Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum φροντίδων [104]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum φροντίδων


000-00-00 Serial Number=0133338690
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00006]  καθάπερ γάρ τινων δεσμῶν χαλεπῶν, τῶν τοῦ κόσμου φροντίδων ἀπολύσαντες τὴν ψυχὴν, οὕτως ἀφιᾶσι πέτεσθαι πρὸς τὸν οἰκεῖον αὐτῇ τόπον καὶ συγγενῆ.
000-00-00 Serial Number=0070912302
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00945]  Καὶ εἰ μὲν ᾔδει σαφῶς ὅπου στήσεται τὰ τῆς πλάνης αὐτῷ, οὐκ ἦν οὕτω τὸ τῶν φροντίδων ἀφόρητον·
 [00957]  ὁ δὲ ἀναπεσὼν καὶ τῶν φροντίδων ἀπολύσας τοὺς λογισμοὺς, ἂν συμβῇ τι τοιοῦτον πάλιν, οἷον καὶ πρότερον, διπλῇ πως ταράττεται, καὶ εὐχείρωτος γίνεται τῷ τε ἀπροσδοκήτῳ καὶ τῷ διαλελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ καὶ τὴν παρασκευήν.
 [01060]  Τί δ' ἄν τις λέγοι τὰς ὑπὲρ τοῦ παιδὸς φροντίδας, τὰς ὑπὲρ τῆς τούτου γυναικὸς, τὰς ὑπὲρ τῶν ἀδελφῶν τῶν τούτου, τὰ ἄλλα ἅπαντα, ἅπερ εἰ κατ' ἀκρίβειάν τις ἐξετάζειν ἐθέλοι, πολὺ τοῦ νῦν δειχθέντος ὀδυνηρότερον ὄψεται τοῦ δικαίου τὸν βίον καὶ πλειόνων γέμοντα φροντίδων;
 [01278]  φροντίδων καὶ τῆς ἀγρυπνίας καὶ τῶν μυρίων πραγμάτων ἐρεῖ, ἅπερ ἅπαντα τοῖς τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἀσπαζομένοις οὐ σφόδρα [47.472] ἐστὶ καθ' ἡδονήν.
000-00-00 Serial Number=0066968322
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00073]  Πρὸς τούτοις αἱ τῶν φροντίδων νιφάδες πάντοθεν αὐτὸν βάλλουσαι τῶν παθῶν ἐκείνων οὐκ ἔλαττον θορυβοῦσιν αὐτοῦ τὴν ψυχήν·
000-00-00 Serial Number=0839969695
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00607]  Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦτον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε πρόφασιν·
000-00-00 Serial Number=0674957275
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00066]  Τί γὰρ ἐλαφρότερον, εἰπέ μοι, τοῦ φροντίδων καὶ πραγμάτων καὶ φόβων καὶ πόνων ἀπηλλάχθαι, ἔξω τε τῶν τοῦ βίου κυμάτων ἑστάναι καὶ ἐν εὐδίῳ διάγειν λιμένι;
000-00-00 Serial Number=0395519435
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00218]  [4.16] Καίτοι γε αὕτη πόνων ἀνάπαυσις, φροντίδων ἀπαλλαγή, νοσημάτων παραμυθία, φόβων καὶ κινδύνων οὐ μικρὰ ἀναψυχή·
 [00384]  [7.27] οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν μεθημερινῶν σε ἀπαλλάττει λυπῶν καὶ τῶν ἀκαίρων ἀνίησι φροντίδων·
000-00-00 Serial Number=0494758248
Ad populum Antiochenum Ante [Go Back]  
 [01007]  γύμνωσον σαυτὸν τῶν βιωτικῶν φροντίδων·
 [02143]  Εἰ γὰρ νῦν τοσούτων ὄντων τῶν λυπηρῶν, καὶ κινδύνων, καὶ φόβων καὶ φροντίδων πάντοθεν ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;
 [02374]  Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ' ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων.
000-00-00 Serial Number=0601765931
Ad viduam juniorem Ante [Go Back]  
 [00014]  ὅταν δὲ καὶ νεότης προσῇ, καὶ χηρεία ἄωρος καὶ πραγμάτων ἀπειρία, καὶ φροντίδων ὄχλος πολύς, καὶ τὸ ἐν τρυφῇ καὶ εὐθυμίᾳ καὶ πλούτῳ τὸν ἔμπροσθεν ἅπαντα τετράφθαι χρόνον, πολλαπλασίονα γίνεται τὰ δεινά, κἂν ἡ τοῦτο παθοῦσα μὴ τῆς ἄνωθεν τύχῃ ῥοπῆς, καὶ ὁ τυχὼν αὐτὴν λογισμὸς καταλῦσαι δυνήσεται, ὅπερ πρῶτον καὶ μέγιστον τῆς πολλῆς περὶ σὲ τοῦ Θεοῦ κηδεμονίας τίθεμαι εἶναι τεκμήριον.
