Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προσελθεῖν [119]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προσελθεῖν


000-00-00 Serial Number=0562640607
Ad populum Antiochenum Ante [Go Back]  
 [01212]  Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ γῆς ὁρῶντες ἄνθρωποι, ὀδυνῶνται μὲν, προσελθεῖν δὲ καὶ ἐξελέσθαι τοὺς καταποντιζομένους οὐκ ἔχουσιν·
 [01213]  οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ὑπὸ κυμάτων τινῶν τῷ φόβῳ τῶν στρατιωτῶν ἀνειργόμεναι αἱ μητέρες, οὐ μόνον προσελθεῖν καὶ ἐξελέσθαι τῆς καταδίκης αὐτοὺς οὐκ ἐτόλμησαν, ἀλλὰ καὶ δακρῦσαι ἔδεισαν.
 [03733]  Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες, καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις·
 [03754]  οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς οἰκίας τῶν παίδων, καὶ ἔνδον ἀπειλημμένων, ὥσπερ ἐν δικτύῳ τινὶ καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον.
 [05674]  βούλει προσελθεῖν;
000-00-00 Serial Number=0879381061
Adversus Judaeos Ante [Go Back]  
 [00234]  Εἴ τινες ἁλόντες ἐπὶ τυραννίδι κατεδικάσθησαν, ἆρα ἂν ἐτόλμησας προσελθεῖν καὶ κοινωνῆσαι λόγων αὐτοῖς;
 [00485]  ∆ιὰ τοῦτο Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, ἐπειδὴ μὴ βούλεσθε προσελθεῖν.
 [00539]  Ἐκεῖνοι γάρ εἰσιν οἱ τὸν νόμον ὑβρίζοντες, οἱ κελεύοντες ἀποστῆναι καθάπαξ αὐτοῦ, καὶ τῷ Χριστῷ προσελθεῖν, καὶ ἀντεχόμενοι πάλιν αὐτοῦ.
 [00848]  Ἐκκλησίας δὲ ὁλοκλήρου, καὶ τοσούτων πατέρων ἐχόντων κατὰ σοῦ, τολμᾷς καὶ ὑπομένεις, μὴ καταλύσας τὴν ἔχθραν τὴν ἄκαιρον ταύτην, τοῖς θείοις προσελθεῖν μυστηρίοις;
000-00-00 Serial Number=0039938509
Contra theatra Ante [Go Back]  
 [00320]  Μὴ γὰρ ἀκίνδυνον τὸ προσελθεῖν;
000-00-00 Serial Number=0663429737
De Anna i Ante [Go Back]  
 [00187]  οὕτω δὴ καὶ αὕτη ἡ γυνὴ οὐκ ἠρυθρίασεν, οὐκ ᾐσχύνθη, τοῦ ἱερέως καθημένου, αὐτὴ δι' ἑαυτῆς αἰτῆσαι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῷ βασιλεῖ προσελθεῖν·
 [00357]  Ἂν μὲν γὰρ εἰς μῆκος ἐκτείνῃ τὸν λόγον, ὀλιγωρήσας πολλάκις, πολλὴν ἔδωκας τὴν ἄδειαν τῷ διαβόλῳ προσελθεῖν, καὶ ὑποσκελίσαι, καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων·
000-00-00 Serial Number=0164965332
De Chananaea Ante [Go Back]  
 [00165]  καίτοι οὕτω πονηρὰ οὖσα καὶ παράνομος, ἐτόλμησε προσελθεῖν.
000-00-00 Serial Number=0481830716
De Christi precibus Ante [Go Back]  
 [00319]  Ἀλλ' αἰσχύνη προσελθεῖν, καὶ καταφιλῆσαι τὸν ἠδικηκότα;
000-00-00 Serial Number=0254318058
De Maccabeis Ante [Go Back]  
 [00009]  Καθάπερ γὰρ λῄσταρχοι καὶ τυμβωρύχοι ἐπειδὰν ἴδωσιν ὅπλα που κείμενα βασιλικὰ, θώρακα, καὶ ἀσπίδα, καὶ κράνος, χρυσῷ πάντα καταλαμπόμενα, ἀποπηδῶσιν εὐθέως, καὶ οὐδὲ προσελθεῖν, οὐδὲ ἅψασθαι τολμῶσι μέγαν ὑφορώμενοι κίνδυνον, εἴ τι [50.618] τοιοῦτον τολμήσαιεν·
000-00-00 Serial Number=0205105543
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00089]  ∆ιὰ τοῦτο σφραγὶς κέκληται, ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας, ὅσας ἂν λάβωμεν, τούτῳ, καθάπερ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ, σφραγίζομεν, καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονηρόν.
