Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιδείκνυσθαι [131]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιδείκνυσθαι


000-00-00 Serial Number=0638828456
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00138]  Τοσοῦτον δὲ ἀπέστησεν ὁ λόγος τῶν ἀδικουμένων τὰς ψυχὰς τῆς πρὸς τοὺς ἀδικοῦντας ὀργῆς, ὡς μὴ μόνον ὑπὲρ τῶν ἤδη ληφθέντων μὴ δυσχεραίνειν, ἀλλὰ καὶ τῶν ὑπολειφθέντων ἑκόντας παραχωρεῖν, καὶ τῆς ἐκείνων μανίας περὶ τὸ κακῶς ποιεῖν μείζονα περὶ τὸ κακῶς πάσχειν ἐπιδείκνυσθαι τὴν προθυμίαν ἡμᾶς.
 [00418]  ∆ιὸ δέομαι καὶ παρακαλῶ τὴν ἀμοιβὴν ἡμῖν ἀποτῖσαι λοιπὸν, καὶ τὰς εὐχὰς ἀντιδοῦναι τὰς σὰς, ὥστε μὴ λέγειν περὶ κατανύξεως μόνον, ἀλλὰ καὶ διὰ τῶν ἔργων τὸ πρᾶγμα ἐπιδείκνυσθαι τοῦτο·
000-00-00 Serial Number=0788268685
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00214]  Εἰ δὲ πολλοὶ μὲν εἰσὶν οἱ περιγενόμενοι τῆς ἐκείνου δυνάμεως ἤδη, πολλοὶ δὲ οἱ περιεσόμενοι πάλιν, τί τοὺς μέλλοντας εὐδοκιμεῖν, καὶ λαμπρὰν ἐπιδείκνυσθαι νίκην, τοσαύτης ἀποστερεῖς τιμῆς;
000-00-00 Serial Number=0650922120
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00059]  ἡμᾶς δὲ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι, καὶ ταῦτα ἐπισταμένους ὅτι πολλάκις ἐστὶν ἐλπὶς τὴν ἀπολωλυῖαν ψυχὴν εἰς τὴν προτέραν ἐπαναγαγεῖν ζωήν;
 [00673]  Ἀλλά σε τούτων οὐδὲν εἰδέναι βούλομαι, οὐδὲ ἐξ ἀπογνώσεως ἐπὶ τὴν ἐξομολόγησιν ἔρχεσθαι, ἀλλὰ μετὰ προσδοκίας ἀγαθῆς, καὶ τῆς ἀπογνώσεως τὴν ῥίζαν ἐκκόψαντα, πᾶσαν τὴν ἐναντίαν ἐπιδείκνυσθαι σπουδήν.
000-00-00 Serial Number=0567539454
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00196]  Ὥσπερ γὰρ εἴ τις φάρμακα βουλόμενος ὠνεῖσθαι, ἄπειρος ὤν, κελεύοι πρότερον ἐπιδείκνυσθαι τῷ ἰατρῷ ταῦτα, κἂν μάθῃ σαφῶς ὅτι ἰδὼν ἐκεῖνος ἐπῄνεσεν, οὐδεμίαν ἑτέραν ἀπόδειξιν τῆς τούτων ἀρετῆς ἐπιζητεῖ, ἀλλ' ἀκούσας ὅτι εἶδεν αὐτὰ ὁ ἰατρὸς καὶ ἐπῄνεσεν, ἀρκεῖται τῇ ψήφῳ τοῦ τεχνίτου, [4.9] οὕτω δὴ καὶ ὁ Μωυσῆς πᾶσαν περιεργίαν ἀναίσχυντον περιελεῖν βουλόμενος τῶν μετὰ ταῦτα μελλόντων ἀπολαύειν τῆς κτίσεως, ἀπήγγειλε καὶ εἶπεν ὅτι εἶδεν αὐτὰ ὁ Θεὸς καὶ ἐπῄνεσε καὶ ἐψηφίσατο εἶναι καλὰ καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ καλὰ λίαν.
 [01184]  Οὐ γὰρ οὕτω τότε μὴ ἐνοχλουμένη πάντας ἐπαίδευσεν ὡς νῦν τὴν οἰκουμένην διδάσκει καρτερεῖν, ἐγκρατεύεσθαι, φέρειν πειρασμούς, ὑπομονὴν ἐπιδείκνυσθαι, καταφρονεῖν τῶν βιωτικῶν, μηδὲν ἡγεῖσθαι πλοῦτον, καταγελᾶν τιμῆς, ὑπερορᾶν θανάτου, καταφρονεῖν ζωῆς, πατρίδα παρορᾶν, οἰκείους, φίλους, συγγενεῖς, πρὸς σφαγὰς ἀποδύεσθαι παντοδαπάς, κατὰ ξιφῶν κυβιστᾶν, τὰ λαμπρὰ ἅπαντα τοῦ παρόντος βίου, τιμὰς λέγω καὶ δόξας καὶ δυναστείαν καὶ τρυφήν, τῶν ἠρινῶν ἀνθῶν εὐτελέστερα εἶναι νομίζειν.
000-00-00 Serial Number=0991454542
Ad populum Antiochenum Ante [Go Back]  
 [00186]  Τετάρτη, ἵνα αὐτῶν ἐκείνων ἡ ὑπομονὴ φανερωτέρα γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων, ἀλλὰ καὶ τοσαύτην ἐπιδεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν ἀκεραίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν.
 [00912]  τοσούτῳ καὶ ἡμᾶς πλείω καὶ σφοδρὰν τὴν σπουδὴν καὶ τὴν προθυμίαν ἐπιδείκνυσθαι χρή.
000-00-00 Serial Number=0135908008
Adversus Judaeos Ante [Go Back]  
 [00716]  καὶ οἱ μὲν τὰς πλευρὰς κατεξεσμένας, οἱ δὲ τὰ νῶτα συντριβέντα, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξορυγέντας, οἱ δὲ ἄλλο τι τοῦ σώματος μέρος ἀφῃρημένους ἑαυτοὺς διὰ τὸν Χριστὸν ἐπιδείκνυσθαι εἶχον.
 [02626]  Ἀλλ' ὅπερ ἔλεγον δεῖ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανελθεῖν ἱκανῶς ἡμῖν ἐντεῦθεν ἀπέδειξεν ὁ λόγος, ὅτι πιπτόντων οὐ χρὴ τῶν ἀδελφῶν ἀμελεῖν, οὐδὲ καταφρονεῖν, ἀλλ' ἀσφαλίζεσθαι μὲν αὐτοὺς πρὸ τῆς ἁμαρτίας, πολλὴν δὲ καὶ μετὰ τὴν ἁμαρτίαν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν.
