Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀνθρώπινα [94]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀνθρώπινα


000-00-00 Serial Number=0783932388
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00853]  Καὶ γὰρ καὶ ἐκεῖνος ἐσταυρωμένον εἶδεν ἄνω καὶ οὐ μόνον οὐκ ἐσκανδαλίσθη, ἀλλὰ καὶ ἐντεῦθεν μείζονα ὑπόθεσιν ἔλαβεν εἰς τὸ φιλοσοφῆσαι καὶ πάντα ὑπερβὰς τὰ ἀνθρώπινα καὶ τῷ πτερῷ τῆς πίστεως κουφισθείς, περὶ τῶν μελλόντων ἐφιλοσόφει.
000-00-00 Serial Number=0728445172
Ad viduam juniorem Ante [Go Back]  
 [00117]  Καὶ τούτων δὲ ὧν ἐμνήσθην δι' οὐδὲν ἕτερον ἐμνήσθην νῦν, ἀλλ' ἵνα μάθῃς ὅτι τὰ ἀνθρώπινα οὐδέν ἐστι πράγματα, ἀλλ' ἀληθῶς, ὡς ὁ προφήτης φησί·
000-00-00 Serial Number=0203927815
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00609]  Ἐὰν δὲ πρὸς τὸν υἱὸν ἀγάγῃς τὸν σὸν, πρῶτον μὲν αὐτὸν ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ σχήματος, ἀπό τε τῆς οἰκήσεως ἀναστήσει ταχέως, καὶ πείσει μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα·
000-00-00 Serial Number=0287916899
Catecheses ad illuminandos Ante [Go Back]  
 [01063]  Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα κἂν πλοῦτον εἴπῃς κἂν δυναστείαν κἂν δόξαν κἂν σώματος ὥραν κἂν ἅπασαν τοῦ βίου τὴν εὐημερίαν.
 [01195]  Ἀλλὰ τῶν δήλων καὶ ὡμολογημένων προετίμα τὸ κελευσθὲν παρὰ τοῦ δεσπότου καὶ οὐ μόνον οὐ περιεργάζετο τὸ πρόσταγμα οὐδὲ ἐταράττετο τὸν λογισμόν, ἀλλὰ πρὸς τὸ ἀξίωμα τοῦ κελεύσαντος ἀφορῶν, πάντα τὰ ἀνθρώπινα κωλύματα παραδραμών, ἑνὸς ἦν μόνου τοῦ μηδὲν ἐλλιπεῖν τῶν προσταχθέντων.
000-00-00 Serial Number=0192138612
Commentarius in Job Ante [Go Back]  
 [01270]  ἐμοὶ δοκεῖ καὶ ἐκείνους καταστέλλειν καὶ πείθειν μὴ μέγα νομίζειν εἶναι τὰ ἀνθρώπινα πράγματα.
 [01288]  πάντα τὰ ἀνθρώπινα διαλέλυται, καὶ πλοῦτος καὶ ἀξιώματα.
000-00-00 Serial Number=0948406577
De Anna i Ante [Go Back]  
 [01146]  Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ μὲν ἀνθρώπινα, οἷα ἂν ᾖ, μιμεῖται τὴν φύσιν τῶν δεδωκότων·
000-00-00 Serial Number=0460303366
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00167]  Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι μᾶλλον δὲ οὐ στοχάζομαι ἀλλὰ πιστεύω μὴ πρὸς χάριν, μὴ πρὸς ἀπ έχθειαν μήτε πρᾶξαι μήτε εἰπεῖν τί ποτε ἀλλὰ καὶ πρὸς φόβον καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα πολλὰ δὲ τὰ ἀνθρώπινα γενναίως στῆναι καὶ ἀνδρείως καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως.
000-00-00 Serial Number=0020010948
De Chananaea Ante [Go Back]  
 [00346]  Ἐπειδὴ γὰρ ἄνθρωπος ἦν, καὶ τὰ ἀνθρώπινα ἐπεδείκνυτο.
