Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἀῤῥωστίας [141]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἀῤῥωστίας


000-00-00 Serial Number=0963430285
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00019]  δεύτερον δὲ τὸ πολλοὺς μὲν καὶ τρυφῶντας τῶν τὰ αὐτὰ σοὶ νενοσηκότων, μικρὸν καρτερήσαντας χρόνον, ταύτης ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, καὶ οὕτως εἰς τελείαν ὑγίειαν ἐπανελθεῖν, ὡς καὶ ὁμιλῆσαι γάμοις, καὶ πατέρας γενέσθαι παίδων πολλῶν, καὶ τῶν ἡδέων τοῦ παρόντος ἀπολαῦσαι βίου, καὶ μηδὲν τοιοῦτο πάλιν παθεῖν·
000-00-00 Serial Number=0166697085
Ad populum Antiochenum Ante [Go Back]  
 [00056]  τὸ δὲ εἰς μέσον προβεβλημένον, καὶ τοσούτων Ἐκκλησιῶν ἐγκεχειρισμένον φροντίδας, καὶ πόλεις ὁλοκλήρους καὶ ἔθνη καὶ τὴν οἰκουμένην ἅπασαν μετὰ τοσαύτης διέποντα προθυμίας τε καὶ σπουδῆς, τῇ τῆς ἀῤῥωστίας ἀνάγκῃ παραδοθῆναι, τοῦτό ἐστι τὸ μάλιστα [49.19] πάντων ἱκανὸν θορυβῆσαι τὸν μὴ προσέχοντα.
 [00061]  Εἰ γὰρ καὶ μηδεμία, φησὶν, ἑτέρα βλάβη τοῖς πράγμασιν ἀπὸ τῆς ἀῤῥωστίας ἐγίνετο, τοῦτο μόνον ἱκανὸν ἦν τοὺς πιστοὺς ὀκνηροτέρους καὶ ῥᾳθυμοτέρους ποιῆσαι.
 [00128]  Ὥσπερ γὰρ τοῖς τὰ σώματα ἔχουσιν εὐεκτοῦντα καὶ ὑγιῆ, κέρδος οὐδὲν ἔσται τῆς εὐεξίας, ἐὰν ἡ ψυχὴ καταβεβλημένη ᾖ καὶ ῥᾴθυμος καὶ νωθὴς, οὕτω τοῖς ἐξησθενημένοις οὐδὲν ἔσται βλάβος ἀπὸ τῆς ἀῤῥωστίας, ἐὰν ἡ ψυχὴ γενναία ᾖ καὶ διεγηγερμένη.
 [00244]  Ἵνα οὖν μὴ καὶ ἐπὶ τῶν ἁγίων τοῦτο γένηται, συνεχώρησεν αὐτοὺς ἐλαύνεσθαι συνεχῶς, μαστίζεσθαι, ἀῤῥω [49.26] στίαις περιπίπτειν, ἵνα ἡ τῆς σωματικῆς ἀῤῥωστίας ὑπερβολὴ καὶ τῶν πειρασμῶν τὸ πλῆθος πείσῃ τοὺς παρόντας τότε, ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ τὰ τοιαῦτα θαυματουργοῦντες, καὶ οὐδὲν παρ' ἑαυτῶν εἰσέφερον, ἀλλὰ γυμνὴ ἡ χάρις δι' ἐκείνων πάντα εἰργάζετο.
 [02538]  [49.98] Πολλάκις γοῦν ἰατροὶ πολλὰ πραγματευσάμενοι, καὶ μυρία κατασκευάσαντες φάρμακα, οὐκ ἴσχυσαν ἀπαλλάξαι τῆς ἀῤῥωστίας τὸν κάμνοντα·
 [02634]  ἐπειδὴ γὰρ ἀπὸ μὲν τῆς τοῦ σώματος ἀῤῥωστίας οὐ πολλὴ γένοιτ' ἂν ἡ βλάβη κἂν γὰρ μὴ νοσήσωμεν, ἐπελθὼν ὁ θάνατος αὐτὸ φθερεῖ καὶ καταλύσει πάντως, τὸ δὲ πᾶν ἐν τῇ τῆς ψυχῆς ἡμῶν ὑγείᾳ κεῖται, τοῦ πολλῷ χρησιμωτέρου καὶ ἀναγκαιοτέρου ῥᾳδίαν ἐποίησε καὶ ἀδάπανον καὶ ἀνώδυνον τὴν θεραπείαν.
 [02635]  Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν σώματος μὲν νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν, καὶ ταῦτα οὐ πολλῆς ἡμῖν τῆς βλάβης ἀπὸ τῆς ἀῤῥωστίας γινομένης ἐκείνης·
 [03087]  Ὅταν γὰρ ἴδῃς τοὺς ἀποστόλους νεκροὺς μὲν ἀνιστῶντας, αὐτοὺς δὲ ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, εἴσῃ σαφῶς ὅτι ἡ τοῦ νεκροῦ ἀνάστασις οὐ τῆς δυνάμεως τοῦ ἀναστήσαντος, ἀλλὰ τῆς ἐνεργείας τῆς τοῦ Πνεύματος γέγονεν.
 [03283]  ἀλλ' ἐννόησον αὐτοῦ τὸ κάλλος, καὶ τὴν δύναμιν τὴν ὀπτικὴν, καὶ πῶς τοσοῦτον ἐπιὼν ἀέρος μῆκος οὐ κάμνει καὶ ταλαιπωρεῖ, ἀλλὰ πόδες μὲν ὀλίγον προελθόντες πονοῦσι καὶ ἐκλύονται, ὀφθαλμὸς δὲ ὁδεύων τοσοῦτο μὲν ὕψος, [49.123] τοσοῦτο δὲ εὖρος, οὐδεμιᾶς αἰσθάνεται ἀῤῥωστίας.
 [05253]  ∆ιὰ τοῦτο καὶ οἴκοι καθήμενος ἔχαιρον μεθ' ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν.
000-00-00 Serial Number=0146435261
Adversus Judaeos Ante [Go Back]  
 [00195]  οὐ μὴν οὐδὲ ἡμεῖς ἀπηλλάγμεθα κατηγορίας, περιορῶντες αὐτοὺς ἐπὶ τῆς ἀῤῥωστίας·
 [00603]  ἐπεὶ τί τὸ κέρδος, ὅταν τῶν μὲν θηρίων τὰ στόματα διαφεύγῃ τὰ ποίμνια, ὑπὸ δὲ τῆς ἀῤῥωστίας κατεσθίηται;
 [00616]  Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πλέον ἡμῖν τῆς ἀγέλης ταύτης ἀπήλλακται τῆς ἀῤῥωστίας, καὶ εἰς ὀλίγους τὸ νόσημα περιέστηκε·
 [02664]  ἀλλ' ἀπάλλαξον τῆς ἀῤῥωστίας, καὶ μὴ ἀπαίτει ἐκείνους εὐθύνας τῆς ἀμελείας.
