Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum στῆναι [131]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum στῆναι


000-00-00 Serial Number=0534932375
Ad Innocentium papam i Ante [Go Back]  
 [00033]  Ἀλλ' ἐπειδὴ, καθάπερ ἔφθην εἰπὼν, οὐ θρηνεῖν μόνον τὰ κακῶς γινόμενα, ἀλλὰ καὶ διορθοῦν δεῖ, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διαναστῆναι, καὶ συναλγῆσαι, καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταύτῃ τὰ κακά.
000-00-00 Serial Number=0277752340
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00946]  νῦν δὲ ἁπλῶς καὶ ἀδιορίστως ἀκούσας Γῆν, οὐ τήνδε ἢ τήνδε, ἀλλ', Ἣν ἄν σοι δείξω, [47.459] πανταχοῦ περιῄει τῷ νῷ, καὶ πολὺν ἐδέχετο θόρυβον τῇ ψυχῇ, μηδαμοῦ τῷ λογισμῷ στῆναι δυνάμενος, ἀλλὰ πολλὰ ὑποπτεύειν ἔχων, καὶ μεριμνᾷν ἀναγκαζόμενος.
 [01070]  στεφάνους οὐ τὸ παθεῖν μόνον, ἀλλὰ καὶ τὸ γενναίως πρὸς ἅπαντα στῆναι τὰ δεινά·
000-00-00 Serial Number=0711584926
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00121]  Τί τούτων πλέον ἐφθέγξατο ὁ ὄντως μυρίων γέμων κακῶν ὁ τελώνης ἐκεῖνος, ὁ μηδὲ ἀναβλέψαι εἰς τὸν οὐρανὸν ὑπομένων, μηδὲ μακρὸν κατατεῖναι λόγον, μηδὲ πλησίον στῆναι τοῦ Φαρισαίου τολμῶν;
000-00-00 Serial Number=0610709727
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00691]  ἐὰν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων ὡς καὶ δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν.
000-00-00 Serial Number=0748967648
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00021]  ∆ιὰ τοῦτο ἐγρηγόρησεν, ἔσπευσεν, ἠγέρθη πολὺς κατὰ σοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἂν ἐθελήσῃς στῆναι γενναίως.
 [00115]  Ὥσπερ γὰρ ἐκεῖνοι πρὶν ἢ στῆναι μεταπηδῶσιν, οὕτω καὶ αὐτὸς πρὶν ἢ παραγενέσθαι ἀφίπταται.
000-00-00 Serial Number=0514796913
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00200]  [4.11] Οὕτω γὰρ ἀσθενὴς τῶν ἀνθρώπων ὁ λογισμὸς ὡς εἰς ἐναντία περιαχθῆναι πολλάκις καὶ ἐκ διαμέτρου κατὰ ἀλλήλων στῆναι πολλοὺς ἐν τῇ περὶ τῆς κτίσεως ψήφῳ.
000-00-00 Serial Number=0613000035
Ad populum Antiochenum Ante [Go Back]  
 [00978]  Ἐπειδὴ γὰρ ὁ τῶν Περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέλευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνὴ, καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμένη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐτὸν ῥήματα ἔλεγε·
 [04164]  ἀλλὰ καὶ ἐν ἀῤῥωστίᾳ ὄντες πολλάκις, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παῖδες καὶ γέροντες, καὶ ὠδίνων ἄρτι παυσάμεναι πολλαὶ γυναῖκες, καὶ ἀναγκαίως ἅπαντες τὸ φάρμακον τοῦτο ἐπιζητοῦντες, φέρουσι καὶ ἑκόντες καὶ ἄκοντες τὸ ἐπίταγμα, καὶ οὔτε ἀσθένειαν σώματος προβάλλονται, οὔτε συνηθείας τυραννίδα, οὔτε τὸ ἑτέρων ἁμαρτανόντων αὐτοὶ κολάζεσθαι, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ στέργουσι τὴν τιμωρίαν ταύτην διὰ τὸ μείζονα προσδοκῆσαι κακὰ, καὶ καθ' ἑκάστην εὔχονται τὴν ἡμέραν μέχρι τούτου στῆναι τὴν βασιλικὴν ὀργήν.
 [05983]  οὐκ ἤρκει τὸν θυμὸν στῆναι μέχρι τῶν ζώντων;
000-00-00 Serial Number=0318817914
Adversus Judaeos Ante [Go Back]  
 [02002]  Εἰ γὰρ ἀνθρώπων ἦν ἔργον τὸ γενόμενον, ἔδει μέχρι τῆς ἁλώσεως στῆναι τὰ ὑμέτερα, καὶ μὴ περαιτέρω προελθεῖν ὑμῶν τὴν ἀτιμίαν.
 [02234]  Τούτου δὲ ἀποδειχθέντος, καὶ τὰ λοιπὰ ἅπαντα συνωμολόγητο, οἷον ὡς οὔτε θυσίας εἶδος, οὔτε ὁλοκαυτώσεως, οὐχ ἡ τοῦ νόμου δύναμις, οὐκ ἄλλο τι τῆς πολιτείας ἐκείνης στῆναι δυνήσεται.