000-00-00 Serial Number=0235494554
De beato Philogonio Ante [Go Back]  
 [00196]  Οὐ γὰρ δὴ τὸ ἅπαξ τοῦ ἐνιαυτοῦ προσελθεῖν ἀπαλλάττει τῶν ἐγκλημάτων ἡμᾶς, ἂν ἀναξίως προσίωμεν, ἀλλ' αὐτὸ δὴ τοῦτο μειζόνως καταδικάζει, ὅτι ἅπαξ προσιόντες, οὐδὲ τότε καθαρῶς προσίεμεν.
000-00-00 Serial Number=0433573127
De consubstantiali Ante [Go Back]  
 [00312]  Εἰ γὰρ οἰκέτῃ δεσπότου διαλεγομένου, οὐδεὶς ἂν τῶν συνδούλων, οὔτε τις τῶν παῤῥησίαν ἐχόντων προσελθεῖν τολμήσειε καὶ διενοχλῆσαι, πολλῷ μᾶλλον οὗτοι, τῶν προσκεκρουκότων ὄντες καὶ ἀπαῤῥησιάστων, οὐκ ἂν δυνηθεῖεν ἡμῖν ἐνοχλῆσαι τῷ Θεῷ διαλεγομένοις μετὰ τῆς [48.768] προσηκούσης σπουδῆς.
000-00-00 Serial Number=0159100592
De decem millium talentorum debitore Ante [Go Back]  
 [00253]  Ἀπαῤῥησίαστός εἰμι, αἰσχύνης γέμω, πῶς δύναμαι προσελθεῖν;
 [00283]  ὡς ἐὰν φοβηθῇς προσελθεῖν ἐνεπόδισας αὐτοῦ τῇ ἀγαθότητι, διεκώλυσας αὐτοῦ τῆς χρηστότητος τὴν δαψίλειαν, τό γε εἰς σὲ ἧκον.
000-00-00 Serial Number=0460728645
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00459]  Εἰ δέ τις νόθα τινὰ διηγεῖτο, μηδαμοῦ ἐῶμεν, ὅπερ ἔφην, τινὰ αὐτῷ προσελθεῖν.
000-00-00 Serial Number=0808713138
De incomprehensibili dei natura Ante [Go Back]  
 [01073]  Ἐπειδὴ γὰρ ἀφελόμενοςαὐτοῦ τὰ χρήματα καὶ τὸ σῶμα πατάξας, εἶδεν εὐχάριστον γενόμενον, οὐκέτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν.
000-00-00 Serial Number=0943653703
De jejunio de Davide Ante [Go Back]  
 [00072]  Ἐγὼ ἔχω τῷδε τῷ πρεσβυτέρῳ προσελθεῖν, καὶ ἐξομολογήσασθαι αὐτῷ τὰς ἁμαρτίας μου, τῷ πολλάκις πλείονά μου πταίσαντι;
 [00129]  Ὥστε, ἄνθρωπε, εἰ διὰ τοῦτο οὐ βούλει προσελθεῖν τῇ μετανοίᾳ, ὅτι ἄνθρωπός ἐστιν ὁ ἱερεὺς ἁμαρτωλὸς, μηδὲ βαπτισθῇς·
000-00-00 Serial Number=0189649880
De mutatione nominum Ante [Go Back]  
 [00189]  μεῖζον ἄρα τῶν ἄλλων [51.121] ἁπάντων σημεῖον ἐγένετο τὸ Παῦλον προσελθεῖν τῷ Χριστῷ μετὰ τὸν σταυρὸν καὶ τὸν τάφον.
 [00200]  Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τίς Παῦλον ἔπεισε προσελθεῖν τῷ Χριστῷ;
 [00207]  προσελθεῖν γὰρ ὅλως, ἢ στῆναι, ἢ διᾶραι στόμα, φανῆναι δὲ ὅλως ὑπέμενον;
000-00-00 Serial Number=0936707735
De paenitentia [1] Ante [Go Back]  
 [01131]  Καὶ γὰρ Μωϋσῆς καὶ Ἠλίας, οἱ πύργοι τῶν ἐν τῇ Παλαιᾷ προφητῶν, καίτοι καὶ ἀπὸ τῶν ἄλλων ὄντες λαμπροὶ καὶ μεγάλοι, καὶ πολλὴν ἔχοντες παῤῥησίαν, ὅτε ἐβούλοντο προσελθεῖν τῷ Θεῷ καὶ διαλεχθῆναι, ὡς ἀνθρώπῳ δυνατὸν ἦν, πρὸς ταύτην κατέφυγον, καὶ διὰ τῶν ταύτης αὐτῷ προσεφέροντο χειρῶν.