 [00073]  καὶ τῆς πολλῆς αὐτοῦ προνοίας οὐ μικρόν, ὥσπερ ἔφθην εἰπών, τεκμήριον ἔδειξεν ἡμῖν ἤδη, ἐν τοσαύτῃ καμίνῳ φροντίδων καὶ λύπης ὑγιῆ καὶ ἀνέπαφόν σε διαφυλάξας καὶ μηδὲν ἀφεὶς τῶν ἀβουλήτων παθεῖν.
 [00194]  πρῶτον μὲν τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι τὸν Θεὸν ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἔπειτα τοῦ πάντα συνοικῆσαι τῷ καλῷ τούτῳ τὸν αἰῶνα, καὶ ἐνταῦθα δὲ φροντίδων καὶ φόβων καὶ κινδύνων καὶ ἐπιβουλῶν καὶ ἔχθρας καὶ μίσους ἀπαλλάξεις σαυτήν.
000-00-00 Serial Number=0504070520
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00070]  κἂν πόνοις, κἂν ταλαιπωρίαις, ἀλλ' ὅμως ἐπελθοῦσα ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν·
 [00082]  καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν;
000-00-00 Serial Number=0814673841
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00401]  Ὅτι μὲν οὖν φροντίδων ἀπήλλακται, καὶ τῶν ἄλλων τῶν ἐπισυρομένων τῷ πλούτῳ κακῶν, οὐδὲ αὐτὸς ἀντερεῖς·
000-00-00 Serial Number=0767812610
De Anna i Ante [Go Back]  
 [00806]  Ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα συλλεγόμεθα, καὶ οὐδὲ ταύτην ἀνέχονται τὴν ἡμέραν τῶν βιωτικῶν ὑπερορᾷν φροντίδων·
000-00-00 Serial Number=0441050112
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00291]  Ὁ μὲν δεδεμένος πάντων ὁμοῦ τῶν δεσμῶν ἐλύετο καὶ τῶν ἀπὸ τοῦ σιδήρου καὶ τῶν ἔτι σφοδροτέρων φροντίδων λέγω καὶ πόνων καὶ τῶν ἄλλων ἁπάντων τῶν διὰ τὸν ἐπίκηρον βίον περιισταμένων ἡμᾶς.
000-00-00 Serial Number=0260876179
De Lazaro Ante [Go Back]  
 [00856]  Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται·
 [00946]  Οὐ μικρὸν δὲ καὶ τὸ ἡμέραν μίαν ἐν ἁμαρτημάτων κατανύξει διαγαγεῖν, καὶ διαβλέψαι πρὸς τὴν ἄνω φιλοσοφίαν, καὶ παρασχεῖν τῇ ψυχῇ μικρὸν γοῦν ἀπὸ τῶν βιωτικῶν ἀναπνεῦσαι φροντίδων.
 [01660]  Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιοτικῶν ἀπαλλαγή.
000-00-00 Serial Number=0970282257
De Lazaro et divite Ante [Go Back]  
 [00049]  Ἔξωθεν γὰρ τὸ σῶμα ὑπὸ τῶν φλυκταινῶν ἐδαμάζετο, καὶ ἔσωθεν ἡ καρδία ὑπὸ τῶν ἀπαραιτήτων φροντίδων διησθίετο.
 [00058]  Πόνων γὰρ καὶ φροντίδων μακρῶν ὡς λυτήριον ἐπεζήτει τὸν θάνατον, οὐδὲν ἀπεοικὼς τῷ πολυάθλῳ Ἰώβ.
000-00-00 Serial Number=0272911191
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00057]  πολλὰ γὰρ καὶ ταύτῃ ἀλγεινὰ παραφύεται, φροντίδων τηκεδόνες, ἀγρυπνίαι συνεχεῖς, ἐπιβουλαὶ παρὰ τῶν φθονούντων, κατασκευαὶ παρὰ τῶν μισούντων, στωμυλία ῥητόρων τοῖς κατευγλωττισμένοις λόγοις ὑποκλέπτουσα τὴν ἀλήθειαν καὶ πολὺν τοῖς δικάζουσι προξενοῦσα κίνδυνον.
000-00-00 Serial Number=0259982884
De fato et providentia Ante [Go Back]  
 [00006]  καὶ ὁ μὲν πενίαν, ὁ δὲ νόσον ὀδύρεται, ἄλλος φροντίδων ὄγκον, καὶ προστασίαν οἰκίας, ἕτερος παιδοτροφίαν, ἄλλος ἀπαιδίαν.