000-00-00 Serial Number=0637582541
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00055]  Εἰ γὰρ αἴσθωνταί τινες ἐκείνων ὅτι παρὰ Χριστιανοῖς εἰσί τινες ἄνθρωποι οὕτω πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἐκπεπολεμωμένοι, ὡς μὴ μόνον τῶν ὑπὲρ ταύτης ἀφίστασθαι πόνων, ἀλλὰ μηδὲ τοὺς ὑπὲρ τούτων ἀνέχεσθαι λόγους, καὶ οὐδὲ ἐνταῦθα στῆναι τῆς μανίας ἀνέχονται, ἀλλὰ κἂν ἕτερός τις ταῦτα συμβουλεύῃ καὶ διαλέγηται, καὶ τοῦτον πάντοθεν ἐλαύνουσιν·
 [00260]  Οὐ γὰρ δὴ πάντες ὅσοι τῆς ἀρχῆς ἐπέβησαν, καὶ πρὸς τὸ πέρας αὐτῆς ἴσχυσαν στῆναι, ἀλλ' οἱ μὲν ἐν τοῖς προοιμίοις, οἱ δὲ ἐν τῷ μέσῳ, πολλοὶ δὲ καὶ πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν.
 [00354]  Οἱ γὰρ ἐπάρατοι καὶ λυμεῶνες καὶ πλάνοι λεγέτω γὰρ δὴ καὶ ταῦτα, οὐ διοισόμεθα ἐκ τῶν τοσούτων ἐλπίδων ἀναρπάσαντές μοι τὸν γηροτρόφον, καθάπερ τινὲς λῄσταρχοι πρὸς τὰς αὐτῶν καταλύσεις ἀπήγαγον, καὶ οὕτω ταῖς αὐτῶν κατεγοήτευσαν ἐπῳδαῖς, ὡς ἑλέσθαι καὶ πρὸς σίδηρον καὶ πρὸς πῦρ καὶ πρὸς θηρία καὶ πρὸς πᾶν ὁτιοῦν στῆναι γενναίως, ἢ πρὸς τὴν προτέραν εὐπραγίαν ἐπανελθεῖν·
 [00679]  ἀρκεῖ μέχρι σοῦ στῆναι τὰ τῆς ζημίας.
 [01677]  Ὅλως δὲ, εἴπερ ἐβουλόμεθα καὶ ἐξ ἀρχῆς διαπλάττειν τοὺς παῖδας, καὶ τοῖς βουλομένοις ῥυθμίζειν παραδιδόναι, οὐκ ἦν ἀπεικὸς αὐτοὺς ἐν τῇ πρώτῃ στῆναι τάξει τοῦ στρατοπέδου·
 [01711]  Τὸν γὰρ Ἐζεκίαν ἐνάρετον μὲν ὄντα καὶ εὐσεβῆ, οὐκ ἔχοντα δὲ τοσαύτην παῤῥησίαν ἀπὸ τῶν κατορθωμάτων, ὥστε καὶ πρὸς τοσοῦτον κίνδυνον στῆναι, ἀπὸ τῆς τοῦ πατρὸς ἔφησε σώζειν ἀρετῆς ὁ Θεός.
 [01758]  Τὸν γὰρ τοῦτο προειδότα οὐχὶ καταβάλλειν, ἀλλὰ χεῖρα ὀρέγειν χρὴ, καὶ μείζονα ἐνδείκνυσθαι τὴν σπουδὴν ὑπὲρ τοῦ τὸν μέλλοντα πίπτειν στῆναι γενναίως, εἴτ' ἔμελλε στήσεσθαι, εἴτε μή.
000-00-00 Serial Number=0060133874
Ascetam facetiis uti non debere Ante [Go Back]  
 [00156]  Μηδὲ δεῖ πρὸς ἄμετρον ἱλαρότητα μετάγειν, μηδὲ γελωτοποιίᾳ λυμήνασθαι τὴν εἰς Θεὸν μίμησιν χρηστότητα, ἀλλὰ μεταξὺ στῆναι τῆς τελείας ἱλαρότητος, καὶ μήτε λυπεῖν τοὺς συντυγχάνοντας, μήτε ἐκλύειν καὶ ῥᾳθύμους ἀποτελεῖν, μήτε χαλεπῶς ἐπιπλήττειν, μήτε ἀπατηλῶς κολακεύειν, ἀλλὰ καὶ συμφερόντως ἐπιστρέφειν καὶ χρηστῶς παρακαλεῖν.
000-00-00 Serial Number=0593444228
Catecheses ad illuminandos Ante [Go Back]  
 [00010]  «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου»...
 [00475]  κἂν δείξῃς αὐτῷ τὴν γλῶτταν ᾑμαγμένην τῷ αἵματι τῷ τιμίῳ, οὐδὲ στῆναι δυνήσεται·
 [00664]  Ἕως γὰρ ἂν βλέπῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἀπαστράπτον ἡμῶν τοῦτο τὸ ἔνδυμα τὸ πνευματικόν, οὐ τολμᾷ οὐδὲ πλησίον στῆναι, οὕτω δέδοικεν αὐτοῦ τὴν φαιδρότητα.
000-00-00 Serial Number=0778120100
Commentarius in Job Ante [Go Back]  
 [04066]  καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν μεγάλης τέχνης ἦν οὐκ ἔχουσαν θεμέλιον οὐδὲ κρηπῖδα οὐδὲ ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι καὶ πῆξαι βεβαίως οὕτως ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι.
