Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόλεσι [51]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόλεσι


000-00-00 Serial Number=0799296141
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00929]  Νῦν μὲν γὰρ καὶ σταθμοῖς διείληπται συνεχέσι καὶ πόλεσι καὶ ἀγροῖς, καὶ ὁδοιπόροις δὲ βαδίζων ἄν τις ἐντύχοι πολλοῖς, ὅπερ καὶ σταθμοῦ καὶ πόλεως καὶ ἀγροῦ οὐχ ἧττον εἰς ἀσφαλείας λόγον ἐστί.
000-00-00 Serial Number=0497844636
Ad populum Antiochenum Ante [Go Back]  
 [00950]  οὕτως ἐν ταῖς πόλεσι, καθάπερ ἔφθην εἰπὼν, αὕτη πρώτη, ὥσπερ στέφανόν τινα θαυμαστὸν, τὴν τῶν Χριστιανῶν ἀνεδήσατο προσηγορίαν.
 [02119]  Σὺ διὰ τῆς ἐπιστολῆς ταύτης διαλεγόμενος ταῖς πόλεσι πάσαις ἔλεγες·
000-00-00 Serial Number=0511757255
Adversus Judaeos Ante [Go Back]  
 [01837]  Καὶ ἵνα μὴ νομίσῃς, ὅτι ἐν μιᾷ καὶ δυσὶ καὶ τρισὶ πόλεσι τὰ τῆς λατρείας περιστήσεται ταύτης, οὐχ ἁπλῶς εἶπεν, Ἐν παντὶ τόπῳ, ἀλλ', Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν·
000-00-00 Serial Number=0328845084
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00230]  Ἐβουλόμην καὶ αὐτὸς οὐχ ἧττον ὑμῶν, ἀλλὰ καὶ πολὺ πλέον, καὶ πολλάκις ηὐξάμην τῶν μοναστηρίων ἀναιρεθῆναι τὴν χρείαν, καὶ τοσαύτην ἐν ταῖς πόλεσι γενέσθαι τὴν εὐνομίαν, ὡς μηδένα δεηθῆναί ποτε τῆς εἰς τὴν ἕρημον καταφυγῆς·
 [00314]  οὗτοι δὲ πιστοὶ, καὶ ἐν εὐνομουμέναις δῆθεν πόλεσι ζῶντες, καὶ περὶ παίδων τῶν αὐτῶν βουλευόμενοι, ταῦτα φθέγγεσθαι τολμῶσιν, ἃ περὶ τῶν τυραννουμένων ὁ [47.332] τύραννος, καὶ οὐκ αἰσχύνονται·
 [01648]  Εἰ δὲ ἐν ταῖς πόλεσι τὸν καρπὸν ἐφυτεύσαμεν τοῦτον, καὶ νόμον τινὰ καὶ ἀρχὴν τὰ τῆς εὐταξίας ἔλαβε, καὶ τοὺς παῖδας πρὸ τῶν ἄλλων ἁπάντων ἐπαιδεύομεν φίλους εἶναι τῷ Θεῷ, καὶ τὰ πνευματικὰ ἐδιδάσκομεν μαθήματα ἀντὶ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ἁπάντων, πάντα ἂν ἀπεπήδησε τὰ λυπηρὰ, καὶ μυρίων ἀπηλλάγη κακῶν ὁ βίος ὁ παρὼν, καὶ ὃ περὶ τῆς μελλούσης λέγεται ζωῆς, ὅτι ἀπέδρα ὀδύνη καὶ λύπη καὶ [47.382] στεναγμὸς, ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα πάντες.
