Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πεῖσαι [211]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πεῖσαι


000-00-00 Serial Number=0927304983
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00410]  Καὶ γὰρ, εἰ μὴ τὸ πῦρ ἐκεῖνο ἠπείλητο ἡμῖν, μηδὲ ἀθάνατοι κολάσεις ἡμᾶς ἔμενον, αὐτὸ μόνον τὸ ἀλλοτριωθῆναι τοῦ Χριστοῦ, τοῦ πράου καὶ φιλανθρώπου, τοῦ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς θάνατον, καὶ πάντα παθόντος, ἵνα ἡμᾶς ἐξαιρήσηται τῆς κολάσεως ἐκείνης, καὶ καταλλάξῃ ἡμᾶς τῷ ἑαυτοῦ Πατρὶ ἐχθροὺς ὄντας τοῖς πταίσμασιν, εἰ καὶ μὴ τῶν προκειμένων ἐκείνων ἀνεκλαλήτων ἀγαθῶν καὶ ἀθανάτων ἐκπίπτειν μέλλομεν, πάσης κολάσεως μεῖζόν ἐστι, καὶ ἱκανὸν διεγεῖραι ψυχὰς, καὶ πεῖσαι νήφειν διαπαντός.
000-00-00 Serial Number=0929247797
Ad Innocentium papam i Ante [Go Back]  
 [00008]  ἀναγκαῖον εἶναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους ∆ημήτριον, Πανσόφιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσού [52.530] του, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψαμεν·
000-00-00 Serial Number=0771258712
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00253]  Τοῦτο δὲ εἶπε σφοδροτέρους ἐργάσασθαι θέλων, καὶ πεῖσαι πλείονα πρὸς τὸν Θεὸν τὴν οἰκειότητα ἔχειν.
 [01056]  Εἰ γὰρ καὶ πολὺν αὐτῷ συνεγεγόνει χρόνον, οὐδὲν ἦν ἱκανὸν πεῖσαι ῥᾷον ἐνεγκεῖν τὴν συμφοράν·
 [01286]  Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι ῥᾷον διακεῖσθαι τὴν ψυχήν·
 [01839]  καὶ τοῦτο πρῶτον ἔχει πρὸς τὸ κατορθωθῆναι χαλεπὸν, πεῖσαι τὴν ψυχὴν ὅλως θελῆσαι καὶ βουληθῆναι τὴν ἀπαλλαγήν·
000-00-00 Serial Number=0889207900
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00249]  ἀλλ' ὅμως ἐστὶν ἱκανὰ ψυχὴν ἐντρέψαι, καὶ πεῖσαι σφοδρῶς ἀγαπᾷν τὸν Θεόν.
000-00-00 Serial Number=0040914536
Ad populum Antiochenum Ante [Go Back]  
 [00625]  Ἱκανὰ γὰρ τὰ συμβεβηκότα, εἰ καὶ μηδεὶς ὁ παραινῶν ἦν, καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι λοιπὸν τῆς οἰκείας ἐπιλαβέσθαι σωτηρίας.
 [00981]  Εἰ γὰρ γυνὴ ὑπὲρ Ἰουδαίων παρακαλοῦσα, βαρβαρικὸν ἴσχυσε καταστεῖλαι θυμὸν, πολλῷ μᾶλλον ὁ διδάσκαλος ὁ ἡμέτερος ὑπὲρ τοιαύτης πόλεως καὶ μετὰ τοσαύτης Ἐκκλησίας δεόμενος, τὸν πραότατον καὶ ἡμερώτατον βασιλέα τοῦτον πεῖσαι δυνήσεται.
 [01949]  καὶ γὰρ εὐκόλως αὐτὴν δυνησόμεθα πεῖσαι πάντα ὅσα ἂν θέλωμεν.
 [01996]  οὕτω δὴ καὶ τότε, κἂν μυρίαν ἀνάγκην ἐπιθῇ τις, οὐ δυνήσεται πεῖσαι τοῦτον παρασαλεῦσαι τὸν νόμον·
 [02111]  Ἔχω τι καὶ τρίτον εἰπεῖν δυνάμενον ὑμᾶς πεῖσαι θαῤῥεῖν, τὴν παροῦσαν ἑορτὴν, ἣν καὶ ἄπιστοι αἰδοῦνται σχεδὸν πάντες, ἣν καὶ αὐτὸς ὁ θεοφιλὴς βασιλεὺς οὕτω;
 [02128]  Οὐκ εἰς τὸ πεῖσαι δὲ μόνον τὸν βασιλέα μεγίστη παρὰ τῆς νηστείας ταύτης ἡμῖν ἡ συμμαχία, ἀλλὰ καὶ εἰς τὸ γενναίως ἐνεγκεῖν τὰ συμβαίνοντα·
 [02146]  καὶ γὰρ ἐκείνους βουλόμενος εἰς ἐπιθυμίαν ἐμβαλεῖν τῆς ἐπανόδου, καὶ πεῖσαι μισῆσαι τὴν Αἴγυπτον, συνεχώρησε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖσθαι, ἵνα τῷ μεγέθει τῶν πόνων καὶ τῆς ταλαιπωρίας ἐκείνης ἀγχόμενοι βοήσωσι πρὸς τὸν Θεὸν περὶ τῆς ἐπανόδου.
 [02668]  καὶ τοῦτο ἀπὸ τῶν παρόντων ὑμᾶς πεῖσαι βούλομαι, ὅτι οὐ τὸ μὴ ὀμνύναι, ἀλλὰ τὸ ὀμνύναι ἀδύνατον.
 [02709]  Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτερῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ πεῖσαι πάντα ὑπὲρ ὑμῶν ὑπομένειν πόνον.
 [04162]  Ὅτι γὰρ σκῆψις ταῦτα καὶ πρόφασις, καὶ οὐ συνηθείας, ἀλλὰ ῥᾳθυμίας ἐστὶν ἡ παρανομία, ἀπὸ τῶν ἤδη συμβάντων ὑμῖν πεῖσαι πειράσομαι.
 [04868]  καὶ ἴσχυσαν, τῶν ὑπευθύνων γενομένων φανερῶν, πεῖσαι τοὺς δικάζοντας μὴ τὴν καταδικάζουσαν ἐξενεγκεῖν ψῆφον, ἀλλ' εἰς τὴν βασιλέως γνώμην ἀναβαλέσθαι τὸ τέλος, καὶ ὑπέσχοντο πείσειν ἐκεῖνον πάντως δοῦναι συγγνώμην τοῖς εἰς αὐτὸν ἡμαρτηκόσι, καὶ τῆς ἀποδημίας ἥπτοντο.
 [05228]  εἰ γὰρ ἀνεῖτο τὰ βαλανεῖα, οὐκ ἦν ἱκανὴ τῶν ἔτι κατεχομένων ἡ συμφορὰ, καὶ τοὺς οὐκ ὄντας ἐν τοῖς δεινοῖς τούτοις πεῖσαι πάσης ἐπιλαθέσθαι τρυφῆς;
 [05816]  Μάλιστα μὲν γὰρ, εἰ καὶ δύσκολον ἦν τὸ πρᾶγμα, ἱκανὸν τῆς τιμωρίας τὸ μέγεθος, ὅπερ ἐκ τοῦ μὴ πείθεσθαι γίνεται, καὶ τὸν σφόδρα ὕπτιον καὶ νωθέστατον ἔστιν ἀναστῆσαι, καὶ πάντα πεῖσαι πόνον ὑπενεγκεῖν·
 [06078]  καὶ τὸ φόβῳ δὲ ὑποτάξαι πόλιν εὔκολον, τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν τὴν σὴν, καὶ μὴ μόνον κοινὰς, ἀλλὰ καὶ ἰδίας ὑπὲρ τῆς σῆς ἀρχῆς ποιεῖσθαι εὐχὰς, δυσκατόρθωτον·
 [06081]  Πόσων ἂν ἐπρίω χρημάτων, πόσων ἂν ἐπρίω πόνων ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν ἀνακτήσασθαι, καὶ πεῖσαι τούς τε νῦν ὄντας ἀνθρώπους τούς τε ἐσομένους ἅπαντας ὅσα τοῖς αὐτῶν εὔχονται παισὶ, τοσαῦτα καὶ τῇ σῇ κεφαλῇ! Εἰ δὲ παρὰ ἀνθρώπων ταῦτα, ἐννόησον ὅσον παρὰ τοῦ Θεοῦ λήψῃ τὸν μισθὸν, οὐχὶ τῶν νῦν γινομένων μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα παρ' ἑτέρων κατορθουμένων.
