Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀφθαρσίαν [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀφθαρσίαν


000-00-00 Serial Number=0686534226
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00255]  Καὶ γὰρ καὶ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδύσασθαι δεῖ, οὐ πρὸς τιμὴν ἀλλ' ὥστε διηνεκὲς ἐφόδιον τῆς τιμωρίας ἔχειν ἐκείνης·
000-00-00 Serial Number=0771250010
Ad viduam juniorem Ante [Go Back]  
 [00104]  Τοῦτο τοίνυν ἀνάσχου καὶ νῦν, οὐχ ὑπὲρ βασιλείας τῆς ἐν τῇ γῇ, ἀλλ' ὑπὲρ τῆς ἐν τοῖς οὐρανοῖς, οὐχ ἵνα ἱμάτιον χρυσοῦν φοροῦντα ἀπολάβῃς ἀλλ' ἵνα ἀφθαρσίαν καὶ ἀθανασίαν καὶ δόξαν, ὅσην τοὺς ἐν οὐρανοῖς διάγοντας ἔχειν εἰκός.
000-00-00 Serial Number=0448682249
Catecheses ad illuminandos Ante [Go Back]  
 [01152]  [7.32] Εἰ δὲ βούλεσθε, καὶ ἕτερα ταύταις προσθῶμεν τὰ συντελεῖν δυνατὰ πρὸς τὴν φυλακὴν καὶ τὴν ἀφθαρσίαν τούτου τοῦ ἐνδύματος, τὴν σωφροσύνην λέγω καὶ τὸν ἁγιασμόν·
000-00-00 Serial Number=0559146762
Contra Judaeos gentiles et haereticos Ante [Go Back]  
 [00007]  Ἐκεῖνα γὰρ εἰς φθορὰν προχωροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν·
000-00-00 Serial Number=0986969531
De corruptoribus virginum Ante [Go Back]  
 [00123]  ὁ δὲ καρπὸς ὁ πνευματικὸς ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν καὶ ἁγιασμὸν καὶ εἰρήνην ψυχικῶς τε καὶ σωματικῶς.
000-00-00 Serial Number=0863352299
De futurae vitae deliciis Ante [Go Back]  
 [00141]  Ὑπέσχετο σωμάτων ἀνάστασιν, ἀφθαρσίαν, τὴν εἰς ἀέρα ἀπάντησιν, τὴν ἐν νεφέλαις ἁρπαγήν·
000-00-00 Serial Number=0442150772
De gloria in tribulationibus Ante [Go Back]  
 [00097]  Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ' ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπέδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργάσατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σωμάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ' αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατοχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύσατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδεισον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ' αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμετέρας, ὥς φησι διὰ τοῦ προφήτου·
 [00120]  Οὐ μόνον ταῦτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιάσθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως, ὅτι Πνεύματος ἁγίου κοινωνίας, ὅτι μετ' εὐκολίας ἁπάσης, ὅτι καὶ χωρὶς μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὸν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο, δόξαν ἄῤῥητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν, τὴν μετὰ Χριστοῦ διαγωγὴν, τὴν ἐν οὐρανοῖς διατριβήν·
000-00-00 Serial Number=0019415021
De nativitate Ante [Go Back]  
 [00030]  ἵνα ἡμεῖς τῷ ὁμοιοπαθεῖ προσελθόντες ζωὴν καὶ ἀφθαρσίαν κληρονομήσωμεν.
000-00-00 Serial Number=0534143269
De resurrectione mortuorum Ante [Go Back]  
 [00276]  Ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, τουτέστι, τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι τῷ σώματι τὴν ἀφθαρσίαν.
 [00278]  Ἀποδύεται τοίνυν φθορὰν, καὶ ἐπενδύεται ἀφθαρσίαν·
 [00353]  Καὶ πῶς ἐστι, φησὶν, ἐνδυσάμενον ἀφθαρσίαν καὶ ἀθανασίαν γυμνὸν εὑρεθῆναι;
 [00369]  Ἐξ ἀρχῆς διὰ τοῦτο τὸν ἄνθρωπον ἔπλασεν, οὐχ ἵνα ἀπόληται, ἀλλ' ἵνα πρὸς ἀφθαρσίαν ὁδεύῃ.
