῶν τεθνηκότων, ἐνηχούντων αὐτῶν ταῖς ἀκοαῖς καὶ τῶν θαυμάτων τὴν μνήμην περιφέροντες τῶν ἐν Αἰγύπτῳ, τῶν ἐν ἐρήμῳ, τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῶν χειρῶν ταῦτα σαλεύοντες, ἐπὶ τῶν φλιῶν ἔχοντες γεγραμμένα, καὶ πολλῆς τῆς τότε θαυματουργίας ἀπολαύοντες καὶ ἑτέρας ἐπιμελείας, οὐ μόνον οὐδὲν ὠφελήθησαν, ἀλλὰ καὶ παρεβλάβησαν, ἐν αὐτῷ τῷ ναῷ εἴδωλα στήσαντες καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν σφάξαντες ὑπὸ δένδρα·
000-00-00 Serial Number=0909366190
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00686]  Ἐπειδὴ ἔδοξε τὰς θυγατέρας Σαλπαὰδ λαβεῖν κλῆρον, εἰ συμβαίη αὐτὰς γαμηθῆναι ἀνδρὶ ἐξ ἑτέρας φυλῆς, τί ἵνα γίνηται;
 [01393]  Ὡς δὲ ἔγνω ὁ Ἀσσύριος, ὅτι ἀποστῆναι βούλεται, καὶ γὰρ ἐπρεσβεύσατο πρὸς τὸν Αἰθίοπα, ἐπολιόρκησεν αὐτὸν, καὶ ἔδησεν αὐτὸν, καὶ τὴν Σαμάρειαν λαβὼν καὶ ἑτέρας πόλεις, μετῴκισεν εἰς Ἀσσυρίους.
 [02421]  Κατηγορία Ἰουδαίων εἰδωλολατρείας ἕνεκεν, καὶ τῆς νηστείας αὐτῶν παραίτησις, καὶ ἑτέρας νηστείας βελτίονος ὑπόδειξις.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»