000-00-00 Serial Number=0756632030
Adversus Judaeos Ante [Go Back]  
 [00519]  ἅπερ ἅπαντα καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι δύναιτ' ἂν, ὡς οὐκ ἔχθρᾳ τινὶ, οὐδὲ ἀγνοίᾳ τῶν Ἰουδαϊκῶν, ἀλλ' ἐπιγνώσει τῆς ἀληθείας τῆς ὑπερεχούσης τοῦ Χριστοῦ, τοῦτον τέθεικα τὸν νόμον.
 [02001]  Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμᾶς πεῖσαι πειράσομαι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐποίησαν ὅπερ ἐποίησαν εἰς ὑμᾶς οἱ βασιλεῖς Ῥωμαίων, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ καὶ τὴν αὐτοῦ ἐγκατάλειψιν.
 [02122]  ὁ πραότατος Μωϋσῆς, βουλόμενος αὐτοὺς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχ ὡς ἀδελφὸν καὶ προσήκοντα καὶ οἰκεῖον ἐπὶ ταύτην ἤγαγε τὴν ἀρχὴν, ἀλλὰ τῇ ψήφῳ τοῦ Θεοῦ πειθόμενος ἐνεχείρισεν αὐτῷ τὴν ἱερωσύνην ἐκείνην, ἐκέλευσεν ἀνὰ ἑκάστην φυλὴν ῥάβδον κομίσαι, ἔτι δὲ καὶ τῷ Ἀαρών.
 [02558]  προαίρεσιν δὲ ἀποθανοῦσαν δυνατὸν ἀναστῆσαι πάλιν, καὶ ψυχὴν νεκρωθεῖσαν πεῖσαι [48.929] πρὸς τὴν οἰκείαν ζωὴν ἐπανελθεῖν, καὶ τὸν αὐτῆς ἐπιγνῶναι ∆εσπότην.
 [02871]  Μάλιστα μὲν γὰρ καὶ αὐτὸς ὁ τοῦ θανάτου τρόπος ἱκανὸς ἅπαντας πεῖσαι, ὅτι εἰς τοὺς πρώτους τῶν μαρτύρων τελοῦσιν.
000-00-00 Serial Number=0034467340
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00368]  Τάχα ἡμῖν καλὸς ὁ κατήγορος ἀπηκρίβωται πρὸς τὸ τοὺς ἀκούοντας ἐμπρῆσαι ἅπαντας, καὶ πεῖσαι κατὰ κρημνῶν τοὺς τὰ τοιαῦτα ἐργασαμένους ἐμβαλεῖν.
 [00624]  Ἀλλὰ τοὺς ἐπηρεαζομένους πεῖσαι δυνήσῃ φιλοσοφεῖν;
 [01671]  Τοιοῦτον γὰρ ἡ ἐπιθυμία, τυραννικόν τι πρᾶγμα καὶ ἱκανὸν πεῖσαι πάντα τὸν ἁλόντα, ὑπὲρ, ὁτουοῦν καὶ παθεῖν καὶ ὑπομεῖναι·
 [01680]  Εἰ γὰρ γυναῖκες ἴσχυσαν πεῖσαι Θεὸν, συνεφάψασθαι αὐταῖς τῆς τῶν παίδων ἐπιμελείας, πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἐθέλωμεν, τοῦτο δυνησόμεθα.
 [01690]  Καὶ οὕτω γενναῖος καὶ μέγας ὁ νεανίας ἐγένετο ἐκεῖνος, ὡς τὸν Θεὸν ἀποστραφέντα τὸ τῶν Ἑβραίων γένος διὰ τὴν κατακεχυμένην κακίαν, καὶ οὐ χρῶντα αὐτοῖς, οὐδὲ ὄψιν τινὰ φαίνοντα λοιπὸν, ἐπισπάσασθαι πάλιν διὰ τῆς ἀρετῆς, καὶ πεῖσαι παρέχειν τὰ αὐτὰ, ἅπερ καὶ πρότερον, καὶ τὴν προφητείαν ἀποπτᾶσαν ἀνακαλέσασθαι πάλιν.
000-00-00 Serial Number=0113498032
Catecheses ad illuminandos Ante [Go Back]  
 [01029]  [7.6] Καίτοι ἐπὶ μὲν τῶν σωματικῶν παθῶν πολλάκις καὶ ἀποδημίαν ἔνι στείλασθαι μακρὰν ὥστε τῶν τοῦ ἰατροῦ χειρῶν τυχεῖν καὶ χρήματα καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι.
000-00-00 Serial Number=0576296091
Commentarius in Job Ante [Go Back]  
 [00269]  οὐ γάρ ἐστιν ἴσον εἰς τὸ πεῖσαι τὸ ἁπλῶς ἀποφαίνεσθαι καὶ τὸ τυπῶσαι λόγον καὶ διαγράψασθαι·
 [00441]  πόσα ἔδει καμεῖν τὸν Ἰὼβ ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος.
 [00967]  ὅρα, πῶς καταρρητορεύει πολλὰ ἔχουσα πιθανὰ πρὸς τὸ πεῖσαι τὸν χρόνον μετὰ τῶν ἄλλων ἁπάντων.
 [04028]  ἐμοὶ δοκεῖ νέφος ἐπιστῆσαι τῷ δικαίῳ τότε ἐκείνῳ ὥστε αὐτοῦ διαναστῆσαι τὴν διάνοιαν καὶ πεῖσαι, ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ καθάπερ ἐπὶ τοῦ ἱλαστηρίου τοῦ ἐπὶ τῆς κιβωτοῦ.
000-00-00 Serial Number=0775731504
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00072]  ἐβουλόμην δὲ καὶ τοὺς ἐγκαλοῦντας ἡμῖν δυνηθῆναι πεῖσαι τοῦτο, ὅτι νέος σφριγῶν, κόρη συνοικῶν παρθένῳ καὶ συγκαθήμενος καὶ συνδειπνῶν καὶ διαλεγόμενος δι' ἡμέρας τῶν γὰρ ἄλλων οὐδὲν προστίθημι, τοὺς ἀκαίρους γέλωτας καὶ τὰς διαχύσεις καὶ τὰ μαλακὰ ῥήματα, καὶ τὰ ἄλλα, ἃ μηδὲ λέγειν ἴσως καλόν·
 [00134]  Ὅταν γὰρ ἴδω σε δυσαποσπάστως ἔχοντα, καὶ μυρίων βλαπτομένων καταφρονοῦντα, καὶ πολλῶν γε ἐγκαλούντων οὐδὲ ἐπιστρεφόμενον, ἀλλὰ καὶ τὴν δόξαν ἑαυτοῦ καταπατοῦντα, καὶ τῷ κοινῷ τῆς Ἐκκλησίας προστριβόμενον κατηγορίαν πολλὴν, καὶ τὰ τῶν ἀπίστων ἀνοίγοντα στόματα, καὶ πάντας πονηρᾷ περιβάλλοντα δόξῃ, καὶ τοσαῦτα μὲν ἀπὸ τοῦ συνοικεῖν κακὰ, ἀγαθὸν δὲ μηδὲν ὑμῖν ἐγγινόμενον, ἀπὸ δὲ τοῦ χωρισμοῦ, τούτων μὲν ἁπάντων τὴν ἀναίρεσιν τῶν κακῶν, πολλῶν δὲ ἑτέρων κτῆσιν ἀγαθῶν, εἶτα οὐκ ἀνεχόμενον ἀποπηδῆσαι, πῶς δυνήσομαι πεῖσαι τοὺς ἐγκαλοῦντας, ὅτι πάσης ἀπήλλαξαι συμπαθείας, καὶ ἐπιθυμίας εἶ πονηρᾶς καθαρός;
 [00176]  Οὐ γὰρ δυνήσεσθε περὶ ἀκτημοσύνης διαλεχθῆναι, καὶ πεῖσαι τῶν ὄντων καταφρονεῖν, οἱ πάντα ποιοῦντες ὅπως μένοι καὶ αὔξοιτο τὰ ὄντα, καὶ πόροι πόροις ἐπιγίγνοιντο, κάπηλοί τινες καὶ παλιγκάπηλοι δι' ἐκείνας γιγνόμενοι.
000-00-00 Serial Number=0351436496
Contra ludos et theatra Ante [Go Back]  
 [00063]  Καὶ πῶς δυνήσῃ με πεῖσαι;
000-00-00 Serial Number=0289787829
De Anna i Ante [Go Back]  
 [00453]  Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεεὶ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν.
 [00601]  Σὺ δὲ, εἰ μὲν νόσημα ἀνίατον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολλοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι·
 [01052]  Ὑμέτερον μὲν οὖν εἴη, ὑμῶν τῶν ἀεὶ μεθ' ἡμῶν ὄντων, ἐπαναγαγεῖν αὐτοὺς, καὶ πεῖσαι κοινωνεῖν ἡμῖν τῆς καθ' ἑκάστην σύναξιν ἑορτῆς.