000-00-00 Serial Number=0687895536
De sancta Droside martyre Ante [Go Back]  
 [00122]  οὕτω δὴ καὶ ἐπ' ἐκείνης οἱ μὲν ἄπιστοι τηκομένην αὐτῆς τὴν σάρκα ὁρῶντες καὶ καταῤῥέουσαν, ἐνόμιζον τέφραν γίνεσθαι καὶ κόνιν, οἱ δὲ πιστοὶ σφόδρα ἀκριβῶς ᾔδεσαν, ὅτι τηκομένη πᾶσαν ἀποτίθεται κηλῖδα, καὶ λαμπροτέρα ἄνεισιν ἀφθαρσίαν ἀπολαβοῦσα.
000-00-00 Serial Number=0820327699
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00043]  καὶ εἰσελθοῦσα μετημφιάσατο ἀφθαρσίαν ἀντὶ φθορᾶς, ἀθανασίαν ἀντὶ θανάτου, ζωὴν ἀτελεύτητον ἀντὶ προσκαίρου περιβαλλομένη ζωῆς.
000-00-00 Serial Number=0579464316
De virginitate Ante [Go Back]  
 [00546]  Ἡ γῆ καὶ ὁ σποδὸς τοῖς ἐν οὐρανῷ διατρίβουσιν ἐξισοῦσθαι φιλονεικεῖ καὶ ἡ φθορὰ πρὸς τὴν ἀφθαρσίαν τὴν ἅμιλλαν ἔθετο.
000-00-00 Serial Number=0020255148
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [05888]  καὶ γὰρ τοὺς ἡμαρτηκότας ἀφθαρσίαν ἐνδῦσαι θέλει.
000-00-00 Serial Number=0980780602
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00387]  Πολλαὶ γὰρ τούτων πρὸς τυραννίδα φύσεως ἀποδυσάμεναι καὶ καθαρῶς τὸν τῆς παρθενίας διανύουσαι δρόμον καὶ ἀγγελικὴν ἐν τούτῳ μιμούμεναι πολιτείαν καὶ ἐν θνητῷ σώματι τὰ τῆς ἀναστάσεως ἐπιδεικνύμεναι προοίμια »ἐν γὰρ τῷ αἰῶνι ἐκείνῳ, φησίν, οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίσκονται» καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις θέμεναι τὴν ἅμιλλαν καὶ πρὸς τὴν ἀφθαρσίαν ἐν φθαρτῷ σώματι φιλονεικοῦσαι καὶ ὃ πολλοῖς οὐδὲ ἀκοῦσαι φορητὸν διὰ τῶν ἔργων κατορθοῦσαι καὶ καθάπερ λυττῶντα κύνα καὶ συνεχῶς ἐπιπηδῶντα τὴν ἐπιθυμίαν διακρουόμεναι καὶ μαινομένην θάλασσαν καταστέλλουσαι καὶ ἐν ἀγρίοις κύμασι μετὰ γαλήνης πλέουσαι καὶ ταραττομένου σφοδρῶς τοῦ πελάγους ἐξ οὐρίας φερόμεναι καὶ ἐν καμίνῳ φυσικῆς ἐπιθυμίας ἑστῶσαι καὶ μὴ κατακαιόμεναι, ἀλλ' ὡς πηλὸν τοὺς ἄνθρακας τούτους καταπατοῦσαι, ὑπὸ τῆς ἐπιθυμίας ταύτης ἑάλωσαν αἰσχρῶς πάνυ καὶ ἐλεεινῶς καὶ τὰ μείζονα δυνηθεῖσαι ὑπὸ τούτου κατηγωνίσθησαν.
000-00-00 Serial Number=0938010395
Expositiones in Psalmos Ante [Go Back]  
 [00745]  ἐπειδὰν δὲ μέλλωμεν εἰς τὴν δεσποτικὴν ἄγεσθαι οἰκίαν, τὰ ἱμάτια ἀπαμφιεννύμενοι τῆς φθορᾶς, καὶ ἀφθαρσίαν ἀναλαμβάνοντες, πρὸς ἑτέραν μεθιστάμεθα λῆξιν.
000-00-00 Serial Number=0487402558
Fragmenta ex homiliis diversis Ante [Go Back]  
 [00006]  ὡς δὲ θεὸς ἐνήργησε τὴν ἀνάστασιν παντοδυνάμῳ θελήσει τὸν θάνατον νεκρώσας, καὶ τὴν ἀφθαρσίαν δημιουργήσας, ἵνα διὰ τῆς ἐξ ἡμῶν ἀπαρχῆς τῆς αὐτῆς θείας χάριτι κοινωνήσωμεν φύσεως.