000-00-00 Serial Number=0307771683
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00069]  τὸ δὲ κήρυγμα τὸ ἡμέτερον οὐ μετὰ τὸ διαδοθῆναι πανταχοῦ καὶ στῆναι βεβαίως ἔσχε τοὺς πολεμοῦντας, ἀλλὰ πρὶν ἢ παγῆναι καὶ φυτευθῆναι ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ἐξ αὐτῶν τῶν προοιμίων πρὸς ἅπασαν ἠναγκάζετο παρατάττεσθαι τὴν οἰκουμένην·
 [00167]  Ἐγὼ τὸν ἄνδρα ἐκεῖνον στοχάζομαι μᾶλλον δὲ οὐ στοχάζομαι ἀλλὰ πιστεύω μὴ πρὸς χάριν, μὴ πρὸς ἀπ έχθειαν μήτε πρᾶξαι μήτε εἰπεῖν τί ποτε ἀλλὰ καὶ πρὸς φόβον καὶ πρὸς τὴν τούτου δυνατωτέραν κολακείαν καὶ πρὸς τὰ ἄλλα τὰ τοιαῦτα πολλὰ δὲ τὰ ἀνθρώπινα γενναίως στῆναι καὶ ἀνδρείως καὶ μηδὲ μικρόν τι τῆς ὀρθῆς διαφθεῖραι κρίσεως.
000-00-00 Serial Number=0155279338
De Maccabeis Ante [Go Back]  
 [00129]  Εἰ γὰρ τῆς τούτων περιγενοίμεθα φλογὸς καθάπερ ἐκεῖνοι τοῦ πυρὸς, δυνησόμεθα στῆναι [50.623] πλησίον αὐτῶν, καὶ τῆς αὐτῆς μετασχεῖν παῤῥησίας·
 [00230]  ἀλλ' εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες, καὶ οἱ τῶν παρόντων ὑπερορῶντες ἁπάντων, καὶ τὸ σῶμα σταυρώσαντες, δυνηθῆναι τὸν αὐτὸν αὐτῇ δρόμον ἀράμενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς ἁγίας, καὶ τῶν αὐτῆς παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος Ἐλεαζάρου τοῦ μεγάλου καὶ γενναίου γέροντος καὶ ψυχὴν ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου.
000-00-00 Serial Number=0240869164
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00036]  ἐβουλόμην δὲ καὶ φωνῆς τυχεῖν, πάντα περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς ἐπὶ τῆς γῆς, καὶ στῆναι καὶ βοῆσαι, καὶ τὴν ∆αυϊδικὴν ἐκείνην ἀνακράξαι φωνήν·
000-00-00 Serial Number=0287261307
De beato Abraham Ante [Go Back]  
 [00117]  πῶς δὲ ἤρκεσε στῆναι καὶ ἰδεῖν τὸν Ἰσαὰκ δεδεμένον;
000-00-00 Serial Number=0676100016
De confessione pretiosae crucis Ante [Go Back]  
 [00029]  Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος ἐν ᾧ τὴν καιρίαν ἐδέξατο.
000-00-00 Serial Number=0613038480
De diabolo tentatore Ante [Go Back]  
 [00199]  Εἴθε μοι καὶ σάλπιγγος ἦν φωνὴ λαμπροτέρα, καὶ ἐν ὑψηλῷ στῆναι χωρίῳ δυνατὸν ἦν, καὶ πᾶσι βοῆσαι καὶ διαμαρτύρασθαι, ὅτι ὁ Θεὸς ταῦτα ποιεῖ.
000-00-00 Serial Number=0429359317
De fato et providentia Ante [Go Back]  
 [00184]  Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων τοῦ Θεοῦ οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων εὐχῆς ἡ παῤῥησία, γένοιτο πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων ἀπαλλαγέντας τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα.
000-00-00 Serial Number=0286488116
De meretrice Ante [Go Back]  
 [00066]  τὴν ὑπὸ σοῦ κατηγορουμένην ἐπὶ ἐγκλήμασι πολλοῖς, ἐφ' οἷς προςῆλθεν τῇ ζωῇ, καὶ μὴ τολμήσασαν, ὡς ἀπρόςωπον, κατὰ πρόςωπον στῆναι, ἀλλ' ὀπίσω κρυπτομένην, καὶ διὰ τοῦ βίου τοῦ προτέρου ἑαυτῆς ἔλεγχος γινομένην;
000-00-00 Serial Number=0234327793
De mutatione nominum Ante [Go Back]  
 [00114]  ∆ιὰ τοῦτο ἔδραμον ἀπὸ τῆς ἀρχῆς τοῦ διηγήματος, καὶ καθάπερ κεφαλῆς ὄπισθεν κατέχων τὸ προοίμιον τῆς ἱστορίας, κελεύσας μεῖναι καὶ στῆναι ὑμᾶς ἐν τῇ ἀρχῇ τῆς ὁδοῦ.
