Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum τιμιώτερον [74]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum τιμιώτερον


000-00-00 Serial Number=0556673467
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00287]  ὃς οὕτως αὐτοῦ κατὰ κράτος εἷλε τὸν λογισμὸν, ὡς καὶ ὃ πάντων αὐτῷ τιμιώτερον ἦν, τὸ συνεῖναι τῷ Χριστῷ λέγω, ὑπὲρ οὗ καὶ γεέννης κατεφρόνησε καὶ βασιλείας οὐρανῶν, καὶ τούτου πάλιν ἀλλοτριωθῆναι ἑκὼν, ἑλόμενος διὰ τὸν Χριστὸν καὶ τὴν ἄφατον ἔκπτωσιν, ὡς ἕν τι τῶν εὐκταιοτάτων, ἀσπάζεσθαι καὶ μετὰ πολλῆς ἑλέσθαι τῆς προθυμίας.
000-00-00 Serial Number=0208805919
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00116]  Οὐδὲν ψυχῆς τιμιώτερον·
000-00-00 Serial Number=0117093623
Ad illuminandos catecheses Ante [Go Back]  
 [00024]  ἐγὼ δὲ οὐ λέγω, ὅτι δώσετε τὸ ποτήριον εἰς τὰς χεῖρας τοῦ βασιλέως, ἀλλ' ὅτι αὐτὸς ὁ βασιλεὺς εἰς χεῖρα τὴν ὑμετέραν δώσει τὸ ποτήριον τὸ φρικτὸν καὶ πολλῆς γέμον δυνάμεως, καὶ τῆς κτίσεως τιμιώτερον ἑκατέρας.
 [00531]  οὐ γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν δοὺς, ἀλλὰ τὸ πάντων τούτων τιμιώτερον, τὸ ἑαυτοῦ αἷμα καταθεὶς, οὕτως ἡμᾶς ἐξηγόρασε·
000-00-00 Serial Number=0235675335
Ad populum Antiochenum Ante [Go Back]  
 [00414]  ὁ δὲ Παῦλος, ὃ πάντων χρημάτων τιμιώτερον ἦν, τὸν λόγον βαστάζων εἰς τὴν Ῥώμην ἀπῄει, καὶ ναυαγίῳ περιέπεσε, καὶ μυρία ὑπέστη δεινά.
 [01597]  ∆ιὰ τοῦτο πολλοὶ νῦν μακράν τινα καὶ διαπόντιον ἀποδημίαν στέλλονται ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα.
 [04621]  καὶ σταυρὸς, καὶ δεσμὰ, ἅπερ ἐδόκει βδέλυγμα εἶναι, ταῦτα νῦν σωτηρίας σύμβολα γέγονε, καὶ παντὸς χρυσίου τὸ σιδήριον ἐκεῖνο ἡμῖν τιμιώτερον ἦν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν αἰτίαν ταύτην καὶ τὴν ὑπόθεσιν.
000-00-00 Serial Number=0037095726
Adversus Judaeos Ante [Go Back]  
 [02840]  Πόσων οὖν ἔσται σοι τοῦτο ἀνδριάντων τιμιώτερον, πόσων εἰκόνων λαμπρότερον, πόσης τιμῆς ἐπισημότερον;
000-00-00 Serial Number=0098837972
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00512]  Εὑρήσομεν γὰρ αὐτὸν οὐ μόνον λαμπρότερον ὄντα νῦν, ἀλλὰ καὶ δι' ἐκεῖνα τιμιώτερον, δι' ἄπερ ἄτιμον εἶναι φῂς καὶ εὐτελῆ.
 [00587]  πόσης ἁλουργίδος τοῦτο τὸ κτῆμα, πόσης ἀρχῆς, πόσης δόξης οὐ τιμιώτερον;
 [01092]  τὸ δὲ πάντων τιμιώτερον ἄγαλμα ἡ ψυχὴ ὅπως γένηται χρυσῆ, οὐδὲ φροντίζειν ἐθέλετε.