000-00-00 Serial Number=0641451418
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00135]  Οὐ γὰρ ἦν ἴσον, παραγενομένου τοῦ Χριστοῦ καὶ τοσαῦτα ἐπιδειξαμένου καὶ παραινέσαντος καὶ συμβουλεύσαντος φιλοσοφεῖν, καὶ πρὸ τῆς παρουσίας αὐτοῦ καὶ πρὸ νόμου καὶ πρὸ προφητῶν τοιαῦτα ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0745609760
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00143]  Ὥστε διπλῇ παρηλάσατε τὸν ὠμὸν πλούσιον ἐκεῖνον, τῷ τε ἑτέρους κωλῦσαι σβέσαι τὸν λιμὸν, καὶ τῆς ψυχῆς ἀγχομένης τὴν ἀπανθρωπίαν ἐπιδείκνυσθαι ταύτην.
000-00-00 Serial Number=0258269012
Catecheses ad illuminandos Ante [Go Back]  
 [00123]  [1.25] Καὶ περὶ μὲν τὰ δόγματα τῆς ἐκκλησίας τοσαύτην ὑμᾶς βουλόμεθα τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι καὶ ταῦτα ἐμπεπηγότα ἔχειν τῇ διανοίᾳ τῇ ὑμετέρᾳ.
 [00181]  Ὁ τοῦτον ὑπελθὼν τὸν ζυγὸν πάσης ὀφείλει τῆς παλαιᾶς συνηθείας λήθην ποιήσασθαι καὶ ὀφθαλμῶν ἀκρίβειαν ἐπιδείκνυσθαι·
 [00183]  Οὐ μόνον δὲ ὀφθαλμῶν, ἀλλὰ καὶ γλώττης πολλὴν τὴν ἀκρίβειαν ἐπιδείκνυσθαι χρή.
 [00340]  Εἰ τοίνυν οἱ ἐπὶ χρήμασί τινας ἀναδεχόμενοι τῷ παντὶ ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, πολλῷ μᾶλλον οἱ ἐν τοῖς πνευματικοῖς καὶ εἰς τὸν τῆς ἀρετῆς λόγον τινὰς ἀναδεχόμενοι πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι ὀφείλουσι, παραινοῦντες καὶ συμβουλεύοντες, διορθοῦντες, πατρικὴν φιλοστοργίαν ἐπιδεικνύμενοι.
 [00342]  ∆ιὰ γὰρ τοῦτο καὶ πατέρας ἔθος καλεῖν τοὺς τοιούτους πνευματικούς, ἵνα δι' αὐτῶν τῶν ἔργων μάθωσιν ὅσην ὀφείλουσι φιλοστοργίαν ἐν τῇ τῶν πνευματικῶν διδασκαλίᾳ περὶ τοὺς τοιούτους ἐπιδείκνυσθαι.
 [00401]  Οὐδὲν γὰρ οὕτως αὐτὸν εὐφραίνει ὡς τὸ συμπαθεῖς ἡμᾶς εἶναι περὶ τὰ μέλη τὰ ἡμέτερα καὶ πολλὴν φιλοστοργίαν περὶ τοὺς ἀδελφοὺς ἐπιδείκνυσθαι καὶ τῆς σωτηρίας τῶν πλησίον πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν.
 [00641]  [4.17] Εἰ γὰρ ἄνθρωποι τὰς βιωτικὰς λειτουργίας ἀναδεχόμενοι καὶ ἐπὶ τῆς ἐσθῆτος πολλάκις ἣν περίκεινται τὸν τύπον τῶν βασιλικῶν εἰκόνων ἐπιφερόμενοι καὶ διὰ τοῦτο ἀξιόπιστοι τοῖς ἄλλοις ἅπασι φαινόμενοι, οὐδὲν ἀνάσχοιντο ἄν ποτε πρᾶξαι τοιοῦτον ὃ τῆς ἐσθῆτος ἐκείνης τῆς τοὺς τύπους ἐχούσης τοὺς βασιλικοὺς ἀνάξιον ἂν γένοιτο, ἀλλὰ κἂν αὐτοί ποτε ἐπιχειρήσωσι, πολλοὺς ἔχουσι τοὺς διακωλύοντας, κἂν ἕτεροί τινες αὐτοὺς κακῶς διαθεῖναι βούλοιντο, ἱκανὴν ἔχουσιν ἀσφάλειαν τοῦ μηδὲν ἀηδὲς παθεῖν τῆς ἐσθῆτος τὴν περιβολήν, πολλῷ δὴ μᾶλλον οἱ οὐκ ἐπὶ ἱματίου ἀλλ' ἐπὶ ψυχῆς αὐτὸν τὸν Χριστὸν ἔχοντες ἐνοικοῦντα καὶ τὸν τούτου Πατέρα καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν, πολλὴν ἂν εἶεν δίκαιοι τὴν ἀσφάλειαν ἐπιδείκνυσθαι καὶ πᾶσιν ἑαυτοὺς καταδήλους ποιεῖν διὰ τῆς ἀκριβοῦς πολιτείας καὶ τῆς τοῦ βίου ἐπιμελείας ὅτι τὴν εἰκόνα τὴν βασιλικὴν ἐπιφέρουσιν.
 [00673]  ἀλλὰ καὶ γλώττης ἀκρίβειαν καὶ διανοίας καθαρότητα ἐπιδείκνυσθαι καὶ ἕκαστον ἡμῶν τῶν μελῶν παιδαγωγεῖν μηδὲν ἔργον μεταχειρίζειν ὃ μὴ πολὺ τὸ κέρδος τῇ ψυχῇ πραγματεύεται.
 [00706]  Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ' ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ.
 [00721]  οὔτε γὰρ νηστεύειν ἀναγκάζων πάλιν φημὶ ταῦτα ἀλλὰ βουλόμενος ὑμᾶς καὶ ἀνίεσθαι καὶ ἀκριβεστέραν νῦν μᾶλλον τὴν ἀληθῆ νηστείαν ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0182388425
Commentarius in Job Ante [Go Back]  
 [00006]  οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν Μωσαϊκῶν τοιοῦτον εἶναι, οὕτως ἐνάρετον καὶ θαυμαστόν, καὶ πρὸ ταύτης τῆς παραινέσεως τοσαύτην ἐπιδείκνυσθαι τὴν ἰσχύν.