000-00-00 Serial Number=0915834904
De Davide et Saule Ante [Go Back]  
 [00174]  πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην·
 [00178]  Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν παροξυνόντων τοὺς στρατιώτας, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων περιγενέσθαι τούτων, καὶ πεῖσαι φείσασθαι τοῦ πολεμίου.
 [00461]  Οὐ γὰρ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων αὐτὸν καὶ κηδομένων ἐστὶν, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων.
 [00816]  ὅταν δὲ βουλόμενος πεῖσαι τὸν διεφθαρμένον, καὶ πονηρὰν περὶ αὐτοῦ πρόληψιν ἔχοντα τοῦτο ποιῇ, κηδεμών ἐστι καὶ εὐεργέτης·
000-00-00 Serial Number=0401890457
De Lazaro Ante [Go Back]  
 [00055]  Τὸ καὶ τοὺς σωφρονοῦντας σεμνοτέρους ποιῆσαι, καὶ πεῖσαι διὰ τῶν εἰρημένων ὅτι ἄριστα πάντων εἰσὶ βεβουλευμένοι, μὴ συναπαγόμενοι τοῖς πολλοῖς.
 [00062]  ἀλλ' αὔριον ἴσως δυνήσομαι πεῖσαι.
 [00088]  Τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι, ἀλλὰ τοῦ συμβουλεῦσαι μόνον·
 [00117]  Μήποτε τῷ χρόνῳ δυνηθῶμεν πεῖσαι;
 [00169]  βουλόμενος ὁ Κύριος καὶ τοὺς Ἰουδαίους πεῖσαι, κἀκεῖνον διδάξαι, ὅτι ἑκὼν ἔρχεται ἐπὶ τὸ πάθος, καὶ τὸ πᾶν αὐτοῦ ἐστιν, οὐ τῆς ἐκείνου πανουργίας δυνηθείσης αὐτοῦ περιγίνεσθαι, αὐτοῦ τοῦ προδότου μετὰ πάντων ἑστῶτος, φησὶ, Τίνα ζητεῖτε;
 [00598]  Τὸν γοῦν Ἰὼβ μυρία κυκήσας οὐκ ἴσχυσε πεῖσαι βλάσφημόν τι ῥῆμα ἐξενεγκεῖν.
 [01713]  Οὐ τοίνυν διὰ τὴν ἀνάστασιν μόνον ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἣ καὶ τὴν ὀδυνωμένην δύναται παραμυθήσασθαι ψυχὴν, καὶ πεῖσαι περὶ τῶν ἀπελθόντων θαῤῥεῖν, ὡς ἀναστησομένων πάλιν καὶ συνεσομένων ἡμῖν.
000-00-00 Serial Number=0788633466
De consubstantiali Ante [Go Back]  
 [00204]  Ὅταν γὰρ φθέγγηταί τι ταπεινὸν ὁ Χριστὸς, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελὲς, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀποῤῥήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδεῖ τὰ ῥήματα.
000-00-00 Serial Number=0281175435
De diabolo tentatore Ante [Go Back]  
 [00446]  ἐσπούδαζε γὰρ αὐτὸν πεῖσαι, ὅτι ἄνωθεν ἐκ τῶν οὐρανῶν ὁ πόλεμος οὗτος ἀνεῤῥιπίσθη, καὶ συνέκρουσε τὸν οἰκέτην πρὸς τὸν δεσπότην, καὶ τὸν δεσπότην πρὸς τὸν δοῦλον·
000-00-00 Serial Number=0282736540
De fato et providentia Ante [Go Back]  
 [00486]  Βούλει με πεῖσαι, ὅτι εἱμαρμένῃ πείθῃ, καὶ νομίζεις εἶναί τι δόγμα;
000-00-00 Serial Number=0527992189
De incomprehensibili dei natura Ante [Go Back]  
 [01220]  ∆ιὰ τοῦτο ἄνω καὶ κάτω συνεχῶς οἱ προφῆται λέγουσιν ὅτι «Εἷς Θεὸς καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν», οὐχὶ τὸν Υἱὸν ἀθετοῦντες, μὴ γένοιτο, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν θεραπεῦσαι βουλόμενοι καὶ πεῖσαι τέως τῆς τῶν πολλῶν θεῶν καὶ οὐκ ὄντων ὑπονοίας ἀπαλλαγῆναι.
000-00-00 Serial Number=0979908347
De jejunio sermones 1 Ante [Go Back]  
 [00537]  Ὁ δὲ Θεὸς βουλόμενος αὐτὸν ἀπὸ τῶν πραγμάτων πεῖσαι, ὡς τὰ πάντα ἐπίσταται, ἔφη·
000-00-00 Serial Number=0248610556
De mutatione nominum Ante [Go Back]  
 [00054]  ὑμέτερόν ἐστι πεῖσαι γενέσθαι ἀνθρώπους αὐτούς.
 [00206]  Οἱ οὖν καταλλαγέντα αὐτὸν ἔτι φοβούμενοι, ἐχθρὸν ὄντα καὶ πολέμιον ἐτόλμων πεῖσαι;
 [00216]  Σκεῦος γὰρ, φησὶν, ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν [51.122] καὶ βασιλέων, καὶ πλείονα τῶν ἀποστόλων πεῖσαι καμεῖν ὑπὲρ τῆς Ἐκκλησίας τῆς πρότερον ὑπ' αὐτοῦ πολεμουμένης.
 [01062]  κἂν μυρίαι καλῶσιν ἀνάγκαι, μὴ συγχωρήσῃς, μηδὲ ἐπιτρέψῃς ἅψασθαί τινος τῶν βιωτικῶν, πρὶν εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν καὶ πεῖσαι τῆς συνάξεως μετασχεῖν ἁπάσης·
 [01068]  Ποίας οὖν κἂν εἴημεν συγγνώμης ἄξιοι, εἰ γυναικὸς χήρας δικαστὴν ὠμὸν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἀνθρώπους ἐντρεπόμενον, δυνηθείσης ἐπικάμψαι καὶ πεῖσαι δοῦναι τὴν χάριν, ἡμεῖς τοὺς ἀδελφοὺς τοὺς ἀνεκτοτέρους ἐκείνου πολλῷ, καὶ μετριωτέρους ἐκείνου, μὴ δυνηθείημεν ἐφελκύσασθαι, ὑπὲρ τῶν οἰκείων αὐτοὺς παρακαλοῦντες ἀγαθῶν;
 [01114]  Ἐπειδὴ γὰρ εἰς ἀσθένειαν ἀπέκλιναν Ἰουδαϊκὴν, καὶ περὶ τὴν πίστιν αὐτὴν ἐκινδύνευον, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ πεῖσαι μηδὲν Ἰουδαϊκὸν ἐπεισάγειν τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, οὕτως ἔγραφεν·
000-00-00 Serial Number=0006651878
De paenitentia [1] Ante [Go Back]  
 [02059]  Οὐκοῦν καὶ ἐπὶ τοῦ Θεοῦ ἐν τῷ καιρῷ τοῦ βήματος οὐκ ἔστι πεῖσαι τὸν δικαστήν·
000-00-00 Serial Number=0727584064
De profectu evangelii Ante [Go Back]  
 [00113]  Τοὺς γὰρ καταφρονοῦντας τῶν ἀδελφῶν, καὶ ὡς ἀσθενούντων ὑπερορῶντας βουλόμενος ἐντρέψαι καὶ εἰς σπουδὴν ἀγαγεῖν καὶ πεῖσαι κήδεσθαι τῶν πλησίον, ἀντὶ πάντων τὸν τοῦ ∆εσπότου θάνατον τέθεικε.
000-00-00 Serial Number=0517119050
De sacerdotio Ante [Go Back]  
 [00128]  καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαί φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ παρ' οὐδὲν τὰ αὑτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥαθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπεδείξατο σπουδῆς.