000-00-00 Serial Number=0742194355
De Lazaro Ante [Go Back]  
 [00358]  ἆρα ἐφορᾷ δίκη τις τὰ ἀνθρώπινα πράγματα;
 [02153]  ἆρα Θεὸς ἐφορᾷ τὰ ἀνθρώπινα;
000-00-00 Serial Number=0309225678
De consubstantiali Ante [Go Back]  
 [00079]  Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα περὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων, καὶ αὐτοῦ περὶ ἑαυτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν, ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπόθεσιν ἀνελεῖν·
 [00082]  ∆ιὰ τοῦτο πολλὰ ἀνθρώπινα καὶ ταπεινὰ φθέγγεται, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου ἀποδέοντα, ἵνα πιστώσηται τῆς οἰκονομίας τὸν λόγον.
 [00282]  Ὥσπερ γὰρ, εἰ διὰ παντὸς τὰ ἀνθρώπινα ἐνεδείκνυτο, τοῦτο ἂν ἐνομίσθη·
000-00-00 Serial Number=0594887078
De diabolo tentatore Ante [Go Back]  
 [00001]  Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων.
000-00-00 Serial Number=0215136766
De fato et providentia Ante [Go Back]  
 [00477]  ἡ δὲ τὰ ἀνθρώπινα διοικοῦσα ἐριννύς τις καὶ δαίμων πονηρὸς, οὕτω πάντα συγχεῖ.
000-00-00 Serial Number=0610186040
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00130]  Τὰ δὲ πρὸς ἡμᾶς ἐπιείκεια, ὑπεροψία χρημάτων, ὑπεροψία δόξης, τὸ καταγελᾶν τῆς παρὰ τῶν πολλῶν τιμῆς, τὸ μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα, τὸ τὴν πενίαν ἀσπάζεσθαι, τὸ τὴν φύσιν ὑπερβαίνειν τῇ τοῦ βίου ἀρετῇ·
 [00689]  Ταύτην οὖν ἐγκαταστήσωμεν αὐτῷ τὴν φρόνησιν καὶ ἐξασκήσωμεν, ὥστε εἰδέναι τὰ ἀνθρώπινα πράγματα, τί ποτέ ἐστι πλοῦτος, δόξα, δυναστεία, καὶ ὥστε αὐτῶν καταφρονεῖν καὶ τῶν μεγίστων ἐφίεσθαι.
000-00-00 Serial Number=0595143199
De mutatione nominum Ante [Go Back]  
 [01189]  ἐὰν δὲ ἀφῇς γυμνὴν καθ' ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περιγίνεσθαι, δι' ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκουμένης κρατοῦσα ἁπάσης.
000-00-00 Serial Number=0317456782
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01277]  Εἰ γὰρ αὐτὸς Θεὸς ὢν, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, καὶ σταυρὸν κατεδέξατο, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινε δι' ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, τί οὐκ ἂν εἴημεν αὐτοὶ δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς χειραγωγῆσαι ὁδόν;
 [02460]  τί τὸν Θεὸν ἀφεὶς ἀνθρώπινα κερδαίνεις κέρδη;
 [04132]  Τὰ γὰρ ἀνθρώπινα πράγματα ὅσον ἂν ἐπαρθῇ καὶ λάμψῃ, τοσοῦτον μείζονα τὴν πτῶσιν ἐργάζεται, οὐ τὰ τῶν ἀρχομένων μόνον, ἀλλὰ καὶ τὰ τῶν βασιλευόντων αὐτῶν.
000-00-00 Serial Number=0556460857
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00073]  Ἀπαλλαγεῖσα τοίνυν τῆς γῆς, μᾶλλον δὲ αὐτοῦ τοῦ συνδέσμου τῆς σαρκός, διέγειρόν σου τῆς φιλοσοφίας τὸ πτερὸν μηδὲ ἀφῇς ὑπὸ τῆς σκιᾶς αὐτὸ καὶ τοῦ καπνοῦ τοῦτο γὰρ τὰ ἀνθρώπινα βαπτίζεσθαι καὶ καθέλκεσθαι.