000-00-00 Serial Number=0927895010
De petitione matris filiorum Zebedaei Ante [Go Back]  
 [00227]  εἶτα μητέρα ἀθλητὰς ἔχουσαν δύο παῖδας, προσελθεῖν μετὰ τῶν παίδων αὐτῆς τῷ ἀγωνοθέτῃ, καὶ λέγειν·
000-00-00 Serial Number=0194750667
De proditione Judae Ante [Go Back]  
 [00313]  Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ προσελθεῖν τραπέζῃ.
000-00-00 Serial Number=0860431254
De profectu evangelii Ante [Go Back]  
 [00317]  Κἂν ἀπροστάτευτοι καὶ ἔρημοι ὦμεν, μὴ ἀπαγορεύωμεν, εἰδότες ὅτι μεγάλη προστασία, τὸ αὐτὸν δι' ἑαυτοῦ προσελθεῖν τῷ Θεῷ μετὰ προθυμίας πολλῆς.
000-00-00 Serial Number=0902146816
De pseudoprophetis Ante [Go Back]  
 [00240]  πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ;
 [00402]  πῶς δὲ τολμῶσι προσελθεῖν τοῖς θείοις μυστηρίοις οἱ χείρονες τῶν Ἑλλήνων ὑπάρχοντες;
000-00-00 Serial Number=0348228157
De sacerdotio Ante [Go Back]  
 [01062]  Μετὰ τοσαῦτα κατορθώματα, μετὰ τοὺς μυρίους στεφάνους, ηὔξατο εἰς γέενναν ἀπελθεῖν καὶ αἰωνίῳ παραδοθῆναι κολάσει ὑπὲρ τοῦ τοὺς πολλάκις αὐτὸν καὶ λιθάσαντας καὶ ἀνελόντας, τό γε αὐτῶν μέρος, Ἰουδαίους σωθῆναι καὶ τῷ Χριστῷ προσελθεῖν.
000-00-00 Serial Number=0233800054
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00050]  οὕτω δὴ καὶ αὕτη εἰς αὐτὰς τῶν θηρατῶν ἐμπεσοῦσα τὰς χεῖρας, καὶ καθάπερ δικτύοις τοῖς τοίχοις ἔνδον ἐναπειλημμένη, ἀνέδραμεν οὐκ εἰς ὄρους κορυφὴν, ἀλλ' εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν, ἔνθα λοιπὸν οὐκ αὐτοὺς ἔτι προσελθεῖν δυνατὸν ἦν·
000-00-00 Serial Number=0093136609
De sancta trinitate Ante [Go Back]  
 [00274]  Εἰ γὰρ ᾔδει ἀκριβῶς, ὅτι Θεὸς ἦν, οὐκ ἂν ἐτόλμησεν αὐτῷ προσελθεῖν·
000-00-00 Serial Number=0404470205
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00061]  Καθάπερ γὰρ ἐπὶ τῶν ἀποστόλων ὅσοι προσελθεῖν καὶ ἐγγὺς γενέσθαι οὐκ ἴσχυον, τῆς σκιᾶς αὐτῶν ἐκτεινομένης, καὶ τῶν πόῤῥωθεν ἁπτομένης, τὴν αὐτὴν ἐπεσπῶντο χάριν, καὶ ὁμοίως ὑγιαίνοντες ἀπῄεσαν·
 [00062]  οὕτω δὴ καὶ νῦν ὅσοι προσελθεῖν οὐκ ἴσχυον, ὥσπερ τινὸς δόξης πνευματικῆς ἀπὸ τῆς ἁγίας ἐκείνης κεφαλῆς ἐκπεμπομένης, καὶ πρὸς τοὺς ποῤῥωτάτω διικνουμένης αἰσθανόμενοι, πάσης εὐλογίας ἀπὸ τῆς θεωρίας μόνης πληρούμενοι πάντες ἀπῄεσαν.
000-00-00 Serial Number=0489939630
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00480]  Ἂν μὲν γὰρ εἰς μῆκος ἐκτείνῃς τὸν λόγον, ὀλιγωρήσας πολλάκις, πολλὴν ἔδωκας τὴν ἄδειαν τῷ διαβόλῳ προσελθεῖν καὶ ὑποσκελίσαι, καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων·
 [01689]  Καὶ ὅρα, αὐτῷ μὲν τῷ Χριστῷ οὐκ ἐτόλμησαν προσελθεῖν, τῷ Πέτρῳ δέ·
 [02518]  Ἀφελόμενος γὰρ αὐτοῦ τὰ χρήματα, καὶ τὸ σῶμα πατάξας, ἐπειδὴ εἶδεν εὐχάριστον μᾶλλον γινόμενον, οὐκ ἔτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν.