000-00-00 Serial Number=0211238682
Contra Anomoeos Ante [Go Back]  
 [00166]  Πῶς γὰρ οὐκ ἄτοπον, μηδὲ τοσαύτην ἐπιδείκνυσθαι περὶ τὴν Ἐκκλησίαν ταύτην πρόνοιαν, ὅσην αἱ γυναῖκες περὶ τὰς γείτονας τὰς ἑαυτῶν;
000-00-00 Serial Number=0158562422
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00227]  Εἰ γὰρ ἐξ ἐλέου καὶ φιλανθρωπίας ἐγίνετο, περὶ τοὺς ἄνδρας ταῦτα ἐπιδείκνυσθαι ἐχρῆν.
000-00-00 Serial Number=0902467668
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00082]  Οὐχ ὁρᾷς, ὅτι καὶ γηπόνοι τὴν ἄμπελον περιτέμνουσιν, ὥστε τὴν δύναμιν ἅπασαν μὴ ἐν τοῖς φύλλοις, καὶ ἐν τοῖς κλήμασιν, ἀλλ' ἐν τῇ ῥίζῃ τοῦ φυτοῦ ἐπιδείκνυσθαι;
000-00-00 Serial Number=0850622535
De Anna i Ante [Go Back]  
 [00365]  τοῦτο μάλιστα ψυχῆς πεπονημένης, μὴ τῷ τόνῳ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς διανοίας τὴν εὐχὴν ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0654046118
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00182]  ∆εῖ γὰρ οἶμαι τὸν μέλλοντα εἶναι ἐλεγκτικὸν θρασύτητος μάλιστα καὶ ἀπονοίας ὡς πορρωτάτω τὴν ἑαυτοῦ ψυχὴν ἀπαγαγεῖν καὶ τὸ δραστήριον ἐν τῇ φύσει τῶν ῥημάτων καὶ τῶν πραγμάτων ἐπιδείκνυσθαι μόνον.
 [00514]  κατορθοῦσθαι βούλονται τὰ πρὸς τὴν τῶν ἀνθρώπων σωτηρίαν μόνον οὐκέτι δὲ καὶ ἐπιδείκνυσθαι τοῖς πολλοῖς ὅτι αὐτῶν τὰ κατορθώματα πλὴν εἴ πού τις χρεία ἀναγκάσειε χρείαν δὲ τὴν τῶν σωζομένων κηδεμονίαν λέγω πάλιν ὅπερ τότε ἐγένετο.
000-00-00 Serial Number=0737610817
De Christi divinitate Ante [Go Back]  
 [00128]  Ἐπειδὴ γὰρ περὶ τὴν κρίσιν τῶν θαυμάτων ἐκακούργουν, καὶ τῇ δόξῃ τῶν γιγνομένων ἐπηρεάζειν ἐπεχείρουν, ὥσπερ τι τρόπαιον καὶ ἔλεγχον ἀναμφισβήτητον τῆς ὑγιείας, τὴν φορὰν τῆς κλίνης ἐκέλευεν ἐπιδείκνυσθαι, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ τυφλοῦ ἔλεγον, τοῦτο καὶ ἐπὶ τούτου λέγωσι.
000-00-00 Serial Number=0692910373
De Lazaro Ante [Go Back]  
 [01073]  Οὐ μικρὸς δὲ πόνος οὗτος, ἀκριβῆ τὴν τούτων παρατήρησιν ἐπιδείκνυσθαι.
 [02571]  Τίς ἂν οὖν, κἂν σφόδρα ᾖ λίθινος, ἢ καὶ ἀναίσθητος, ταῦτα ἀναλγήτως ἐνεγκεῖν δυνήσεται, μήτι γε ἡμεῖς οἱ πατρικὴν φιλοστοργίαν περὶ πάντας ὑμᾶς ἐπιδείκνυσθαι σπουδάζοντες;
 [02591]  Ὅταν γὰρ τὰ ἐνταῦθα ὑφ' ἡμῶν οἰκοδομηθέντα διὰ τῆς συνεχοῦς διδασκαλίας καὶ τῆς παραινέσεως ταύτης τῆς πνευματικῆς, ἀπελθὼν ἀθρόον ἐκεῖ πάντα καθέλῃς, καὶ εἰς ἔδαφος, ὡς εἰπεῖν, καταγάγῃς, ποῖον ὄφελος πάλιν ἡμᾶς ἄνωθεν τὰ τῆς οἰκοδομῆς ἐπιδείκνυσθαι, καὶ πάλιν ὑμᾶς τὰ τῆς καθαιρέσεως;
000-00-00 Serial Number=0146530747
De decem millium talentorum debitore Ante [Go Back]  
 [00325]  Ἀλλ' ὅμως οὐδὲ τοῦτο ἐποίησεν, οὐδὲ ἐνενόησεν ὅσον τὸ μέσον ἦν τῆς ἀφέσεως, ἧς τε αὐτὸς ἀπήλαυσε, καὶ ἣν περὶ τὸν σύνδουλον ἐπιδείκνυσθαι ἔμελλεν·
000-00-00 Serial Number=0014612496
De incomprehensibili dei natura Ante [Go Back]  
 [00004]  Τοῦ ποιμένος καὶ τοῦτο τὸ κατόρθωμα, τὸ μὴ μόνον παρόντος, ἀλλὰ καὶ ἀπόντος πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν τὰ ποίμνια.
000-00-00 Serial Number=0161038637
De mutatione nominum Ante [Go Back]  
 [00353]  ὅταν δὲ ὁ Θεὸς ὀνομάζῃ, πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν χρὴ ὡς εὑρεῖν τὴν αἰτίαν.
000-00-00 Serial Number=0157246053
De non iterando conjugio Ante [Go Back]  
 [00226]  Ταῦτα ἡμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ' ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν ὡς προσῆκε τὰς τοιοῦτον ἐχούσας νυμφίον.
000-00-00 Serial Number=0799666286
De paenitentia [1] Ante [Go Back]  
 [00949]  Τὸ μὲν γὰρ κακῶς πράττοντας συστέλλεσθαι καὶ ταπεινοῦσθαι καὶ πολλὴν εὐλάβειαν ἐπιδείκνυσθαι, θαυμαστὸν οὐδέν·
000-00-00 Serial Number=0166778147
De precatione [1] Ante [Go Back]  
 [00073]  ὅσῳ γὰρ τιμιωτέρα τοῦ σώματος ἡ ψυχὴ, τοσούτῳ μᾶλλον εἰκὸς περὶ ταύτην πλείονα σπουδὴν ἐπιδείκνυσθαι τὸν Θεόν.