000-00-00 Serial Number=0051392317
De futurae vitae deliciis Ante [Go Back]  
 [00007]  καὶ οὔτε κρυμὸς, οὔτε αὐχμὸς, οὐ πραγμάτων ὄχλος, οὐ φροντίδων πλῆθος, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ὑποσκελίσαι δύναιτ' ἄν·
000-00-00 Serial Number=0106790483
De jejunio [3] Ante [Go Back]  
 [00065]  Ὁ Θεῷ παρίστασθαι λογιζόμενος ἐν αἰσθήσει καρδίας, ἐν προσευχῇ γενοῦ στῦλος ἀκλόνητος, ὑπ' οὐδενὸς τῶν βιωτικῶν φροντίδων ἐμποδιζόμενος.
000-00-00 Serial Number=0589216590
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00359]  μᾶλλον δὲ καὶ πάντας ὑπερηκόντισε πατέρας, καὶ σωματικῶν καὶ πνευματικῶν ἕνεκεν φροντίδων, καὶ χρήματα, καὶ ῥήματα, καὶ σῶμα, καὶ ψυχήν, καὶ πάντα ἐπιδιδοὺς ὑπὲρ τῶν ἠγαπημένων.
000-00-00 Serial Number=0383576453
De mutatione nominum Ante [Go Back]  
 [01002]  Κἂν γὰρ εὐχαὶ γίνωνται ἐκεῖ, κἂν ἱκετηρίαι, ἀλλ' ἀνάγκη καὶ φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν φροντίδων·
000-00-00 Serial Number=0713082314
De sacerdotio Ante [Go Back]  
 [00025]  Λόγος γὰρ οὐδεὶς ἂν ἐφίκοιτο τοῦ χειμῶνος ἐκείνου καὶ τοῦ κλύδωνος ὃν ὑφίσταται κόρη, ἄρτι μὲν τῆς πατρῴας οἰκίας προελθοῦσα καὶ πραγμάτων ἄπειρος οὖσα, ἐξαίφνης δὲ πένθει τε ἀσχέτῳ βαλλομένη καὶ ἀναγκαζομένη φροντίδων καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἀνέχεσθαι μειζόνων.
 [00027]  Ἐὰν δὲ καὶ παιδίον καταλιπὼν ὁ τεθνεὼς ἀπέλθῃ, θῆλυ μὲν ὄν, πολλὴν καὶ οὕτω παρέξει τῇ μητρὶ τὴν φροντίδα, ὅμως δὲ καὶ ἀναλωμάτων καὶ δέους ἀπηλλαγμένην, ὁ δὲ υἱὸς μυρίων αὐτὴν φόβων καθ' ἑκάστην ἐμπίμπλησι τὴν ἡμέραν καὶ πλειόνων φροντίδων·
 [00422]  τὸ γὰρ ἐν τούτῳ τῆς ἡλικίας ὄντα καὶ πρὸ βραχέος ἀποστάντα τῶν βιωτικῶν φροντίδων, ἐξαίφνης οὕτω δόξαι παρὰ πᾶσιν εἶναι θαυμαστὸν ὥστε τῶν τὸν ἅπαντα χρόνον ἐν τοῖς τοιούτοις ἐξαναλωθέντων πόνοις προτιμηθῆναι καὶ πλείονας ψήφους πάντων ἐκείνων λαβεῖν, θαυμαστά τινα καὶ μεγάλα περὶ ἡμῶν πάντας ἂν ὑποπτεύειν ἔπεισε καὶ σεμνοὺς ἂν ἡμᾶς καὶ περιβλέπτους κατέστησε.
 [00611]  ἢ ἀγνοεῖς ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ' ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾶν, τὸν δὲ οὕτω διακείμενον ἀγαπητὸν ἐφ' ἑαυτοῦ μένοντα καὶ ἑνὶ μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπρησμόν, μὴ ὅτι εἰς τὴν ἄβυσσον τῶν τοσούτων ἐμπεσόντα φροντίδων;
 [01200]  Οὔτε τὴν θάλατταν ἔστι κυμάτων ἐκτὸς εἶναί ποτε, οὔτε τὴν ἐκείνου ψυχὴν φροντίδων καὶ λύπης.
 [01415]  προστεθέντων δὲ καὶ τῶν οἰκείων νοσημάτων, θέα τὴν ἄβυσσον τῶν πόνων καὶ τῶν φροντίδων καὶ ὅσα πάσχειν ἀνάγκη τῶν τε οἰκείων καὶ τῶν ἀλλοτρίων βουλόμενον περιγενέσθαι κακῶν.