 [02857]  ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν νοσήματι διηνεκεῖ.
000-00-00 Serial Number=0126105011
Contra Anomoeos Ante [Go Back]  
 [00078]  Οὐδὲ ἡ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας ἀνάγκη τῆς οἰκείας αὐτὸν ἔπεισεν ἐπιλαθέσθαι εὐλαβείας, ἀλλὰ καὶ ἐν τῇ συμφορᾷ τὴν ὑπεροχὴν ἐπεγίνωσκε τοῦ ∆εσπότου.
000-00-00 Serial Number=0367942929
Contra ludos et theatra Ante [Go Back]  
 [00139]  Ἐκβαλλέσθωσαν τοίνυν οἱ τοιοῦτοι, ἵνα οἵ τε ὑγιαίνοντες ἡμῖν ὑγιεινότεροι γένωνται, οἵ τε νοσοῦντες ἀνακτήσωνται ἑαυτοὺς ἐκ τῆς χαλεπῆς ἀῤῥωστίας.
000-00-00 Serial Number=0287387669
Contra theatra Ante [Go Back]  
 [00007]  τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην [56.542] ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης.
000-00-00 Serial Number=0031677961
De Anna i Ante [Go Back]  
 [01188]  Πλουσίους μὲν γὰρ πολλοὺς ἔστιν ἰδεῖν ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας τῆς διὰ τὴν τρυφὴν ἐγγινομένης αὐτοῖς τὰ πολλὰ ὑδροποσίας ἀπεχομένους·
000-00-00 Serial Number=0978433549
De Chananaea Ante [Go Back]  
 [00111]  Ἰατρὸν ἔχεις ἀνώτερον τῆς ἀῤῥωστίας, ἰατρὸν ἔχεις νικῶντα τοῦ νοσήματος τὴν φύσιν, ἰατρὸν ἔχεις νεύματι θεραπεύοντα, ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ δυνάμενον καὶ βουλόμενον.
000-00-00 Serial Number=0536787391
De Christi divinitate Ante [Go Back]  
 [00035]  Οὐ γὰρ τοσαύτην οἱ κάμνοντες εἶχον ἐπιθυμίαν ἀπαλλαγῆναι τῶν νοσημάτων, ὅσην ὁ ἰατρὸς ἐπεποίητο σπουδὴν ἀπαλλάξαι αὐτοὺς τῆς ἀῤῥωστίας.
 [00038]  ἀλλ' ἀνηλοῦτο τὸ φάρμακον, ἐδαπανᾶτο ἡ ἰατρεία τῆς χάριτος, λοιπὸν ἔρημα τὰ ὕδατα ἔμενε, τῆς τοῦ πρώτου καταβαίνοντος ἀῤῥωστίας ἅπαν ἀναμαξαμένης αὐτό.
 [00062]  τὴν δύναμιν μὲν, ὅτι τὸ νόσημα λοιπὸν ἀνίατον ἐγεγόνει, καὶ εἰς ἀμηχανίαν περιειστήκει τὰ τῆς ἀῤῥωστίας αὐτῷ·
 [00089]  Ὁρᾷς με παραλελυμένον, τὸν χρόνον ἔγνως τὸν μακρὸν τῆς ἐμῆς ἀῤῥωστίας, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής;
 [00137]  Οἱ μὲν γὰρ ἰατροὶ κἂν ἀπαλλάξωσι νοσημάτων, ἀλλ' ὑφ' ἓν πρὸς ὑγίειαν ἐπαναγαγεῖν τὸν ἀῤῥωστοῦντα οὐκ ἰσχύουσιν, ἀλλ' ἑτέρου δέονται μακροῦ χρόνου, τοῦ τῆς ἀναλήψεως, ὥστε τὰ λείψανα τῆς ἀῤῥωστίας κατὰ μικρὸν ἀποξύσαι τοῦ σώματος καὶ ἐκβαλεῖν.
 [00138]  Ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ' ἐν μιᾷ καιροῦ ῥοπῇ καὶ τῆς ἀῤῥωστίας ἀπήλλαξε, καὶ τὴν ὑγίειαν ἐπανήγαγε, καὶ μέσος οὐδεὶς ἐγένετο χρόνος, ἀλλ' ἅμα τῆς ἁγίας γλώττης ἐξεπήδησεν ἡ ἱερὰ ἐκείνη φωνὴ, καὶ τὸ νόσημα τοῦ σώματος ἐδραπέτευε, καὶ ὁ λόγος ἔργον ἐγένετο, καὶ ἡ ἀῤῥωστία πᾶσα πάντοθεν ἐθεραπεύετο.
000-00-00 Serial Number=0853364050
De Davide et Saule Ante [Go Back]  
 [00507]  Τοῦτο δὴ καὶ ποιμένες ποιοῦσι, τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα τὴν μοχθηρὰν ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ' ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης.
000-00-00 Serial Number=0366219521
De Lazaro Ante [Go Back]  
 [01035]  καὶ ἀπὸ τοῦ παραλελυμένου δὲ τοῦτό ἐστι δῆλον, ὃς τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ, διὰ τοῦ μήκους τῆς ἀῤῥωστίας καὶ τὰ ἁμαρτήματα ἀπέθετο.