000-00-00 Serial Number=0619824886
De proditione Judae Ante [Go Back]  
 [00536]  ὅτι τὴν κατὰ τῶν δαιμόνων ἐξουσίαν σοι παρέδωκεν, ὡς καὶ νοσήματα θεραπεύειν, καὶ λεπροὺς καθαίρειν, καὶ ἕτερα πολλὰ τοιαῦτα θαύματα ἐπιδείκνυσθαι;
000-00-00 Serial Number=0285037696
De resurrectione mortuorum Ante [Go Back]  
 [00074]  καὶ σωφροσύνην δὲ, οὐ τὴν μέχρι τῶν ἔργων μόνον, ἀλλὰ καὶ τὴν μέχρι τῆς ἐννοίας ἐπιδείκνυσθαι ἔδει.
 [00290]  Τοσαύτη γὰρ αὐτοῦ ἐστιν ἡ εὐγένεια, ὡς καὶ ἐν αὐτῇ τῇ φθορᾷ τὴν ἀξίαν ἐπιδείκνυσθαι τὴν αὑτοῦ.
 [00303]  Ὅταν οὖν καὶ ἀσεβείας, ὅπερ ἐστὶν ἔσχατος ὅρος κακίας, κώλυμα φαίνηται γινόμενον, καὶ τοῖς ἁγίοις παρέχῃ τῆς ψυχῆς τὴν ἀνδρείαν ἐπιδείκνυσθαι, τίνος ἂν τύχοιεν συγγνώμης οἱ διαβάλλοντες αὐτὸ καὶ κακίζοντες;
000-00-00 Serial Number=0153840184
De sacerdotio Ante [Go Back]  
 [00749]  Τὴν δὲ προθυμίαν καὶ τὴν σπουδὴν πολλῷ πλείονα ἐνταῦθα ἐπιδείκνυσθαι δεῖ·
000-00-00 Serial Number=0141609967
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00038]  Ἰδὼν τὰς τῶν λίθων βολὰς τοῖς ἱματίοις τοῖς ἑαυτοῦ περιβαλὼν ἀπέκρυψε τοῦ ἄρχοντος τὴν κεφαλὴν, ὁμοῦ τε τοὺς ἐχθροὺς τῇ τῆς ἐπιεικείας ἐντρέπων ὑπερβολῇ, καὶ τοὺς αὑτοῦ μαθητὰς παιδεύων, ὅσην περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν ἐπιδείκνυσθαι χρή·
000-00-00 Serial Number=0833268881
De virginitate Ante [Go Back]  
 [01103]  Οὐ γὰρ παρὰ τὸ συνεῖναι καθάπερ γυνὴ τούτῳ σῶσαι τὸν ἄνδρα δυνήσεται ἀλλὰ τῷ τὸν εὐαγγελικὸν ἐπιδείκνυσθαι βίον·
 [01108]  Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ἀλλὰ τὸ πολλὴν ἐπιδείκνυσθαι τὴν φιλοσοφίαν καὶ τὴν ὑπομονὴν καὶ τῶν τοῦ γάμου περιστάσεων καταγελᾶν καὶ τοῦτο ἔργον τίθεσθαι διηνεκῶς, τοῦτό ἐστι τὸ ποιοῦν τὴν τοῦ συνοικοῦντος σωθῆναι ψυχήν·
 [01503]  Καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν ἀλλ' ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι καὶ πρὸς δάκρυα παρεσκευάσθαι διὰ παντός, πρὸς γέλωτα δὲ μηδέποτε.
 [01538]  Ἔνεστι γὰρ καὶ συγκεκλεισμένην μᾶλλον τῶν φαινομένων τοῖς βουλομένοις ἐπιδείκνυσθαι μετὰ πολλῆς τῆς προπετείας καὶ τῆς ἰταμότητος.
 [01883]  Τί δήποτε οὖν τῶν αὐτῶν κατορθωμάτων οὐχ ὁ αὐτὸς κεῖται μισθὸς ἡμῖν καὶ τοῖς ἐν τῇ παλαιᾷ, ἀλλὰ μείζονα ἐπιδείκνυσθαι δεῖ τὴν ἀρετὴν εἰ μέλλοιμεν τῶν αὐτῶν ἐκείνοις τυγχάνειν;
 [01886]  Ὥσπερ οὖν ἡμεῖς τοὺς παῖδας τοὺς ἡμετέρους ὅταν ἡβήσωσι, πολλῷ μείζονα ἀπαιτοῦμεν τὰ κατορθώματα καὶ ἃ ποιοῦντας πρότερον ἐπῃνοῦμεν κατὰ τὴν πρώτην ἡλικίαν, ταῦτα γενομένους ἄνδρας καὶ κατορθοῦντας οὐκέτι ὁμοίως θαυμάζομεν, ἀλλ' ἕτερα πόλλῳ μείζονα ἐκείνῳ κελεύομεν ἐπιδείκνυσθαι, οὕτω καὶ τὴν ἀνθρωπίνην φύσιν ὁ Θεὸς ἐν τοῖς πρώτοις χρόνοις οὐ μεγάλα ἀπῄτει τὰ κατορθώματα, ἅτε νηπιωδέστερον διακειμένην.
000-00-00 Serial Number=0480887353
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00029]  Οὐδὲ ὅσην φίλους πρὸς φίλους ἐπιδείκνυσθαι χρὴ τὴν ἐγγύτητα, τοσαύτην ἡμᾶς ἔχειν δεῖ τὴν πρὸς ἀλλήλους οἰκείωσιν, ἀλλ' ὅσην μέλος πρὸς μέλος.
 [00978]  Εἰ δέ τινες τῶν ἐνταῦθα συνόντων ὑπὸ ἀσθενείας σωματικῆς κωλυόμενοι, οὐ δύνανται ἄσιτοι διαμένειν, τούτοις παραινῶ, καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυθεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς μὴ ἀποστερεῖν ἑαυτοὺς, ἀλλὰ ταύτῃ μᾶλλον πλείονα τὴν σπουδὴν ἐπιδείκνυσθαι.
 [00980]  Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, τὰ μέγιστα ζημιούμεθα.
 [01386]  τὸ δὲ καὶ μετὰ τὴν ἁμαρτίαν πολλὴν τὴν περὶ αὐτοὺς ἐπιδείκνυσθαι ἐπιμέλειαν, οὐ μικρὸν καὶ τοῦτο παρέχει τὸν ἔπαινον.
