Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum προαίρεσις [81]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum προαίρεσις


000-00-00 Serial Number=0278805315
Ad illuminandos catecheses Ante [Go Back]  
 [00053]  Τοιαύτη τῆς ὑμετέρας διανοίας ἡ παρασκευὴ, τοιοῦτοι παρ' ὑμῖν οἱ λογισμοὶ, τοιαύτη τῆς ψυχῆς ἡ προαίρεσις.
000-00-00 Serial Number=0015188694
Adversus Judaeos Ante [Go Back]  
 [00273]  Καὶ ἵνα μάθητε, ὅτι οὐχ ἁγιάζει τὸν τόπον τὰ βιβλία, ἀλλὰ βέβηλον ποιεῖ τῶν συνιόντων ἡ προαίρεσις, ἱστορίαν ὑμῖν διηγήσομαι παλαιάν.
 [00356]  ἀλλ' ἵνα μάθῃς, ὅτι τῇ προαιρέσει τῶν προσφερόντων προσέχων ὁ Θεὸς καὶ δέχεται καὶ ἀποστρέφεται τὰς θυσίας, τὴν μὲν κνίσσαν καὶ τὸν καπνὸν ὀσμὴν εὐωδίας καλεῖ, τὸ δὲ θυμίαμα βδέλυγμα, ἐπειδὴ πολλῆς δυσωδίας ἡ τῶν προσαγαγόντων προαίρεσις ἔγεμεν.
000-00-00 Serial Number=0904610336
Adversus ebriosos et de resurrectione domini nostri Jesu Chr Ante [Go Back]  
 [00044]  κτίσμα γάρ ἐστι Θεοῦ, Θεοῦ δὲ κτίσμα οὐδὲν ποιεῖ πονηρὸν, ἀλλὰ προαίρεσις πονηρὰ ποιεῖ μέθην.
000-00-00 Serial Number=0878130078
Commentarius in Job Ante [Go Back]  
 [00993]  τὸ πρόσωπον συμπαθούσης ἦν, τὰ ῥήματα ὠμὰ καὶ ἀπάνθρωπα, ἡ προαίρεσις καὶ ἡ διάθεσις συναλγούσης, ἀλλ' ἡ συμβουλὴ κατὰ κρημνῶν ἐνεγκεῖν βουλομένης.
000-00-00 Serial Number=0219716847
Contra theatra Ante [Go Back]  
 [00283]  Ἀβραὰμ δὲ ἐφέστηκεν ἤδη τῷ τόπῳ τῆς λειτουργίας, εἴσω λοιπὸν τοῦ ἀγῶνος γενόμενος, ἐν ᾧ φύσις μὲν καὶ προαίρεσις μάχεται, στεφανοῦται δὲ γνώμη κατὰ τῆς φύσεως, καὶ φέρει φιλοθεΐα δικαίως κατὰ φιλοτεκνίας τὰ νικητήρια.
000-00-00 Serial Number=0846018553
De Anna i Ante [Go Back]  
 [00100]  Οὐχ ἁπλῶς ἡμῖν ταῦτα εἴρηται, ἀλλ' ἵνα μάθῃς, ὅτι προαίρεσις φύσεως δυνατωτέρα, καὶ αὕτη μᾶλλον ἐκείνης καὶ υἱοὺς καὶ πατέρας ποιεῖν εἴωθε.
000-00-00 Serial Number=0701427400
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00410]  Ἀλλ' αὕτη τῶν δαιμόνων ὑμῶν ἡ προαίρεσις βδελύττεσθαι μὲν τὰ βδελυκτὰ τιμᾶν δὲ καὶ ἀποδέχεσθαι τὰ παντὸς ἄξια μίσους καὶ ἀποστροφῆς.
000-00-00 Serial Number=0869758964
De Lazaro Ante [Go Back]  
 [01068]  καίτοι ἡ φύσις τῶν βασάνων θλῖψιν εἴωθεν ἐμποιεῖν καὶ ὀδύνην, ἀλλ' ἡ προαίρεσις τῶν μαστιγωθέντων καὶ τὴν φύσιν τῶν πραγμάτων ἐνίκησε.
 [01128]  οὕτως οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα καὶ τοῦτο κἀκεῖνο ἐργάζεται.