 [01420]  πῶς γὰρ ἔστιν, ἄνθρωπον ὄντα καὶ τὸν πολύμοχθον τοῦτον βιοῦντα βίον, φροντίδων ἀπηλλάχθαι καὶ ἀγωνίας;
 [01422]  τοσοῦτο γὰρ τούτων κἀκείνων τῶν φροντίδων τὸ μέσον.
 [01552]  τὸν καιρὸν γὰρ καθ' ὃν ἂν ἐξῇ σοι τῶν ἐκεῖθεν φροντίδων ἀναπνεῖν, καὶ παρέσομαι καὶ παρακαλέσω καὶ τῶν εἰς δύναμιν τὴν ἐμὴν ἐλλείψω οὐδέν.
000-00-00 Serial Number=0274308383
De sanctis martyribus [1] Ante [Go Back]  
 [00090]  ∆ιὰ τοῦτο ἡμῖν τὰ σώματα ἀφῆκεν ἐνταῦθα ὁ Θεὸς, ἵν' ὅταν ὁ τῶν πραγμάτων ὄχλος καὶ φροντίδων πλῆθος βιωτικῶν σκότος πολὺ τῆς διανοίας κατασκεδάσῃ τῆς ἡμετέρας, ἢ ἐξ ἰδιωτικῶν ἢ ἐκ δημοσίων πραγμάτων πολλὰ δὲ τοιαῦτα, τὴν οἰκίαν ἀφέντες, τῆς πόλεως ἐξελθόντες, πολλὰ χαίρειν τοῖς θορύβοις τούτοις εἰπόντες, ἀναχωρήσωμεν εἰς μαρτύριον, ἀπολαύσωμεν τῆς αὔρας ἐκείνης τῆς πνευματικῆς, ἐπιλαθώμεθα τῆς πολλῆς σχολῆς, ἐντρυφήσωμεν τῇ ἡσυχίᾳ, συγγενώμεθα τοῖς ἁγίοις, παρακαλέσωμεν αὐτῶν τὸν ἀγωνοθέτην ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, πολλὰς ἱκετηρίας ἐκχέωμεν, διὰ τούτων πάντων ἀποθέμενοι τὸ βάρος τοῦ συνειδότος, μετὰ πολλῆς τῆς ψυχαγωγίας οἴκαδε πάλιν ἐπανέλθωμεν.
000-00-00 Serial Number=0878899217
De virginitate Ante [Go Back]  
 [00216]  ∆ιὸ καὶ Παῦλος αὐτὰς πάντων ἀπέστησε τῶν φροντίδων διὰ τὸ εὐπρόσεδρον καὶ ἀπερίσπαστον.
 [00934]  ∆εσμὸς γὰρ ὄντως ὁ γάμος, οὐ διὰ τὸν τῶν φροντίδων ὄχλον μόνον οὐδὲ διὰ τὰς λύπας τὰς καθημερινὰς ἀλλ' ὅτι παντὸς οἰκέτου χαλεπώτερον ἀλλήλοις ὑποκεῖσθαι τοὺς γεγαμηκότας καταναγκάζει.
 [01026]  Τοσαύτη γάρ ἐστιν ἡ σύγχυσις, τοσαύτη τῶν φροντίδων ἡ τυραννίς, τοσοῦτος ὁ τῶν περιστάσεων ὄχλος ὡς καὶ ἄκοντα πολλάκις ἀναγκάζεσθαι τὸν γεγαμηκότα ἁμαρτάνειν καὶ πλημμελεῖν.
 [01031]  Οὐ ταύτῃ δὲ μόνον ἡμῖν ἡ ἀρετὴ δυσκατόρθωτος ἀλλ' ὅτι κἂν ἀνεκτὸν ἦθος ἔχῃ ἡ συνοικοῦσα, ὁ δι' αὐτὴν καὶ τὰ ἔκγονα ἐκείνης περιρρέων ἡμᾶς φροντίδων ὄχλος οὐδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν συγχωρεῖ, πάντοθεν ὥσπερ τις ἴλιγγος περιστρέφων καὶ βαπτίζων ἡμῶν τὴν ψυχήν.
 [01239]  Ἡ δὲ παρθενία ἐν αὐτῷ τῷ κατορθοῦσθαι οὐ μικρὰς ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς τοσούτων ἀπαλλάττουσα πόνων καὶ φροντίδων.