 [00207]  προσελθεῖν γὰρ ὅλως, ἢ στῆναι, ἢ διᾶραι στόμα, φανῆναι δὲ ὅλως ὑπέμενον;
000-00-00 Serial Number=0520630538
De paenitentia [1] Ante [Go Back]  
 [00276]  Ἕως οὖν τὸ σήμερον λέγεται, μὴ ἀπογινώσκωμεν, ἀλλὰ χρηστὰς εἰς τὸν ∆εσπότην ἔχοντες τὰς ἐλπίδας, καὶ τὸ πέλαγος αὐτοῦ τῆς φιλανθρωπίας ἐννοοῦντες, πᾶν πονηρὸν ἀποτιναξάμενοι συνειδὸς, μετὰ πολλῆς τῆς προθυμίας, καὶ τῆς ἐλπίδος ἐπιλαβώμεθα τῆς ἀρετῆς, καὶ τὴν μετάνοιαν μεθ' ὑπερβολῆς ἐπιδειξώμεθα πάσης, ἵνα πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ παῤῥησίας δυνηθῶμεν στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, καὶ τῆς βασιλείας τυχεῖν τῶν οὐρανῶν·
 [02293]  μὴ δύναται στῆναι ἢ φανῆναι;
000-00-00 Serial Number=0209756970
De profectu evangelii Ante [Go Back]  
 [00035]  οὐδέν ἐστιν, ὃ χωρὶς ταύτης στῆναι δυνήσεται.
000-00-00 Serial Number=0685773671
De sacerdotio Ante [Go Back]  
 [00639]  εἴτε δοξάζεται ἓν μέλος, πάσχει πάντα τὰ μέλη, πλὴν εἴ τις εὐλαβείᾳ πολλῇ πρὸς ἅπαντα στῆναι δυνηθείη.
 [00873]  Ἐπειδὴ μὴ ἴσχυσε μόνος πρὸς τοσούτου πλήθους στῆναι μανίαν, οὐ παρὰ μικρὸν ἦλθεν ἀπολέσθαι, εἰ μὴ ἡ τοῦ ἀδελφοῦ προστασία ἔλυσε τοῦ Θεοῦ τὴν ὀργήν.
000-00-00 Serial Number=0065035582
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00026]  Ὅτι γὰρ ἐξελθεῖν καὶ ἀποκρίνασθαι τοῖς δημίοις ἐκείνοις τοῖς στρατιώταις ἴσχυσεν, ὅτι διᾶραι στόμα, καὶ φωνὴν ἀφεῖναι, ὅτι γὰρ ἰδεῖν, ὅτι στῆναι καὶ ἀναπνεῦσαι, πῶς οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν;
000-00-00 Serial Number=0192813814
De studio praesentium Ante [Go Back]  
 [00072]  Ἂν δὲ μέθῃ καὶ κραιπάλῃ προσέχῃ, καὶ τὴν ἡμέραν δαπανᾷ καὶ ἀναλίσκῃ εἰς κώμους καὶ παροινίας, κηροῦ παντὸς μαλακώτερος ὑπὸ τοῦ πάθους γινόμενος, πῶς δυνήσομαι τὸν τοιοῦτον ἄνδρα καλεῖν, τὸν αἰχμάλωτον, τὸν δοῦλον τὸν ἀργυρώνητον, τὸν πᾶσιν ἐνδιδόντα τοῖς πάθεσι, τὸν κατακλώμενον, τὸν μαλακιζόμενον, τὸν θρυπτόμενον, τὸν ὑπὸ πάντων καταβαλλόμενον, τὸν οὐδὲ στῆναι ἐπὶ τῆς παρατάξεως δυνάμενον;
000-00-00 Serial Number=0950287223
De virginitate Ante [Go Back]  
 [00144]  Λείπεται δὴ μετὰ τῶν Ἑλλήνων ὑμᾶς στῆναι λοιπόν.
000-00-00 Serial Number=0442942679
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01578]  Οὐδὲν γάρ ἐστιν, οὐδὲν τῶν ἡμετέρων κατορθωμάτων, ὃ χωρὶς αὐτῆς στῆναι δυνήσεται·
 [01781]  ἠβουλόμην δὲ καὶ φωνῆς τυχεῖν πάντα περιηχούσης τὰ πέρατα, καὶ πᾶσιν ἀρκούσης τοῖς ἐπὶ γῆς, καὶ στῆναι καὶ βοῆσαι, καὶ ∆αυϊδικὴν ἐκείνην ἀνακηρῦξαι φωνήν·
 [02984]  Μὴ γὰρ μέχρις ἐμοῦ, φησὶν, εἶχε στῆναι τὰ τῆς τιμωρίας;
 [04118]  ἀναπνεῦσαι γὰρ καὶ στῆναι ὁ τοιοῦτος ὅλως οὐ δύναται, οὕτω πικρὸν ἔχων καὶ βαρὺν τὸν δεσπότην.
 [04119]  Καὶ τί λέγω στῆναι καὶ ἀναπνεῦσαι;
 [05415]  γὰρ μὴ τὴν προεδρίαν ἕξεις τὴν [63.731] μετὰ τῶν ἀρνῶν, ἀλλ' οὐ μικρὸν τὸ κἂν μετ' ἐκείνους γενέσθαι, καὶ μὴ στῆναι μετὰ τῶν ἐρίφων.
 [05944]  ἂν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὥστε δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν.
 [06687]  Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ ∆αυῒδ, ὥστε στῆναι μικρὸν καὶ ἀναπνεῦσαι καὶ στρατεύματα συναγαγεῖν.
 [08768]  Ἐννόησον σπινθῆρα εἰς πέλαγος ἐμπεσόντα, μὴ δύναται στῆναι ἢ φανῆναι;
 [09350]  Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν, ἐν ᾗ τὴν πληγὴν ἔλαβεν·
 [09999]  Ἀλλὰ μὴ γένοιτό ποτε πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερὰ, μηδὲ παραδοθῆναι τοῖς βασανισταῖς ἐκείνοις, ἀλλ' ἐντεῦθεν σωφρονισθῆναι.