 [02118]  Τί γὰρ αὐτῷ βλάβος ἀπὸ τῆς ἀῤῥωστίας τοῦ σώματος, τῆς ψυχῆς ὑγιαινούσης;
000-00-00 Serial Number=0127396762
De cruce et latrone i Ante [Go Back]  
 [00086]  Καθάπερ γὰρ ἰατρὸν τότε μάλιστα θαυμάζομεν, ὅταν ἴδωμεν ἀνθρώπους ἀνίατα παθήματα ἔχοντας ἀπαλλάττοντα τῆς ἀῤῥωστίας καὶ πρὸς ὑγείαν ἐπανάγοντα·
000-00-00 Serial Number=0882134080
De cruce et latrone ii Ante [Go Back]  
 [00117]  Καθάπερ οὖν ἰατρὸν τότε θαυμάζομεν, ὅταν ἴδωμεν ὅτι ἀνθρώπους ἀνίατα νοσήματα ἔχοντας ἀπαλλάξας τῆς ἀῤῥωστίας, πρὸς καθαρὰν ὑγίειαν ἐπανήγαγεν·
000-00-00 Serial Number=0690614998
De decem millium talentorum debitore Ante [Go Back]  
 [00008]  Ὑμεῖς μὲν οὖν χαίρετε νῦν, ἐπειδὴ τῆς ἀῤῥωστίας ἀπηλλάγημεν·
000-00-00 Serial Number=0484593630
De diabolo tentatore Ante [Go Back]  
 [00564]  ὁ γὰρ τὴν νόσον ἀγνοῶν οὐδεμίαν ποιήσεται τῆς ἀῤῥωστίας ἐπιμέλειαν.
000-00-00 Serial Number=0131893575
De fato et providentia Ante [Go Back]  
 [00053]  ὁ δὲ κύριος ὢν πάσῃ κεχρῆσθαι, καὶ κωλυόμενος ὑπὸ τῆς ἀῤῥωστίας, αὐτῷ τούτῳ μᾶλλον ἐμπίπραται.
000-00-00 Serial Number=0039786220
De libello repudii Ante [Go Back]  
 [00186]  Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν.
000-00-00 Serial Number=0954230845
De non judicando proximo Ante [Go Back]  
 [00029]  ἐγὼ δὲ τοὺς δίκην λαχάνων χθαμαλῶν, τοὺς ὑπὸ τῆς ἀῤῥωστίας καταπεσόντας, ἐν ῥοπῇ ὀφθαλμοῦ ὑγιάσας καὶ ὑγιοποιήσας, ἄρτου οὐρανίου βρῶσιν μετέδωκα, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξιν ἐγεώργησα λέγων·
000-00-00 Serial Number=0734029293
De paenitentia [1] Ante [Go Back]  
 [00019]  ∆ιὰ τοῦτο καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας ἐπὶ πλέον ἐκεῖ διατρίβειν ἀναγκαζούσης, καὶ τῆς τοῦ ἀέρος ὠφελείας εἰς τὴν τῆς σαρκὸς ἀπολαύειν ὑγίειαν, ἡ τῆς ἀγάπης βία τῆς ὑμετέρας οὐκ ἠνέσχετο τοῦτο, ἀλλὰ κατεβόησε, καὶ οὐ πρότερον ἀπέστη διενοχλοῦσα, ἕως ἡμᾶς καὶ πρὸ τῆς προσηκούσης ὥρας ἀναστῆναι ἔπεισε, καὶ ὑγίειαν καὶ τέρψιν καὶ πᾶν ὁτιοῦν ἀγαθὸν τὴν ὑμετέραν ἡγήσασθαι συνεβούλευσε συνουσίαν.
 [00020]  Ταύτῃ δὲ πεισθέντες ἡμεῖς, εἱλόμεθα μᾶλλον ἔχοντες ἔτι τὰ λείψανα τῆς ἀῤῥωστίας ἐπανελθεῖν, ἢ καθαρῶς ἀποθέμενοι τὴν τοῦ σώματος ἀσθένειαν, ἐπὶ πλέον λυπῆσαι τὴν ὑμετέραν ἀγάπην.
 [02037]  Οὐκοῦν καὶ τῆς προλαβούσης ἀῤῥωστίας αἴτιον ἡ ἁμαρτία·
 [02244]  ἔτι γὰρ τὰ λείψανα τῆς ἀῤῥωστίας ἔχων ἔδραμον πρὸς τὴν ὑμετέραν ἀγάπην.
000-00-00 Serial Number=0512736976
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00077]  ὁ δὲ πένης ταύτης ἀπηλλαγμένος τῆς νόσου, καὶ τῆς ἀῤῥωστίας καθαρεύων, εὐκολώτερον ἐκ τῶν ὄντων προήσεται.
000-00-00 Serial Number=0759804845
De remissione peccatorum Ante [Go Back]  
 [00094]  Πολλοὶ γὰρ τοῦτο ἀσκήσαντες εἰσηκούσθησαν, ὡς Ἠλίας ἐν τῷ ὄρει, καὶ ∆ανιὴλ ἐν τῷ λάκκῳ, καὶ Ἰωνᾶς ἐν τῷ κήτει, καὶ Ἐζεκίας ἐν τῇ κλίνῃ τῆς ἀῤῥωστίας αὐτοῦ, καὶ Πέτρος ἐν Ἰόππῃ, καὶ Κορνήλιος ἐν Καισαρείᾳ.
000-00-00 Serial Number=0456528485
De sancto hieromartyre Phoca Ante [Go Back]  
 [00149]  ἀλλ' οὐ τοῦ μέλιτος τὸ ἔγκλημα, ἀλλὰ τῆς ἀῤῥωστίας ἡ κατηγορία.
000-00-00 Serial Number=0490075827
De terrae motu Ante [Go Back]  
 [00008]  ∆ιὰ γὰρ τοῦτο οὐ μόνον ἀῤῥωστίας κωλυούσης, ἀλλὰ καὶ μυρίων ἑτέρων κωλυμάτων γινομένων, οὐκ ἀπέστην τοῦ περιπλέκεσθαι ὑμῶν τῇ ἀγάπῃ, οὐκ ἀπεστερήθην οὐδὲ σήμερον τῆς καλῆς ταύτης ἑορτῆς.
000-00-00 Serial Number=0705779016
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00858]  οὗτος διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνος τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι·
 [01282]  Ὥσπερ οὖν οἱ ἰατροὶ οὐκ ἀναγκάζουσι τοὺς ἀῤῥώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ' αὐτοὶ τρέχουσι πρὸς ἐκείνους τὰς ἀῤῥωστίας θεραπεύσοντες·
 [01958]  τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων εἴργουσιν, ἵνα ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετὰ ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης.
 [02632]  Εἰ γὰρ ὁ ἅγιος ἐκεῖνος Τιμόθεος καὶ νόσῳ κατεχόμενος, καὶ ἐπαλλήλους ἀῤῥωστίας ὑπομένων οὐ μετέλαβεν οἴνου, ἕως ἂν ἐπέτρεψεν ὁ διδάσκαλος, τίνα ἂν σχοίημεν συγγνώμην ἡμεῖς, ἐν ὑγείᾳ μεθύοντες;
 [02679]  Περὶ ἀῤῥωστίας καὶ ἰατρῶν.