 [01705]  Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθεν·
000-00-00 Serial Number=0348589957
De diabolo tentatore Ante [Go Back]  
 [00533]  Πανταχοῦ γὰρ ἡ προαίρεσις αἰτία, πανταχοῦ ἡ γνώμη κυρία·
 [00767]  Ὅτι ἡ προαίρεσις οὐκ ἀφῆκεν·
000-00-00 Serial Number=0398119926
De eleemosyna [4] Ante [Go Back]  
 [00096]  Ὅπου γὰρ ἀγαθὴ προαίρεσις, ἐκεῖ δαψιλὴς χορηγία.
000-00-00 Serial Number=0478961170
De fato et providentia Ante [Go Back]  
 [00213]  Εἰ μὲν γὰρ κυρία καὶ δυνατωτέρα ἐστὶ τῆς γενέσεως ἡ προαίρεσις, οὐκ ἂν εἴη γένεσις·
000-00-00 Serial Number=0485643983
De jejunio [2] Ante [Go Back]  
 [00160]  Οὐκ ἔστιν ἐγκαλέσαι, ὅπου ἐστὶ προαίρεσις;
000-00-00 Serial Number=0905475914
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00617]  ἀλλ' ἡ προαίρεσις μεγάλη, καὶ ἡ προθυμία λαμπρά·
 [00832]  Μᾶλλον γὰρ ἡ προαίρεσις οὕτω διαλάμπει·
 [00868]  οὐκ ἀκούεις καὶ τῆς ἔξωθεν παροιμίας λεγούσης, ὅτι δευτέρα φύσις ἡ προαίρεσις γίνεται ἐκ συνηθείας;
 [00870]  Ὁρᾷς ὅτι δυνατὸν καὶ τὴν ἀπὸ τῆς φύσεως ἔχειν στερρότητα, ἐὰν προαίρεσις ᾖ γενναία καὶ διεγηγερμένη, καὶ πλείονα καρποῦσθαι τὸν ἔπαινον τόν γε ἑλόμενον καὶ βουληθέντα, ἢ ἀναγκασθέντα καλὸν εἶναι;
000-00-00 Serial Number=0763839006
De mutatione nominum Ante [Go Back]  
 [00186]  ἐνταῦθα δὲ προαίρεσις ἦν τοῦ πεισθῆναι, καὶ τοῦ μὴ πεισθῆναι κυρία·
 [00941]  ἵνα μάθῃς ὅτι οὐχ ἡ κλῆσις μόνον προσήγαγε τὸν Παῦλον, ἀλλὰ καὶ ἡ αὐτοῦ ἐκείνου προαίρεσις.
000-00-00 Serial Number=0522673070
De paenitentia [1] Ante [Go Back]  
 [00868]  Ἀλλ' ὅμως ἡ προαίρεσις τὸ ἴδιον ἔδειξε, τῆς δὲ φύσεως ἡ ἀσθένεια ἠλέγχετο.
000-00-00 Serial Number=0181900859
De proditione Judae Ante [Go Back]  
 [00107]  Εὐόλισθον ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτον ἡ προαίρεσις·
 [00484]  Τοσοῦτόν ἐστι ῥᾳθυμία κακὸν καὶ προαίρεσις διεφθαρμένη.
 [00508]  Εὐόλισθος γὰρ ἡμῶν ἡ γνώμη, εὐπερίτρεπτος ἡ προαίρεσις·
000-00-00 Serial Number=0584527552
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00312]  καὶ γὰρ θύματα προσήγαγε λογικὰ, καὶ χειροτονία αὐτῇ ἡ προαίρεσις γέγονε·
000-00-00 Serial Number=0673217297
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00079]  Οὐχ οἱ νεκροὶ μίασμα, πονηρότατε δαῖμον, ἀλλὰ προαίρεσις πονηρὰ μύσος ἐστίν.
000-00-00 Serial Number=0204938591
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [06277]  ἡ γὰρ φύσις τὸ ἴδιον ἀσπάζεται, εἰ καὶ ἡ προαίρεσις τοὐναντίον αἱρεῖται.
 [06513]  ὅπως δὲ ψυχὴ καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχεις λόγον.