000-00-00 Serial Number=0703100979
Commentarius in Job Ante [Go Back]  
 [00833]  οὐδὲν τιμιώτερον ἀνθρώπῳ ἑαυτοῦ.
000-00-00 Serial Number=0959342718
Contra theatra Ante [Go Back]  
 [00411]  ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαίρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέκνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον·
000-00-00 Serial Number=0671025217
De Anna i Ante [Go Back]  
 [01181]  Οὐκοῦν μάθε, πόσῳ τιμιώτερον οἴνου παντὸς, ὕδατος φύσις, καὶ ἀναγκαιότερον καὶ χρησιμώτερον·
000-00-00 Serial Number=0032254577
De Christi precibus Ante [Go Back]  
 [00190]  οὐκ ἐπὶ χειρὸς καὶ ποδὸς, ἀλλ' ἐπὶ ὀφθαλμῶν, τοῦ καλλίστου καὶ ἀναγκαιοτάτου τῶν μελῶν τῶν ἡμετέρων, καὶ οὗ τιμιώτερον ἡμῖν οὐδέν ἐστι μέλος.
000-00-00 Serial Number=0647235930
De Davide et Saule Ante [Go Back]  
 [00325]  καὶ μετὰ τὴν ὁμιλίαν ταύτην θυσίαν ἀνήνεγκε θαυμαστήν τινα καὶ παράδοξον, οὐ μόσχον καταθύσας, οὐκ ἀρνίον κατασφάξας, ἀλλ', ὃ πολλῷ τούτων τιμιώτερον ἦν, πραότητα καὶ ἐπιείκειαν ἀναθεὶς τῷ Θεῷ, καὶ τὸν ἄλογον καταθύσας θυμὸν, καὶ τὴν ὀργὴν ἀποκτείνας, καὶ νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0143783569
De beato Abraham Ante [Go Back]  
 [00131]  Οὐδὲν αὐτῇ ὁ παρὼν βίος, οὐδὲν αὐτῇ ὁ μέλλων, ἀλλὰ πάντων τούτων τιμιώτερον ἡγεῖται τὸ πᾶσαν ἀναδέξασθαι τὴν νόσον τοῦ τέκνου.
000-00-00 Serial Number=0317165554
De caritate [2] Ante [Go Back]  
 [00058]  Ὢ δύναμις ἀγάπης ἀνείκαστος! ὢ δύναμις ἀγάπης ἀμέτρητος! οὐδὲν τῆς ἀγάπης τιμιώτερον, οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0745444894
De diabolo tentatore Ante [Go Back]  
 [00065]  Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου.
 [00393]  Τοῦτο γὰρ καὶ ἐμοὶ καὶ τούτοις τῆς δρόσου τοῦ οὐρανοῦ καὶ τῆς πιότητος τῆς γῆς τιμιώτερον καὶ ἀναγκαιότερον.
000-00-00 Serial Number=0802830994
De fato et providentia Ante [Go Back]  
 [00054]  Πῶς οὖν οὐκ ἄτοπον εἰ μὲν νοσήματι σωματικῷ προκατειλημμένον ἴδοιμέν τινα, ταλανίζειν αὐτὸν, κἂν εὔπορος ᾖ, ψυχῆς δὲ κακῶς διακειμένης, ψυχῆς, ἧς ἡμῖν ἴσον οὐδὲν οὐδὲ τιμιώτερον, μακαρίζειν δι' ὀλίγα χρήματα, ἢ διὰ πρόσκαιρον τιμὴν, ἢ δι' ἄλλο τῶν ἐνταῦθα μενόντων καὶ μετὰ τῆς ζωῆς ταύτης, μᾶλλον δὲ πολλάκις καὶ πρὸ τῆς ζωῆς, ἡμᾶς ἀπολιμπανόντων;
 [00146]  οὐ τὰ παρὰ τοῦ Θεοῦ σοι γεγενημένα, καὶ τὰ παρὰ τοῦ δαίμονος σκοπεῖς, ὅτι ὁ μὲν οὕτω σε ἐφίλησεν, ὡς καὶ τὸν Μονογενῆ δοῦναι ὑπὲρ σοῦ, οὗ τιμιώτερον οὐδὲν ἦν τῷ Πατρὶ, καὶ ἔτι φιλεῖ, ὡς καὶ παρακαλεῖν σε διὰ τῶν ἀποστόλων ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ πάντα ποιεῖ·
000-00-00 Serial Number=0041500330
De jejunio sermones 1 Ante [Go Back]  
 [00473]  τὸν αὐτὸν τρόπον καὶ ὁ προφήτης ἔχων τὸν λόγον τοῦ μύρου τιμιώτερον, ὁρῶν τοὺς ἀνθρώπους βεβορβορωμένους, ἐπέχει κατασπεῖραι τὸν λόγον.