 [02758]  Ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν διηνεκεῖ τῷ σώματι.
000-00-00 Serial Number=0047133803
Epistulae Ante [Go Back]  
 [00005]  Ὁ Θεός σοι ταχίστην παράσχοι τὴν ὑγείαν, καὶ πάσης ἀπαλλάξειε ἀῤῥωστίας.
 [00006]  Καὶ γὰρ οὐχ ὡς ἔτυχεν ἐν φροντίδι καθεστήκαμεν περὶ τῆς ἀῤῥωστίας τῆς σῆς ἀκούοντες.
 [00076]  Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς κατεχούσης σε ἀπαλλάξαι ἀῤῥωστίας, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, ἵνα σου καὶ τῆς κατ' ὄψιν ἀπολαύσωμεν συντυχίας.
 [00153]  Ἡμεῖς δὲ ἐπιθυμοῦμεν τῆς τε ἀῤῥωστίας σε ἀπαλλαγῆναι, καὶ ἐνταῦθα παραγενομένην, ὅταν ἐξῇ, θεάσασθαι.
 [00155]  Ἐπεὶ οὖν, ὅπερ καὶ ἔμπροσθεν ἐπέσταλκα, νῦν ἐν φροντίδι μείζονι καθεστήκαμεν καὶ γὰρ ἀπὸ τῶν γραμμάτων ἐστοχασάμεθά σου τῆς ἀῤῥωστίας τὴν ὑπερβολὴν, διά τοι τοῦτο, ἡνίκα ἂν πρὸς τὸ βέλτιον ἐπιδῷ σοι τὸ σῶμα, διὰ τάχους ὡς βούλει δηλῶσαι ἡμῖν παρακλήθητι τοῦτο αὐτὸ, ἵνα βαρυτάτης ἡμᾶς ἀνεθῆναι ποιήσῃς φροντίδος.
 [00156]  Ὅτι γὰρ καὶ νῦν οὐκ ἐν μικρᾷ καθεστήκαμεν ἀθυμίᾳ τῆς ἀῤῥωστίας ἕνεκεν τῆς σῆς, οὐδὲ αὐτὴ ἀγνοεῖς.
 [00165]  Καὶ ὡς νῦν ἐν φροντίδι καθεστήκαμεν, οὐκ εἰδότες οἷα τῆς [52.630] ἀῤῥωστίας ἕστηκε τῆς σῆς·
 [00193]  Οὗτος αὐτὸν καὶ χειμῶνος κατατολμῆσαι, καὶ δυσκολίας ὁδοῦ, καὶ ἀῤῥωστίας χαλεπωτάτης ἀνέπεισεν.
 [00205]  Καταμαθὼν τοίνυν, δέσποτά μου τιμιώτατε, τοῦ νοσήματος τὴν φύσιν, ἐξαρπάσαι αὐτὸν τοῦ κλυδωνίου πειράθητι, τῇ τῆς ἀῤῥωστίας βλάβῃ τὴν ἀπὸ τῆς ἐπιστήμης τῆς σῆς ἐπιτειχίσας δύναμιν, δι' ἧς πολλοὺς πολλάκις κινδυνεύσαντας ὑπὸ τοιούτων κυμάτων ὑποβρυχίους γενέσθαι τοῦ ναυαγίου ταχέως ἀπήλλαξας.
 [00224]  ∆ιὸ καὶ σφόδρα ἐπιζητοῦμεν μανθάνειν μετὰ πολλοῦ τοῦ τάχους, εἰ ῥᾷόν σοι διετέθη τὰ τῆς ἀῤῥωστίας, ὥστε τῆς ἐπὶ ταύτῃ φροντίδος ἀνεθῆναι.
 [00297]  ἐπειδὴ δὲ οὕτω γνησίαν καὶ θερμὴν περὶ ἡμᾶς ἐπιδεδεῖχθαι ἀγάπην ἔφης, ὡς μηδὲ ἂν ἐλθεῖν παραιτήσεσθαι ὁδὸν οὕτω χαλεπὴν, καὶ φόβῳ λῃστῶν τοσούτων πολιορκουμένην, εἰ μὴ τὰ τῆς ἀῤῥωστίας διέκοπτεν, ἕν σοι λοιπὸν ἀπολογίας λείπεται εἶδος, τὸ νιφάδας ἡμῖν πέμπειν γραμμάτων, δυναμένων τὴν ἐκ τῆς μακρᾶς σιγῆς παραμυθήσασθαι αἰτίαν.
 [00337]  ἀλλὰ καὶ ὅτι ἀνήνεγκας ἐκ τῆς ἀῤῥωστίας, καὶ τοῦ κινδύνου λοιπὸν ἀπαλλαγεῖσα πρὸς ὑγείαν ὁδεύεις.
 [00340]  Πλὴν ἀρκεῖ εἰς παραμυθίαν ἡμῖν τὸ τῆς ἀῤῥωστίας ἀπηλλάχθαι σου τὴν εὐλάβειαν.
 [00563]  Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει τῶν Ἰσαυρικῶν θορύβων ἡ συνέχεια.
 [00621]  Μὴ τοίνυν καταφρόνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ εἴ σοι λέλυται τὰ τῆς ἀῤῥωστίας, καὶ περὶ τῆς ὑγείας σου δηλοῦν.
 [00623]  Ἵν' οὖν μὴ μεριμνῶμεν περὶ τούτου, διὰ τάχους ἡμῖν δήλωσον, εἰ πρὸς ὑγείαν σοι τὰ τῆς ἀῤῥωστίας μεταβέβληται.
 [00665]  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [00817]  Ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν βούλει μανθάνειν, ζῶμεν, ὑγιαίνομεν, πάσης ἀπηλλάγμεθα ἀῤῥωστίας.
 [00869]  Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν.
 [01026]  Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν ταῦτα φέρουσαν ἡμῖν τὰ εὐαγγέλια, καὶ ἐρημίας, καὶ λιμοῦ, καὶ λοιμοῦ, καὶ πολέμων Ἰσαυρικῶν, καὶ ἀῤῥωστίας ἁπάσης, οἷς ἅπασιν ἐκδεδόμεθα νῦν, ἔσται ἡμῖν παράκλησις τὰ τοιαῦτα γράμματα, καὶ φάρμακα, καὶ ἰατρεῖα.
 [01092]  Τά τε γὰρ λείψανα τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν νῦν, τοῦ τε φόβου τῶν Ἰσαύρων ἀπηλλάγημεν, καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες πολλῇ.