 [01718]  Οὐδὲ γὰρ μικρὸν ἦν ἀπὸ τῶν βυθῶν ἐκείνων προειπεῖν, ὅτι πρῶτος ἐμπεσεῖται ὁ τὸν φόρον τελῶν ἰχθὺς, καὶ ὥσπερ ἀμφίβληστρον εἰς τὴν ἄβυσσον ἐκείνην ἀφέντα αὐτοῦ τὸ πρόσταγμα, ἀναγαγεῖν τὸν κομίζοντα τὸν στατῆρα, καὶ τὴν θάλατταν οὕτω ποιῆσαι δωροφορεῖν, καὶ πάντοθεν τὴν ὑποταγὴν αὐτῆς ἐπιδείκνυσθαι.
 [01783]  Πῶς γὰρ οὐκ ἄτοπον, ἐπὶ μὲν τοῦ σώματος, κἂν τὸ τυχὸν καταλάβῃ πάθος, καὶ ἰατροὺς καλεῖν, καὶ χρήματα ἀναλίσκειν, καὶ καρτερίαν ἐπιδείκνυσθαι, καὶ οὐ πρότερον ἀφίστασθαι ἅπαντα πράττοντας, ἕως ἂν ἀποθώμεθα τὸ λυποῦν·
 [02643]  Ἐντεῦθεν μάλιστα ἄν τις ἐκπλαγείη τῆς ἀνοίας τοὺς τῇ μέθῃ προσηλωμένους, ὅτι οὐδὲ ὅσην ἐπὶ τῶν ἀσκῶν ἔχουσιν ἕτεροι τὴν φειδὼ, τοσαύτην ἐφ' ἑαυτῶν ἐπιδείκνυσθαι θέλουσιν οὗτοι.
 [02837]  πολλῷ μᾶλλον γυναῖκας ἄγεσθαι μέλλοντας πρόνοιαν τοσαύτην καὶ πολλῷ πλείονα ἐπιδείκνυσθαι χρή.
 [03487]  Ἐπεὶ οὖν ὁ ἱερεὺς κατεφρονήθη, καὶ λόγος ἱερωσύνης ἐπατεῖτο, καὶ οὐδὲν ἠδύνατο οὐκέτι λοιπὸν, ἢ μόνον ἐλέγχειν, καὶ παῤῥησίαν ἐπιδείκνυσθαι, ὁ δὲ καὶ ὅπλα ἐκίνει, καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς φησιν·
 [04670]  καὶ ἵνα αὐτῶν ἐκείνων ἡ ὑπομονὴ φανερωτέρα γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων, ἀλλὰ καὶ τοσαύτην ἐπιδεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν οἰκείαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν·
000-00-00 Serial Number=0307746291
Epistula ad Cyriacum Ante [Go Back]  
 [00720]  ∆ιὸ καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι τότε ἐπήγνυντο ἐῶντος μὲν τοῦ Θεοῦ μένειν τὰ σκάμματα, οὐ μὴν τέλεον ἐγκαταλείποντος, ἀλλὰ τοσοῦτον συγχωροῦντος τοῖς ἐπιβουλεύουσι τὰ αὑτῶν ἐπιδείκνυσθαι, ὅσον μηδὲ ἀφανίσαι τὸν ἀθλητήν, μηδὲ ἐκποδὼν ποιῆσαι τῆς ἀρετῆς τὸν ἀνταγωνιστήν.
000-00-00 Serial Number=0705526412
Epistulae Ante [Go Back]  
 [00722]  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας.
 [01680]  Οὐδὲ γὰρ ἴσον ἐστὶ, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὀρθότητα ἐπιδείκνυσθαι, καὶ πολλῶν ὄντων τῶν ἐπιχειρούντων καταλῦσαι τὰς Ἐκκλησίας μηδὲν ἐκεῖθεν παραλογίζεσθαι, ἀλλὰ μένειν ἀκλινῆ, τούτους ἀποστρεφόμενον μετὰ τῆς προσηκούσης ἀνδρείας.
000-00-00 Serial Number=0314615250
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01086]  διὸ καὶ μακρότεροι τῶν δρόμων οἱ δίαυλοι τότε ἐπήγνυντο, ἐῶντος μὲν τοῦ Θεοῦ μένειν τὰ σκάμματα, οὐ μὴν τέλεον ἐγκαταλιμπάνοντος, ἀλλὰ τοσοῦτον συγχωροῦντος τοῖς ἐπιβουλεύουσιν τὰ αὐτῶν ἐπιδείκνυσθαι ὅσον μηδὲ ἀφανίσαι τὸν ἀθλητήν, μηδὲ ἐκποδὼν ποιῆσαι τῆς ἀρετῆς τὸν ἀνταγωνιστήν.
 [01110]  ∆εῖγμα τοίνυν καὶ τῆς ὑμετέρας ἀνδρείας καὶ νίκης καὶ τῆς ἥττης ἐκείνου τῆς πολλῆς, τὸ μειζόνως ἐφάλλεσθαι καὶ ἐπιπηδᾶν καὶ πλείονα ἐπιδείκνυσθαι τὴν ἀναισχυντίαν καὶ δαψιλέστερον ἐκχεῖν τὸν ἰόν.
000-00-00 Serial Number=0767561138
Expositiones in Psalmos Ante [Go Back]  
 [00722]  Καὶ δὴ ἄτοπον, διαθήκης μὲν χρημάτων ὑμῖν ἀπαγγελθείσης, ὡς προσήκοντος ἡμῖν τοῦ κλήρου, περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ τὰ γράμματα ἐπιζητεῖν, καὶ ἀργύριον καταβάλλειν, καὶ χαρτίοις προσιέναι, καὶ ἀντιγράφειν τὰ ἐγγεγραμμένα, καὶ πᾶσαν ἐπιδείκνυσθαι σπουδήν·
000-00-00 Serial Number=0505586267
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04372]  Ἐνταῦθα οὖν τὸ κατ' αὐτῶν φίλτρον, ὃ μέλλει περὶ ἐκείνους ἐπιδείκνυσθαι, καὶ τὸ μῖσος τὸ περὶ τούτους διὰ τῆς εἰκόνος παρίστησι.
000-00-00 Serial Number=0188422501
Fragmenta in Proverbia Ante [Go Back]  
 [00794]  καί γε ἐνταῦθα, πολλὴν χρὴ τὴν φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἵνα ἐγγυμναζώμεθα πρὸς τὸν ὁμόφυλον·
 [01991]  δεῖ γὰρ τοσαύτην ἐπιδείκνυσθαι σωφροσύνην, ὡς μηδὲ πονηρὰν ὑποψίαν λαβεῖν.