000-00-00 Serial Number=0112620711
Epistula ad monachos Ante [Go Back]  
 [00035]  Ἂν γὰρ εἰς μῆκος ἐκτείνῃς τὸν λόγον, ὀλιγωρήσας πολλάκις πολλὴν ἔδωκας τῷ διαβόλῳ τὴν ἄδειαν προσελθεῖν καὶ ὑποσκελίσαι σε καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων.
000-00-00 Serial Number=0794809401
Expositiones in Psalmos Ante [Go Back]  
 [00085]  οὐκ ἔστιν εἰπὼν, Νῦν οὐ δυνατὸν προσελθεῖν, μετὰ ταῦτα παραγενοῦ·
 [00087]  Οὐκ ἔστιν εἰπεῖν ∆έδοικα προσελθεῖν, καὶ δεηθῆναι·
 [02431]  Ταῦτα παθόντος, οὐδεὶς ἐτόλμησε προσελθεῖν τῶν αὐτοῦ, καὶ καθελεῖν αὐτὸν, τοσαύτης γενομένης σχολῆς.
000-00-00 Serial Number=0535047531
Homilia de capto Eutropio Ante [Go Back]  
 [00613]  Οὐ τολμᾷ ἐμοὶ προσελθεῖν.
 [00618]  μᾶλλον δὲ ἀφῶ αὐτὸν καὶ προσελθεῖν.
000-00-00 Serial Number=0641420543
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00165]  Ἄλλως δὲ καὶ εἰς αἰσχύνην Ἰουδαίων τοῦτο γίνεται, ὅτι ἐκεῖνοι μὲν ἐστασίαζον [ἐδίσταζον] προσελθεῖν, οὗτοι δὲ καὶ μακρὰν ἀποδημίαν ἐστείλαντο, ὥστε αὐτὸν ἰδεῖν καὶ προσκυνῆσαι, καὶ περιιόντες λέγουσι·
000-00-00 Serial Number=0278539300
In Acta apostolorum Ante [Go Back]  
 [06086]  Εἰ γοῦν προσῆλθεν, ὡς ἔδει προσελθεῖν, κἂν ἀπεδέχθη, κἂν ὡς λοιμὸς οὐκ ἠλάθη.
 [06678]  καὶ οὕτω τὸ Πνεῦμα προστάττει προσελθεῖν, καὶ κολληθῆναι τῷ ἅρματι.
 [09999]  Ἔνθα ἐλεημοσύνη, οὐ τολμᾷ προσελθεῖν ὁ διάβολος, οὐδὲ ἄλλο τι τῶν δεινῶν.
 [09999]  Καὶ μὴν ἐχρῆν προσελθεῖν, ἐχρῆν αἰτιάσασθαι, δικαστήριον συγκροτῆσαι·
 [09999]  ∆ιὰ τί οὐ θέλεις προσελθεῖν;
 [09999]  ὥστε μετανοῆσαι καὶ προσελθεῖν τῷ Θεῷ.
 [09999]  Εἰκὸς δὲ καὶ μετὰ τὸ ἀποσταλῆναι αὐτὸν, προσελθεῖν τοὺς ἀρχιερεῖς αἰτοῦντας, καὶ καταισχυνθῆναι ἀπράκτους ἀπολυθέντας.
 [09999]  προσελθεῖν δὲ καὶ τὸ ἐσχισμένον ῥάψαι αἰσχύνεται·
000-00-00 Serial Number=0685969651
In Joannem Ante [Go Back]  
 [01923]  ∆ιὰ τοῦτο ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα καὶ προσελθεῖν αὐτῷ καὶ διαλεχθῆναι καὶ συναναστραφῆναι δυνηθῶμεν μετὰ ἀδείας πολλῆς.
 [03907]  Ἐχρῆν δὲ τοὺς δεομένους προσελθεῖν, καὶ δεηθῆναι, οὐκ ἐπειδὴ τούτου χρῄζω, ἀλλ' ἵνα αὐτοὶ τὸ γινόμενον μετὰ πολλῆς δέξωνται τῆς συγκαταθέσεως.
 [05021]  Τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν;
 [05054]  Πολλῶν γοῦν ἔστιν ἀκοῦσαι καὶ νῦν Ἑλλήνων λεγόντων, διὰ τοῦτο μὴ δύνασθαι πρὸς τὴν πίστιν τὴν ἡμετέραν προσελθεῖν, διὰ τὸ μὴ δύνασθαι μέθης, καὶ πορνείας, καὶ τῶν τοιούτων ἀφίστασθαι πλημμελημάτων.