 [01521]  Τῆς μὲν οὖν χαλεπῆς ἀῤῥωστίας ἀπηλλάγημεν, τοῦ χειμῶνος παρελθόντος, καὶ ἐπιστάντος τοῦ ἦρος, ἔτι δὲ τὰ λείψανα αὐτῆς περιφέρομεν, ἅπερ ἐπιτρίβει τῶν Ἰσαυρικῶν θορύβων ἡ συνέχεια.
 [01579]  Μὴ τοίνυν καταφρόνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ εἴ σοι λέλυται τὰ τῆς ἀῤῥωστίας, καὶ περὶ τῆς ὑγείας σου δηλοῦν.
 [01581]  Ἵν' οὖν μὴ μεριμνῶμεν περὶ τούτου, διὰ τάχους ἡμῖν δήλωσον, εἰ πρὸς ὑγείαν σοι τὰ τῆς ἀῤῥωστίας μεταβέβληται.
 [01623]  Ὅταν γὰρ ἡμῖν ἐνταῦθα περὶ τῆς ἀῤῥωστίας ἡμῶν γίνωνται λόγοι, ἐξ ἀνάγκης καὶ αὐτὸς ἐπεισέρχῃ τοῖς διηγήμασι τούτοις, καὶ τῆς πολλῆς σου καὶ ἐπιστήμης καὶ εὐνοίας πεῖραν λαβόντες, οὐ δυνάμεθα σιγῇ τὰς εὐεργεσίας κατέχειν, ἀλλ' εἰς ἅπαντας ἀνακηρύττομεν, ἡμῖν αὐτοῖς τὰ μέγιστα χαριζόμενοι.
 [01775]  Ἐπειδὴ δὲ καὶ περὶ ἡμῶν βούλει μανθάνειν, ζῶμεν, ὑγιαίνομεν, πάσης ἀπηλλάγμεθα ἀῤῥωστίας.
 [01827]  Ἵν' οὖν μὴ κατατεινώμεθα τῇ φροντίδι, διά τινος τοῦ πρώτου ἐκεῖθεν ἀφικνουμένου τοῦτο αὐτὸ δηλῶσαι ἡμῖν σπούδασον, εἴ σοι τέλεον τὰ τῆς ἀῤῥωστίας ἀνῄρηται, καὶ πρὸς καθαρὰν ἐπανῆλθες ὑγίειαν.
 [01984]  Ἂν γὰρ δεξώμεθα ἐπιστολὴν ταῦτα φέρουσαν ἡμῖν τὰ εὐαγγέλια, καὶ ἐρημίας, καὶ λιμοῦ, καὶ λοιμοῦ, καὶ πολέμων Ἰσαυρικῶν, καὶ ἀῤῥωστίας ἁπάσης, οἷς ἅπασιν ἐκδεδόμεθα νῦν, ἔσται ἡμῖν παράκλησις τὰ τοιαῦτα γράμματα, καὶ φάρμακα, καὶ ἰατρεῖα.
 [02050]  Τά τε γὰρ λείψανα τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν νῦν, τοῦ τε φόβου τῶν Ἰσαύρων ἀπηλλάγημεν, καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες πολλῇ.
 [02500]  ∆ιὰ ταῦτα χαῖρε καὶ εὐφραίνου, καὶ μὴ παύσῃ τὸν Θεὸν παρακαλῶν, ὥστε ἐν ἀσφαλείᾳ ἡμᾶς καταστῆσαι πάσῃ, καὶ ἀπαλλάξαι καὶ τῆς ἐπικειμένης ἡμῖν ἀῤῥωστίας.
 [02501]  Εἰ γὰρ καὶ τοῦ σφαλερῶς ἔχειν ἠλευθερώμεθα, ἀλλ' ὅμως μένει ἔτι λείψανα τῆς ἀῤῥωστίας ἡμῖν, συνεχῶς τῆς ἀῤῥωστίας ἀναμιμνήσκοντα.
 [02559]  Ἐπειδὴ δὲ εὖ οἶδα, ὅτι περισπούδαστόν σοι μανθάνειν τὰ περὶ τῆς ὑγιείας ἡμῶν, δεινοπαθήσαντες χαλεπῶς κατὰ τὸν παρελθόντα χειμῶνα, ὀλίγον ἀνηνέγκαμεν νῦν, καὶ διαταραχθέντες πάλιν τῇ ἀνωμαλίᾳ τοῦ ἀέρος καὶ γὰρ καὶ νῦν χειμὼν ἐνταῦθα ἀκμάζων, ὅμως προσδοκῶμεν τὰ λείψανα τῆς ἀῤῥωστίας ἀποθέσθαι, καθαροῦ φανέντος τοῦ θέρους.
 [02610]  Οὐ γὰρ μικρὰ παράκλησις ἡμῖν καὶ παραμυθία καὶ τῆς ἐρημίας καὶ τῶν φόβων τῶν καθημερινῶν, τῶν ἀπὸ τῆς ἐφόδου γινομένων τῆς λῃστρικῆς, καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας, καὶ τῶν ἄλλων περιστάσεων, τὸ μανθάνειν περὶ τῶν ἀγαπώντων ἡμᾶς ὑμῶν, ὅτι τε ἔῤῥωσθε, καὶ ὑγιαίνετε, καὶ κατὰ ῥοῦν ὑμῖν ἅπαντα φέρεται, κἂν μυρίους ἡμῖν λέγῃς χειμῶνας.
 [02623]  τούτων τοίνυν καὶ ἑτέρων πλειόνων ὄντων τῶν διαφθειρόντων τὴν ῥῶσιν ἡμῖν, τέως τοῦ μὲν κινδύνου τοῦ χαλεποῦ, καὶ τῆς τοιαύτης ἀπηλλάγμεθα ἀῤῥωστίας, ὑγιαίνομεν δέ τινα ὑγείαν σύμμετρον.
 [03069]  ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, καὶ ἔτι λείψανα ἀῤῥωστίας περιφέροντες, καὶ φόβῳ λῃστῶν πολιορκούμενοι οὐ γὰρ ἀφίστανται τὰς ὁδοὺς ἀποτειχίζοντες καὶ πάντα αἱμάτων πληροῦντες οἱ Ἰσαῦροι, διηνεκῶς σε ἐπὶ διανοίας περιφέρομεν, τὴν ἀνδρείαν σου, τὴν παῤῥησίαν, τὴν γλυκεῖαν καὶ γνησίαν διάθεσιν παρ' αὐτοῖς ἀναπλάττοντες, καὶ τούτων τῶν λογισμῶν ἐντρυφῶντες τῇ μνήμῃ.