000-00-00 Serial Number=0763481438
Homilia de capto Eutropio Ante [Go Back]  
 [00717]  ἔγραψέ μοι ἐν τῇ προικὶ ἀνάστασιν σωμάτων, ἀφθαρσίαν.
 [00720]  Ἀλλ' οὗτος οὐχ οὕτως, ἀλλ' ἀνάστασιν, ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων χορείαν, τὴν τοῦ Υἱοῦ ἀπάντησιν ἐν νεφέλαις, καὶ τὸ, Οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὴν ἀπαλλαγὴν τοῦ θανάτου, τὴν ἐλευθερίαν τῆς ἁμαρτίας, τὸν καταποντισμὸν τῆς τελευτῆς.
 [00936]  Ἀνάστασιν, σωμάτων ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων ἕνωσιν, τὴν μετὰ ἀρχαγγέλων χορείαν, τὴν μετ' αὐτοῦ πολιτείαν, τὴν ζωὴν τὴν ἀκήρατον, τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.
000-00-00 Serial Number=0599978685
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00133]  καὶ ταῦτα ὁρῶντες πολλοὶ τῶν ἀσθενεστέρων ἐξελύοντο, ἐνάρκων, ἀλύοντες διετέλουν, τὰ μὲν χρηστὰ τοῦ κηρύγματος ἐν ἐλπίσιν ὁρῶντες, βασιλείαν καὶ ἀνάστασιν καὶ ἀφθαρσίαν, τὰ δὲ λυπηρὰ ἐνταῦθα ἐν τῇ πείρᾳ καὶ ὑπομονῆ, τήγανα, καμίνους, δεσμωτήρια, πολέμους, ἔχθρας, ἀπεχθείας, θανάτους, κινδύνους, καὶ τοὺς διδασκάλους αὐτῶν νῦν μὲν ἐν δεσμωτηρίοις, νῦν δὲ ἐν ἀπαγωγαῖς [λ.
000-00-00 Serial Number=0783785284
In Genesim sermones Ante [Go Back]  
 [00888]  καὶ ταύτης μὲν τῆς τραπέζης πρὸς φθορὰν ἐπείγεται τὰ σιτία, τὰ δὲ ἐκείνης πρὸς ἀφθαρσίαν·
 [01144]  ∆εῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν;
000-00-00 Serial Number=0089970469
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00012]  ἔφαγέ τις νοήματα, καὶ εἰς ἀφθαρσίαν ἐχειραγωγήθη.
000-00-00 Serial Number=0786099970
In Psalmum 118 Ante [Go Back]  
 [00450]  τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον·
 [01385]  τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον·
000-00-00 Serial Number=0291156292
In adorationem venerandae crucis Ante [Go Back]  
 [00099]  σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ Εὔα μήτηρ τῶν ζώντων ἀναδείκνυται βοηθὸς, οὐκ ἐπίβουλος γενομένη κατὰ τὸ πρότερον, ἀντὶ ξύλου τῆς γνώσεως τὸ ξύλον τῆς ζωῆς τρυγῶσα, ἀντὶ τῆς παρακοῆς ὑπακοὴν ἐκτελοῦσα, ἀντὶ τῆς κατάρας τὴν εὐλογίαν λαμβάνουσα, ἀντὶ τοῦ, Ἐν λύπαις τέξεις τέκνα, τὴν ἐν χαρᾷ πολυτεκνίαν κομιζομένη, ἀντὶ τῆς φθορᾶς τὴν ἀφθαρσίαν σοφιζομένη.
000-00-00 Serial Number=0683152854
In annuntiationem deiparae Ante [Go Back]  
 [00070]  [62.766] υἱὸν ζωὴν καὶ ἀφθαρσίαν παρέχοντα πᾶσι.
000-00-00 Serial Number=0723166585
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03010]  αὕτη γάρ σε μάλιστα εἰς ἀφθαρσίαν ἄγει·
 [03053]  τουτέστιν, ἀφθαρσίαν καὶ σῶμα ἄφθαρτον λαβόντες·
 [03063]  ∆ιό φησιν, Οὐ θέλομεν ἐκδύσασθαι τὸ σῶμα, ἀλλ' ἐπενδύσασθαι αὐτῷ τὴν ἀφθαρσίαν.