000-00-00 Serial Number=0780509412
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00994]  ὡς οὐδὲν ἀνθρώπου τιμιώτερον καὶ θνητοῦ μένοντος;
000-00-00 Serial Number=0135930896
De non iterando conjugio Ante [Go Back]  
 [00170]  Εἰ δὲ ἐπὶ οἰκίας καὶ ἱματίων καὶ σκευῶν τοῦτο ἡμῖν συμβαίνει τὸ πάθος, ἐννόησον ἐπὶ τῆς γυναικός, οὗ τιμιώτερον ἀνδράσιν οὐδέν, πῶς αὐτὸ μετὰ σφοδρότητος ἐμπίπτειν εἰκός.
000-00-00 Serial Number=0539820254
De sacerdotio Ante [Go Back]  
 [00753]  Περὶ παρθένων Ἐπὶ δὲ τῆς τῶν παρθένων ἐπιμελείας τοσούτῳ μείζων ὁ φόβος ὅσῳ καὶ τὸ κτῆμα τιμιώτερον καὶ βασιλικωτέρα αὕτη τῶν ἄλλων ἡ ἀγέλη·
000-00-00 Serial Number=0355190754
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00082]  ∆ι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα τὸ κεῖσθαι ἐπὶ ἐδάφους τιμιώτερον ἦν ἐκεῖνο τὸ σῶμα·
000-00-00 Serial Number=0515463531
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00027]  Καὶ οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἵνα πολλὴν καὶ ἀδιάσπαστον τὴν πρὸς ἀλλήλους ἕνωσιν ἔχωμεν, καὶ μή τις ἔχῃ λέγειν, Ὁ δεῖνά μοι φίλος οὐκ ἔστιν, οὐδὲ συγγενὴς, οὐδὲ γείτων, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν·
 [08709]  Τὸ γὰρ πάντων ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον.
 [08714]  Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς;
000-00-00 Serial Number=0152992368
Expositiones in Psalmos Ante [Go Back]  
 [07199]  Τί γὰρ τοῦ ἔργου τούτου τιμιώτερον;
000-00-00 Serial Number=0072864354
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02127]  Ὃ πάντων κτῆμά ἐστι τιμιώτερον.
000-00-00 Serial Number=0253372908
Fragmenta in Job Ante [Go Back]  
 [00597]  ∆ιὰ τοῦτο πολλοὶ νῦν μακράν τινα, καὶ διαπόντιον ἀποδημίαν στέλλονται, ἀπὸ τῶν περάτων τῆς γῆς εἰς Ἀραβίαν τρέχοντες, ἵνα τὴν κοπρίαν ἐκείνην ἴδωσι, καὶ θεασάμενοι καταφιλήσωσι τὴν γῆν, τὴν τὰ σκάμματα τοῦ στεφανίτου δεξαμένην ἐκείνου, καὶ τὸ χρυσίου παντὸς τιμιώτερον αἷμα.
000-00-00 Serial Number=0578973711
Fragmenta in Proverbia Ante [Go Back]  
 [01296]  Οὐχὶ φρόνιμοι καὶ σοφοὶ μόνον, ἀλλὰ καὶ τούτων εἴ τι τιμιώτερον ἀκούσονται.