000-00-00 Serial Number=0107249260
Epistulae Ante [Go Back]  
 [00705]  Ὅτι γὰρ, εἰ βουληθείητε στῆναι γενναίως, κἂν ὀλίγοι τὸν ἀριθμὸν ἦτε, περιέσεσθε τῶν πλειόνων τῶν ἐπὶ κακίᾳ καλλωπιζομένων, οὐδεὶς ἀντερεῖ.
 [00713]  Ἐννοῶν τοίνυν ἡλίκον τοῦ κατορθώματος τούτου τὸ μέγεθος καὶ τὸ μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν.
 [01663]  Ὅτι γὰρ, εἰ βουληθείητε στῆναι γενναίως, κἂν ὀλίγοι τὸν ἀριθμὸν ἦτε, περιέσεσθε τῶν πλειόνων τῶν ἐπὶ κακίᾳ καλλωπιζομένων, οὐδεὶς ἀντερεῖ.
 [01671]  Ἐννοῶν τοίνυν ἡλίκον τοῦ κατορθώματος τούτου τὸ μέγεθος καὶ τὸ μὴ συναπαχθῆναι τοῖς πονηρευομένοις, καὶ ὅτι ὁδὸς ἔσται καὶ προοίμια τῆς τῶν κακῶν διορθώσεως ἡ ἀπερίτρεπτος ὑμῶν αὕτη γνώμη καὶ ἀκλινὴς, αὐτός τε ὥς σοι πρέπον ἐστὶν στῆναι γενναίως παρακλήθητι, τούς τε ἄλλους οὓς ἂν οἷός τε ᾖς ἀλείφειν.
 [02340]  ∆ιὰ τοῦτό σε μειζόνως ἐπείγω μετὰ πλείονος τοῦ τάχους ἅψασθαι τῆς ὁδοῦ, καὶ στῆναι ἐπὶ τῆς παρατάξεως.
 [02347]  τὸ δὲ οὕτω τοῦ διαβόλου μαινομένου, καὶ τῶν δαιμόνων ὁπλιζομένων, στῆναι γενναίως, καὶ ἐξαρπάσαι τοὺς μετ' ἐκείνου τεταγμένους τῶν ἀνθρώπων, καὶ τοὺς ἄλλους κωλῦσαι εἰς τὰς ἐκείνου χεῖρας ἐμπεσεῖν, τοῦτο ἀνδρὸς γενναίου, τοῦτο νηφούσης ψυχῆς, τοῦτο τῆς σῆς διανοίας τῆς ὑψηλῆς, καὶ διεγηγερμένης, τοῦτο μυρίων στεφάνων ἄξιον, τοῦτο βραβείων ἀφάτων, τοῦτο ἀποστολικὸν κατόρθωμα.
 [02378]  οὕτω δὴ καὶ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες ἄνθρωποι, καὶ καθ' ἑκάστην ἡμέραν τόπους ἐκ τόπων ἀναγκαζόμεθα μεταπηδᾷν, Ἁμαξοβίων καὶ Νομάδων τινῶν βίον ζῶντες καὶ οὐδαμοῦ στῆναι θαῤῥοῦντες·
 [02648]  Οἱ μέντοι κύριοί μου, ὁ εὐλαβέστατος πρεσβύτερος Ἰωάννης, καὶ ὁ τιμιώτατος Παῦλος ὁ διάκονος, ἐλαυνόμενοι πανταχόθεν, καὶ μηδαμοῦ στῆναι, μηδὲ λαθεῖν ἔχοντες, ἀναγκαῖον ἐνόμισαν καταλαβεῖν ὑμῶν τὴν ἀγάπην, καὶ αὐτόθι μεθ' ὑμῶν εἶναι.
 [02802]  Καὶ τὰ ἔμπροσθεν παρὰ τῆς τιμιότητος ὑμῶν γεγενημένα μεγάλα, τὸ δικαίαν καὶ πρέπουσαν ὑμῖν ἀγανάκτησιν ὑπὲρ τῶν τοσαύτας Ἐκκλησίας κατειληφότων κακῶν ἀγανακτῆσαι, τὸ συναλγῆσαι, τὸ μὴ μέχρι τούτου στῆναι μόνον, ἀλλὰ καὶ τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν.
000-00-00 Serial Number=0375010669
Expositiones in Psalmos Ante [Go Back]  
 [01567]  Καὶ γὰρ μὴ συγχωρήσαντες μηδὲ μικρὸν αὐτὸν στῆναι, οὕτως ἂν ἕλωμεν·
 [01583]  Ταῦτα δὲ ἔλεγεν ὁ Χουσὶ, βουλόμενος δοῦναι καιρὸν τῷ ∆αυῒδ, ὥστε στῆναι μικρὸν, καὶ ἀναπνεῦσαι, καὶ στράτευμα συναγαγεῖν.
 [03858]  Ἂν τοῦτο γένηται, οὐδὲ στῆναι δυνήσεται, οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται, οἰχήσεται, πρόῤῥιζος ἀφανισθήσεται, τῶν πεπραγμένων αὐτῷ ἐξεταζομένων.
 [05621]  Ἂν τοῦτο γένηται, οὐδὲ στῆναι δυνήσεται, οὐδὲ φανεῖται, ἀλλ' ἀπολεῖται, οἰχήσεται, πρόῤῥιζος ἀφανισθήσεται, τῶν πεπραγμένων αὐτῷ ἐξεταζομένων.