 [05780]  Ἰουδαῖοι δὲ οὐ μόνον οὐκ ἐκάλουν, ἀλλὰ καὶ τοὺς βουλομένους προσελθεῖν ἐκώλυον καὶ ἐνεπόδιζον·
 [05992]  Εἰ γὰρ ἐν οἰκίᾳ, ἔνθα ἂν Εὐαγγέλιον ᾖ κείμενον, οὐ τολμήσει προσελθεῖν ὁ διάβολος, πολλῷ μᾶλλον ψυχῆς νοήματα τοιαῦτα περιφερούσης οὐχ ἅψεταί ποτε, οὐδὲ ἐπιβήσεται δαίμων, ἢ ἁμαρτίας φύσις.
000-00-00 Serial Number=0944818735
In Psalmum 139 Ante [Go Back]  
 [00037]  Ἀλλ' ὅμως φθονήσας τῷ Ἰὼβ, οὐκ ἐτόλμησεν αὐτῷ προσελθεῖν δίχα προστάγματος θεϊκοῦ.
000-00-00 Serial Number=0412351072
In Samaritanam Ante [Go Back]  
 [00071]  οὐκ ἐτόλμα προσελθεῖν, καὶ ὁ ἰχθὺς ἀπὸ τῶν δικτύων ἐξέφυγε, καὶ οὐκ ἐσαγηνεύετο, ἀλλ' ἀπεπήδα·
000-00-00 Serial Number=0215015292
In adorationem venerandae crucis Ante [Go Back]  
 [00166]  Ἀλλ' οἱ βουλόμενοι νουνεχῶς καὶ νηφόντως τῷ σταυρῷ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσελθεῖν, καὶ συγχώρησιν ἁμαρτιῶν λαβεῖν, πρὸ μὲν πάντων ἀλήθειαν ἀγαπήσατε, καὶ ἀσέβειαν διώξατε, ἀλλοτρίων πραγμάτων ἐπιθυμηταὶ μὴ γίνεσθε.
 [00167]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, βουλὰς πονηρὰς ἀφ' ὑμῶν ἀποῤῥίψατε, ἐπὶ ὁρκίαν θείως πορεύεσθε, εἰς βόθρον ἁμαρτίας ἑαυτοὺς μὴ ῥίψατε, ἐπιορκίαν καὶ βλασφημίαν πόῤῥω ἀφ' ὑμῶν ἀπώσασθε.
 [00168]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, γνόφον ἁμαρτίας μὴ ἐνδύσησθε, ἀλλὰ γνησίως τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξατε.
 [00169]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, δόλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, καὶ δυσσέβειαν διώξατε, δανεῖσαι ἐν τόκῳ ἢ ἐν πλεονασμῷ μὴ θελήσητε, τοὺς γονεῖς ἡμῶν ὁλοψύχως τιμήσατε καὶ δοξάσατε καὶ ἀγαπήσατε καὶ ποθήσατε.
 [00170]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ἐκριζώσατε ἀφ' ἑαυτῶν βουλὰς πονηρὰς, ὁπλίσατε ἑαυτοὺς ἐννοίαις ἀγαθαῖς, ἑτοιμάσατε ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθόν.
 [00171]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, ζῆλον ἀπὸ καρδιῶν ὑμῶν ἀποῤῥίψατε, ζημιῶσαι τὸν πλησίον μὴ ποθήσητε, ζύγια καὶ μέτρα ληψὰ τῶν ἐπιθετῶν μὴ ποιήσητε, ζυγῷ ἀνδρὸς, τουτέστιν, ἀλλοτρίᾳ γυναικὶ, μὴ συγγίνεσθε, καὶ ἀλλήλους ἀγαπῶντες ποθήσατε, ἡδυνθῆναι ἐν κακῷ μὴ θελήσητε, ἔθος πονηρὸν ἀπελάσατε.
 [00172]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, θέας ματαίας καταλείψατε, θυμὸν καὶ ὀργὴν κατασβέσατε, θλῖψαί τινα μὴ ποθήσατε, φόνον ἀπὸ καταπλοκῆς καὶ διάλογον ψευδῆ μὴ ποιήσατε.
 [00173]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, εἰς ψεῦδος μὴ αὐλισθῆτε, καὶ εἰς ἐπιθυμίας αἰσχρὰς καὶ ψυχοβλαβεῖς μὴ τρέπεσθε, ἀλλ' ὁλοψύχως τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξατε.