 [00306]  εἰ δὲ οὐδεὶς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τίς οὕτως ἔσται σοι λόγος πιθανὸς ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον;
 [00730]  ∆ιὰ τοῦτο καί τις ἀνὴρ σοφώτατος, εἴς τε τὸ φιλοκερδὲς καὶ τὸ ὑπεροπτικὸν τῆς ἀνθρωπίνης φύσεως ἀπιδὼν καὶ τῆς πενίας τὴν φύσιν καταμαθὼν δεινὴν οὖσαν καὶ τὴν γενναιοτάτην ψυχὴν καταβαλεῖν καὶ πεῖσαι περὶ τῶν αὐτῶν ἀναισχυντεῖν πολλάκις, ἵνα μή τις αἰτούμενος παρ' αὐτῶν ὀργίζηται, μηδὲ τῷ συνεχεῖ τῆς ἐντεύξεως παροξυνθεὶς πολέμιος ὁ βοηθεῖν ὀφείλων γένηται, παρασκευάζει προσηνῆ τε αὐτὸν καὶ εὐπρόσιτον εἶναι τῷ δεομένῳ, λέγων·
 [00828]  Ἀλλὰ καὶ τοὺς σφόδρα ἀπειθεῖς καὶ σκληροὺς ἱκανὰ ταῦτα πάντα πεῖσαι ὡς οὔτε ἀπονοίᾳ οὔτε φιλοδοξίᾳ ἁλόντες, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότες μόνον καὶ εἰς τὸν τοῦ πράγματος ὄγκον ἀποβλέψαντες, ταύτην ἐφύγομεν τὴν φυγήν.
 [00879]  ἐπειδὴ ἥμαρτεν ἐπὶ τοῦ ὕδατος, ἴσχυσαν αἱ συνεχεῖς αὗται παραιτήσεις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ καὶ πεῖσαι τὸν Θεὸν δοῦναι συγγνώμην;
000-00-00 Serial Number=0479019463
De sancta pentecoste Ante [Go Back]  
 [00131]  Καὶ ἵνα μάθητε, ὅτι τῆς καταλλαγῆς τοῦ Θεοῦ δῶρόν ἐστι τὸ δοθῆναι τὸ Πνεῦμα τὸ ἅγιον, ἀπὸ τῶν Γραφῶν ὑμᾶς πεῖσαι πειράσομαι, πρότερον ἀπὸ τοῦ ἐναντίου φανερὸν ποιῶν τὸν λόγον, καὶ δεικνὺς ὅτι ἀναστέλλει τοῦ Πνεύματος τὴν χάριν, ἐπειδὰν ἡμῖν ὀργίζηται·
000-00-00 Serial Number=0039302111
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00055]  ὥσπερ γὰρ οὐκ ἔστι, φησὶ, τὸν ᾅδην χρήμασι πεῖσαι, οὕτως οὐδὲ τὸν ζηλοτυποῦντα παραμυθήσασθαι καὶ καταλλάξαι.
 [00372]  τὰ δὲ στίγματα ἐπιδεικνύμεναι ταῦτα, πάντα δύνανται πεῖσαι τὸν βασιλέα.
000-00-00 Serial Number=0708002508
De sanctis martyribus [1] Ante [Go Back]  
 [00143]  Καθάπερ πατὴρ φιλόστοργος παῖδα ἔχων μονογενῆ ἀῤῥωστίᾳ περιπεσόντα, μὴ προσιέμενον τὰ φάρμακα τῶν ἰατρῶν, ἀλλὰ διωθούμενον, παρακαθήμενος κολακεύει, φιλεῖ, περιπτύσ [50.651] σεται τῇ τῆς θεραπείας ὑπερβολῇ βουλόμενος ἐπισπάσασθαι, καὶ πεῖσαι δέξασθαι τὴν ἀπὸ τῆς θεραπείας διόρθωσιν·
000-00-00 Serial Number=0590756297
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01361]  Καὶ γὰρ τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι οἱ διδάσκοντες, ἀλλὰ τοῦ μὴ συμβουλεῦσαι μόνον·
 [04161]  τὸ δὲ πάντας ἐραστὰς καταστῆσαι, καὶ μετ' εὐνοίας πεῖσαι διακεῖσθαι περὶ τὴν βασιλείαν, δυσκατόρθωτον, κἂν μυρία τις ἀναλώσῃ χρήματα, κἂν μυρία κινήσῃ στρατόπεδα, κἂν ὁτιοῦν ἐργάσηται, οὐκ εὐκόλως τοσούτων ἀνδρῶν διάθεσιν πρὸς ἑαυτὸν ἐπισπάσασθαι δυνήσεται.
 [05440]  Εἰ δὲ οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι·
 [06937]  οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην ὑπώπτευεν αὐτὸν ὡς ἐχθρὸν, καὶ διὰ τούτου αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων.
 [06993]  Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν παροξυνόντων, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων περιγενέσθαι τούτων, καὶ πεῖσαι φείσασθαι τοῦ πολεμίου.
 [06995]  πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην.
 [07053]  ὅτι οὐχὶ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων καὶ κηδομένων, οὐχὶ τῶν ἐπιβουλευόντων καὶ πολεμούντων ἐστί.
 [07088]  Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ ∆αυῒδ, ὅτι οὕτω τῇ ἑαυτοῦ πραότητι καὶ ἐπιεικείᾳ τοῦ Σαοὺλ περιεγένετο, ὡς καὶ τῆς οἰκείας αὐτὸν πεῖσαι καταγνῶναι ὠμότητος, καὶ τὴν ἐκείνου ἀνυμνεῖν ἀρετήν;
 [07242]  Καὶ γὰρ ἴστε πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τετραμμένον, ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καὶ καταλῦσαι τὸν λόγον.
 [09893]  τὸν δὲ Θεὸν μὴ δυνάμενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ.
000-00-00 Serial Number=0463429987
Epistula ad Cyriacum Ante [Go Back]  
 [00705]  Εἶτα παρακαλῶν ἀναμνῆσαι τὸν βασιλέα τῆς ἀπαλλαγῆς ἕνεκεν τῆς αὑτοῦ εἰ γὰρ καὶ γενναῖος καὶ θαυμαστὸς ἦν, ἀλλ' ἄνθρωπος ἦν καὶ οὐκ ἐβούλετο ταῖς ἁλύσεσιν ἐνταλαιπωρεῖσθαι ἐκείναις παρακαλῶν τοίνυν μνησθῆναι αὐτοῦ πρὸς βασιλέα καὶ πεῖσαι ἀφεῖναι αὐτὸν τῶν δεσμῶν καὶ ἀναγκαζόμενος καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ἐβέβλητο, ὥστε καὶ ἐκεῖνον τὸν ὑπὲρ αὐτοῦ δεόμενον εὐπρόσωπον ἔχειν πρόφασιν τῆς ὑπὲρ αὐτοῦ συνηγορίας, οὐδενὸς ἐμνημόνευσε τῶν ἠδικηκότων.
000-00-00 Serial Number=0720103741
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01069]  Εἶτα παρακαλῶν ἀναμνῆσαι τὸν βασιλέα, τῆς ἀπαλλαγῆς ἕνεκεν τῆς αὐτοῦ, εἰ γὰρ καὶ γενναῖος καὶ θαυμαστὸς ἦν, ἀλλ' ἄνθρωπος ἦν καὶ οὐκ ἐβούλετο ταῖς ἁλύσεσιν ἐνταλαιπωρεῖσθαι ἐκείναις, παρακαλῶν τοίνυν μνησθῆναι αὐτοῦ πρὸς τὸν βασιλέα καὶ πεῖσαι ἀφεῖναι αὐτὸν τῶν δεσμῶν, καὶ ἀναγκαζόμενος καὶ τὴν αἰτίαν εἰπεῖν, δι' ἣν ἐνεβέβλητο, ὥστε κἀκεῖνον τὸν ὑπὲρ αὐτοῦ δεόμενον εὐπρόσωπον ἔχειν πρόφασιν τῆς ὑπὲρ αὐτοῦ συνηγορίας, οὐδενὸς ἐμνημόνευσε τῶν ἠδικηκότων, ἀλλ' ἀπαλλάξας ἑαυτὸν τῶν ἐγκλημάτων ἔστη μέχρι τούτου μόνον καὶ οὐ προσέθηκε τοὺς εἰς αὐτὸν πεπλημμεληκότας.
000-00-00 Serial Number=0013498008
Expositiones in Psalmos Ante [Go Back]  
 [00021]  Ὥσπερ ἂν μὴ ἔχῃς, οὐδ' ἂν ∆αυῒδ ᾖς, πεῖσαι δυνήσῃ τὸν Θεόν.
000-00-00 Serial Number=0880568624
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00371]  Ταυτὸν γὰρ ἐποίει Θεὸς, οἷον ἂν εἴ τις καμάτῳ πολλῷ εἰς ὑγείαν τινὰ προαγαγὼν, καὶ μηχανῆς δέοιτο πρὸς τὸ πεῖσαι ἑλέσθαι τὰ συμφέροντα.