 [06270]  Ἐὰν ταῦτα ἔχων εἰσέλθῃς εἰς τὸν ἅγιον τοῦ Θεοῦ χορὸν, παρ' αὐτὸν δυνήσῃ στῆναι τὸν ∆αυΐδ.
000-00-00 Serial Number=0727182984
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01524]  ἐν ἡμέρᾳ μὲν γὰρ καὶ στῆναι, καὶ βουλεύσασθαι, καὶ περιελθεῖν, καὶ ἰδεῖν τὰ γιγνόμενα·
 [01794]  Εἰ γὰρ καὶ ὀργίζεται Θεὸς δι' ὑμᾶς, ἀλλ' οὐκ ἂν ἕλοιτο τὸν ναὸν προδοῦναι τοῖς ἐχθροῖς ταύτης ἕνεκα τῆς αἰτίας, καὶ εἰς τὴν πύλην στῆναι τῷ προφήτῃ προσέταξε, καὶ λέγειν ταῦτα.
000-00-00 Serial Number=0391796410
Fragmenta in Job Ante [Go Back]  
 [01023]  Τοῦτο ἄρα τὸ αἴτιον ἦν, τὸ ἐν τοσούτῳ χειμῶνι, καὶ κύμασιν οὕτως ἀποῤῥήτοις, τὸν δίκαιον στῆναι γενναίως, ὅτι ὅτε ἐπλούτει, προσεδόκα πενίαν·
 [01265]  Τὸ δὲ, Ἐλαφρότερος δρομέως, ὅτι ὥσπερ ἐκεῖνοι, πρὶν ἢ στῆναι, μεταπηδῶσιν·
 [01961]  καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν, μεγάλης τέχνης ἦν, οὐκ ἔχουσαν θεμέλιον, οὔτε κρηπῖδα, οὔτε ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι, καὶ πῆξαι βεβαίως οὕτως, ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι.
000-00-00 Serial Number=0672065020
In Acta apostolorum Ante [Go Back]  
 [00796]  Ἀλλ' οὐ δυνατὸν στῆναι.
 [05759]  μάχη γάρ ἐστι τὸ ἐξ ἐναντίας στῆναι.
 [06262]  Ἐκέλευσέ τε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν εἰς τὸ ὕδωρ ἀμφότεροι, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
 [06344]  Καὶ ἐκέλευσε, φησὶ, στῆναι τὸ ἅρμα.
 [08402]  Τοῦτο πρὸς ἅπαντας στῆναι δύναται, ὅτι τοῦ στόματος ἐκείνου τοσοῦτον ἀπέλαυσε χρόνον πρώτη τῶν ἄλλων ἁπασῶν·
 [09999]  Ἐβούλετο γὰρ στῆναι τὸ Παύλου Βαρνάβας·
 [09999]  πάντες οἱ βουλόμενοι στῆναι πρόθυμοι.
 [09999]  εὐχαὶ εὐθέως ὥστε μέχρι τούτου στῆναι, καὶ ἱκανοὶ οἱ τὸν πεπονηκότα παραμυθούμενοι, καὶ ἀπαριθμήσεις τῶν τοιαῦτα πενθούντων μυρίαι.
000-00-00 Serial Number=0696432531
In Genesim sermones Ante [Go Back]  
 [00212]  ἀλλὰ καὶ διδασκάλῳ καὶ θεατῇ καταβῆναι πρὸς ἡμᾶς ἔνι, καὶ ἐγγὺς στῆναι τῇ διαθέσει, καὶ διὰ τῶν εὐχῶν ἡμῖν συγκροτῆσαι τὴν δύναμιν.
 [01258]  Πρὸς τοῦτο οὖν ἀνάγκη στῆναι πρότερον, καὶ δεῖξαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχὶ μισῶν τὸν ἄνθρωπον, οὐδὲ ὑβρίσαι βουλόμενος τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ φιλῶν καὶ κηδόμενος, τὸν νόμον ἔδωκεν.
000-00-00 Serial Number=0965309978
In Joannem Ante [Go Back]  
 [01363]  ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι, (πῶς γὰρ διάβολος ὤν;), ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν, ἀλλὰ πανταχοῦ περιάγει πλανωμένους, καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι.
 [05119]  Ὁ γὰρ τοῦ πλείονος ἐρῶν, οὐδαμοῦ στῆναι δυνήσεται.
000-00-00 Serial Number=0320237696
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00137]  οὐ γὰρ ἤρκει μετὰ ἀγγέλων στῆναι;
000-00-00 Serial Number=0208274364
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00052]  Οὐ γάρ ἐστιν ἴσον, μηδενὸς ὑποσκελίζοντος, μηδὲ ἀπατῶντος, ἐπὶ τῆς ὀρθῆς στῆναι πίστεως, καὶ μυρίων προσρηγνυμένων κυμάτων, ἄσειστον καὶ ἀπερίτρεπτον μεῖναι.