 [00174]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, κρίσιν καὶ δικαιοσύνην ποιήσατε, τὸ καλὸν καὶ ἀγαθὸν ποθήσατε, καὶ εἰς μάχας καὶ ὕβρεις μὴ τρέπεσθε.
 [00175]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, λόγους ἀληθείας λαλήσῃ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, λαγνείαν πᾶσαν βδελύξασθε, καὶ ἀσέλγειαν διώξατε.
 [00176]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, τὴν ἀθέμιτον πρᾶξιν, τὴν βλαβερὰν καὶ ψυχοοικοφθόρον ἁμαρτίαν τῆς μοιχείας μὴ ποιήσατε·
 [00184]  Οἱ βουλόμενοι τῷ σταυρῷ προσελθεῖν, καταλαλιὰν μισήσατε, μνησικακίαν βδελύξασθε, ἐλεεῖν πτωχοὺς μὴ παύσησθε, ἐπισκέπτεσθαι ἀῤῥώστους μὴ ὀκνήσητε, φιλαργυρίαν μὴ ποθήσητε, τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι μὴ παύσησθε.
 [00207]  Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ τραπέζῃ προσελθεῖν, καὶ τῇ ἀναιμάκτῳ θυσίᾳ προσιέναι.
000-00-00 Serial Number=0378738940
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01563]  Καὶ ἐπειδὰν προληφθῇ ἐν συνηθείᾳ ἡ ψυχὴ, οὐκ ἀφίσταται, οὐδὲ ἀνέχεται μὴ πρότερον αὐτὰ πληρώσασα προσελθεῖν τῇ εὐχῇ.
000-00-00 Serial Number=0609919071
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01542]  εἰ γὰρ ὡς ψευδεῖ προσεῖχον, οὐδὲ προσελθεῖν ἦν εἰκός·
 [03888]  οὐ γὰρ ἂν τολμήσαιεν τοῖς πλουσιωτέροις προσελθεῖν.
 [09999]  πλὴν εἰ μὴ καὶ τοὺς θηριομάχους ζηλωτοὺς εἶναι φαίης, ὅτι τὰ πολυτί-μητα ἐκεῖνα θηρία κατακλείσαντες ἑαυτοῖς φυλάτ-τουσιν οἱ τοὺς τοιούτους τιθέντες ἀγῶνας, αὐτοὶ μέντοι οὐ προσελθεῖν, οὐχ ἅψασθαι τολμῶντες, ἀλλ' ἀγω-νιῶντες αὐτὰ καὶ τρέμοντες.
000-00-00 Serial Number=0436825454
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00493]  Καὶ ἐνταῦθα δὲ καὶ δαίμονες καὶ κακίαι πᾶσαι προσελθεῖν οὐ τολμῶσιν οὐδὲ ὑπομένουσιν·
 [01142]  Τοῦτο γὰρ τὸ δεινὸν, ὅτι οὐ καθαρότητι διανοίας, ἀλλὰ διαστήματι χρόνου τὴν ἀξίαν διορίζεις τῆς προσόδου, καὶ τοῦτο εὐλάβειαν εἶναι νομίζεις, τὸ μὴ πολλάκις προσελθεῖν, οὐκ εἰδὼς ὅτι τὸ ἀναξίως προσελθεῖν, κἂν ἅπαξ γένηται, ἐκηλίδωσε·
000-00-00 Serial Number=0332265973
In epistulam ad Colossenses Ante [Go Back]  
 [02007]  Οὐκ ἐπ' ὄψιν πίπτει τὸ παιδίον, οὐ ξύλον ὁρᾷς οὐδὲ πηγὴν, ἀλλ' αὐτὸν εὐθέως περιλαμβάνεις τὸν ∆εσπότην, ἀνακεράννυσαι τῷ σώματι, ἀναφύρῃ τῷ σώματι τῷ ἄνω κειμένῳ, ἔνθα προσελθεῖν οὐκ ἔνι τῷ διαβόλῳ.
000-00-00 Serial Number=0704965413
In epistulam ad Ephesios Ante [Go Back]  
 [00139]  Τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν ἀλλὰ καὶ ἡμέτερον·
 [00790]  Εἰπέ μοι, ἆρα ἂν ἕλοιο χερσὶν ἀνίπτοις τῇ θυσίᾳ προσελθεῖν;
 [00792]  ἀλλ' ἐθέλοις ἂν μηδὲ ὅλως προσελθεῖν, ἢ ῥυπαραῖς χερσίν.