 [01724]  Εἰ γὰρ ἀθλητάς τις πόλεσι τρέφων, ἢ στρατιώτας βασιλεῦσιν ἀσκῶν, μεγάλῃ τιμηθήσεται τιμῇ, πόσην ἡμᾶς εἰκὸς λαβεῖν δωρεὰν, οὕτω γενναίους καὶ μεγάλους ἄνδρας, μᾶλλον δὲ ἀγγέλους τῷ Θεῷ τρέφοντας;
000-00-00 Serial Number=0738604546
Catecheses ad illuminandos Ante [Go Back]  
 [01182]  οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἡ λοιπὴ βλακεία ἡ ἐν ταῖς πόλεσι πολιτευομένη καὶ τοσαῦτα μόνον σιτοῦνται ὅσα πρὸς τὴν τῆς ζωῆς σύστασιν αὐτοῖς ἀρκέσαι δύναται, καὶ τὸν λοιπὸν ἅπαντα χρόνον ἐν ὕμνοις καὶ διηνεκέσιν εὐχαῖς τὴν ἑαυτῶν ἀπασχολοῦσι διάνοιαν καὶ ἐν τούτῳ τὴν ἀγγελικὴν διαγωγὴν μιμούμενοι.
000-00-00 Serial Number=0613757312
Commentarius in Job Ante [Go Back]  
 [01830]  ὀφειλήσουσιν [20b] οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.
000-00-00 Serial Number=0612505555
Comparatio regis et monachi Ante [Go Back]  
 [00014]  Οὐκοῦν ὁ μὲν βασιλεὺς πόλεσι καὶ χώραις καὶ πολλοῖς ἐφέστηκεν ἔθνεσι, καὶ στρατηγοὺς καὶ ὑπάρχους καὶ στρατόπεδα καὶ δήμους καὶ βουλὰς τοῖς ἑαυτοῦ νεύμασιν ἄγων·
000-00-00 Serial Number=0931141198
De Anna i Ante [Go Back]  
 [00752]  Οὐκ εἴδετε, ὅτι οἱ ἐν ταῖς πόλεσι πολιτευόμενοι, τῆς θηλῆς πολλάκις τοὺς ἑαυτῶν παῖδας εὐθὺς ἀποσπασθέντας, θαλλοφόρους, καὶ ἀγωνοθέτας, καὶ γυμνασιάρχους καὶ χορειάρχας ποιοῦσι;
 [00907]  Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ᾄδεται ἡ γυνὴ, ἀλλ' ὅτι τοσούτου παρελθόντος χρόνου, οὐ μόνον οὐκ ἐσβέσθη τὰ τῆς εὐφημίας αὐτῆς, ἀλλὰ καὶ αὔξεται καὶ ἐπιτείνεται πολλῷ πλέον, καὶ τὴν φιλοσοφίαν αὐτῆς καὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν ἅπαντες ἴσασι, καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν στρατοπέδοις, καὶ ἐν πλοίοις, καὶ ἐν ἐργαστηρίοις, καὶ πανταχοῦ τῆς γυναικὸς ἐγκωμιαζομένης ἀκούσῃ ταύτης.
000-00-00 Serial Number=0468093157
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00654]  Ὅ τε γὰρ θεῖος ὅ τε ταμίας οὕτως ἄμφω καταλύσαντες τὸν βίον καὶ λιμὸς εἰς τὴν πόλιν εὐθέως ἐμπεσὼν μετ' αὐτοῦ καὶ ἡ τῶν ὑδάτων σπάνις οὐδέποτε συμβᾶσα πρότερον ἀλλ' ἢ μετὰ τὰς ἐπὶ τῶν πηγῶν γενομένας θυσίας ὑπ' αὐτοῦ καὶ πολλὰ πρὸς τούτοις ἕτερα, τά τε ἐν τῷ στρατοπέδῳ τά τε ἐν ταῖς πόλεσι συμβαίνοντα, καὶ λιθίνην ἱκανὰ κάμψαι ψυχήν·
000-00-00 Serial Number=0066160619
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00445]  Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον ἐκεῖθεν τὴν θαυμαστὴν καὶ παράδοξον;
000-00-00 Serial Number=0582688212
De paenitentia et in lectionem de Davide et de uxore Uriae Ante [Go Back]  
 [00035]  Ἀλλ' οὐ μόνον ἐν ταῖς πόλεσι καὶ ταῖς ἐκκλησίαις οὕτω κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ἡλικίαν ἐκλάμπει, ἀλλὰ καὶ ἐν ἀγροῖς καὶ ἐν ἐρημίαις καὶ εἰς τὴν ἀοίκητον γῆν μετὰ πλείονος τῆς σπουδῆς χοροστασίας ἱερὰς ἀνεγείρει τῷ Θεῷ.