 [01235]  Εἰ δὲ οἱ τὰ ἀνθρώπινα ταῦτα συνάγοντες, τὰ ἐπίκηρα καὶ σκιᾶς ἀδρανέστερα καὶ ἀνθῶν σηπομένων μᾶλλον μαραινόμενα, σκιρτῶσι, χορεύουσι, πέτονται ὑπὸ τῆς ἡδονῆς, τῆς ὁμοῦ τε φαινομένης καὶ ἀφιπταμένης καὶ ποταμίων ῥευμάτων μιμουμένης δρόμον, πολλῷ μᾶλλον σὲ δίκαιον, καὶ εἰ πρότερον ἦς ἐν ἀθυμίᾳ, τὸν παρόντα καιρὸν εὐθυμίας μεγίστης ποιήσασθαι πρόφασιν.
000-00-00 Serial Number=0309114158
Expositiones in Psalmos Ante [Go Back]  
 [00888]  ἀλλὰ πρὸς Θεὸν αὐτὸν ἀνετείνετο, τὰ ἀνθρώπινα πάντα ἀφεῖσα.
 [01159]  οὐδὲ ἐφορᾷ τὰ ἀνθρώπινα;
 [03363]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις.
 [03421]  Τὰ μὲν γὰρ ἀνθρώπινα, ἡ δὲ θεία καὶ ἄμαχος.
 [03768]  Ἀλλ' οὗτος καθάπαξ διαφθαρεὶς, οὐ τὰ ἀνθρώπινα ἐπισκέπτεται, ἀλλ' ἀκίνητα αὐτῷ εἶναι νομίζει διὰ τῆς εὐπραγίας·
 [05126]  ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ ἀνθρώπινα πάντα σκιᾶς ἀδρανέστερα, καὶ ὅτι οὐδὲν ἡμῖν οὕτως οἰκεῖον ὡς ἀρετὴ, τὰ δὲ ἄλλα πάντα φύλλοις ἔοικεν ἔξωθεν προσκειμένοις.
 [05184]  Τὰ μὲν γὰρ ἀνθρώπινα, ἡ δὲ θεία καὶ ἄμαχος.
 [05531]  Ἀλλ' οὗτος καθάπαξ διαφθαρεὶς, οὐ τὰ ἀνθρώπινα ἐπισκέπτεται, ἀλλ' ἀκίνητα αὐτῷ εἶναι νομίζει διὰ τῆς εὐπραγίας·
000-00-00 Serial Number=0579657674
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00684]  Ὁρᾷς, ὅτι παρὰ τὰ ἄλλα τὰ ἀνθρώπινα ἁμαρτήματα ἄλλ'.
 [01731]  Ὅταν γὰρ ὁ Θεὸς πολεμῇ, οὐδὲ τὰ ἀνθρώπινα πάθη ἴσασιν οἱ ἄνθρωποι.
 [02960]  τοιαῦτα γάρ φησι τὰ ἀνθρώπινα.
000-00-00 Serial Number=0370016873
Fragmenta in Job Ante [Go Back]  
 [00984]  Ἐμοὶ δὲ δοκεῖ καὶ τοὺς φίλους καταστέλλειν, καὶ πείθειν, μὴ μέγα τι νομίζειν εἶναι τὰ ἀνθρώπινα.
000-00-00 Serial Number=0630470037
Homilia de capto Eutropio Ante [Go Back]  
 [00372]  Τὰ ῥήματα ταῦτα ἀνθρώπινα, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ.
 [00394]  Ὀνόματά ἐστι θεῖα, καὶ ὀνόματα ἀνθρώπινα.
 [00491]  Τί θαυμάζεις, εἰ ἐγὼ τοῦτο ποιῶ, ὅπουγε καὶ αὐτὸς, ὅταν βούληταί τι παραστῆσαι ὑπερβαῖνον τὰ ἀνθρώπινα;
000-00-00 Serial Number=0642018259
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00251]  Ὅτι γὰρ οὔτε γένεσίς ἐστιν, οὔτε δρόμος ἀστέρων τὰ ἀνθρώπινα διοικῶν, καὶ τῶν Γραφῶν χωρὶς ἀπ' αὐτῶν τῶν πραγμάτων δῆλον.