 [00852]  Ἔξεστι μετὰ ταῦτα προσελθεῖν, καὶ ἰδεῖν·
 [01603]  μᾶλλον δὲ οὐ νῦν, ἀλλ' εἴ τις κατὰ τὴν ἡμέραν τοῦ πάσχα πάντας τοὺς προσιόντας καὶ λουομένους, μετὰ τὸ προσελθεῖν τοῖς μυστηρίοις ἐξήτασε σὺν ἀκριβείᾳ, πνεῦμα τοιοῦτον λαβὼν, ὥστε εἰδέναι τὰ πεπραγμένα αὐτοῖς μετὰ ἀκριβείας, πολλὰ ἂν εὑρέθη βαρύτερα τῶν Ἰουδαϊκῶν κακῶν.
 [02203]  Ἰδὼν γὰρ τὸ θαῦμα, καὶ τοῦ φόβου ἀπαλλαγεὶς, οὐκ ἐπελάθετο τῶν συμφερόντων, ἀλλ' ἐν τοσούτῳ κινδύνῳ περὶ τῆς σωτηρίας ἐφρόντιζε τῆς κατὰ ψυχὴν, καὶ ὡς ἐχρῆν διδασκάλοις προσελθεῖν, οὕτω προσῆλθε·
 [02417]  οὐ γὰρ ἐτόλμα προσελθεῖν εἰς τὸ δεσμωτήριον τὸ ἔνδον, ὅπερ αὐτοῖς διὰ τοῦ πυρὸς κατεσκεύασε.
000-00-00 Serial Number=0847304106
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01102]  Ἀλλ' ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν, ἀλλ' ὥσπερ τὸ ἄριστον τὸ ἐν τῷ Εὐαγγελίῳ πᾶσι μὲν ηὐτρέπιστο, ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἐλθεῖν οἱ κληθέντες, οὐ συνεῖλε τὰ προκείμενα, ἀλλ' ἑτέρους ἐκάλεσεν·
000-00-00 Serial Number=0326476991
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00027]  ἂν δὲ τῶν θαυμαστῶν καὶ σφόδρα ζηλωτῶν καὶ τὰ ἐκείνων φρονούντων, μάλιστα αὐτοὺς ἀλγύνει, καὶ μεθ' ὑπερβολῆς λυπεῖ, ἅτε μάλιστα αὐτῶν καθαιρῶν τὸ δόγμα, τῷ προσελθεῖν ἄλλοις ἐκείνων ἀποπηδήσαντα.
 [02321]  οὐ γὰρ δύναται μετὰ παῤῥησίας ὁ τοιοῦτος προσελθεῖν.
 [05356]  ∆ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἐπιφωνεῖ τότε τοὺς ἁγίους καλῶν, καὶ διὰ τῆς φωνῆς ταύτης μωμοσκοπῶν ἅπαντας, ὥστε μὴ προσελθεῖν τινα ἀπαράσκευον.
 [05775]  τὸ δὲ μετὰ ἀληθείας προσελθεῖν καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον.
 [05881]  ἐκεῖνοι μὲν λέγοντες, ὅτι οὐκ ἀσφαλὲς αὐτοῖς τῷ βαπτίσματι προσελθεῖν, εἴ γε οὐκ ἔστιν ἄφεσις δευτέρα·
000-00-00 Serial Number=0107891440
In epistulam ad Philippenses Ante [Go Back]  
 [01125]  οὐκ ἤκουσας, ὅτι ἀνάθεμα ηὐχόμην γενέσθαι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τοῦ πολλοὺς αὐτῷ προσελθεῖν;
 [02953]  τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν.
 [03585]  ∆ιὰ τί δὲ οὐκ ἀφίησι τῷ Χριστῷ προσελθεῖν ὁ νόμος;
000-00-00 Serial Number=0294348776
In epistulam ad Romanos Ante [Go Back]  
 [02049]  Ἐπάρας τοίνυν τὸν ἀκροατὴν διὰ τοῦ εἰπεῖν, ὅτι ἔνδειξις τῆς τοῦ Θεοῦ δικαιοσύνης ἐστὶ τὰ γινόμενα, πάλιν τῷ φόβῳ ὠθεῖ τὸν ὀκνοῦντα καὶ ἀναδυόμενον προσελθεῖν, οὕτω λέγων·
 [02787]  ἂν μὴ τὴν ἔρημον ὁδεύοντας ἡμᾶς ἴδῃ, οὐ θαῤῥεῖ προσελθεῖν·
 [06140]  Εἰ οὖν πάντες ἥμαρτον, πῶς οἱ μὲν ἐσώθησαν, οἱ δὲ ἀπώλοντο, Ὅτι μὴ πάντες προσελθεῖν ἠβουλήθησαν·
 [06977]  Καὶ γὰρ καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, οὐδὲ οὕτως ἐβουλήθησαν προσελθεῖν.