 [03068]  ὅπου γε καὶ περὶ Πέτρου φησὶν ὁ Χριστὸς, ὅτι Οἴσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις), ἀλλ' ἵνα ἐπενδυσώμεθα αὐτῷ τὴν ἀφθαρσίαν.
 [03156]  ∆ιὰ τοῦτο οὐ γίνεται τοῦτο, ἀλλὰ δεῖ τὸ φθαρτὸν τοῦτο, τουτέστι, τὸ σῶμα, ἐνδύσασθαι ἀφθαρσίαν.
 [03158]  καὶ διὰ τοῦτο ἐν τούτῳ πρώτῳ, ἐπειδὴ τὴν ἀφθαρσίαν λυθῆναι οὐκ ἔνι.
 [03159]  Οὐ γὰρ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ, φησίν·
 [03335]  εἶπεν, ὅτι μέλλομεν ἀνίστασθαι, καὶ εἰς ἀφθαρσίαν χωρεῖν, καὶ οἰκίαν ἔχειν αἰώνιον·
000-00-00 Serial Number=0142615139
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00322]  Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ Εὐαγγελίου.
000-00-00 Serial Number=0703300238
In epistulam ad Colossenses Ante [Go Back]  
 [02609]  ∆εῖ γὰρ, φησὶ, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν·
000-00-00 Serial Number=0251652658
In epistulam ad Ephesios Ante [Go Back]  
 [07121]  Ἀλλ' αὕτη ἡ φθορὰ ἐνδύσεται ἀφθαρσίαν, ἐκείνη δὲ οὐκέτι·
 [07134]  Φύγωμεν τὴν [62.176] φθορὰν, ἑλώμεθα τὴν ἀφθαρσίαν.
000-00-00 Serial Number=0852872252
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [02332]  διὰ τὰ ἐσόμενα δὲ, ὅτι καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶσα ἡ κτίσις εἰς ἀφθαρσίαν μεταστήσεται μετὰ τῶν σωμάτων τῶν ἡμετέρων.
000-00-00 Serial Number=0497882903
In epistulam ad Philippenses Ante [Go Back]  
 [04202]  [62.279] αὐτὸ μέν ἐστιν, ἐνδύεται δὲ ἀφθαρσίαν.
000-00-00 Serial Number=0654342651
In epistulam ad Romanos Ante [Go Back]  
 [01246]  Τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον.
 [01253]  Εἶδες πῶς καὶ τὰς περὶ τῆς ἀναστάσεως τῶν σωμάτων ἡμῖν θύρας ἀνέῳξεν, ἀφθαρσίαν εἰπών;
 [05288]  οὐδὲ γὰρ οἱ κατοικοῦντες αὐτὴν, τουτέστιν, οἱ ἄνθρωποι, τοιαύτην ὑποστήσονται, ἀλλὰ τὴν πρόσκαιρον, καὶ δι' αὐτῆς ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται, ὥσπερ οὖν καὶ ἡ κτίσις.
 [05326]  ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίαν περιβάλλει εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων.
000-00-00 Serial Number=0597988307
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00051]  Ὢ μεγάλης δυνάμεως σταυροῦ, ὅσην μεταβολὴν τῷ γένει τῶν ἀνθρώπων κατειργάσατο! Ἀπὸ τοσούτου σκότους εἰς φῶς ἀπέραντον μετέστησεν, ἀπὸ θανάτου εἰς ζωὴν αἰώνιον ἀνεκαλέσατο, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀνεκαίνισεν.
000-00-00 Serial Number=0465476632
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00006]  τὸ δὲ τῆς διδασκαλίας μέλι ἐγκεύθεται τῷ συνειδότι, διηνεκῆ τὴν εὐφροσύνην παρασχὸν, καὶ πρὸς ἀφθαρσίαν ἡμᾶς χειραγωγοῦν.
000-00-00 Serial Number=0955235779
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00024]  ἐθεασάμεθα τὰς χεῖρας αὐτοῦ τὰς ὑποδεξαμένας τὰς τῶν ἥλων ἀκμὰς, ἐθεασάμεθα τὰς χεῖρας τὰς καταβοώσας τῆς λύσσης τῶν θεομάχων κυνῶν, ἐθεασάμεθα τὰς χεῖρας τὰς ὑφανάσας τὴν ἀφθαρσίαν ἡμῖν, ἐθεασάμεθα καὶ τὴν πλευρὰν τὴν παντὸς κήρυκος λαμπρότερον βοῶσαν τὴν εὐσπλαγχνίαν τοῦ πληγέντος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»