000-00-00 Serial Number=0288415492
De sanctis martyribus [1] Ante [Go Back]  
 [00035]  ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς πόλεσι μὲν ἐνδιέτριβε, τὰς δὲ χώρας ἠφίει κενὰς καὶ ἐρήμους, ἀλλὰ διεπορεύετο κατὰ πόλεις καὶ κώμας, κηρύσσων τὸ εὐαγγέλιον καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
 [00041]  ∆ιὰ γὰρ τοῦτο οὐκ ἐν πόλεσι μόνον κατεφύτευσε μάρτυρας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τῆς χώρας αὐτῆς, ἵνα ἐκ τῆς τῶν ἑορτῶν ὑποθέσεως πρόφασιν ἔχωμεν ἀναγκαίαν τῆς πρὸς ἀλλήλους ἐπιμιξίας, καὶ πλείους ἐπὶ τῆς χώρας ἢ ἐπὶ τῆς πόλεως.
000-00-00 Serial Number=0842803478
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [09110]  ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλεσι, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ·
000-00-00 Serial Number=0852430046
Epistula ad Cyriacum Ante [Go Back]  
 [00254]  Ὑπομνήσθητι δὲ καὶ τοὺς ἀποστόλους ὅτι πανταχόθεν ἐδιώκοντο καὶ κατεκρύπτοντο ἐν ταῖς πόλεσι μὴ δυνάμενοι φανῆναι.
 [00387]  Ὑπομνήσθητι δὲ καὶ τῶν ἀποστόλων ὅτι πανταχόθεν ἐδιώκοντο καὶ κατεκρύπτοντο ἐν ταῖς πόλεσι μὴ δυνάμενοι φανῆναι.
000-00-00 Serial Number=0742678761
Epistulae Ante [Go Back]  
 [02318]  Ὑπομνήσθητι δὲ καὶ τοὺς ἀποστόλους, ὅτι πανταχόθεν ἐδιώκοντο, καὶ κατεκρύπτοντο, ἐν ταῖς πόλεσι μὴν δυνάμενοι φανῆναι·
000-00-00 Serial Number=0502047360
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05121]  *Καὶ κτήσεται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεται ἐν βιβλίῳ, καὶ σφραγισθήσεται, καὶ διαμαρτυρεῖται μαρτυρίας ἐν τῇ Βενιαμὶν, καὶ κύκλωθεν Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ ὄρους, καὶ ἐν πόλεσι τῆς Σεφιλᾶ, καὶ ἐν πόλεσι τῆς Νογὲβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν, φησὶ Κύριος.
 [05123]  Τὸ δὲ ἐν πόλεσι τῆς Νογὲβ ἀποκλείσματος τὸν τόπον ἐμήνυσε, τουτέστιν, ἐν ταῖς πόλεσι ταῖς πρὸς νότον, ἵνα εἴπῃ, πανταχοῦ τῆς γῆς τῆς ἐπαγγελίας.
000-00-00 Serial Number=0371097326
Fragmenta in Proverbia Ante [Go Back]  
 [00304]  καθ' ἑκάστην ἡμέραν ἐν ἀγροῖς, ἐν πόλεσι, πάντας μυρία τοῦ γένους τούτου διερχομένους ἐγκώμια ἀκουσόμεθα.