000-00-00 Serial Number=0886678934
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00282]  οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι' ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα.
000-00-00 Serial Number=0239114225
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00036]  Εἰ δὲ ἐν τῇ σκιᾷ καὶ τῷ τύπῳ τοσαύτην ἐπιδείκνυσθαι θερμότητα ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος καὶ τῆς ἀληθείας·
000-00-00 Serial Number=0777694583
In Acta apostolorum Ante [Go Back]  
 [00364]  Καὶ γὰρ καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ἐπιδείκνυσθαι χρὴ τὴν εὔνοιαν.
 [01189]  Οὐ γὰρ οἶμαι οὐδένα, κἂν σφόδρα κενόδοξος ᾖ, μὴ καλούσης χρείας θελῆσαι ἂν ἁπλῶς ἐπιδείκνυσθαι.
 [05824]  ἀλλ' ἔνθα μὲν πραότητα ἐπιδείκνυσθαι χρὴ, πάντων θηρίων ἐσμὲν ἀγριώτεροι·
 [09999]  Καὶ οὐχ ἁπλῶς μετανοεῖν παραινεῖ, ἀλλὰ καὶ βίον ἐπιδείκνυσθαι θαυμαστόν.
000-00-00 Serial Number=0561794817
In Genesim sermones Ante [Go Back]  
 [00551]  ἀλλ' ἵνα μάθητε πόσην περὶ τὴν ἀκρόασιν σπουδὴν ἐπιδείκνυσθαι χρή.
000-00-00 Serial Number=0447470188
In Joannem Ante [Go Back]  
 [00409]  καὶ μὴ μόνον ἐνταῦθα αὐτὴν ἐπιδείκνυσθαι, ἀλλὰ καὶ οἴκοι γενομένους, τὸν ἄνδρα πρὸς τὴν γυναῖκα, τὸν πατέρα πρὸς τὸν παῖδα περὶ τούτων διαλέγεσθαι·
 [01785]  ἡμᾶς δὲ τοσαύτην ἀναισθησίαν ἐπιδείκνυσθαι, ὡς μηδὲ τῇ τοσαύτῃ τιμῇ γενέσθαι βελτίους, ἀλλὰ καὶ μετὰ τὴν κλῆσιν ἐπὶ τῆς αὐτῆς μένειν κακίας, εἰς τὴν ἄφατον τοῦ κεκληκότος ἐμπαροινοῦντας φιλανθρωπίαν.
 [02010]  Τοὺς δὴ οὖν τοσούτων μὲν θεαμάτων, τοιούτων δὲ καταξιωθέντας ἀκουσμάτων, τοσαύτης δὲ ἀπολαύσαντας δωρεᾶς, καὶ βίον ἄξιον τῶν δογμάτων ἐπιδείκνυσθαι χρὴ, ὥστε καὶ τῶν ἐκεῖσε ἀπολαῦσαι καλῶν.
 [02614]  Οὐ γὰρ ὅσην φίλους πρὸς φίλους ἐπιδείκνυσθαι χρὴ τὴν ἐγγύτητα, καὶ τοσαύτην ἡμᾶς ἔχειν δεῖ τὴν πρὸς ἀλλήλους οἰκείωσιν·
 [03454]  ἔνθα δὲ πολλοὶ μὲν ἱδρῶτες, πολλοὶ δὲ μόχθοι καὶ φροντίδες, καὶ μετὰ ταῦτα τὸ τῶν ἐλπίδων ἄδηλον, πᾶσαν ἐπιδείκνυσθαι προθυμίαν;
 [04035]  Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ἐκεῖνον μὲν τοσαύτην ἐπιδείκνυσθαι σπουδὴν, ὥστε τὴν ἡμετέραν ἀπολλύναι ψυχήν·
000-00-00 Serial Number=0764015853
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02559]  Τὸν γὰρ τοιούτων ἀξιωθέντα, φησὶ, καὶ τηλικούτων, καὶ ταῦτα ἀπὸ ἐλέου μόνον καὶ φιλανθρωπίας, οὐδὲν μέγα τοιούτους ἐπιδείκνυσθαι πόνους, καὶ κινδυνεύειν καὶ πειρασμοὺς ὑπομένειν.
 [03579]  Οὐ γάρ ἐστιν ἴσον κατηγορίας ἐλεύθερον εἶναι, καὶ τοιαῦτα ἐπιδείκνυσθαι, ὡς πάντοθεν φαίνεσθαι διακόνους ὄντας Θεοῦ·
 [05561]  Σπουδάσωμεν τοίνυν τοσαύτης ἀπολαύοντες χάριτος, ἀξίαν ἐπιδείκνυσθαι τοῦ βίου τὴν ἀρετὴν, καὶ πολὺν τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγον·
 [07871]  Βέλτιον ἡμᾶς τοῦτο νομίζεσθαι παρ' ἐκείνοις, ἢ ἐν ταῖς πληγαῖς καὶ τῷ ἀδιορθώτῳ τῆς γνώμης τὴν δύναμιν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0831163526
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00569]  Ἡμῶν μὲν οὖν καταβαλεῖν ἐστι τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα, τῇ μνήμῃ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι τοὺς καρποὺς, τὰς ἀκάνθας προῤῥίζους ἀνασπᾷν.
000-00-00 Serial Number=0766866505
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01658]  Καὶ ἐν αὐτῷ μὲν γὰρ τούτῳ τοῦ Θεοῦ καταφρονῶμεν, ὅταν ἀλλήλων καταφρονῶμεν, τοῦ κελεύσαντος πολλὴν εἰς ἀλλήλους ἐπιδείκνυσθαι τὴν σπουδήν.
000-00-00 Serial Number=0985819578
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03553]  Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παραπέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπιδείκνυσθαι, δι' ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ.
 [04069]  Πῶς οὖν οὐκ ἄτοπον εἰς μὲν τὰ τῆς γῆς τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, τὸν δὲ οὐρανὸν ἐμπορεύεσθαι μέλλοντας τῷ θέλειν ἀρκεῖσθαι μόνον;
 [04070]  μᾶλλον δὲ μηδὲ τοῦτο μετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς;
 [07038]  Τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐκείνην ἐπιδείκνυσθαι;
 [07100]  Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τὸ βαπτίσματος τυχεῖν καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον.