000-00-00 Serial Number=0938291907
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00224]  Ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ, λυπηθέντας ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν, καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·
000-00-00 Serial Number=0039475501
In Acta apostolorum Ante [Go Back]  
 [09999]  οὐδὲν γὰρ, οὐδὲν τοῦ οὕτω φιλεῖσθαι παρὰ γυναικὸς καὶ φιλεῖν τιμιώτερον.
000-00-00 Serial Number=0636010170
In Genesim sermones Ante [Go Back]  
 [00221]  Ἄνθρωπός ἐστι, τὸ μέγα ζῶον καὶ θαυμαστὸν, καὶ τῆς κτίσεως ἁπάσης τῷ Θεῷ τιμιώτερον, δι' ὃν οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ τὸ λοιπὸν ἅπαν τῆς κτίσεως σῶμα·
 [00249]  ὅτε δὲ τὸ τιμιώτερον οὐρανοῦ καὶ παντὸς κόσμου παρήγαγε ζῶον, τὸν ἄνθρωπον, τότε τοὺς δούλους κοινωνοὺς λαμβάνει τῆς δημιουργίας;
000-00-00 Serial Number=0833649814
In Joannem Ante [Go Back]  
 [02633]  Οὐ τῷ μὲν πλουτοῦντι πλέον καὶ τιμιώτερον, τῷ πένητι δὲ εὐτελέστερον καὶ ἔλαττον ἐχαρίσατο, ἀλλὰ πάντας ἐξίσης ἐκάλεσε·
000-00-00 Serial Number=0216499925
In Psalmum 118 Ante [Go Back]  
 [00752]  Εἰ γὰρ καὶ τῆς βασιλείας ὑπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παιδείας τὸν σὸν νόμον ἀνελαβόμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω.
000-00-00 Serial Number=0328142464
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03794]  Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, μᾶλλον δὲ καὶ τούτου τιμιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ μολίβδῳ προσδεδεμένον, οὐδὲ ἑνὶ ἱδρυμένον χωρίῳ, ἀλλ' ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουμένης καθάπερ ὑπόπτερον φερόμενον.
 [04885]  χρημάτων μὲν ἀπεστερημένος, παῤῥησίαν δὲ κεκτημένος πρὸς τὸν Θεὸν, κτῆμα μυρίων θησαυρῶν τιμιώτερον.
 [07626]  Τὸ γὰρ πάντων ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον.
 [07631]  Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς;
 [09365]  Καὶ γὰρ τὸ πάντων τιμιώτερον τέθεικε, τὸν ὀφθαλμὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς πόδας.
 [09557]  Τί γὰρ ποδὸς εὐτελέστερον, ἢ τί κεφαλῆς τιμιώτερον καὶ ἀναγκαιότερον;
 [09706]  τί δὲ κεφαλῆς τιμιώτερον;
000-00-00 Serial Number=0650136232
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00454]  ἐκεῖνο μὲν γὰρ τιμιώτερον, τοῦτο δὲ πλείονος δυσκολίας ἦν.
000-00-00 Serial Number=0400890768
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01906]  ὃ δὲ πάντων ἡμῖν ἐστι τιμιώτερον, ὅπως τὸν υἱὸν ἐπιτρέψωμέν τινι τῷ δυναμένῳ αὐτοῦ τὴν σωφροσύνην διατηρῆσαι, οὐ σκοποῦμεν·
 [01907]  καίτοι τοῦτο πάντων ἐστὶ τὸ κτῆμα τιμιώτερον, καὶ ἐκεῖνα διὰ τοῦτο γίνεται.
 [04095]  Καὶ ὅτι προλήψεώς ἐστι τὸ ὀλέθριον τοῦτο πάθος, φέρε, εἰπέ μοι, εἰ ἔδοξε τῷ βασιλεῖ τιμιώτερον νομοθετῆσαι τοῦ χρυσοῦ τὸ ἀργύριον, οὐ μετεθήκατε ἂν τὸ θαῦμα καὶ τὸ φίλτρον;
000-00-00 Serial Number=0935919642
In epistulam ad Ephesios Ante [Go Back]  
 [03437]  Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιμιώτερον, ἐπειδὴ ταῦτα ὁ σὸς ἐπισκέπτεται θεός.