 [03194]  Τὸ σῶμα ἡμῖν ἐν ὑγείᾳ πολλῇ, καὶ τὰ λείψανα τῆς ἀῤῥωστίας ἀπεθέμεθα·
 [03437]  Ἱκανὸς δὲ ὁ Θεὸς καὶ τῆς ἀῤῥωστίας ὑμᾶς ἀπαλλάξαι, καὶ πρὸς καθαρὰν ὑγείαν ἐπαναγαγεῖν, καὶ δοῦναι εὐκολίαν πολλὴν καὶ τῆς κατ' ὄψιν ἡμῖν συνουσίας·
 [03446]  Ἀλλ' ἐπειδὴ οὐκ εἰς τὴν τυχοῦσαν φροντίδα ἡμᾶς ἐνέβαλες, περὶ τῆς ἀῤῥωστίας εἰποῦσα τῆς σῆς, εἴ γε ταύτης ἀπαλλαγείης ἱκανὸς γὰρ ὁ Θεὸς ἀπαλλάξαι σε, καὶ πρὸς ὑγείαν καθαρὰν ἐπαναγαγεῖν, ἐξ αὐτῆς ἡμῖν δήλωσον, ὥστε ἡμᾶς ἀπαλλαγῆναι τῆς φροντίδος.
 [03548]  ∆ιὸ καθάπερ εἰς λιμένα τινὰ τὴν ἐρημίαν ταύτην ἀπηντηκότες, οὕτω καθήμεθα ἀπὸ τῶν κατὰ τὴν ὁδὸν κακῶν ἀναπνέοντες, καὶ τῇ ἡσυχίᾳ ταύτῃ τῆς ἀῤῥωστίας καὶ τῶν ἄλλων κακῶν, ὧν ὑπεμείναμεν, τὰ λείψανα διορθοῦντες.
000-00-00 Serial Number=0245176375
Expositiones in Psalmos Ante [Go Back]  
 [01458]  Καὶ γὰρ ἀμελούμενα, μείζονα γίνεται τῶν ἁμαρτημάτων τὰ τραύματα, καὶ οὐ μέχρι τραυμάτων ἵσταται τὰ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ θάνατον τίκτει τὸν ἀθάνατον, ὥσπερ ἂν ἐξ ἀρχῆς καὶ τὰ μικρὰ ἀνέλωμεν, οὐδὲ τὰ μεγάλα ἕψεται.
 [03387]  ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε·
 [03531]  Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας.
 [03881]  Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνονται τῆς ἀῤῥωστίας ἔνθα εἰσίν;
 [05150]  ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὸν παρεῖδεν, ἀλλ' ἐπειδὴ ἡ τῆς νίκης εὐημερία ἐπῆρεν αὐτοῦ τὴν διάνοιαν, τὴν ἀπὸ τῆς ἀῤῥωστίας αὐτῷ διόρθωσιν ἐπήγαγε·
 [05294]  Τοῦτο δὲ λέγω, διὰ τοὺς ἐπαοιδαῖς χρωμένους ἐν ταῖς νόσοις, καὶ ἑτέρας μαγγανείας ἐπιζητοῦντας εἰς παραμυθίαν τῆς ἀῤῥωστίας.
 [05644]  Τί γὰρ, εἰ καὶ μὴ αἰσθάνονται τῆς ἀῤῥωστίας ἔνθα εἰσίν;
 [06496]  Εἰ γὰρ δή ποτε νόσος ἐπιστῇ, ὁ μὲν τὴν ἁλουργίδα ἔχων οὐδὲν ἀπὸ τῶν δορυφόρων καὶ τῆς πολλῆς φαντασίας εἰς τὴν παραμυθίαν ὠφελεῖται τῆς ἀῤῥωστίας, ἀλλὰ καὶ οἰκείων, καὶ πατέρων, καὶ πάντων παρόντων, καὶ χρυσῶν ἱματίων ἐπικειμένων καὶ ὑποκειμένων, ὥσπερ ἐν καμίνῳ κεῖται καιόμενος·
000-00-00 Serial Number=0422227859
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00038]  οἱ μὲν γὰρ ἀῤῥωστίας, οἱ δὲ λύσεις τούτων προλέγουσιν·
 [00862]  Ἀρχὴ γὰρ ὑγείας, αἴσθησις ἀῤῥωστίας, καὶ ἐξέχεας τὰς ὁδούς σου.
 [02186]  Ὅθεν οὐκ ἔστιν εὑρεῖν τινα παραμυθίαν τῆς ἀῤῥωστίας·
000-00-00 Serial Number=0265035808
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00105]  Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω [63.505] πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα·
000-00-00 Serial Number=0552224755
In Acta apostolorum Ante [Go Back]  
 [00297]  ∆ιὰ τοῦτο πολλοὶ μετὰ τὸ λαβεῖν εὐθέως ἐπὶ τὸν πρότερον ἐπανῆλθον ἔμετον, καὶ χείρους ἐγένοντο, καὶ χαλεπωτέραν ἐπεσπάσαντο κόλασιν, τῶν μὲν προτέρων ἀπαλλαγέντες ἁμαρτημάτων, ταύτῃ δὲ μειζόνως τὸν κριτὴν παροξύναντες, ὅτι τοσαύτης ἀπαλλαγέντες ἀῤῥωστίας, οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλ' ἔπαθον ὅπερ ἠπείλησε τῷ παραλυτικῷ ὁ Χριστὸς, λέγων·
 [00362]  πῶς περὶ βασιλείας οὐρανῶν μανθάνων, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, δυνήσῃ σαφῶς πάντα μαθεῖν, πολλάκις καὶ παραπλὴξ ὑπὸ τῆς ἀῤῥωστίας γενόμενος;
 [00400]  Καὶ ἐκεῖνος δὲ πάλιν τότε ὀδυνᾶται πλέον, κἂν ἀνενέγκῃ ἀπὸ τῆς ἀῤῥωστίας, χαλεπώτερον ἀλγεῖ ὡς ἐπηρεασθείς.
 [09164]  Ὡς εἴ γε ἡ τρυφὴ πόνους μὴ εἶχε, μηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν·
 [09192]  Ὅταν τοίνυν μέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζημίαν (ζημία γὰρ ὄντως ἐστὶ μετὰ τῆς οἰκείας λύμης τοσαῦτα χρήματα δαπανᾷν), τὰς νόσους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς.