000-00-00 Serial Number=0373204887
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02977]  Ἀλλὰ μὴ γένοιτο πείρᾳ ταῦτα ἡμᾶς μαθεῖν, ἀλλὰ μέχρι ῥήματος στῆναι ἡμῖν τὰ φοβερά·
 [03594]  Καίτοι τούτων καθ' ἑαυτὸ ἕκαστον ἀφόρητον ἦν, καὶ τὸ μαστίζεσθαι μόνον, καὶ τὸ δεδέσθαι μόνον, καὶ τὸ μηδαμοῦ δύνασθαι στῆναι ἐλαυνόμενον·
 [06460]  Οὕτω γὰρ δυνησόμεθα πρὸς τὸν οὐρανὸν στῆναι, καὶ τῶν μυρίων ἐπιτυχεῖν ἀγαθῶν·
 [07361]  Εἰ γὰρ πάντων οἰκοδομούντων ἀγαπητὸν στῆναι τοὺς διδασκομένους, ὅταν ἅπαντες καθαιρῶμεν, τί ἔσται τὸ πέρας;
000-00-00 Serial Number=0328791738
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01222]  Εἰ δὲ ἐσωφρόνουν, ὥσπερ οὖν καὶ τὰ πράγματα ἔδειξε, πῶς ἄνευ τοῦ λαβεῖν ἐνέχυρα ἀξιόπιστα ἐκ τῶν οὐρανῶν καὶ τῆς ἄνωθεν ἀπολαῦσαι ῥοπῆς, ὑπέμενον πρὸς τοσούτους ἐξελθεῖν πολέμους, καὶ γῆς καὶ θαλάττης κατατολμῆσαι, καὶ πρὸς μεταβολὴν τῶν τῆς οἰκουμένης ἁπάσης ἐθῶν τῶν ἐν χρόνῳ τοσούτῳ παγέντων ἄνθρωποι δώδεκα ἀποδύσασθαι, καὶ στῆναι γενναίως οὕτω;
 [06950]  Ἂν δὲ καὶ τὸ τοῦ Θεοῦ δικαστήριον ἐννοήσῃ, οὐδὲ στῆναι δυνήσεται.
 [07220]  Τὸ γὰρ ἐνταῦθα στῆναι οὐκ ἔστιν ἑστάναι βεβαίως, ἕως ἂν ἀπαλλαγῶμεν τῶν κυμάτων τοῦ παρόντος βίου, καὶ πρὸς τὸν εὐδιεινὸν καταπλεύσωμεν λιμένα.
 [09999]  Ὅρα πάλιν οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ' οὐδὲ ἀφιεῖσαν αὐτὴν στῆναι τὴν ἀρχήν.
000-00-00 Serial Number=0298395932
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01162]  τὸ γὰρ παθόντας μὴ ἐνδοῦναι, ἀλλὰ στῆναι γενναίως, ἱκανὸν τοὺς μαθητὰς στηρίξαι.
000-00-00 Serial Number=0317989111
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02437]  Ὥσπερ οἱ τῆς πίστεως ἐχόμενοι ἐπ' ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ ταύτης ἐκπεσόντες οὐδαμοῦ στῆναι δύνανται, ἀλλὰ πολλοὺς ἄνω καὶ κάτω πλανηθέντες πλάνους, τὸ τελευταῖον εἰς αὐτὰ τῆς ἀπωλείας φέρονται τὰ βάραθρα.
000-00-00 Serial Number=0161492288
In epistulam ad Colossenses Ante [Go Back]  
 [00456]  Συντόμως εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ Θεοῦ δυναμωθέντας.
 [02511]  καὶ ὅτι οὐδὲ μέχρι θανάτου μόνον στῆναι δεῖ, ἀλλ', εἰ δυνατὸν, καὶ μετὰ ταῦτα.
 [02605]  Οὐ γὰρ ἔνι στῆναι ἄνω μετὰ τούτων τῶν μελῶν·
000-00-00 Serial Number=0861634612
In epistulam ad Ephesios Ante [Go Back]  
 [03971]  Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκλημα, οὐ τῷ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι.
 [05200]  καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος ἑστῶσα, ἄνευ τινὸς συγκρατούσης δυνάμεως ἠδύνατο, εἰπέ μοι, οὕτω παγίως ἐπὶ χρόνον στῆναι τοσοῦτον;
 [06366]  Καὶ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.
 [06413]  ∆ιὰ τοῦτο, φησὶν, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι.
 [06418]  Οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν, ἀλλὰ κατεργάσασθαι, ὥστε οὐκ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν.
 [06429]  Εἰ γὰρ δυνατὸν κατεργάσασθαι καὶ στῆναι, τί ἀποφεύγεις τὴν μάχην;
 [06603]  ∆ιὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται, καὶ ἑτέρωθι λέγων·
 [06607]  καὶ πάλιν, Ἵνα δυνηθῆτε πάντα κατεργασάμενοι στῆναι.
 [06728]  τὸ στῆναι γίνεται γενναίως, ὥσπερ ἀπὸ τοῦ στῆναι, τὸ ζώσασθαι.
000-00-00 Serial Number=0256752074
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00509]  Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν Ἐκκλησίαν πορθοῦντες, ὅτι Τοῖς ἀποστόλοις ἕπεσθαι δεῖ τοῖς μὴ κωλύουσι ταῦτα, οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ κατὰ μικρὸν ἡ Ἰουδαϊκὴ πλάνη εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως, οὐ τοὺς ἀποστόλους εἰπεῖν κακῶς βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι βουλόμενος.
000-00-00 Serial Number=0022266388
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06199]  Οὐδενὸς ὑμῖν ἑτέρου δεῖ, ἀλλ' ἢ ὥστε στῆναι, ὡς ἑστήκατε, ἵνα πρὸς τὸ τέλος ἐλθόντες, κομίσησθε τὴν ἐπαγγελίαν.