 [03962]  πάντων τὸ μέλος τὸ ἐμὸν ἐμοὶ τιμιώτερον.
000-00-00 Serial Number=0156455576
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00575]  Ὅτε γὰρ ἦλθεν εἰς Ἱεροσόλυμα, πολλοὺς τῶν ἐθνῶν ἐπιστρέψας, καὶ τοσαῦτα ἐργασάμενος, ὅσα τῶν ἑτέρων οὐδεὶς, τὴν Παμφυλίαν, τὴν Λυκαονίαν, τὸ Κιλίκων ἔθνος, πάντας τοὺς κατὰ τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης διορθωσάμενος καὶ τῷ Χριστῷ προσαγαγὼν, πρῶτον μὲν εἰσέρχεται πρὸς Ἰάκωβον μετὰ πολλῆς τῆς ταπεινοφροσύνης ὡς πρὸς μείζονα καὶ τιμιώτερον.
 [01563]  οὐχ ὑμεῖς ἐστε οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν τιμιώτερον ἄγοντες;
000-00-00 Serial Number=0455480099
In epistulam ad Philemonem Ante [Go Back]  
 [00338]  Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, οὐκ ἐν τῷ παρόντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διαπαντὸς ἔχῃς αὐτὸν, οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτερον δούλου·
000-00-00 Serial Number=0364009559
In epistulam ad Philippenses Ante [Go Back]  
 [03896]  πολλῷ τούτων τιμιώτερον.
000-00-00 Serial Number=0159112096
In epistulam ad Romanos Ante [Go Back]  
 [02215]  Τί οὖν, ἂν τοῦ πυρὸς τούτου δαπανητικωτέραν τις φέρῃ φλόγα, τὴν βασκανίαν λέγω, οὐχὶ λίθων οἰκοδομὰς καθαιροῦσαν, οὐδὲ χρυσοῦν θυσιαστήριον κατασκάπτουσαν, ἀλλὰ τὸ πολὺ καὶ τῶν τοίχων καὶ τοῦ θυσιαστηρίου τιμιώτερον, τῶν διδασκάλων τὴν οἰκοδομὴν ἀνατρέπουσαν καὶ λυμαινομένην, ποίας ἂν εἴη συγγνώμης ἄξιος;
 [03073]  Ὃ γὰρ μέγιστον ἦν δῶρον, τοῦτο ἔδωκεν, οὐκ οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ' ὃ τούτων ἁπάντων τιμιώτερον ἦν, καὶ ἀγγέλους ἐξ ἀνθρώπων καὶ υἱοὺς Θεοῦ καὶ ἀδελφοὺς τοῦ Χριστοῦ κατεσκεύαζε.
 [05594]  καὶ μὴ κείσθω χρυσίον ὑμῖν ἐπὶ τῆς οἰκίας, ἀλλ', ὃ μυρίων χρημάτων ἐστὶ τιμιώτερον, ἐλεημοσύνη καὶ φιλανθρωπία ἀντὶ χρυσίου.
 [05613]  Ὃ γὰρ τῶν οὐρανῶν ἐστιν αὐτῷ τιμιώτερον, τοῦτό σοι διορθοῦν ἐπέτρεψεν·
000-00-00 Serial Number=0399231732
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00067]  Τί τοίνυν σταυροῦ τιμιώτερον;
000-00-00 Serial Number=0240091085
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00551]  μέταλλα μὲν, ὅτι χρυσίου παντὸς τιμιώτερον ἡμῖν παρέχουσι πλοῦτον·
000-00-00 Serial Number=0721358240
In illud Messis quidem multa Ante [Go Back]  
 [00048]  ὁρῶμεν αὐτῶν τὰ τραύματα καὶ τὰ στίγματα, τὸ αἷμα τὸ ῥέον τὸ χρυσίου τιμιώτερον, τὰς ἁλύσεις, τὰς μάστιγας, τοὺς θανάτους τοὺς καθημερινοὺς, οὓς ὑπὲρ τῆς Ἐκκλησίας ἔπαθον·
000-00-00 Serial Number=0203521132
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00202]  ὃ δὲ τῆς προικός ἐστιν ἁπά σης τιμιώτερον, τὴν σωφροσύνην καὶ τὴν σεμνότητα [51.215] καὶ τὸ σῶμα τὸ ἑαυτοῦ, ὅπερ ἐστὶν ἐκείνης κτῆμα, διαφθείρειν τε καὶ μιαίνειν;
 [00235]  Κτῆμα γὰρ αὐτῆς ἐστιν, ὥσπερ ἔφθην εἰπὼν, τὸ σῶμα τὸ σὸν, καὶ κτῆμα τῶν ὄντων ἁπάντων τιμιώτερον.