 [09999]  Ἢ οὐ δοκεῖ σοι ἀῤῥωστίας εἶναι χαλεπώτερον ἀπόνοια καὶ θυμός;
000-00-00 Serial Number=0431319535
In Joannem Ante [Go Back]  
 [00091]  ∆ιὰ γὰρ τοῦτο τοσαῦτα προειπὼν, οὐδέπω καθῆκα εἰς τὰς ῥήσεις ταύτας, ἵνα ἕκαστος πάντα ἀποθέμενος ἀῤῥωστίας τρόπον, ὥσπερ εἰς αὐτὸν εἰσιὼν τὸν οὐρανὸν, οὕτως εἰσίῃ καθαρὸς καὶ θυμοῦ, καὶ φροντίδος, καὶ ἀγωνίας βιωτικῆς, καὶ τῶν ἄλλων ἀπηλλαγμένος παθῶν.
 [01971]  καὶ πάσης ἀῤῥωστίας εἶδος ἐλύετο, καὶ τοὺς μὲν νεκροὺς ἠφίει τὰ μνήματα, τοὺς δὲ μεμηνότας οἱ δαίμονες, τοὺς δὲ ἀῤῥώστους αἱ νόσοι·
 [03284]  Μέγα δὲ καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀῤῥωστίας τεκμήριον, τὸ μὴ πεινῇν, μηδὲ διψῇν, ἀλλὰ δυσαρέστως πρὸς ἀμφότερα ἔχειν.
 [03285]  Εἰ δὲ ἐπὶ σωμάτων τοῦτο συμβαῖνον, νοσήματος χαλεποῖ τεκμήριον καὶ ἀῤῥωστίας ποιητικόν·
 [04011]  Εἰ δὲ ἡ ἔνδεια μήτηρ ὑγείας, εὔδηλον ὅτι ἡ πλησμονὴ μήτηρ νόσου καὶ ἀῤῥωστίας ἐστὶ, καὶ τίκτει [59.138] πάθη καὶ αὐτῶν ὑπερβαίνοντα τῶν ἰατρῶν τὴν τέχνην.
000-00-00 Serial Number=0009550333
In Psalmos 101-107 Ante [Go Back]  
 [01134]  Μέγα δὲ καὶ τὸ ἐκ χώρας τὰ χείριστα παθούσης ἀπαθεῖς ἀπαλλάττεσθαι μέχρι ἑνὸς ἐν μυριάσι τοσαύταις, ἕως ἂν ἐναπομείνῃ τῇ Αἰγύπτῳ μηδεὶς ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας κεκρατημένος·
000-00-00 Serial Number=0315812528
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00256]  Ἀπάλλαξόν με, παρακαλεῖς τῷ ἰα τρῷ, τῆς ἀῤῥωστίας, καὶ οὐ τολμᾷς εἰπεῖν, Πῶς;
000-00-00 Serial Number=0211662173
In Psalmum 118 Ante [Go Back]  
 [00619]  Ἔστι γὰρ ὅτε καὶ διὰ πενίας ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπία παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται.
000-00-00 Serial Number=0267704546
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00419]  ∆ιὸ καὶ τοῖς πολλοῖς ἐπὶ τῶν ἀπογνωσθέντων, εἶτα ἀνενεγκόντων ἐξ ἀῤῥωστίας χαλεπῆς, ἢ ἐκ πειρασμῶν ἀφορήτων, ἔθος τοῦτο λέγειν·
000-00-00 Serial Number=0306303501
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00767]  Ἀλλ' ὥσπερ ἐπ' ἐκείνων οἱ ὑβριζόμενοι τότε μάλιστα αὐτοὺς ἐλεοῦσι καὶ δακρύουσι, δεῖγμα ἔσχατον τῆς ἐπιτεταμένης ἀῤῥωστίας τοῦτο ποιούμενοι, ὅταν τοὺς φιλτάτους ἀγνοῶσιν·
 [03228]  Ἂν τούτοις αὐτοὺς κατεπᾴδωμεν τοῖς διηγήμασι, καὶ ἡμᾶς αὐτοὺς κἀκείνους διορθώσομεν, καὶ τῆς ἀῤῥωστίας ταχέως ἀπαλλάξομεν, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπαινέτην τὸν Θεὸν ἕξομεν, καθάπερ καὶ ὁ Παῦλός φησι·
000-00-00 Serial Number=0257828414
In epistulam ad Philemonem Ante [Go Back]  
 [00593]  Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ' ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστερον τῆς ὑγείας ἔχωνται, ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα.
000-00-00 Serial Number=0138788342
In epistulam ad Romanos Ante [Go Back]  
 [02268]  ἀῤῥωστίας·
 [03144]  Ὅτι δὲ ἀῤῥωστίας ὑγεία βέλτιον, παντί που δῆλον·
 [07485]  Πλὴν ἀλλὰ τὰ αὐτῷ συνήθη ποιῶν, προάγει τὸν λόγον εἰς ἕτερον ἐγκώμιον, οὐκ ὂν ἐγκώμιον, ἀλλὰ δοκοῦν εἶναι μόνον, τοὺς ἀρίστους τῶν ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀῤῥωστίας ἐνδίδωσι φύσις.
 [09077]  ∆είκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας, ὅπερ σημεῖον ἐσχάτης ἀῤῥωστίας ἐστί.