 [01371]  Οὐ γὰρ ὑπὲρ ἑνὸς δέδοικε θανάτου μόνον, καίτοι γε ἅπαξ μέλλουσα ἀποθανεῖσθαι, οὐδὲ ὑπὲρ μιᾶς φροντίζει ψυχῆς μίαν ἔχουσα μόνην, ἀλλὰ τρέμει μὲν ὑπὲρ ἀνδρός, τρέμει δὲ ὑπὲρ παίδων, τρέμει δὲ ὑπὲρ τῶν ἐκείνοις προσηκόντων γυναικῶν πάλιν καὶ παίδων, καὶ ὅσῳπερ ἂν εἰς πλειόνας ἐκτείνηται κλάδους ἡ ῥίζα, τοσούτῳ πλεονάζει καὶ τὰ τῶν φροντίδων αὐτῇ, καὶ καθ' ἕκαστον τούτων εἴτε ζημία χρημάτων εἴτε σώματος ἀρρωστία εἴτε ἕτερόν τι συμβαίη τῶν ἀβουλήτων, ἀνάγκη κόπτεσθαι καὶ θρηνεῖν τῶν πασχόντων οὐχ ἧττον αὐτῶν.
 [01670]  Ὁ δὲ μείζονας τῶν φροντίδων ἀποληψόμενος τοὺς καρποὺς ἐν τοῖς ἀμερίμνοις παντί που δικαίως ἂν τάττοιτο λόγῳ.
 [01681]  Ἔξεστι γάρ, ἂν βουλώμεθα, πάντα περικόπτειν τὰ περιττὰ καὶ μὴ μειζόνως τῶν ἀπὸ τῆς τοῦ πράγματος φύσεως τικτομένων φροντίδων τὰ παρὰ τῆς ἡμετέρας προστιθέναι νωθείας.
 [01691]  ἔνθα δὲ ἂν δέῃ τὴν ἄλλην φιλοσοφίαν ἀσκεῖν, τὴν ἐν τοῖς ἱματίοις, τὴν ἐν τῇ διαίτῃ, τὴν ἐν τοῖς ἄλλοις ἅπασιν, οὐκέτι θατέρῳ λοιπὸν ὁ ἕτερος ὑπεύθυνος γίνεται ἀλλ' ἔξεστι τοῖς ἀνδράσι, κἂν ἡ γυνὴ μὴ βούληται, περικόψαι τρυφὴν ἅπασαν καὶ τὸν περιρρέοντα τῶν φροντίδων ὄχλον.
 [01709]  Σφόδρα συνετῶς οὐκ ἦλθεν ἐπὶ τὴν τῶν πραγμάτων αὐτῶν ἐξέτασιν οὐδὲ εἶπεν ὅσα πάσχουσι γυναῖκες ὑπὲρ τῆς εἰς τοὺς ἄνδρας ἀρεσκείας καὶ τῷ σώματι καὶ τῇ ψυχῇ, τὸ μὲν βασανίζουσαι καὶ κονιῶσαι καὶ ἑτέραις κολάσεσι κατατείνουσαι, τὴν δὲ ἀνελευθερίας, κολακείας, ὑποκρίσεως, μικροψυχίας, φροντίδων περιττῶν καὶ ἀνονήτων πληροῦσαι.
 [01813]  Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία, ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον οὐδὲ φροντίδων οὐδὲ κινδύνων ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.
000-00-00 Serial Number=0387819588
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [04563]  ὁ δὲ ἀναπεσὼν καὶ τῶν φροντίδων ἀπολύσας τοὺς λογισμοὺς, ἂν συμβῇ τι τοιοῦτον πάλιν οἷον καὶ πρότερον, διπλῇ ταράττεται καὶ εὐχείρωτος γίνεται, τῷ τε ἀπροσδοκήτῳ καὶ τῷ διαλελύσθαι τὴν σπουδὴν ἅπασαν αὐτῷ, καὶ τὴν πρὸς ἐκεῖνα παρασκευήν.
 [04810]  Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι, ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον, ἔνθα ὁ Παῦλος ἐδέδετο.
 [07323]  Εἰ γὰρ οἰκίας τις μιᾶς προνοούμενος, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος·
 [07412]  Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον ἔνθα ὁ Παῦλος ἐδέδετο.
 [09760]  Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
 [09999]  Εἰ συμβαίη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν δορυφόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι·
 [09999]  Εἰ συμβῇ τὸν βασιλεύοντα νῦν πάσης κρατῆσαι τῆς γῆς, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν καὶ πολλοὺς ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι·
 [09999]  Εἰ γὰρ ποιήσας ἡμᾶς εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
000-00-00 Serial Number=0330479860
Epistulae Ante [Go Back]  
 [00147]  Οἶδα γάρ σου τῆς ψυχῆς τὸ εὐγενὲς, καὶ ἐλευθέριον, καὶ ἀπραγμοσύνης γέμον, καὶ τῶν βιωτικῶν ἀπηλλαγμένον φροντίδων.