000-00-00 Serial Number=0166639388
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00435]  Ὅσῳ δὲ χρυσίου παντὸς τιμιώτερον αἷμα, τοσούτῳ βελτίων ἐκείνης αὕτη ἡ εἰσφορά.
000-00-00 Serial Number=0485963821
In pharisaeum et meretricem Ante [Go Back]  
 [00249]  τὸ τιμιώτερον μέρος τοῦ σώματος οὐκ ἐνότισας ἐλαίῳ ψιλῷ·
000-00-00 Serial Number=0589452922
In sanctum Paulum apostolum Ante [Go Back]  
 [00031]  ἀλλὰ τὸ ἐπὶ πάντων τιμιώτερον, τὸ μεῖζον προσέθηκεν, ἵνα ἀναμφίβολον ποιήσῃ τὸ ζήτημα.
000-00-00 Serial Number=0032098413
In venerabilem crucem sermo Ante [Go Back]  
 [00028]  ἡμεῖς δὲ ἔχοντες ἀντὶ σκάφους τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην, ἀντὶ πηδαλίου τὸν σταυρὸν, ἀντὶ κυβερνήτου τὸν Χριστὸν, ἀντὶ πρωρέως τὸν Πατέρα, ἀντὶ ζεφύρου τὸ Πνεῦμα τὸ ἅγιον, ἀντὶ ἱστίου τὴν χάριν, ἀντὶ ναυτῶν τοὺς μαθητὰς, ἀντὶ ἐπιβατῶν τοὺς προφήτας, οὐκοῦν καὶ ἡμεῖς ῥίψωμεν ἑαυτοὺς ἀπὸ τοῦ σκάφους ἐπὶ τὸ πέλαγος τῶν νοημάτων, οὐχ ἵνα μαργαρίτην ἀνιμησώμεθα, ἀλλὰ μαργαρίτου τιμιώτερον.
 [00030]  καθὼς γὰρ προλαβὼν εἶπον, ὅτι μαργαρίτου τιμιώτερον μέλλω ἀνιμᾶσθαι ἐκ τοῦ βάθους τῶν νοημάτων.
000-00-00 Serial Number=0632323563
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00516]  Ὅρα δὲ καὶ ἐν αὐτῷ τούτῳ οὐ μετὰ τὴν συντριβὴν, ἀλλ' ἔτι ἑστώτων αὐτῶν, οὐδὲν δὲ τοῦτο ἐκείνου τιμιώτερον ὄν.
000-00-00 Serial Number=0484663248
Non esse desperandum Ante [Go Back]  
 [00159]  Μηδὲν ἔστω γυναικὶ ἀνδρὸς τιμιώτερον, μηδὲν ἀνδρὶ γυναικὸς ποθεινότερον.
000-00-00 Serial Number=0656098783
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00162]  καὶ γὰρ ἀναγκαῖον ἐντεῦθεν προοιμιάσασθαι, ἐπειδὴ ὑγιείας καὶ ζωῆς καὶ τῆς παρὰ τῶν πολλῶν εὐφημίας καὶ χρηστῆς ὑπολήψεως καὶ πατρίδος καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ ἁπάντων τῶν τὸ χαλεπὸν τοῦτο νόσημα νενοσηκότων τιμιώτερον τοῖς πολλοῖς ἔδοξεν εἶναι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»