 [03412]  Ἕως εἶχεν ἐλπίδας ὁ προφήτης, τοῦ τὸν Θεὸν πεῖσαι, οὐδὲν ἐπωδύρετο τοιοῦτον·
 [04626]  Τουτέστι κωλῦσαι τὸν Θεὸν, πεῖσαι αὐτὸν, δεικνὺς καὶ ἐκεῖ τὸ τῶν εὐχομένων Forte ἐρχομένων εἰς ἀπάντησιν, μήποτε εἰς πόλεμον ἴσ.
 [05519]  Ἀλλ' οὐκ ἴσχυσεν αὐτοὺς ἑλεῖν οὐδὲ πεῖσαι.
000-00-00 Serial Number=0225096524
Fragmenta in Job Ante [Go Back]  
 [00269]  Πόσα ἔδει καμεῖν τὸν Ἰὼβ, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος;
 [00916]  ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεῒ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν.
 [01930]  Ἐπεὶ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ, οἱονεὶ τὸν θρόνον αὐτοῦ ἤγαγε πλησίον αὐτοῦ, ὥστε διαναστῆναι αὐτοῦ τὴν διάνοιαν, καὶ πεῖσαι ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ, καθὰ καὶ ἐπὶ τοῦ ἱλαστηρίου τῆς κιβωτοῦ·
000-00-00 Serial Number=0791793585
In Acta apostolorum Ante [Go Back]  
 [02044]  αὐτὴ τῶν ἐπιταγμάτων ἡ φύσις οὐχ ἱκανὴ πεῖσαι τούτῳ προσθέσθαι;
 [03343]  Τοῦτο γοῦν μόνον οὐκ ἦν ἱκανὸν πεῖσαι αὐτοὺς μηδὲν αὐτοῖς ποιῆσαι, τὸ οὕτω μετὰ παῤῥησίας διαλέγεσθαι;
 [04548]  οὐδ' ἀπεφήνατο, ὅτι οὐκ ἀνθρώπινόν ἐστιν, οὔτε ὅτι θεῖον, ἀλλὰ τῷ μέλλοντι καιρῷ τὴν πίστιν ἐπέτρεψεν, ὥστε πεῖσαι.
 [06109]  Οὐ δύνασαι ποιῆσαι σημεῖα καὶ πεῖσαι;
 [06277]  Καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον, ἱκανὸν τοὺς μανθάνοντας πεῖσαι πρὸς τὸν ἴσον καὶ αὐτοὺς ζῆλον διαναστῆναι.
 [07160]  Ἄρα οὐ μάτην ἔλεγον, ὅτι εἰς τὸ πεῖσαι καὶ παρακαλέσαι τὰ θαύματα ἐτελεῖτο.
 [07393]  ἀλλ' ὥστε καὶ πεῖσαι, ἐξηγήσατο ἅπαντα·
 [07464]  Λέγουσι τὰ ἐγκώμια, ὥστε πεῖσαι, ὅτι καὶ ἄγγελος ὤφθη αὐτῷ.
 [08056]  Ἱκανὸν ἦν, φησὶ, καὶ τοῦτο πεῖσαι, τὸ θεάσασθαι τὴν ὀθόνην·
 [09782]  πεῖσαι ἔδει ὥστε βεβαίως ἐμμένειν.
 [09999]  Ὅτι τοῦτο μάλιστα αὐτὸν ἐφελκύσαι καὶ πεῖσαι ἱκανὸν ἦν, ὅπου γε καὶ αὐτὸς ἐκινδύνευσεν ἂν, εἰ μὴ γέγονεν·
 [09999]  Τοῖς σημεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦτα διδόαμεν, ἃ μηδὲ μετὰ σημείων δύναται πεῖσαι, καὶ πείθομεν.
 [09999]  τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν! Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόμενος, πείθηται δὲ ταῦτα, ἃ μηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαν τοὺς φιλοσόφους, μεῖζον τὸ θαῦμα γίνεται, μάλιστα δὲ ὅταν καὶ γυναῖκες καὶ δοῦλοι πείθωνται, καὶ διὰ τῶν ἔργων ταῦτα ἐπιδείκνυνται, ἅπερ Πλάτωνες καὶ πάντες ἐκεῖνοι οὐδένα πεῖσαι ἴσχυσαν.
 [09999]  Ἐπειδὴ δὲ οὐκ ἴσχυον πεῖσαι, διὰ τοῦτο ἔκλαιον, εἶτα ἡσύχασαν.
 [09999]  τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν! Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόμενος, πείθηται δὲ ταῦτα, ἃ μηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαν τοὺς φιλοσόφους, μεῖζον τὸ θαῦμα γίνεται, μάλιστα δὲ ὅταν καὶ γυναῖκες καὶ δοῦλοι πείθωνται, καὶ διὰ τῶν ἔργων ταῦτα ἐπιδείκνυνται, ἅπερ Πλάτωνες καὶ πάντες ἐκεῖνοι οὐδένα πεῖσαι ἴσχυσαν.
 [09999]  Μεταβαίνει βουλόμενος αὐτοὺς πεῖσαι, ὅτι πρὸς τὰ ἔθνη ἠπείγετο.
 [09999]  καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ·
 [09999]  Ἐπειδὴ τοίνυν οἱ παχύτεροι ὄψει πείθονται μᾶλλον, διὰ τοῦτο καὶ ἐκεῖνοι τὸ φῶς εἶδον μόνον, ὅπερ ἱκανὸν ἦν αὐτοὺς πεῖσαι·
000-00-00 Serial Number=0978360116
In Ecclesiasten Ante [Go Back]  
 [00624]  Πιστώσασθαι οὖν τὸν λόγον βούλεται, ἢ πεῖσαι ὅτι ταῦτα οὐχ ἁπλῶς γίγνεται, ἀλλὰ τοῦ θεοῦ πέμποντος τὰ θηρία.
000-00-00 Serial Number=0696187377
In Eutropium Ante [Go Back]  
 [00075]  Καὶ ταῦτα λέγω, οὐκ ὀνειδίζων, οὐδὲ ἐπεμβαίνων αὐτοῦ τῇ συμφορᾷ, ἀλλὰ τὴν ὑμετέραν διάνοιαν μαλάξαι βουλόμενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι, καὶ πεῖσαι ἀρκεσθῆναι τῇ τιμωρίᾳ τῇ γεγενημένῃ.
000-00-00 Serial Number=0897625029
In Isaiam Ante [Go Back]  
 [00686]  Καὶ ὅτι οὐ σοφιζόμενοι ταῦτά φαμεν, τὰ μὲν εἰρημένα καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἱκανὰ πεῖσαι.
 [00820]  Καὶ γὰρ ἐσπούδακεν ὁ διάβολος διὰ πάντων τοῦτο πεῖσαι τοὺς ἀνοητοτέρους, ὅτι οὐκ ἐπ' αὐτοῖς τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας, οὐδὲ ἐλευθερίᾳ τινὶ προαιρέσεώς εἰσι τετιμημένοι, δύο δὲ ταῦτα τὰ αἴσχιστα κατορθῶσαι βουλόμενος, † καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλῦσαι πόνους καὶ τὸ μέγιστον τῆς ἐλευθερίας ἀφελέσθαι δῶρον.
000-00-00 Serial Number=0666053772
In Joannem Ante [Go Back]  
 [00502]  Τὸ γὰρ τῆς γῆς ὄνομα καὶ τὸ, Ἐποίησεν, ἱκανὰ καὶ τὸν σφόδρα ἠλίθιον πεῖσαι, ὅτι οὐκ ἀΐδιος οὐδὲ ἀγένητος, ἀλλὰ τῶν ἐν χρόνῳ γενομένων ἐστί.
 [00618]  μᾶλλον δὲ τὸ πολλοστὸν αὐτῶν μέρος ἱκανὸν τοὺς μὴ λίαν ἀναισθητοῦντας προσαγαγέσθαι καὶ πεῖσαι.
 [00620]  Ἀλλὰ γὰρ δεινὸν ἡ κενοδοξία καὶ πρὸς τὰ λίαν φανερὰ ἀποτυφλῶσαι τὴν διάνοιαν τῶν ὑπ' αὐτῆς ἁλισκομένων, καὶ τοῖς ὡμολογημένοις πεῖσαι φιλονεικεῖν·
 [01981]  ἀλλὰ χρὴ βουλομένην καὶ ἑκοῦσαν πεῖσαι γενέσθαι τοιαύτην·
 [04296]  Ὅπερ γὰρ ἀεὶ λέγω, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ σπουδαζόμενον ἦν τῷ Χριστῷ οὐχ οὕτω τέως τὴν ἀξίαν ἐκκαλύψαι τὴν ἑαυτοῦ, ὡς τὸ πεῖσαι ὅτι οὐδὲν ἐξ ἐναντίας ἔπραττε τῷ Πατρί.