 [08233]  Εἰ γὰρ γυμνὴν οὐ δεῖ τὴν κεφαλὴν ἔχειν, ἀλλὰ τῆς ὑποταγῆς τὸ σύμβολον πανταχοῦ περιφέρειν, πολλῷ μᾶλλον διὰ τῶν πράξεων τοῦτο ἐπιδείκνυσθαι χρή.
000-00-00 Serial Number=0938274324
In epistulam I ad Timotheum Ante [Go Back]  
 [03053]  ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια.
 [03124]  Οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι' ἑαυτῶν πάντα πράττοντας, ἵν' ἡμεῖς ἁγιαζώμεθα, ἵν' αἱ χεῖρες αἱ ἡμέτεραι εὐλογῶνται.
000-00-00 Serial Number=0190468192
In epistulam ad Colossenses Ante [Go Back]  
 [03759]  Οὐ γάρ ἐστιν ἴσον εὐέπειαν ἐπιδείκνυσθαι, καὶ παθῶν κρατεῖν.
000-00-00 Serial Number=0292712271
In epistulam ad Ephesios Ante [Go Back]  
 [04403]  ∆ιά τοι τοῦτο καὶ ὁ Παῦλος σφόδρα κηδόμενος ἡμῶν, οὐ μέχρι τῆς τῶν κακῶν ἐκκοπῆς καὶ ἀναιρέσεως ἵστησι τὰ παραγγέλματα, ἀλλὰ καὶ ταχὺ τῶν ἀγαθῶν τὴν καταφύτευσιν ἐπιδείκνυσθαι προτρέπει.
 [04751]  Τουτέστι, καρπὸν δεῖ πνευματικὸν ἐπιδείκνυσθαι ἐν πᾶσι.
000-00-00 Serial Number=0847002983
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07086]  Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ἡ ζήτησις ἐκεῖ! πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν ἀρκεῖ εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγαγεῖν! πῶς δὲ ἀποῦσα προδίδωσι τὸν ἄνδρα, κἂν μυρία ἔχῃ τέρατα καὶ σημεῖα ἐπιδείκνυσθαι! Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη.
 [09763]  ∆εδοικέναι γὰρ χρὴ καὶ τρέμειν, καὶ διὰ τὸ συνειδὸς καὶ διὰ τὸν ὄγκον τῆς ἀρχῆς, καὶ οὔτε ἑλκομένους ἅπαξ παραιτεῖσθαι, οὔτε μὴ ἑλκομένους ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλὰ καὶ φεύγειν μὲν προορῶντας τοῦ ἀξιώματος τὸ μέγεθος, κατασχεθέντας δὲ, πάλιν τὴν εὐλάβειαν ἐπιδείκνυσθαι χρή.
000-00-00 Serial Number=0288562000
In epistulam ad Romanos Ante [Go Back]  
 [05332]  Εἰ γὰρ ἡ κτίσις τοῦτο ποιεῖ, πολλῷ μᾶλλόν σε δίκαιον τοῦτο ἐπιδείκνυσθαι τὸν λόγῳ τετιμημένον.
 [06699]  αὕτη δὲ καὶ μετὰ τελευτὴν βιάζεται, καὶ φιλονεικεῖ τὴν αὐτῆς ἐπιδείκνυσθαι φύσιν ἐν τῷ τεθνηκότι σώματι.
 [07829]  πολλῷ μᾶλλον ἡμᾶς τοὺς οὐ πρόβατα ἄλογα, ἀλλ' ἑαυτοὺς ἀναφέροντας, πλείονα ἀκρίβειαν ἐπιδείκνυσθαι χρὴ, καὶ πάντοθεν εἶναι καθαροὺς, ἵνα δυνηθῶμεν καὶ ἡμεῖς κατὰ Παῦλον λέγειν·
 [09600]  Οὐκοῦν τὸν ἁπλοῦν τοῦτον καὶ ἀφελῆ σκόπει μοι, καὶ καταμάνθανε ἐπὶ τῶν βιωτικῶν, καὶ ὄψει πολλὴν ἀκρίβειαν ἐπιδεικνύμενον, ἣν εἴ γε ἐβούλετο καὶ ἐπὶ τῶν πνευματικῶν ἐπιδείκνυσθαι, οὐκ ἂν παρώφθη·
000-00-00 Serial Number=0588091493
In epistulam ad Titum Ante [Go Back]  
 [00703]  Ταύτην τὴν εὐλάβειαν ἐπὶ τῶν ῥυπούντων τὴν ψυχὴν ἐπιδείκνυσθαι χρή·
 [00909]  τουτέστι, πολλὴν εὔνοιαν ἐπιδείκνυσθαι ἐν οἷς ἂν πιστευθῶσιν, ἐν τοῖς πρὸς τοὺς δεσπότας μάλιστα εἶναι ἀγαθοὺς, ὑπείκοντας ἐν τοῖς ἐπιτάγμασι.
 [00918]  Καὶ ὅτι, κἂν Ἕλληνες ὦσιν οἱ δεσπόται, κελεύει τὸν οἰκέτην τοιοῦτον ἑαυτὸν ἐπιδείκνυσθαι, εἰ βούλεσθε, ὑμῖν καὶ παράδειγμα διηγήσομαι·
000-00-00 Serial Number=0004383385
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00089]  Εἰ γὰρ ἐπιδείκνυσθαι χρὴ, πρῶτον πάντων τῷ Θεῷ ἐπιδείξασθαι τῷ μάλιστα ἔχοντι ἐξουσίαν στεφανῶσαι, καὶ πρὸς τὸ θέατρον τῶν ἀγγέλων χειραγωγῆσαι.
000-00-00 Serial Number=0248366594
In illud Filius ex se nihil facit Ante [Go Back]  
 [00007]  ἀλλ', ὥσπερ ἔφθην εἰπὼν, τῆς ὑμετέρας ἀγάπης φανερῶν τὴν τυραννίδα, ἢν περὶ τὴν ἡμετέραν σμικρότητα ἐπιδείκνυσθαι μεμελετήκατε·
000-00-00 Serial Number=0725340307
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00227]  ἡμᾶς δὲ διὰ φθαρτῶν καὶ ἐπικήρων οὐχὶ φθαρτὰ καὶ ἐπίκηρα, ἀλλ' ἄφθαρτα καὶ ἀθάνατα καρποῦσθαι μέλλοντας ἀγαθὰ, μηδὲ τὴν αὐτὴν ἐκείνοις φιλοτιμίαν περὶ τὰ ὄντα ἐπιδείκνυσθαι;
 [00266]  Εἰ δὲ μητέρες οὕτω περὶ τὰ ἔκγονα φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην πλείονα σπουδὴν καὶ ἐπιμέλειαν ἐπιδείκνυσθαι χρὴ, ὅσῳ τῶν τῆς φύσεως ὠδίνων αἱ τοῦ πνεύματός εἰσι δυνατώτεραι.