 [08264]  Ὁρᾷς πῶς αὐτῶν φονικὴ ἦν ἡ προαίρεσις;
000-00-00 Serial Number=0153903127
Epistula ad abbatem Ante [Go Back]  
 [00052]  Συνεργεῖ γὰρ τῇ ἀκοῇ τῶν καλῶν προαίρεσις οὐκ ἀγαθή·
000-00-00 Serial Number=0862124264
Expositiones in Psalmos Ante [Go Back]  
 [01301]  ἂν μὲν γὰρ μετὰ τοῦ ἰατροῦ, καὶ τῆς τέχνης, καὶ τῶν φαρμάκων, καὶ ἡ προαίρεσις ᾖ τοῦ κάμνοντος, ἐκράτησαν τοῦ νοσήματος·
000-00-00 Serial Number=0509616613
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02760]  Φονικὴ, φησὶν, ἡ προαίρεσις·
000-00-00 Serial Number=0938172281
Fragmenta in Job Ante [Go Back]  
 [00210]  Ἑκατέρων γὰρ εἰς ἑαυτοὺς προτρεπόντων, τῶν μὲν ἁγίων ἀγγέλων εἰς τὰ ἀγαθὰ, τῶν δὲ ἀλιτηρίων δαιμόνων εἰς τὰ φαῦλα, ἡ ἡμετέρα προαίρεσις τῷ αὐτεξουσίῳ τετιμημένη, εἰς ὃ ἂν θελήσῃ μέρος προχωρεῖ.
000-00-00 Serial Number=0476907134
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Γυναικώδης αὕτη ἡ προαίρεσις καὶ παιδική.
000-00-00 Serial Number=0574997008
In Ecclesiasten Ante [Go Back]  
 [00419]  Καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
000-00-00 Serial Number=0575344086
In Heliam et viduam Ante [Go Back]  
 [00135]  Ἀλλ' ὅμως ἡ θαυμαστὴ καὶ θεία προαίρεσις πολὺ τῶν ἄλλων αὐτὸν ὑψηλότερον ἔδειξεν.
000-00-00 Serial Number=0377952754
In Psalmum 118 Ante [Go Back]  
 [00401]  Καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος.
 [01081]  καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις τοῦ πνεύματος.
000-00-00 Serial Number=0496677041
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00733]  ∆ιὰ τί, Ἡ γὰρ προαίρεσις κρίνεται, καὶ οὐχ ἡ δόσις.
000-00-00 Serial Number=0748353302
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00629]  ἡ γὰρ προαίρεσις τοῦ προσιόντος λοιπὸν ἐργάζεται τὸ πᾶν, καὶ ἡ τοῦ Θεοῦ χάρις·
 [03775]  Ψυχὴ γὰρ ψυχῆς οὐδὲν διαφέρει, καθὸ ψυχὴ, ἀλλ' ἡ προαίρεσις δείκνυσι τὴν διαφοράν.
 [07730]  Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ' ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται.
000-00-00 Serial Number=0607277155
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00882]  Μᾶλλον δὲ οὐ πλοῦτος, οὐδὲ πενία, ἀλλ' ἡ μὴ δυναμένη τούτοις ἑκατέροις προαίρεσις χρήσασθαι.
 [01579]  Κουφότερον γὰρ, εἴγε ἐβουλόμεθα, τῶν σωμάτων ἡ προαίρεσις τὰ τῆς διορθώσεως ἐδέχετο.
000-00-00 Serial Number=0876147687
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00659]  Εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ, ὅτι βλάσφημον ὄντα καὶ ὑβριστὴν καὶ διώκτην ἠλέησε, καὶ ὅτι οὐ μέχρι τούτου ἔστη μόνον, ἀλλὰ καὶ μεγάλων ἑτέρων ἠξίωσε, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνήρηται·
 [02492]  Ἀκάθαρτος ἡ προαίρεσις ἡ μὴ εὐχαριστοῦσα τῷ Θεῷ.
 [03666]  Ταῦτα πάντα ὅσα διήλθομεν, ἐν οἷς δυνάμεθα μιμεῖσθαι τὸν Θεὸν, εἰ μὴ προαίρεσις ἦν, οὐκ ἂν ἦν ἡμῖν δυνατὸν μιμήσασθαι.