 [04450]  Ταῦτα δὲ ἐφθέγγετο, τῷ φόβῳ τῆς ἀπειλῆς ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτὸν βουλόμενος, καὶ πεῖσαι τὸ πρᾶγμα μὴ νομίζειν εἶναι ἀδύνατον, καὶ τῆς περὶ τὴν σαρκικὴν γέννησιν φαντασίας ἀποστῆσαι σπουδάζων.
000-00-00 Serial Number=0930042446
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00547]  πόθεν ἔχω πεῖσαι μεταδοῦναι ἐλέου καὶ συγγνώμης αὐτοῖς;
 [04759]  Καὶ γὰρ καὶ τοῦτο πρὸς τὸ πεῖσαι μέγα, τὸ οἰκείως διακεῖσθαι τὸν συμβουλεύοντα.
 [05966]  Καίτοι γε δυνάμενος διὰ τῶν ἔργων αὐτοὺς πεῖσαι, ἡνίκα ταῦτα ἔλεγεν, ἀλλ' ὅμως ἔτι τῇ διὰ τῶν λόγων κέχρηται ἀπειλῇ·
000-00-00 Serial Number=0367751718
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00015]  Ἐπειδὴ γὰρ αὐτοὺς ἡ ἐλπὶς διεβάσταζε, καὶ οὐκ ἠφίει πρὸς τὰ παρόντα ἐνδοῦναι, καθάπερ τινὰ ἄγκυραν ὁ διάβολος ἀποκόψαι βουλόμενος, ἐπειδὴ οὐκ ἴσχυσε πεῖσαι ὅτι ψευδῆ τὰ μέλλοντα, ἑτέραν ἦλθεν ὁδὸν, καὶ καταθεὶς ἀνθρώπους τινὰς λυμεῶνας, ἐπεχείρει τοὺς πειθομένους ἀπατᾷν, ὅτι τὰ μεγάλα ἐκεῖνα καὶ λαμπρὰ τέλος εἴληφε.
000-00-00 Serial Number=0553098023
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00307]  Οὕτω τοῦ ποιῆσαι τὸν οὐρανὸν μείζων δύναμις αὕτη ἦν, τὸ πεῖσαι τὴν οἰκουμένην.
000-00-00 Serial Number=0939136744
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00484]  Φησὶ γὰρ παρακαλεῖν αὐτοὺς, παρακαλεῖν δὲ διὰ τοῦ Χριστοῦ, ὡς οὐδὲ αὐτὸς ἀρκῶν μόνος ταύτην θέσθαι τὴν ἱκετηρίαν, καὶ πεῖσαι.
 [00658]  Τοῦτο οἶδε κολάσαι τῦφον, τοῦτο καταστεῖλαι φλεγμονὴν, τοῦτο πεῖσαι μετριάζειν.
 [00786]  ἀλλὰ, κἂν βουληθῇς οὕτω πεῖσαι, τὸ ἐναντίον ποιεῖς·
 [01087]  Καὶ γὰρ δυσκολώτατον ἰδιώτην πεῖσαι, μάλιστα ὅταν περὶ πραγμάτων ἀναγκαίων καὶ μεγάλων ὁ λόγος ᾖ.
 [01227]  Οὐδὲν δὲ τούτων τῶν ἐπιτηδευμάτων ἀχρηστότερον πρὸς φιλοσοφίαν καὶ πρὸς τὸ πεῖσαι μεγάλα φαντάζεσθαι, καὶ μάλιστα ὅταν μὴ παράδειγμά τις ἔχῃ.
 [02060]  Ὥστε αὐτὸ τοῦτο μάλιστα μεγάλης δυνάμεως ἦν, τὸ μηδέποτε μηδὲν τοιοῦτον ἀκούσαντας ἀθρόον πεῖσαι περὶ μεγάλων οὕτω πραγμάτων, καὶ παρασκευάσαι τὰ μὲν δυσχερῆ καταδέξασθαι ἐπὶ τῆς πείρας, τὰ δὲ χρηστὰ ἐν ἐλπίσιν ἔχειν.
 [02126]  Εἰ δὲ καὶ ἐνταῦθα ἔχει ἀγαθὰ, ὥσπερ οὖν καὶ ἔχει, καὶ τοῦτο μάλιστα πολλοῦ θαύματος, ὅτι ἴσχυσαν πεῖσαι τοὺς τὰ μυρία ἐργασαμένους δεινὰ, καὶ ὅσα μηδεὶς ἕτερος, ὅτι πάντα ἀπολούσονται, καὶ οὐδενὸς δώσουσι λόγον τῶν πεπλημμελημένων.
 [03142]  Καὶ ἤρκει καὶ ταῦτα μόνα πεῖσαι φυγεῖν τὴν ἀῤῥωστίαν·
 [04876]  ∆ιὰ τοῦτο κελεύει ἡμᾶς ἀδικεῖσθαι, καὶ πάντα πράττει, ὥστε ἀποστῆσαι ἡμᾶς τῶν βιωτικῶν, καὶ πεῖσαι τί δόξα καὶ τί αἰσχύνη, τί ζημία καὶ τί κέρδος.
 [05409]  Τοῦ γὰρ ῥύσασθαι καμίνου τὸ πεῖσαι ψυχὰς κατατολμῆσαι καμίνου, οὐκ ἔλαττον εἰς θαύματος λόγον.
 [06275]  Ὁ μὲν γὰρ στρατηγὸς εἶχε, καὶ τῆς τοῦ βασιλέως φιλίας χωρὶς, πολλὰ ἱκανὰ πεῖσαι ταύτην παρασχεῖν αὐτῷ τὴν τιμήν·
 [06629]  Τῆς μὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεομένους ἅπαντας, ὅτι ταῦτα μὲν ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιμίας.
 [07297]  Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν.
 [07384]  Εἶτα ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν αὐτοὺς ἀνίστησι μετὰ τοῦ πεῖσαι μετριάζειν, λέγων·
 [07744]  Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν μυριάκις λέγῃς·
 [07850]  Ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡμῖν συμφέρον εὑρεῖν.
 [09006]  Βουλόμενος συγχεῖν τῶν πραγμάτων τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίωμα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ·
 [09009]  ∆ήλους τοίνυν ποιήσας τοὺς μάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σημείου, λοιπὸν περὶ τῶν θαυμάτων διαλέγεται, οὐχ ἁπλῶς εἰς τοῦτον παρελθὼν τὸν λόγον, ἀλλ' ὥστε τὴν ἐντεῦθεν γενομένην διάστασιν ἀνελεῖν, καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας μὴ ἀλγεῖν, καὶ τοὺς τὰ μείζονα κεκτημένους μὴ ἐπαίρεσθαι.
 [09999]  Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ' Ὁ κύριός μου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖ-σαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου.
 [09999]  Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦν-τας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον·
 [09999]  ∆ιὸ καὶ συντέμνει τὰ ῥήματα, καὶ ἐπείγει τὸν νεανίσκον, καὶ ἀφεῖσα ἀντειπεῖν πρὸς τὰ εἰρημένα, λογισμὸν ἱκανὸν πεῖσαι αὐτὸν λέγει.
 [09999]  Οὐδὲ γὰρ πρὸς τοῦτον ἀπορήσο-μεν τῶν δυναμένων αὐτὸν διαναστῆσαι καὶ πεῖσαι πέτεσθαι.
000-00-00 Serial Number=0642287672
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00257]  Ἱκανὰ μὲν οὖν καὶ ταῦτά σε πεῖσαι ὅτι οὐ καταφρονῶν σου, ἀλλὰ διὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πολλὰς οὐ δέχομαι τὴν ἱκετηρίαν·
 [00608]  διὰ τοῦτο ταῦτα προτίθησιν, ἃ ἦν ἱκανὰ αὐτοὺς πεῖσαι.
000-00-00 Serial Number=0886533618
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00406]  Καὶ οὐ μέχρι τούτου ἔστη, οὐδὲ μέχρι τῶν ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ κατ' εἶδος ἐπεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν.
 [01072]  Ἵνα γὰρ μὴ τῷ φόβῳ τῶν μελλόντων βασανίζωνται, σπουδάζουσι πεῖσαι τὴν ψυχὴν, ὅτι ψευδῆ πάντα τὰ παρ' ἡμῖν.
 [03924]  Ἀνθρώπους γὰρ χρημάτων ἕνεκεν μαχομένους πότε δυνήσῃ πεῖσαι;
000-00-00 Serial Number=0280199587
In epistulam ad Colossenses Ante [Go Back]  
 [00694]  Ὅρα πῶς πάντοθεν ὁ διάβολος ἐπείγεται ἡμᾶς πεῖσαι ἀγνοῆσαι τὴν δωρεὰν τοῦ Θεοῦ.