 [07097]  φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἠδυνήθημεν προσελθεῖν, ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα·
 [07102]  Τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα;
 [07415]  Καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν, ἐκείνους προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν·
 [07423]  ἐπεσπάσατο λοιπὸν τὰ ἔθνη, ἵνα ἡ ἐκείνων τιμὴ δάκνουσα αὐτῶν τὴν ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν.
000-00-00 Serial Number=0580374718
In evangelii dictum et de virginitate Ante [Go Back]  
 [00085]  Οἱ γὰρ τῷ ἁγίῳ ἁγίως προσελθεῖν βουλόμενοι, ἐὰν μὲν κατορθώσωσιν ἐνταῦθα, μεγάλων καὶ λαμπρῶν στεφάνων τυγχάνουσιν·
000-00-00 Serial Number=0873603046
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00131]  ἀλλὰ καλεῖ μὲν, ἀναμένει δὲ ὥστε ἑκόντας καὶ βουληθέντας οἴκοθεν προσελθεῖν·
 [00133]  Ἐπειδὴ γὰρ καὶ ὁ διάβολος μετὰ τὸ τῇ πίστει προσελθεῖν ἡμᾶς, εὐθέως ἐπεισέρχεται, τὴν καλὴν ταύτην ῥίζαν ἀνασπάσαι βουλόμενος, καὶ τὰ ζιζάνια σπεῖραι ἐπειγόμενος, καὶ τοῖς γνησίοις καὶ καθαροῖς λυμήνασθαι σπέρμασι, δεόμεθα τῆς τοῦ Πνεύματος βοηθείας τότε, ἵνα, καθάπερ γεωργὸς φιλόπονος, ἐγκαθεζόμενος ἡμῶν τῇ ψυχῇ, πολλῇ τῇ φειδοῖ καὶ προνοίᾳ τειχίζῃ πάντοθεν τὸ νεοπαγὲς τῆς πίστεως φυτόν.
000-00-00 Serial Number=0477499604
In novam dominicam et in apostolum Thomam Ante [Go Back]  
 [00074]  Ὢ φιλανθρωπίας ἀπεράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβούλετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ' αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθούμενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ ∆εσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν εἰπὼν πρὸς αὐτόν·
000-00-00 Serial Number=0402565300
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00254]  ἀναχωρήσουσιν οἱ συνειλεγμένοι, δυνησόμεθα κατιδίαν αὐτῷ προσελθεῖν, καὶ περὶ τούτων ἀνακοινώσασθαι.
000-00-00 Serial Number=0854602098
In pharisaeum et meretricem Ante [Go Back]  
 [00015]  λέγω γὰρ αὐτῆς τέως τὸ ἐπίψογον ὄνομα (ἵνα γνῶμεν τίς οὖσα πρότερον, τί γέγονεν ὕστερον), βούλομαι ταύτην εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἀγαγεῖν, ἵνα μάθωμεν καὶ ἡμεῖς παρ' αὐτῆς, πῶς ὀφείλωμεν τῷ Χριστῷ προσελθεῖν, καὶ λαβεῖν τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγήν.
000-00-00 Serial Number=0504290044
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01802]  Ὅρα αὐτὸν πρὸ τῆς προθεσμίας οὐ τολμῶντα προσελθεῖν τῷ ∆εσπότῃ.
000-00-00 Serial Number=0475331187
Non esse desperandum Ante [Go Back]  
 [00240]  Τούτων ἕκαστος εἰ εἶπεν, ὅτι Ἁμαρτωλός εἰμι, ὅτι Κατῃσχυμμένος εἰμὶ, καὶ διὰ τοῦτο οὐκ ὀφείλω προσελθεῖν, οὐκ ἂν ἤνυσέ τι πλέον.
000-00-00 Serial Number=0989392817
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00108]  Καὶ καθάπερ ἐπὶ τῶν ἀρχόντων, ἐπειδὰν οἱ τῆς τάξεως καὶ περὶ αὐτὸν ὄντες τὸν ἄρχοντα ἀπεχθῶς ἔχωσι πρὸς τοὺς ἐντυγχάνοντας, διὰ τῶν ῥάβδων πόῤῥωθεν αὐτοὺς ἀπελαύνουσι, κωλύοντες προσελθεῖν καὶ ἀποδύρασθαι καὶ φιλανθρωπίας τυχεῖν·
000-00-00 Serial Number=0603152752
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00378]  τίς δὲ ὅλως τολμήσει προσελθεῖν, τίς δὲ ἅψασθαι πεπυ ρωμένης ψυχῆς ἄνθρωπος ὤν;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»