 [04062]  Οὐχὶ ἡ προαίρεσις ἡ ἡμετέρα αὐτὴν ἐποίησεν;
 [04063]  Οὐκοῦν δυνήσεται καὶ ἡ προαίρεσις σβέσαι·
000-00-00 Serial Number=0470109820
In epistulam ad Colossenses Ante [Go Back]  
 [02455]  Ἅπαξ γὰρ εἶπε παλαιὸν ἄνθρωπον, δείξας ὅτι οὐ τοῦτό ἐστιν ἄνθρωπος, ἀλλ' ἐκεῖνο, Τῆς γὰρ οὐσίας ἡ προαίρεσις κυριωτέρα, καὶ τοῦτο μᾶλλον ἄνθρωπος, ἢ ἐκεῖνο.
 [02456]  Οὐ γὰρ [62.353] ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ' αὐτὴ ἡ προαίρεσις, καὶ οὐδένα οὔτε φιλοῦμεν, οὔτε μισοῦμεν ᾗ ἄνθρωπος, ἀλλ' ᾗ τοιόσδε ἄνθρωπος.
000-00-00 Serial Number=0674002230
In epistulam ad Ephesios Ante [Go Back]  
 [02213]  Τί γὰρ ὄφελος ἀξιώματος, ὅταν ᾖ ἡ προαίρεσις ἀσθενής;
 [06518]  Ἐπειδὴ τούτων οὐκ αὐτὸς ἦν κύριος μόνον, ἀλλὰ καὶ ἡ ἐκείνων προαίρεσις.
000-00-00 Serial Number=0542488575
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00710]  Ὥστε κἀντεῦθεν δῆλον, ὅτι οὐχ ἡ αὐτὴ προαίρεσις τῶν ἀποστόλων καὶ τούτων, ἀλλὰ καὶ σφόδρα ἐναντία.
 [01925]  Ἀλλὰ οὔτε ὀφθαλμὸς οὔτε τι ἄλλο μέλος αἴτιον, ἀλλ' ἡ πονηρὰ προαίρεσις μόνον.
000-00-00 Serial Number=0184038818
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02437]  Εἰ δέ τινες ἐνεποδίσθησαν ὑπὸ γάμου, ἰδέτωσαν ὅτι οὐχ ὁ γάμος ἐμπόδιον, ἀλλ' ἡ προαίρεσις ἡ κακῶς χρησαμένη τῷ γάμῳ·
 [02438]  ἐπεὶ οὐδὲ ὁ οἶνος ποιεῖ τὴν μέθην, ἀλλ' ἡ κακὴ προαίρεσις, καὶ τὸ πέρα τοῦ μέτρου χρῆσθαι·
 [03835]  ἐνταῦθα δὲ προαίρεσις, πολλὰς δεχομένη μεταβολὰς, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρουμένη·
000-00-00 Serial Number=0455860257
In epistulam ad Philippenses Ante [Go Back]  
 [00738]  Ὁρᾷ ὅτι οὐχ ἡ πενία, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν, ἀλλ' ἡ ἡμετέρα προαίρεσις;
 [00965]  Ὅτι οὐκ αὐτὸ αἴτιον γέγονεν, ἀλλ' ἡ προαίρεσις τῶν κακῶς χρωμένων αὐτῷ.
 [03427]  Οὐχ ὁ πλοῦτος τοῦτο ποιεῖ, ἀλλ' ἡ τοῦ κεκτημένου προαίρεσις·
 [03428]  ὅτι γὰρ προαίρεσις τοῦτο ποιεῖ, σκόπει ἐντεῦθεν·
 [03433]  οὔτε πλοῦτος προξενεῖ τὸν οὐρανὸν, οὔτε πενία τὴν γέενναν, ἀλλ' ἑκάτερα προαίρεσις ἀγαθὴ καὶ μοχθηρά.
 [04711]  οὐ χρημάτων ἐστὶν ὠνητὰ τὰ οὐράνια, οὐ τὰ χρήματα αὐτὰ ἀγοράζει, ἀλλ' ἡ προαίρεσις τοῦ τὰ χρήματα καταβάλλοντος, ἡ φιλοσοφία, τὸ τῶν βιωτικῶν ἀνωτέρω εἶναι, ἡ φιλανθρωπία, ἡ ἐλεημοσύνη.