000-00-00 Serial Number=0009980142
In Acta apostolorum Ante [Go Back]  
 [09965]  ὥστε καὶ ἐν ταῖς χώραις ἀπῄεσαν, οὐκ ἐν πόλεσι μόνον.
 [09999]  Μεγάλα κακὰ τὰ θέατρα παρασκευάζει ταῖς πόλεσι, μεγάλα, καὶ οὐδὲ τοῦτο ἴσμεν ὅτι μεγάλα.
000-00-00 Serial Number=0292733550
In Isaiam Ante [Go Back]  
 [00751]  Τότε μὲν γὰρ καὶ πόλεις πόλεσι καὶ χῶραι χώραις καὶ δῆμοι συνερρήγνυντο δήμοις καὶ ἔθνος ἓν εἰς πολλὰ διετέμνετο μέρη.
 [01028]  Ἂν γὰρ τοῦτο ἀπῇ, κἂν τἄλλα ἅπαντα παρῇ, πλέον οὐδὲν ἔσται ταῖς πόλεσι, κἂν προφῆται ὦσι, κἂν σύμβουλοι, κἂν δυνάσται, ὁ δὲ ἀκουσόμενος μηδεὶς ᾖ, πάντα εἰκῆ καὶ μάτην.
000-00-00 Serial Number=0033767760
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00045]  Καθάπερ βασιλεὺς κελεύει τὰ στρατόπεδα ἐν ἑκάσταις καθέζεσθαι πόλεσι, μήποτε βαρβαρικὸς πόλεμος ἐπαναστὰς καταδράμῃ τὰς πόλεις·
000-00-00 Serial Number=0480281830
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03467]  Τίς γὰρ ἂν δόξειε παρὰ τοῖς πολλοῖς σοφώτερος εἶναι τοῦ νομισθέντος ἀξίου πόλεσι καὶ δήμοις νομοθετεῖν;
 [04410]  Ἐν μέσαις γὰρ ταῖς πόλεσι τὸ ἄζυμον γίνεται, ὅπερ ἐστὶ παίγνια μᾶλλον, ἢ νόμος λοιπόν.
000-00-00 Serial Number=0819389522
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00094]  Ὁρᾷς γοῦν ὅτι ἐν μὲν ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται εἰς βοήθειαν καὶ τῶν ἐθνῶν·
 [02424]  οὐ γὰρ δὴ μοναχοῖς ταῦτα ἔγραφε μόνον, ἀλλὰ πᾶσι τοῖς οὖσιν ἐν ταῖς πόλεσι.
000-00-00 Serial Number=0703616738
In epistulam ad Romanos Ante [Go Back]  
 [04098]  καὶ θανάτου τότε μὲν ὀλίγοι μόλις ὑπερεῖδον ἄνδρες, νυνὶ δὲ καὶ ἐν κώμαις καὶ πόλεσι δῆμοι μαρτύρων ἄπειροι, οὐκ ἐξ ἀνδρῶν μόνον, ἀλλὰ καὶ ἐκ γυναικῶν συνεστηκότες.
 [08625]  Καὶ γὰρ μυρία ἀγαθὰ διὰ τῶν ἀρχῶν τούτων ταῖς πόλεσι γίνεται·
 [08630]  Ἀφεὶς εἰπεῖν κατὰ μέρος τὰς εὐεργεσίας τὰς ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, οἷον τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν δείκνυσιν.
 [08649]  Οὐδὲ γὰρ μικρόν τι συντελοῦσιν ἡμῖν εἰς τὴν τοῦ παρόντος βίου κατάστασιν, ὅπλα τιθέμενοι, τοὺς πολεμίους ἀποκρουόμενοι, τοὺς ἐν ταῖς πόλεσι στασιάζοντας κωλύοντες, τὰς ἐν πᾶσι διαφορὰς διαλύον [60.618] τες.