 [00252]  Εἰ γὰρ ὑπὸ γένεσιν τὰ ἀνθρώπινα, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα;
000-00-00 Serial Number=0166150451
In Acta apostolorum Ante [Go Back]  
 [00172]  Ὑπὲρ μὲν γὰρ τοῦ πιστευθῆναι τὴν ἀνάστασιν πολλὰ ἀνθρώπινα ἔδει γενέσθαι·
 [04179]  Ταῦτα ἀνθρώπινα, εἰπέ μοι, τὰ ἐπ' αὐτῶν γενόμενα;
 [05282]  [60.130] Ὅτε τοίνυν τὰ ἀνθρώπινα ἀπηλπίσθη καὶ ἔῤῥιψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ οἰκονομία ἐδείχθη διαλάμπουσα.
 [09999]  Ὁρᾷς, ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά.
 [09999]  Μάλιστα μὲν οὖν καὶ ἐντεῦθεν δείκνυται τὰ ἀνθρώπινα.
 [09999]  οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει, ἀλλ' εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα.
 [09999]  Ὅρα αὐτοὺς καὶ τὰ ἀνθρώπινα ποιοῦντας, καὶ οὐ κωλύοντα τὸν Παῦλον.
000-00-00 Serial Number=0104923308
In Genesim sermones Ante [Go Back]  
 [00759]  καὶ ὥσπερ κίονας βλέποντες, ἀλλ' οὐκ ἀνθρώπινα σώματα, οὕτως ἀνηλεῶς παρατρέχομεν.
000-00-00 Serial Number=0192596436
In Joannem Ante [Go Back]  
 [04201]  Βίον γὰρ ἐπεδείξαντο λαμπρὸν, καὶ πολλὴν τὴν σοφίαν, καὶ μεγάλους τοὺς πόνους, καὶ κατεγέλασαν μὲν τῆς παρούσης ζωῆς, οὐδὲν δὲ ἡγήσαντο τὰ ἀνθρώπινα, ἀλλὰ
 [04381]  Εἰ γὰρ οὗτος ἀκούσας γέννησιν, οὐκ ἐκείνην τὴν ἀπόῤῥητον, ἀλλὰ ταύτην τὴν κατὰ χάριν, ἐπειδὴ μηδὲν μέγα περὶ αὐτῆς ὑπώπτευσεν, ἀλλὰ ἀνθρώπινα καὶ γεώδη, διὰ τοῦτο ἐσκοτώθη καὶ ἠπόρησεν·
 [05225]  οὐδὲ γὰρ τοσαῦτα ἴσχυσέ ποτε Τὰ μὲν οὖν ἀνθρώπινα ἅπαντα, εὐφώρατα καὶ σαθρὰ, καὶ καταῤῥεῖ ταχέως καὶ ἀπόλλυται·
 [05227]  οὐκ ἄρα ἀνθρώπινα.
 [05587]  Οἰκονομῶν δὲ τὰ ἀνθρώπινα, οὔτε τὰ θεῖα συσκιάζεσθαι ἠφίει.
000-00-00 Serial Number=0905101955
In Lazarum ii Ante [Go Back]  
 [00060]  Ἀλλὰ μιγνύει τὰ ἀνθρώπινα ῥήματα τοῖς θείοις θαυματουργήμασιν, ἵνα δείξῃ.
000-00-00 Serial Number=0778510690
In Psalmum 118 Ante [Go Back]  
 [00970]  Πάντα, φησὶ, τὰ ἀνθρώπινα, καὶ πλοῦτος καὶ περιουσία καὶ δυναστεία, ἡγεμονίαι καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ·
000-00-00 Serial Number=0313008606
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04581]  Καὶ ἐξέτασον, πρὶν ἢ τὸ δικαστήριον τοῦτο καθίσαι, πῶς τὰ ἀνθρώπινα διέκειτο πράγματα, πῶς οὐδὲν τῶν νῦν κατορθωθέντων οὐδὲ μέχρις ὀνόματος ἦν ἀκοῦσαί ποτε.
 [07949]  Καὶ ἀλλαχοῦ καπνὸν καὶ ἄνθος χόρτου καλεῖ τὰ ἀνθρώπινα.