 [01126]  Καὶ διόλου δείκνυσι τοὺς ἀγγέλους μηδὲν ἰσχύσαντας ἐν τοῖς κάτω χρόνοις, εἴ γε ἔμενον ἐχθροὶ, καὶ οὔτε πεῖσαι ἠδύναντο, οὔτε πεισθέντας ἀπαλλάξαι τοῦ διαβόλου.
 [01127]  Οὐδὲ γὰρ τὸ πεῖσαι εἶχέ τι κέρδος, τοῦ κατέχοντος μὴ δεθέντος·
 [01130]  Ὥστε τοῦ τὸν θάνατον λῦσαι θαυμασιώτερον τὸ πεῖσαι.
 [01929]  Πάντα γὰρ ἂν ἐποίησεν ἐκεῖνος, εἴ γε ἠδύνατο, ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἀπέθανεν.
000-00-00 Serial Number=0157490253
In epistulam ad Ephesios Ante [Go Back]  
 [00614]  τοῦ γὰρ ἀναστῆσαι νεκρὸν πολλῷ θαυμασιώτερον τὸ πεῖσαι ψυχάς.
 [00627]  Πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι τοῦ φύσιν ἐργάσασθαι.
 [01163]  Τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι.
 [05763]  τοῦτο ἱκανὸν ἐναγαγεῖν καὶ πεῖσαι, καὶ μὴ ἀφεῖναι ἐρεσχελίαν τινὰ καὶ διχόνοιαν εἶναι.
 [05865]  οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης λέγεται.
 [06373]  Ἤδη μὲν οὖν καὶ τούτῳ διήγειρε τοὺς στρατιώτας, καὶ νήφειν ἐποίησε, τῷ πεῖσαι καὶ διδάξαι, ὅτι πρὸς ἔμπειρον τῶν πολεμικῶν ἡμῖν ἡ μάχη, καὶ οὐχ ἁπλῶς οὐδὲ φανερῶς πολεμοῦντα, ἀλλὰ μετὰ πολλῆς τῆς μεθοδείας.
000-00-00 Serial Number=0038252532
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00398]  Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην·
 [01173]  Ἐπειδὴ γὰρ τοῖς μακροῖς οὐ παρακολουθεῖτε λόγοις, φησὶν, οὐδὲ τῆς οἰκονομίας τὸ μέγεθος κατοπτεῦσαι βούλεσθε, διὰ συντόμου λόγου καὶ ταχίστης ἀποδείξεως ὑμᾶς πεῖσαι βούλομαι τὴν ἐσχάτην ὁρῶν ἀγνωμοσύνην.
000-00-00 Serial Number=0795562863
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01267]  Πάλιν αὐτοὺς ἀναμιμνήσκει τοῦ σταυροῦ, δύο ταῦτα κατορθῶσαι σπουδάζων, καὶ τὴν κηδεμονίαν αὐτοῦ δεῖξαι, καὶ πεῖσαι αὐτοὺς πάντα φέρειν γενναίως, εἰς τὸν ∆ιδάσκαλον ἀφορῶντας.
 [07860]  Εἰπὲ γάρ μοι, τί ἐβούλου, εἰς βασίλεια εἰσελθὼν, δυνηθῆναί τι τῶν πεπηγότων μεταῤῥυθμίσαι, ἢ τὸν βασιλέα οὕτως οἰκειώσασθαι, ὡς πεῖσαι πρὸς σὲ καταχθῆναι;
 [08072]  Μάλιστα μὲν οὖν, εἰ καὶ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα πεῖσαι πάντα ἑλέσθαι·
 [09023]  καθάπερ γὰρ ἵππος δυσήνιος, οὕτω δυσανασχετεῖ, καὶ οὐ βούλεται πεῖσαι ἑαυτὴν ὅτι ἥμαρτε.
 [09848]  Τοῦτο ἱκανὸν αὐτοὺς πεῖσαι καθυφεῖναι, εἰ ἕτοιμός ἐστιν ἐλθεῖν μετὰ τοῦ μαθητοῦ.
000-00-00 Serial Number=0512340367
In epistulam ad Philemonem Ante [Go Back]  
 [00151]  τὸν δὲ Θεὸν μὴ δυνάμενος πεῖσαι, οὐ φροντίζει, οὐδὲ αἰδεῖται, οὐδὲ τιμᾷ.
 [00632]  Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἀπὸ μιᾶς οἰκίας μόνης ἐγώ σε πεῖσαι πειράσομαι.
000-00-00 Serial Number=0833382368
In epistulam ad Romanos Ante [Go Back]  
 [06344]  Οὐδὲν τοίνυν ἕτερον ἐνταῦθα κατασκευάσαι βούλεται, ἢ τὸ πεῖσαι τὸν ἀκροατὴν μεθ' ὑπερβολῆς ἁπάσης εἴκειν, τῷ Θεῷ, καὶ μηδενὸς μηδέποτε ἀπαιτεῖν εὐθύνας αὐτόν.
 [06402]  ∆υνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων λόγον, ἀλλ' ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν ἀπώλοντο, οἱ δὲ ἠλεήθησαν, καὶ πεῖσαι μηκέτι διαπορεῖν, εἰ καὶ ἐξ ἐθνῶν τινες ἐσώθησαν, Ἰουδαίων ἀπολλυμένων·
 [07769]  Πολλὰ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλεχθεὶς, καὶ δείξας αὐτοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ τὴν ἀπόῤῥητον ἀγαθότητα καὶ οὐδὲ ἐρευνηθῆναι δυναμένην, αὐτὴν λοιπὸν ταύτην προβάλλεται, εἰς τὸ πεῖσαι τοὺς εὐεργετηθέντας ἀξίαν τῆς δωρεᾶς ἐπιδείξασθαι τὴν πολιτείαν.
 [09179]  Ἱκανὸν μὲν οὖν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν, ὅτι αὐτῷ ζῶμεν, καὶ αὐτῷ ἀποθνήσκομεν.
000-00-00 Serial Number=0143632829
In epistulam ad Titum Ante [Go Back]  
 [00395]  Ὅταν οὖν πεῖσαι μὴ δυνηθῇς, μὴ διάταττε τούτοις, ἀλλ' ἐπιστόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν.
000-00-00 Serial Number=0330252051
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00155]  Φιλιππησίοις γράφων καὶ βουλόμενος αὐτοὺς πεῖσαι παραχωρεῖν ἀλλήλοις τῶν πρωτείων, οὕτως συνεβούλευσεν·
000-00-00 Serial Number=0605782568
In illud Domine non est in homine Ante [Go Back]  
 [00050]  Οὐδὲν γὰρ, οὐδὲν οὕτως ἐσπούδακεν ὁ διάβολος, ὡς τοῦτο πεῖσαι τὴν ἀνθρωπίνην ψυχὴν, ὅτι οὔτε ἐν τοῖς ἁμαρτήμασίν ἐστιν ὑπεύθυνος κολάσεως, οὔτε ἐν τοῖς κατορθώμασιν ἐπαίνων ἄξιος καὶ στεφάνων, ἵνα καὶ τῶν σπουδαίων ἐκλύσῃ τὰς χεῖρας, καὶ σβέσῃ τὴν προθυμίαν, καὶ τῶν ἀναπεπτωκότων ἐπιτείνῃ τὴν ὀλιγωρίαν καὶ αὐξήσῃ τὴν ῥᾳθυμίαν.