 [04713]  ἐπειδὴ δὲ οὐ τὸ ἀργύριον, ἀλλ' ἡ προαίρεσις ἴσχυσεν, ἐκείνη πᾶσαν προαίρεσιν ἐπιδειξαμένη, πάντα ἔλαβε.
 [04765]  Οὐ γὰρ ἡ κνίσσα, οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ' ἡ προαίρεσις ἡ προσφέρουσα·
000-00-00 Serial Number=0238479435
In epistulam ad Romanos Ante [Go Back]  
 [04259]  Τουτέστιν, ἵνα δειχθῇ ὅσον κακὸν ἡ ἁμαρτία, ἡ ῥᾴθυμος προαίρεσις καὶ ἡ ἐπὶ τὸ χεῖρον ὁρμὴ, καὶ αὐτὴ δὲ ἡ πρᾶξις καὶ ἡ διεφθαρμένη γνώμη·
 [08096]  Ἐρώτησον τὴν χήραν, καὶ ἀκούσῃ τὸν τρόπον, καὶ εἴσῃ ὅτι οὐχ ἡ πενία ποιεῖ τὴν στενοχωρίαν, ἀλλ' ἡ προαίρεσις καὶ τοῦτο καὶ τοὐναντίον ἅπαν ἐργάζεται·
000-00-00 Serial Number=0533871412
In illud Vidua eligatur Ante [Go Back]  
 [00172]  ὅπως δὲ αὐτῷ ψυχὴ γένοιτο καλὴ καὶ προαίρεσις εὐσεβὴς, οὐδένα ἔχουσι λόγον.
000-00-00 Serial Number=0405446947
In parabolam de filio prodigo Ante [Go Back]  
 [00022]  Πατέρα ἐγνώρισεν ἡ φύσις τὸν πλάσαντα, εἰ καὶ μὴ ἐτίμησε προαίρεσις τὸν ποιήσαντα.
000-00-00 Serial Number=0454965949
In principium Actorum Ante [Go Back]  
 [00317]  ἔνθα προαίρεσις, οὐ πολλῷ μᾶλλον μενεῖ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔλαμψε;
000-00-00 Serial Number=0501172125
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00126]  Ἐμαραίνετο τοίνυν ἡ σὰρξ, καὶ ἡ προαίρεσις προθυμοτέρα ἐγίνετο, αὐτοὺς τοὺς ἄνθρα κας παρερχομένη τῇ λαμπρότητι, καὶ μᾶλλον αὐτῶν ἀποστίλβουσα·
000-00-00 Serial Number=0215764046
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00022]  ἡ προαίρεσις ῥᾴθυμος, ἡ ἁμαρτία εὐπερίστατος, πολλαὶ αἱ παγίδες·
 [00093]  Οὐκ ἔσφαξεν ἡ χεὶρ, ἀλλ' ἔσφαξεν ἡ προαίρεσις·
000-00-00 Serial Number=0199856937
In sanctum Lucianum martyrem Ante [Go Back]  
 [00080]  Ἀλλ' ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρότερον, προαίρεσις φύσεως εὐτονωτέρα ἐφάνη, καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων ἐπιλαθέσθαι ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυ σεν, οὐδὲ περιεγένετο τῆς φιλοσοφίας ἡ κόλασις, οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία·
000-00-00 Serial Number=0801472306
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00160]  Ἡ μὲν γὰρ προαίρεσις ἐκ τοῦ μὴ θελῆσαι, ἡ δὲ χάρις ἐκ τοῦ δυνηθῆναι.
 [00305]  Οὐδαμοῦ θυσία, καὶ ναὸς, καὶ θυσιαστήριον, ἀλλὰ προαίρεσις ἀγαθή·
 [00709]  Εἶδες ὅσον ἀγαθὸν προαίρεσις καλλίστη;
000-00-00 Serial Number=0522444069
Quales ducendae sint uxores Ante [Go Back]  
 [00329]  Οὐ γὰρ ἡ φύσις τοῦ σώματος, ἀλλ' ἡ προαίρεσις τῆς ψυχῆς καὶ τούτου κἀκείνου αἰτία.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»