 [00304]  Οἶδά σου τὴν ἀγάπην, οἶδά σου τὸ φίλτρον τὸ θερμὸν, τὸ γνήσιον, τὸ εἰλικρινὲς, τὸ διαρκὲς, καὶ ὡς οὔτε δυσκολία πραγμάτων, οὔτε ὄχλος φροντίδων, οὔτε περιστάσεων πλῆθος, οὔτε χρόνου μῆκος, οὔτε ὁδοῦ διάστημα δύναται ταύτην ἀμαυροτέραν ποιῆσαι.
 [02474]  Ἀλγῶ δὲ καὶ σφόδρα ὀδυνῶμαι, ἀκούων ἔτι μυρίοις σε ἐμπεπλέχθαι πράγμασι, καὶ μυρία περιφέρειν τῶν βιωτικῶν φροντίδων φορτία.
 [03604]  Ἔχεις σχολὴν ἱκανὴν ἀπαγαγεῖν σε τῶν περιττῶν καὶ ἀκαίρων φροντίδων καὶ τῆς ἀνονήτου λύπης, σχολὴν πολὺ φέρουσαν κέρδος, μεγάλῳ τῷ τῆς ἀρετῆς δυναμένην βρύειν καρπῷ, εἴγε βουληθείης ἔργον τοῦτο ποιήσασθαι.
000-00-00 Serial Number=0781734884
Expositiones in Psalmos Ante [Go Back]  
 [00548]  Πολλοὶ γοῦν τῶν ταῦτα κεκτημένων ἀβίωτον τὸν βίον εἶναι νομίζουσι, καὶ κάμινον ἀθυμίας ἐν τῇ ψυχῇ περιφέρουσιν, ὑπὸ τοῦ πλήθους τῶν φροντίδων περιαντλούμενοι, καὶ τοῖς συνεχέσι πιεζόμενοι φόβοις.
 [03161]  Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν.
 [04924]  Καὶ γὰρ πρὸς τὴν τοῦ σώματος ὑγίειαν ἐπιτηδειοτέρα, καθαρώτερον παρέχουσα ἀναπνεῖν τὸν ἀέρα, καὶ τὴν οἰκουμένην ἀφ' ὑψηλοῦ πᾶσαν περισκοπεῖν, καὶ τῇ ἐρημίᾳ ἐμφιλοσοφεῖν, καὶ τῶν ἐν τῷ βίῳ φροντίδων ὀλίγον ἀναπνεῖν.
000-00-00 Serial Number=0527762294
Fragmenta in Job Ante [Go Back]  
 [01241]  Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι, κἂν δεσμωτήριον οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λωβὴν σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ, κἂν πόνοις καὶ ταλαιπωρίαις, ἐπελθοῦσα, ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν.
 [01249]  ἐν νυκτὶ δὲ γενόμενος, καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων, καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν, εἰπέ μοι;
000-00-00 Serial Number=0177802622
In Acta apostolorum Ante [Go Back]  
 [07369]  Ἐνάτῃ δὲ ὥρᾳ, ὅτε φροντίδων ἠφίετο, καὶ ἐν ἡσυχίᾳ ἦν, ὅτε ἐν εὐχαῖς καὶ ἐν κατανύξει.
000-00-00 Serial Number=0000813961
In Joannem Ante [Go Back]  
 [01551]  [59.69] Ἅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, σκορπίσωμεν, δῶμεν τοῖς πένησιν, ἀπαλλάξωμεν τὴν ψυχὴν καὶ τῶν ἐνταῦθα φροντίδων τῶν βλαβερῶν, καὶ τῆς ἐκεῖ διὰ ταῦτα κειμένης ἡμῖν τιμωρίας.
000-00-00 Serial Number=0899882972
In Psalmum 118 Ante [Go Back]  
 [00875]  Ὀλιγοσταὶ οὖν εἰσιν αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν, καὶ κα ταδιωκόμεθα ὑπὸ λογισμῶν πονηρῶν, καὶ ὑπὸ σαρκικῶν ἐπιθυμιῶν καὶ τῶν τοῦ κόσμου φροντίδων·
 [01129]  Ἐὰν παριστάμενοι ἐν τῇ θείᾳ λειτουρ γίᾳ ἀφιῶμεν καὶ τὴν προσευχὴν καὶ τὴν αἴνεσιν, καὶ πρὸς ἀλλήλους ὁμιλῶμεν περὶ κοσμικῶν πραγμάτων καὶ φροντίδων, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ.