 [00126]  Βουλόμενος τοίνυν ὁ διάβολος πεῖσαι τοὺς ἀνθρώπους, ὅτι πᾶς πλοῦτος ἄνωθέν ἐστι καὶ ἐκ τῆς τοῦ Θεοῦ δωρεᾶς, ἵν' ἐκ τούτου πολλὴν βλασφημίαν προστρίψηται τῷ ∆εσπότῃ, ῥῆσιν ἀπὸ τῆς Γραφῆς λαβὼν τὴν λέγουσαν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, ἑτέραν τὴν οὐκ οὖσαν ἐν τῇ Γραφῇ προστέθεικε λέγων·
 [00129]  ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης, βουλομένοις εἰς χρηστὰς ἀγαγεῖν αὐτοὺς ἐλπίδας καὶ πεῖσαι θαῤῥεῖν περὶ τοῦ τέλους, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ·
 [00154]  ἐπειδὴ γὰρ ἔμελλεν ἐπιστρατεύειν αὐτοῖς ὁ βάρβαρος, καὶ τὴν πόλιν ἀφανίζειν, καὶ λαβὼν αἰχμαλώτους ἀπιέναι, βουλόμενος πεῖσαι πάντας, ὅτι οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν τῆς πόλεως περιγίνεται, ἀλλὰ παρὰ τὰ τούτων ἁμαρτήματα, τοῦ Θεοῦ στρατηγοῦντος τὸν πόλεμον, καὶ χειραγωγοῦντος αὐτὸν ἐπὶ τὴν οἰκείαν πόλιν, φησίν·
000-00-00 Serial Number=0710526466
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00137]  Πῶς δὲ δυνησόμεθα τὴν τοῦ Πνεύματος ἐπισπάσασθαι βοήθειαν, καὶ πεῖσαι μεῖναι παρ' ἑαυτοῖς;
 [00212]  Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πράγματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι;
 [00669]  Εἶτα βουλόμενος ἡμᾶς πεῖσαι, ὅτι τοῦ σημεῖα ποιεῖν πολλῷ λαμπρότερον τὸ διὰ τὸν Χριστὸν θλίβεσθαι, καὶ ποιούμενος ἀπόδειξιν ἀποστολῆς, καὶ δεικνὺς ὅτι βελτίων αὐτῶν ἐστιν, οὐχὶ τῶν ἀποστόλων λέγω, ἀλλὰ τῶν ψευδαποστόλων, οὐκ ἀπὸ θαυμάτων καὶ σημείων, ἀλλ' ἀπὸ κινδύνων ἐπαλλήλων ποιεῖται τὸν τῆς ὑπεροχῆς ἔλεγχον, οὑτωσὶ λέγων·
000-00-00 Serial Number=0289788425
In illud In faciem ei restiti Ante [Go Back]  
 [00288]  Καὶ μὴν αὐτὸ τοῦτο ἦν ἱκανὸν, ἀξιόπιστον αὐτὸν ποιῆσαι διδάσκαλον, καὶ πεῖσαι ἐκείνους, ὅτι οὐκ ἀνθρωπίνη ἡ μετάθεσις ἐγένετο.
 [00289]  Οὐ γὰρ ἂν τὸν οὕτω φαινόμενον, καὶ θυμῷ ζέοντα, καὶ φόνου πνέοντα, καὶ θαυματουργοῦντι μὴ πεισθέντα τῷ Χριστῷ, μηδὲ τοῖς ἀποστόλοις τοῖς ἐκείνου, νε κροὺς ἐγείρασιν, ἴσχυσεν ἄν ποτε ἄνθρωπος ἐν αὐτῇ μέσῃ τῇ μανίᾳ μεταθεῖναι, καὶ τὴν ὑπερβολὴν, ἣν κατὰ τοῦ κηρύγματος ἐπεδείκνυτο, ταύτην ὁλόκλη ρον καὶ πολλῷ πλείονα πεῖσαι πάλιν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἐπιδείξασθαι·
 [00298]  Ταῦτ' οὖν οὐχ ἱκανὰ, φησὶ, [51.381] πεῖσαι καὶ τοὺς σφόδρα ἀναισθητοῦντας, ὅτι οὐκ ἔστιν ἀνθρώπινον τοῦτο τὸ κήρυγμα, ἀλλ' ὑπὲρ φύ σιν ἀνθρωπίνην ἅπαντα τὰ γεγενημένα, καὶ Θεὸς ὄν τως ἐστὶν ὁ μεταθεὶς καὶ μεταβαλών;
000-00-00 Serial Number=0809021592
In illud Isaiae Ego dominus deus feci lumen Ante [Go Back]  
 [00121]  Καὶ γὰρ ἴστε, πολλάκις ἑτέρωθί με βαδίζοντα καὶ τε τραμμένον ἀπαντήσας ἐν μέσῳ τῷ λόγῳ κατέσχε, καὶ οὕτως εἷλεν, ὡς ἐν αὐτῷ πεῖσαι καταλῦσαι τὸν λόγον.
000-00-00 Serial Number=0667764962
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00038]  Τοῦ συμβουλεῦσαι γὰρ, οὐ τοῦ πεῖσαι κύριος ὁ λέγων ἐστί.
 [00050]  Ἔγκλημα γὰρ, οὐ τὸ μὴ πεῖσαι, ἀλλὰ τὸ μὴ συμβουλεῦσαι·
 [00236]  Ταῦτ' οὖν ἅπαντα συνιδὼν ὁ Παῦλος, καὶ βουλόμενος τὸ δυσκατόρθωτον τοῦτο καὶ χαλεπὸν εὔκολον ποιῆσαι καὶ ῥᾴδιον, καὶ πεῖσαι τὸν μηδὲ ἰδεῖν ἀνεχόμενον τὸν ἐχθρὸν εἰς εὐεργεσίαν τὴν ἐκείνου γενέσθαι, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, ἵν' ἐλπίδι τῆς τιμωρίας προτραπεὶς, ἐπιδράμῃ τῇ τοῦ λελυπηκότος εὐεργεσίᾳ.
 [00248]  Βουλόμενος οὖν ἀποπηδῶντας αὐτοὺς, καὶ δυσχεραίνοντας, καὶ ναρκῶντας καὶ πρὸς αὐτὴν τὴν τῶν ἐχθρῶν ὄψιν, πεῖσαι τὰ μέγιστα αὐτοὺς εὐεργετεῖν, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, οὐχ ἵνα ἐκείνους ἐμβάλλῃ εἰς ἀπαραίτητον κόλασιν, ἀλλ' ἵνα τοὺς ἠδικημένους πείσας ἐν τῇ προσδοκίᾳ τῆς κολάσεως εὐεργετεῖν τοὺς ἐχθροὺς, τῷ χρόνῳ λοιπὸν πείσῃ καὶ πᾶσαν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν.
 [00337]  Τὸ γὰρ κράσπεδον κόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ὑφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν, οὐχὶ πρὸς ἐπίδειξιν καὶ φιλοτιμίαν τοῦτο ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην αὐτὸν ὑπώπτευεν ὡς ἐχθρὸν, καὶ διὰ τοῦτο αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων.
000-00-00 Serial Number=0279706240
In illud Vidi dominum Ante [Go Back]  
 [00107]  Καὶ ἐβουλόμην μὲν ὑμῖν τοῦτο καταλιπεῖν, ὥστε πεῖσαι καὶ ὑμᾶς πονεῖν περὶ τὴν αὐτοῦ λύσιν καὶ ἐγρηγορέναι πρὸς τὴν τῶν πνευματικῶν ἔρευναν·
 [01412]  [6.4] Ποῖος γάρ, εἰπέ μοι, κάματος, ποῖος πόνος, ποῖος ἱδρὼς τῷ ἁμαρτωλῷ πεῖσαι ἑαυτὸν ὅτι ἔστιν ἁμαρτωλὸς καὶ πρὸς τὸν Θεὸν τοῦτο εἰπεῖν;
000-00-00 Serial Number=0566868246
In illud Vidua eligatur Ante [Go Back]  
 [00485]  Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι;
000-00-00 Serial Number=0273924708
In principium Actorum Ante [Go Back]  
 [01351]  Καὶ ὅτι τοῦτο ἀναστάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν.
 [01436]  Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ' ὅρκου τρίτον, καὶ ὁ μεθ' ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δείσας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγελάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν.
000-00-00 Serial Number=0634627879
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00152]  Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην μετὰ θάνατον ἐπιδείξασθαι δύναμιν, ὡς τοὺς ζῶντας ἀνθρώπους πεῖσαι καὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων, καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας, καὶ μάστιγας, καὶ κινδύνους, καὶ θάνατον ἀντὶ τῶν παρόντων ἡδέων ἑλέσθαι.
000-00-00 Serial Number=0544400692
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [02064]  Καὶ αὐτὸν ἀφῆκαν ἐκεῖ, ὥστε ἢ πεῖσαι, ἢ κωλῦσαι.
000-00-00 Serial Number=0526935279
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00199]  ὅταν γὰρ ἡ τοῦ Θεοῦ δόξα ὑβρίζηται, μηδεμία οὕτως ἔστω πρόφασις ἀναγκαία, ὡς πεῖσαι τοσοῦτον κακὸν παριδεῖν.
 [00231]  Πόθεν οὖν τοὺς ταῦτα κατηγοροῦντας καὶ συλλογιζομένους ἡμεῖς δυνησόμεθα πεῖσαι;
 [00284]  εἴθε καὶ πεῖσαι δυνατὸν ἦν.
000-00-00 Serial Number=0381272435
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01696]  Αὐτὴ δὲ Ἰουδὶθἀπελθοῦσα εἰς Ἱερουσαλὴμ ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ἐπιστρέψασα εἰς τὸν οἶκον αὐτῆς, τὴν αὐτὴν εἶχε ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύοντος πεῖσαι πρὸς γάμον ἐλθεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»