000-00-00 Serial Number=0682842493
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00883]  δεσμὰ δὲ ἀνθρώπινα Θεοῦ λόγον περιβαλεῖν οὐ δυνήσεται.
000-00-00 Serial Number=0340857923
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00234]  Τοιαῦτά ἐστι τὰ ἀνθρώπινα, καὶ τούτων εὐτελέστερα, σήμερον ὄντα καὶ αὔριον οὐκ ὄντα.
 [01647]  Καὶ γὰρ ἐκεῖνοι τέλειοι οἱ τὰ ἀνθρώπινα εἰδότες ὅτι σφόδρα ἀσθενῆ, καὶ ὑπεριδόντες αὐτῶν, ὅτι μηδὲν αὐτοῖς συμβάλλεται πεπεισμένοι, οἷοι γεγόνασιν οἱ πιστοί.
 [01942]  οὐ τοῦτο λέγων, ὅτι πάντα ἃ οἶδεν ἴσμεν, ἀλλ' ὅτι πάντα ἃ οἴ [61.62] δαμεν, οὐκ ἀνθρώπινα, ὥστε ὑποπτευθῆναι, ἀλλὰ τοῦ νοῦ ἐκείνου καὶ πνευματικά.
 [05593]  Ἵνα γὰρ μηδὲ τὰ αὐτοῦ ἀνθρώπινα εἶναι νομίσῃς, διὰ τοῦτο ἐπήγαγεν·
000-00-00 Serial Number=0001760364
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03243]  Ὅτι οὐδὲν τὰ ἀνθρώπινα ἀπ' αὐτῶν μάλιστα τῶν προπυλαίων μανθάνεις·
 [03245]  Ἡ γὰρ τούτων καθέδρα καὶ ἡ συλλογὴ μονονουχὶ παραίνεσίς ἐστι, πρὸς τὴν τῶν ἁπάντων ἀνθρώπων φύσιν φωνὴν ἀφιεῖσα λαμπρὰν, καὶ λέγουσα, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, ὅτι σκιὰ καὶ καπνός.
000-00-00 Serial Number=0301706851
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00052]  Καὶ πανταχοῦ δὲ γράφων προστίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα·
 [00185]  Εἰ μὲν γὰρ ἀνθρώπινα τὰ λεγόμενα ἦν, ἐχρῆν αὐτὰ βασανίζεσθαι·
 [02617]  Ἢ οὐκ ἴστε καὶ ὑμεῖς, ἅτε ἐν τοῖς βιωτικοῖς στρεφόμενοι πράγμασι, πόσοι μετὰ μυρίους πόνους οὐκ ἀπώναντο τῶν καρπῶν, ἢ θανάτου πολλάκις προαπενεγκόντος αὐτοὺς, ἢ πραγμάτων μεταβολῆς γενομένης, ἢ νόσου προσπεσούσης, ἢ συκοφαντῶν ἐπιτεθέντων, ἢ καὶ ἄλλης τινὸς αἰτίας (πολλὰ δὲ τὰ ἀνθρώπινα) κεναῖς αὐτοὺς ἀπαγαγούσης χερσί;
 [04110]  Πάλιν τὸν Θεὸν μαρτύρεται, πρὸ μικροῦ τοῦτο ποιήσας, ὁμοῦ καὶ τὸν φόβον αὔξων καὶ ἀσφαλέστερον [62.596.50] καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς, ὡς οὐκ ἀνθρώπινα τὰ παραγγέλματα, ἵνα ὡς παρ' αὐτοῦ τοῦ ∆εσπότου λαμβάνων τὴν παραγγελίαν, ἵνα ἀεὶ τὸν μάρτυρα ἐν διανοίᾳ ἔχων ἀφ' οὗ ἤκουσε, κατασείηται τὴν διάνοιαν τῇ μνήμῃ.
000-00-00 Serial Number=0991405964
In epistulam ad Colossenses Ante [Go Back]  
 [02867]  τοῦ πεπεισμένου ἁπλῶς, ὅτι οὐδὲν τὰ ἀνθρώπινα πράγματα, καὶ ὥσπερ ἀθανάτοις αὐτοῖς προστετηκότος;
 [02875]  οἶδε γὰρ τὰ ἀνθρώπινα πράγματα.