000-00-00 Serial Number=0035866857
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00017]  Καὶ τούτων ἁπάντων μάρτυρες ὑμεῖς, οἱ τοῖς ἄθλοις τοῦ μακαρίου Βαρλαὰμ χθὲς ἐντρυφήσαντες, καὶ μετὰ πολλῆς τῆς ἀδείας εἰς τὸν ἐκείνου σκιρτήσαντες λιμένα, καὶ τὴν ἅλμην τῶν βιωτικῶν φροντίδων ἀπολουσάμενοι, καὶ κοῦφοι οἴκαδε ἀπὸ τῶν ἐκείνου διηγημάτων ἀναχωρήσαντες.
000-00-00 Serial Number=0315842450
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06785]  Εἰ γὰρ καὶ μηδὲν ἔξωθεν προσέβαλεν, ἱκανὸς ὁ ἔνδον πόλεμος, τὰ κύματα τὰ ἐπάλληλα, αἱ νιφάδες τῶν φροντίδων, ὁ πόλεμος τῶν λογισμῶν.
 [06786]  Εἰ γὰρ οἰκίας τις μιᾶς προνοῶν, καὶ οἰκέτας ἔχων καὶ ἐπιτρόπους καὶ οἰκονόμους, οὐδὲ ἀναπνεῖ πολλάκις ὑπὸ τῶν φροντίδων, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος·
000-00-00 Serial Number=0849633932
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01109]  Καὶ γὰρ παρασκευάζει τὰ παρόντα θαυμάζειν καὶ μηδένα τῶν μελλόντων ποιεῖσθαι λόγον, καὶ ἐμφράττει τὰ ὦτα τῷ πλήθει τῶν φροντίδων.
 [04906]  Καὶ ἔτι πρὸς τούτοις ἀπήλλαξέ σε φροντίδων, ἀγωνίας, βασκανίας συκοφαντῶν, θορύβου, ταραχῆς, φόβου διηνεκοῦς·
 [05152]  Ἡμῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος, ἀλλ' οὐκ ἐκείνοις, ἀλλὰ καὶ μακρὸς, καὶ μᾶλλον ἀθυμίας καὶ φροντίδων ἀπηλλαγμένος.
 [05156]  Καὶ γὰρ ἀθανασίας αἰνίγματα ἐκεῖνα ἦν, ἡ πρὸς τὸν Θεὸν ὁμιλία, τὸ ἀταλαίπωρον τῆς ζωῆς, τὸ λύπης καὶ φροντίδων ἀπηλλάχθαι καὶ πόνων, καὶ τῶν ἄλλων τῶν ἐπικαίρων.
 [06983]  Εἰ δέ τις τὰ μὲν ἄλλα συγχωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ μηδένα δεδοικέναι, τὸ μηδένα ὑποπτεύειν, τὴν δὲ ἡδονὴν μὴ συγχωροίη, καὶ γελάσαι μοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται.
000-00-00 Serial Number=0814604700
In epistulam ad Ephesios Ante [Go Back]  
 [00528]  πολλάκις δὲ καὶ ἀπὸ τῆς τρυφῆς καὶ ἀπὸ τῶν πόνων καὶ ἀπὸ τῶν φροντίδων νόσους τεκόντες ἀπώλοντο.
 [01991]  εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, ὑπὲρ τοῦ τὸ δεσμωτήριον ἔνθα ἐδέδετο.
 [04861]  Οὗτος μὲν γὰρ ὁ σωματικὸς θάνατος διαλύσας ἀπ' ἀλλήλων τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸ μὲν πολλῶν φροντίδων καὶ πόνων ἀνέπαυσε, τὴν δὲ εἰς φανερὸν χῶρον παρέπεμψεν·
 [06791]  τὸ δὲ περιττὸν, προσθήκη φροντίδων ἀνοήτων ἐστίν.
000-00-00 Serial Number=0158156753
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00707]  Ὅτι φροντίδων ἀπήλλακται, μίσους, μάχης, φιλονεικίας, ἔριδος, μυρίων δεινῶν.
 [02128]  Εἰ συνέβη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι, ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα;
 [05397]  βόρβορός ἐστι τὸ πρᾶγμα, καπνός ἐστιν, ἀτμὸς πονηρὸς, σκότος καὶ στενοχωρία πολλὴ, καὶ φροντίδων πνιγμός.
 [06786]  Εἰ γὰρ ποιήσας ἡμᾶς, εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον·
000-00-00 Serial Number=0599607527
In epistulam ad Philippenses Ante [Go Back]  
 [00619]  ὅτι φροντίδων ἑαυτὸν ὑπεύθυνον κατέστησε πλειόνων, ὅτι δουλείᾳ χαλεπωτέρα;
 [04850]  Ἀλλ' οὐδὲ ἐκεῖνος ἀμέριμνον ζῇ βίον, ἀλλὰ καὶ πολλῶν θλίψεων καὶ φροντίδων γέμοντα.