000-00-00 Serial Number=0560623348
In epistulam ad Philippenses Ante [Go Back]  
 [02874]  Τὸ γὰρ εἰπεῖν ἀδελφὸν καὶ συνεργὸν, καὶ μὴ μέχρι τούτου μόνον στῆναι, ἀλλὰ καὶ συστρατιώτην προσθεῖναι, δεικνύντος ἐστὶ τὴν πολλὴν αὐτοῦ κοινωνίαν τὴν ἐν τοῖς κινδύνοις, καὶ τὰ αὐτὰ αὐτῷ μαρτυροῦντος, ἅπερ καὶ ἑαυτῷ.
000-00-00 Serial Number=0378352761
In epistulam ad Romanos Ante [Go Back]  
 [00498]  σαλευόμεθα, περιφερόμεθα, καὶ τῆς παρὰ σοῦ δεόμεθα γλώττης εἰς τὸ στῆναι βεβαίως;
 [03131]  Ζηλώσωμεν τοίνυν καὶ ἡμεῖς τὰς ἄνω δυνάμεις, καὶ μὴ μόνον ἐγγὺς τοῦ θρόνου στῆναι σπουδάσωμεν, ἀλλὰ καὶ ἔνοικον αὐτὸν ἔχειν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον.
 [07270]  Εἰ γὰρ καὶ μὴ τὴν προεδρίαν ἕξεις τὴν μετὰ τῶν ἀρνῶν, ἀλλ' οὐ μικρὸν τὸ κἂν μετ' ἐκείνους γενέσθαι, καὶ μὴ στῆναι μετὰ τῶν ἐρίφων, μηδὲ ἐξ εὐωνύμων.
 [07577]  Ὁρᾷς πῶς οὔτε ἐκείνους ἀφῆκε κεῖσθαι, οὔτε τούτους μέγα φρονεῖν, ἀλλὰ καὶ παρεζήλωσε τούτους, πάλιν δι' ἐκείνων δοὺς τῷ Ἰουδαίῳ στῆναι εἰς τὸν τούτου τόπον, καθάπερ ἐκεῖνος προκατέλαβε τὸ τούτου χωρίον;
000-00-00 Serial Number=0814263642
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00356]  Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία·
 [00602]  Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν.
000-00-00 Serial Number=0276733637
In illud In faciem ei restiti Ante [Go Back]  
 [00125]  Ὅτι γὰρ διᾶραι στόμα, ὅτι γὰρ ἀνοῖξαι χείλη, ὅτι στῆναι, ὅτι φανῆναι μόνον μεταξὺ τῶν σταυρωσάντων αὐτὸν ἴσχυσεν, οὐ θαυμάζεις αὐ τὸν καὶ στεφανοῖς, εἰπέ μοι;
 [00323]  Ὁ μὲν γὰρ Πέτρος οὐκ ἐτόλμα τοῖς ἑαυτοῦ μαθηταῖς φανερῶς λέγειν καὶ διαῤῥήδην, ὅτι δεῖ τούτων ἀπο στῆναι καθάπαξ.
000-00-00 Serial Number=0266215742
In illud Messis quidem multa Ante [Go Back]  
 [00104]  πῶς ὅλως δυνησόμεθα διᾶραι στόμα, στῆναι, διαλεχθῆναι, φανῆναι μυριάσι τοσαύταις;
000-00-00 Serial Number=0104593158
In illud Vidi dominum Ante [Go Back]  
 [00222]  Ἡμάρτηκεν ὁ λαός σου καὶ παρέβη τὴν διαθήκην μου καὶ οὐ μὴ δυνήσονται οἱ υἱοὶ Ἰσραὴλ στῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθημα ἐξ ὑμῶν αὐτῶν.
 [01458]  Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ κατὰ τοὺς πλησίον οἰκονομῶμεν, δυνησόμεθα μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0356489718
In parabolam de filio prodigo Ante [Go Back]  
 [00150]  Ἔασόν με στῆναι μετὰ τῶν κατηχουμένων, τῶν θυρῶν τῆς ἐκκλησίας ἔνδον, ἵνα θεωρῶν τὰ ἐν αὐτῇ τελούμενα μυστήρια, ποθήσω κατὰ μικρὸν ταῦτα πάλιν ἀναλαβεῖν·
000-00-00 Serial Number=0737213612
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00079]  Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπιδοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων, καὶ παρὰ τοῦ ∆ιδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερίτρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πειράσαι ὅσον ἠβούλετο, τίς ἕτερος στῆναι δυνήσεται χωρὶς τῆς αὐτοῦ βοηθείας;
000-00-00 Serial Number=0873301208
In praecursorem domini Ante [Go Back]  
 [00056]  δεῖ γὰρ τὸ ῥῆμα τοῦ καρτεροψύχου Ἰὼβ στῆναι, τὸ, Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ εἴη·
000-00-00 Serial Number=0567760587
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01674]  καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ.
000-00-00 Serial Number=0363715947
Quales ducendae sint uxores Ante [Go Back]  
 [00365]  Καὶ ὅτι οὐ μικρὸν τοῦτό ἐστι, πολλάκις παριόντα τινὰ στῆναι μικρὸν ᾐτήσαμεν δᾷδα κατέχοντα, ἵνα ἅψωμεν, ἢ ὕδωρ βαστάζοντα, ὥστε ἀποπιεῖν, καὶ οὐκ ἠνέσχετο, ἀλλ' ἐδυσχέρανεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»