 [02877]  Οὐκοῦν οἶδε μὲν ποῖα θεῖα, ποῖα δὲ ἀνθρώπινα, καὶ τῶν μὲν ἀπέχεται, ταῦτα δὲ ἐργάζεται·
000-00-00 Serial Number=0841192901
In epistulam ad Ephesios Ante [Go Back]  
 [00381]  Νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα συμπίπτει, καὶ μετὰ ἀσεβῶν ἐσμεν·
 [00382]  ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅταν μήτε ἁμαρτήματα ᾖ, μήτε πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ μετὰ πάντων ὦμεν, τότε ἐστί.
 [03390]  Ἴδωμεν οὖν, εἰ μὴ τοιαῦτα τὰ ἀνθρώπινα.
 [05731]  Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει μετὰ πολλῆς τῆς εὐκολίας.
000-00-00 Serial Number=0472679257
In epistulam ad Hebraeos Ante [Go Back]  
 [03058]  Τί γάρ ἐστι τὰ ἀνθρώπινα πράγματα;
 [05394]  Ὅταν γὰρ αὐτὸν μὴ πρὸς τὸν καπνὸν ἄγωμεν, μηδὲ πρὸς τὴν κόνιν (τοιαῦτα γὰρ πάντα τὰ ἀνθρώπινα πράγματα), ἀλλὰ πρὸς τὴν αὔραν τὴν λεπτὴν, πρὸς τὸν κοῦφον ἀέρα, πρὸς τὰ μετέωρα, καὶ ὑψηλὰ, καὶ ἡσυχίας γέμοντα πολλῆς καὶ καθαρότητος καὶ πολλῆς τῆς τέρψεως, ἀνακτησόμεθα ταχέως αὐτὸν, καὶ ῥώσομεν ἐντρυφῶντα τῇ τοιαύτῃ θέᾳ.
 [07571]  Ὁρᾶτε ὅτι τὰ ὄντως λαμπρὰ πράγματα τὰ κατὰ Θεόν ἐστι, τὰ δὲ ἀνθρώπινα σκιά;
 [08020]  Τουτέστι, τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς, πάντα τὰ ἀνθρώπινα.
 [08986]  Καὶ ἵνα μάθῃς, ὅτι οὐχ οὕτω ῥᾳθυμίας ἦν ἡ ἄρνησις, ὅσον ἐγκαταλείψεως τοῦ Θεοῦ παιδεύοντος αὐτὸν εἰδέναι τὰ ἀνθρώπινα μέτρα, καὶ μὴ ἀντιλέγειν τοῖς παρὰ τοῦ διδασκάλου λεγομένοις, μηδὲ μείζονα τῶν ἄλλων φρονεῖν, ἀλλ' εἰδέναι ὅτι χωρὶς Θεοῦ οὐδὲν γενέσθαι δυνατὸν, καὶ ὅτι, Ἐὰν μὴ ὁ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν·
 [09278]  Τοιαῦτα γὰρ τὰ ἀνθρώπινα.
000-00-00 Serial Number=0223178685
In epistulam ad Philippenses Ante [Go Back]  
 [00264]  Καὶ ἑτέρως δὲ [62.186] ἐγκώμιον, ὅτι τοιαῦτα τὰ κατορθώματα ὑμῶν ἐστιν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς.
000-00-00 Serial Number=0474304914
In epistulam ad Romanos Ante [Go Back]  
 [01250]  Ἐπειδὴ γὰρ πάντα ὑπερβαίνει τὰ ἀνθρώπινα, οὐκ ἔχει εἰκόνα αὐτῶν ἐντεῦθεν δεῖξαι, ἀλλ' ἀπὸ τῶν δοκούντων εἶναι λαμπρῶν παρ' ἡμῖν, ἀπὸ τούτων αὐτὰ, ὡς ἐγχωρεῖ, παρίστησιν, ἀπὸ τῆς δόξης, ἀπὸ τῆς τιμῆς, ἀπὸ τῆς ζωῆς·
000-00-00 Serial Number=0900552690
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00298]  Καὶ γὰρ τὰ νοσήματα τὰ ἀνθρώπινα τότε ἐπιτείνεται.