000-00-00 Serial Number=0605149150
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00288]  Ἐπεὶ οὖν ἐκέλευσεν εὔχεσθαι, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτο αὐτὸ διδάσκει αὐτοὺς δι' αὐτοῦ τοῦ πράγματος λέγων, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, παιδεύων ἅπαντας τοὺς ἁγίους μὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδὲ ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλ' ἀναμένειν μὲν ἐπιόντας, καὶ ἀνδρείαν πᾶσαν ἐπιδείκνυσθαι·
000-00-00 Serial Number=0221032679
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00201]  Πῶς γὰρ οὐκ ἄτοπον τὴν προῖκα αὐ τῆς ὑποδεχόμενον, πᾶσαν ἐπιδείκνυσθαι εὔνοιαν, καὶ μηδὲν αὐτῆς ἐλαττοῦν·
000-00-00 Serial Number=0044951916
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00320]  [51.200] ἀψύχων ὀργάνων, ἐνεργεῖν τὰ καθ' ὑμᾶς νομίζωμαι, ἀλλὰ καὶ ὑμεῖς τὴν οἰκείαν ἔχητε ἐπιδείκνυσθαι φιλοσοφίαν.
000-00-00 Serial Number=0245984733
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00206]  οὕτω δὴ καὶ ἡμᾶς, ἅπερ ἂν ἐνταῦθα ἀκούωμεν, ταῦτα ἐπὶ τῶν ἔξωθεν πραγμάτων ἐπιδείκνυσθαι χρή.
000-00-00 Serial Number=0562014699
In illud Vidi dominum Ante [Go Back]  
 [00999]  Ἐπεὶ οὖν οὐ καλῶς ὁ ἱερεὺς κατεφρονήθη καὶ λόγος ἱερωσύνης ἐπατεῖτο καὶ οὐδὲν ἠδύνατο οὐκέτι ὁ ἱερεύςἱερέως γὰρ ἐλέγχειν ἐστὶ μόνον καὶ παρρησίαν ἐπιδείκνυσθαι, οὐχ ὅπλα κινεῖν, οὐδὲ ἀσπίδας ἁρπάζειν, οὐδὲ δόρυ σείειν, οὐδὲ τόξον τείνειν, οὐδὲ βέλος πέμπειν, ἀλλὰ μόνον ἐλέγχειν καὶ παρρησίαν ἐπιδείκνυσθαι, ἐπειδὴ οὖν ἤλεγχεν ὁ ἱερεύς, οὐκ εἶξε δὲ ὁ βασιλεύς, ἀλλὰ ὅπλα ἐκίνει καὶ ἀσπίδας καὶ δόρατα καὶ περιουσίᾳ ἐκέχρητο τῇ ἑαυτοῦ, ὁ ἱερεύς, ὥσπερ δικαιολογούμενος πρὸς τὸν Θεόν, φησίν·
 [01151]  διὰ ταῦτα πολλὴν χρὴ τὴν πραότητα ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0044039547
In principium Actorum Ante [Go Back]  
 [00467]  Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύνας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν·
 [00532]  ταῦτα δὲ διὰ παντὸς τοῦ χρόνου πάντας ἐπιδείκνυσθαι χρὴ τοὺς σώζεσθαι μέλλοντας.
 [01108]  Παιδεύων ἅπαντας τὴν αὐτὴν σπουδὴν ἐπιδείκνυσθαι περὶ τὴν δοκιμασίαν τῶν λεγομένων, ὅσην ἐκεῖνοι σπουδὴν ἔχουσι περὶ τὴν ἐξέτασιν καὶ εἴσοδον τῶν νομισμάτων.
000-00-00 Serial Number=0745120764
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00171]  Πῶς οὖν οὐκ ἄτοπον ἐκείνους μὲν ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν, καὶ μνήμην ἐνδιάθετον ἔχειν τῶν ἐκεῖ γινομένων·
000-00-00 Serial Number=0887909830
In sanctum pascha [1] Ante [Go Back]  
 [00212]  ἀλλὰ θὲς σαυτῷ νόμους καὶ κανόνας, ὥστε μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, καὶ πολλὴν τὴν φυλακὴν καὶ περὶ τὰ ἀδιάφορα νομιζόμενα εἶναι ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0658944488
Post reditum a priore exsilio Ante [Go Back]  
 [00082]  Ἀλλὰ καὶ τοῦτο ἐμὸν ἐγκώμιον, καὶ πάλιν μερίζομαι ἐγὼ μεθ' ὑμῶν τὴν νίκην, ὅτι οὕτως ὑμᾶς ἀνέθρεψα, ὡς καὶ ἀπόντος τοῦ πατρὸς τὴν οἰκείαν εὐγένειαν ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0935134947
Quales ducendae sint uxores Ante [Go Back]  
 [00037]  πολλῷ μᾶλλον γυναῖκας μέλλοντας ἄγεσθαι, πρόνοιαν τοσαύτην καὶ πολλῷ πλείονα ἐπιδείκνυσθαι χρή.
 [00047]  Πῶς οὖν οὐκ ἄτοπον, χρημάτων μὲν ἡμῖν ἀπόλλυσθαι μελλόντων, τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, ὑπὲρ δὲ ψυχῆς ὄντος ἡμῖν τοῦ κινδύνου καὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, μηδένα ποιεῖσθαι λόγον, δέον πρὸ τῶν ἄλλων πάντων ταῦτα ζητεῖν καὶ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν;
000-00-00 Serial Number=0776180267
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00002]  εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.
000-00-00 Serial Number=0931694210
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00223]  νῦν δὲ οὐκ ἔστι τῆς αὐτῆς ψυχῆς ὁμοῦ καὶ κατὰ τὸν αὐτὸν χρόνον τοσαύτην πειθώ τε καὶ ὑπεροψίαν ἐπιδείκνυσθαι περὶ τὰ προστάγματα τοῦ Θεοῦ, καὶ νῦν αὐτὰ τρέμειν, νῦν δὲ μηδένα ποιεῖσθαι λόγον αὐτοῦ τοῦ θέντος τοὺς νόμους ὑβριζομένου.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»