000-00-00 Serial Number=0476804554
In epistulam ad Titum Ante [Go Back]  
 [00275]  Ἔστω γάρ τις ἀνὴρ ἐπισκοπῇ τετιμημένος καὶ τοῦ κοινοῦ τῆς Ἐκκλησίας τὴν προστασίαν ἐγκεχειρισμένος, καὶ τὰ μὲν ἄλλα ἔστω ἐνάρετος καὶ πάντα ἔχων ἅπερ ἔχειν ἁρμόζει τὸν ἱερωμένον, διαπαντὸς δὲ τῇ κλίνῃ προσδεδέσθω ὑπὸ πολλῆς ἀῤῥωστίας, τί οὗτος ὀνῆσαι δυνήσεται;
000-00-00 Serial Number=0957567930
In illud Diligentibus deum omnia cooperantur in bonum Ante [Go Back]  
 [00012]  Καὶ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων, μετὰ τὴν ἀπαλλαγὴν τῆς ἀῤῥωστίας, φιάλας καὶ ποτήρια καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν·
 [00028]  Ἐπεὶ οὖν ἔγνωμεν ὅσον τῆς ὀφειλῆς ταύτης τὸ κέρδος, καὶ ὅτι ἐν τῷ ἀποδίδοσθαι μᾶλλον αὔξεται, φέρε, καὶ ἡμεῖς τὴν ὀφειλὴν, ἣν ὀφείλομεν ὑμῖν, οὐκ ἀπὸ ῥᾳθυμίας οὐδὲ ἀπὸ ἀγνωμοσύνης τινὸς, ἀλλ' ἀπὸ τῆς συμβάσης ἀῤῥωστίας, σήμερον, καθ' ὅσον οἷόν τε, ἐκτῖσαι σπουδάζωμεν, μικρά τινα διαλεχθέντες πρὸς τὴν ὑμετέραν ἀγάπην, ὑπόθεσιν τῆς διαλέξεως ποιησάμενοι αὐτὸν τοῦτον τὸν θαυμαστὸν τῆς οἰκουμένης διδάσκαλον·
000-00-00 Serial Number=0718341768
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00201]  Εἰ γὰρ τραύματα ἔχοντες, καὶ νοσήματα σωματικὰ ἀποκρούσασθαι βουλόμενοι, οὐδενὸς τῶν ὄντων φειδώμεθα, κἂν αὐτὸ τὸ ἱμάτιον ἀποδόσθαι δέοι, ὥστε τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι ἐκείνης·
000-00-00 Serial Number=0764328361
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00321]  Ἀλλ' ἐκεῖνος μὲν μηκέτι στέγων, τὰ λείψανα τῆς ἀῤῥωστίας ἔχων, ἔδραμον πρὸς ὑμᾶς, μέγιστον φάρμακον ἡγούμενος ἐπιθήσειν τῆς ὑμετέρας ἀγάπης τὴν [56.279] συντυχίαν.
000-00-00 Serial Number=0828944266
In illud Pater meus usque modo operatur Ante [Go Back]  
 [00020]  εἰ γὰρ μία διάλεξις οὕτως ἔδακε, καὶ εἰς τοσαύτην ἀγωνίαν κατέστησεν, ὡς καὶ ἀθυμεῖν καὶ θορυβεῖσθαι καὶ ταράττεσθαι, εὔδηλον ὅτι δευτέρα καὶ τρίτη προσγενομένη, πάσης ἀπαλλάξει τῆς ἀῤῥωστίας.
000-00-00 Serial Number=0464869499
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00522]  καὶ καθάπερ σῶμα μὴ μετὰ ἀκριβείας συνδεδεμένον τῇ τῶν νευρῶν περιβολῇ, πολλὰς τίκτει τὰς ἀῤῥωστίας, καὶ ἀβίωτον ποιεῖ τὸν βίον·
000-00-00 Serial Number=0755274951
In illud Simile est regnum caelorum patri familias Ante [Go Back]  
 [00152]  μὴ περιμείνητε τῆς ἀῤῥωστίας τὴν ἀνάγκην λαβεῖν τῆς ὑμετέρας γνώμης τὸν στέφανον.
000-00-00 Serial Number=0227015138
In illud Verumtamen frustra conturbatur Ante [Go Back]  
 [00043]  τὸ πάσης ἀῤῥωστίας προκείμενον πάρεργον, τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον, τὸ τῶν πυρετῶν ἀδιάφορον καθημερινὸν γυμνάσιον, τὸ πάσης λύπης εὐπαράδεκτον πανδοχεῖον.
000-00-00 Serial Number=0970424950
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00033]  Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως εἰσὶ δυσάρεστοι οἱ νοσοῦντες ἐν ἀρχῇ τῆς ἀῤῥωστίας καὶ πολλοῦ προϊόντος τοῦ χρόνου·
 [00118]  Τοῦτο καὶ ἐπὶ τούτου γέγονε, καὶ ἀμάρτυρον ποιεῖται τὸν ἔλεγχον, μᾶλλον δὲ οὐκ ἔλεγχος μόνον, ἀλλὰ καὶ ἀπολογία τὸ εἰρημένον ἐστὶν, ὥσπερ ὑπὲρ τῆς τοσαύτης κακώσεως ἀπολογούμενος καὶ λέγων αὐτῷ, καὶ δεικνὺς, ὅτι οὐ μάτην, οὐδὲ εἰκῆ τοσοῦτον αὐτὸν ἐπέτρεψε κακωθῆναι χρόνον, τῶν ἁμαρτημάτων ἀνέμνησεν αὐτὸν, καὶ τὴν αἰτίαν εἶπε τῆς ἀῤῥωστίας.
 [00285]  Οἷον πολλάκις ὑπὸ πονηροῦ χυμοῦ καὶ διεφθαρμένου ῥεύματος ἐνοχλουμένων ὀφθαλμῶν, ἀφεὶς ὁ ἰατρὸς τὴν νοσοῦσαν θεραπεῦσαι κόρην, τῆς κεφαλῆς ἐπεμελήσατο, ἔνθα ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς ἀῤῥωστίας ἦν·
 [00316]  Ἐμοὶ τοίνυν δοκεῖ μηδὲν ἐκείνῳ περὶ ἀφέσεως διαλεχθῆναι, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίσασθαι, ὡς τῶν ἤδη πλημμεληθέντων τῷ μήκει τῆς ἀῤῥωστίας·
000-00-00 Serial Number=0701804399
Quales ducendae sint uxores Ante [Go Back]  
 [00098]  Καὶ ἐπὶ μὲν τοῦ μέλους, οὐδὲν ἔσται κέρδος ἡμῖν τῆς θεραπείας, ἐπειδὰν ὑπὸ τῆς ἀῤῥωστίας ἀδιόρθωτον φθάσῃ γενέσθαι·
 [00458]  ∆ιὰ τοῦτο καὶ ὑγείας ἀπέλαυον καθαρᾶς, καὶ κάλλος αὐταῖς ἀμήχανον ἦν, οὐδεμιᾶς ἀῤῥωστίας ἐνοχλούσης τῷ σώματι, ἀλλὰ πάσης βλακείας ἐκβεβλημένης.
000-00-00 Serial Number=0310339391
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00069]  ὁ γὰρ λόγος τούς τε ἔχοντας νοσήματα ἀπαλλάττει τῆς ἀῤῥωστίας, τούς τε οὐκ ἔχοντας ἀσφαλεστέρους καθίστησι, διορθωτικός τε ὢν τῶν γενομένων, καὶ προφυλακτικὸς τῶν οὐδέπω συμβάντων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»