 [04851]  Μὴ γὰρ εἰς τὸ διάδημα ἴδῃς, ἀλλ' εἰς τὸ κλυδώνιον φροντίδων, δι' οὗ αὐτῷ ὁ θόρυβος τίκτεται·
 [04855]  οὐδὲ γὰρ ἔστιν ἰδιωτικὴν οἰκίαν εὑρεῖν τοσούτων γέμουσαν φροντίδων, ὅσων τὰ βασίλεια.
 [04859]  εἰ δὲ πόλεμος καταλάβοι, ἔτι τὰ τῶν φροντίδων ἐπιτείνεται.
000-00-00 Serial Number=0296434402
In epistulam ad Romanos Ante [Go Back]  
 [08970]  Μέθην δὲ οὐκ οἴνου λέγω μόνον, ἀλλὰ καὶ τῶν βιωτικῶν φροντίδων, καὶ μετὰ τούτων καὶ τὴν ἀπὸ τοῦ οἴνου.
000-00-00 Serial Number=0829916179
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00104]  Ὥσπερ γὰρ ἡ ἡμέρα εἰς ἐργασίαν ἐξάγει τὸν ἄνθρω πον, οὕτως ἡ νὺξ διαδεχομένη, ἀπὸ τῶν μυρίων ἀνα παύει μόχθων, καὶ τῶν φροντίδων ἀφίησι, καὶ κά μνουσαν τὴν κόρην κοιμίζουσα, καὶ τὰ βλέφαρα κατα στέλλουσα, ἀκμαζούσῃ τῇ δυνάμει παρασκευάζει τὴν ἀκτῖνα δέχεσθαι πάλιν.
 [00320]  οὐχὶ φροντίδων ἄνεσις;
000-00-00 Serial Number=0295083642
In illud Ne timueritis Ante [Go Back]  
 [00024]  Τί συνάγεις χρήματα ἀπολλύμενα, φιλαργυρίαν τὴν τύραννον, ἀρχὰς τὰς ἀπολλυμένας, περιουσίαν τῶν βιωτικῶν φροντίδων, τὴν
000-00-00 Serial Number=0890242875
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00020]  ἀπηλλαγμένη φροντίδων βιωτικῶν ἡ ψυχὴ, ἵνα μὴ καταβάλωμεν εἰς τὰς ἀκάνθας, μηδὲ εἰς τὰς πέτρας, μηδὲ παρὰ τὴν ὁδὸν τὰ λεγόμενα·
000-00-00 Serial Number=0570280313
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00031]  τότε δὲ οὐ τὸ τῶν κινδύνων μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ὁδοῦ διάστημα, καὶ τὸ τῶν φροντίδων πλῆθος καὶ τὰ ἐπάλληλα κύματα, καὶ τὸ μὴ συνεχῶς ἅπασιν ἐπιχωριάζειν ἀεὶ, καὶ πολλὰ ἕτερα πλείονα τούτων, ἱκανὰ τῆς μνήμης ἐκβαλεῖν καὶ τοὺς σφόδρα ἐπιτηδείους.
000-00-00 Serial Number=0821122587
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00012]  τὰ μὲν γὰρ ἀπόῤῥητα τῆς διανοίας οὐκ ἐπίσταμαι, ἑκάστου δὲ τὰ ὄμματα περιεργάζομαι, καὶ τὰ βλέφαρα ὡς κέρατα ἑστηκότα ὁρῶ, καὶ τὸ ἀτρεμὲς τοῦ ὄμματος τὸ ἀσάλευτον τῆς διανοίας ἡμῖν ἐμφαῖνον, καὶ ἑκάστην διάνοιαν ἀπηλλαγμένην τῶν βιωτικῶν φροντίδων, μόνον ἕκαστον τοῦτο σκοποῦντα, τοῦτο λογιζόμενον, ὅπως δέξηται τὰ λεγόμενα·
000-00-00 Serial Number=0133231997
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00034]  ἀλλ' ἁρπάζοντες, πλεονεκτοῦντες, ὥσπερ ἔν τινι κοπρίᾳ σκώληκες, τῷ φορυτῷ τῶν φροντίδων τούτων ἀπειλημμένοι καὶ ἐγκατορωρυγμένοι, οὐδὲ ἅπαξ τῆς ἑβδομάδος παραγίνεσθαι σπουδάζουσιν, ἵνα κἂν αὐτὸ τοῦτο μάθωσιν ἔνθα εἰσίν.
000-00-00 Serial Number=0190495074
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02368]  Περὶ τῶν τοῦ Θεοῦ ἔργων, περὶ τῶν τιμωριῶν, περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι πολλῶν ἐμπέπλησται φόνων καὶ φροντίδων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»