000-00-00 Serial Number=0020429969
In illud Pater si possibile est Ante [Go Back]  
 [00035]  Εἰ οὖν ἐκείνῳ ἐπετίμησας τότε, ὡς ἀνθρώπινα φθεγγομένῳ, τί νῦν ἐπιζητεῖς ὃ τότε ἐκεῖνος ἐκώλυε, καὶ λέγεις·
000-00-00 Serial Number=0652436316
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00205]  οὗτος ὁ πάντα νοῦν ὑπερβαίνων, καὶ πάντα λογισμὸν νικῶν, παραδραμὼν ἀγγέλους ἀρχαγγέλους, πάσας τὰς ἄνω νοερὰς δυνάμεις, κατεδέξατο γενέσθαι ἄνθρωπος, καὶ σάρκα τὴν ἀπὸ γῆς καὶ πηλοῦ πλασθεῖσαν ἀναλαβεῖν, καὶ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, καὶ ἐνναμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ γαλακτοτροφηθῆναι, καὶ τὰ ἀνθρώπινα πάντα παθεῖν.
000-00-00 Serial Number=0219002724
In illud Sufficit tibi gratia mea Ante [Go Back]  
 [00324]  Προσέχετε μετὰ ἀκριβείας, ἵνα εἰδῆτε καὶ τὸν λέγοντα κάμνοντα, καὶ Παῦλον ἀνθρώπινα πάσχοντα.
000-00-00 Serial Number=0819047153
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00129]  Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, βουλόμενος αὐτῷ δεῖξαι, ὅτι οὐκ ἄνθρωποι τὰς αὐ τοῦ κυβερνῶσιν Ἐκκλησίας, ἀλλ' αὐτός ἐστιν ὁ παντα χοῦ ποιμαίνων τοὺς πιστεύοντας εἰς αὐτὸν, συνεχώρησε τοῦτο γενέσθαι, ἵν' ὅταν ἀφαιρεθέντων ἐκείνων ἴδῃ τὰ τῆς εὐσεβείας οὐκ ἐλαττούμενα, οὐδὲ σβεννύμενον τὸν τοῦ κηρύγματος λόγον, ἀλλ' αὐξόμενον μᾶλλον, μάθῃ διὰ τῶν ἔργων αὐτῶν καὶ αὐτὸς, καὶ οἱ ταῦτα αὐτῷ διακονούμενοι πάντες, ὅτι οὐκ ἀνθρώπινα τὰ καθ' ἡμᾶς, ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν ἔχει τὴν ῥίζαν ἡμῖν ἡ τῆς διδασκαλίας ὑπόθεσις, καὶ Θεός ἐστιν ὁ πανταχοῦ τὰς Ἐκκλησίας ἄγων, καὶ ὅτι τὸν Θεὸν πολεμοῦντα οὐκ ἔνι περιγενέσθαι ποτέ.
000-00-00 Serial Number=0057182908
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00014]  μὴ ἐπιλάθῃ τῆς τῶν Χερουβὶμ καθέδρας, μὴ παρέλθῃς τὰ θεῖα διὰ τὰ ἀνθρώπινα, μὴ λήθῃ παραδῷς τὸν οὐρανὸν, μὴ ἀμνημονήσῃς ὅτι σὰρξ ὁ Λόγος γέγονεν, ὡς ἠθέλησεν.
000-00-00 Serial Number=0415468514
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00880]  Τὰ μὲν γὰρ ἀνθρώπινα ἀτελῆ·
000-00-00 Serial Number=0560033083
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00015]  ἀνθρώπινα γάρ ἐστι·
000-00-00 Serial Number=0155575216
Quales ducendae sint uxores Ante [Go Back]  
 [00419]  Ἀλλ' ὅμως οὐδὲν τούτων εἶπεν, ἀλλὰ τὰ ἀνθρώπινα ταῦτα ἀφεὶς, ἀπὸ τῆς ἄνωθεν αὐτὸν ῥοπῆς ἐκόσμησεν οὕτω λέγων·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»