 [09665]  Εἰ γὰρ μὴ δυνατὸν ἐν μέσαις στρεφόμενον πόλεσι φιλοσοφεῖν, πολλὴ τῆς πολιτείας ταύτης ἡ κατηγορία γένοιτ' ἂν, εἰ μέλλοιμεν τὰς πόλεις ἐκλιπόντες, ἐπὶ τὰς ἐρήμους τρέχειν.
000-00-00 Serial Number=0533784211
In illud Messis quidem multa Ante [Go Back]  
 [00040]  δι' ὃν λειμῶνες καὶ παράδεισοι, δι' ὃν σπέρματα καὶ φυτὰ, δι' ὃν τὰ ποικίλα τῶν φυτῶν γένη, δι' ὃν τὰ ἐν ὄρεσι, τὰ ἐν ἐρημίαις, τὰ ἐν πόλεσι, τὰ ἐν πεδίοις, τὰ ἐν νάπαις, τὰ ἐν βουνοῖς·
000-00-00 Serial Number=0032234430
In illud Ne timueritis Ante [Go Back]  
 [00701]  Τί δὲ οὐκ ἀνέχῃ, ἄνθρωπος ὢν, ἀνθρώποις ἀναμίγνυσθαι, ἀλλ' ἐρημίαν ἐπιζητεῖς ἐν μέσαις ταῖς πόλεσι, καὶ οὐκ ἐννοεῖς ὅτι καὶ ὁ ∆εσπότης σου μετὰ τελωνῶν ἤσθιε, [55.515] καὶ μετὰ πόρνης διελέγετο, καὶ μετὰ λῃστῶν ἐσταυροῦτο, καὶ τοῖς ἀνθρώποις συνανεμίγνυτο·
000-00-00 Serial Number=0257525861
In martyres Aegyptios Ante [Go Back]  
 [00009]  τὴν οὐδὲν τούτων τῶν ἐπικήρων καὶ φθαρτῶν [50.694] χαριζομένην, ἀλλ' ἄνδρας πολλὴν ταῖς κληρωθείσαις αὐτοῖς πόλεσι καὶ μετὰ τελευτὴν κεκτημένους ἀσφάλειαν, πῶς οὐ δίκαιον μάλιστα πασῶν ταύτης παρ' αὐτῶν τῆς προεδρίας τυχεῖν;
 [00049]  Ἐν μὲν γὰρ ταῖς πόλεσι τὰ παράνομα ταῦτα καὶ τυραννικὰ ἐτολμᾶτο καθ' ἑκάστην ἡμέραν ἐπιτάγματα·
000-00-00 Serial Number=0357225299
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00172]  Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ γέγονεν οἰκονομίας, τὸ πάλιν αὐτὸν πρὸς ἡμᾶς ἐπαναγαγεῖν, καὶ ταῖς πόλεσι διανεῖμαι τὸν μάρτυρα.
000-00-00 Serial Number=0918905795
In sanguinis fluxu laborantem Ante [Go Back]  
 [00013]  Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, τὸν Χριστὸν ἐξ ὄρους κατερχόμενον, [64.18] καὶ πάλιν εἰς ὄρος ἀναβαίνοντα, περῶντα λίμνην, διαπλέοντα θάλασσαν, ἀγροῖς ἐπιδημοῦντα καὶ πόλεσι καὶ κώμαις, μετὰ τῆς κάτω πορείας μέμνησο καὶ τῆς ἄνω·
000-00-00 Serial Number=0089027882
In venerandum crucem Ante [Go Back]  
 [00017]  Ἐν τούτοις καὶ πρὸς τούτοις συγκαλεῖται γοῦν σήμερον ἡμᾶς ὁ ἑορταζόμενος πανάγιος σταυρὸς, καὶ ταῦτα τὰ ἄφθαρτα καὶ ἀείζωα ἐδέσματα πᾶσιν ὁμοίως ἐπιτρέπει, τοῖς οἴκοις, ταῖς ἀγοραῖς, ταῖς νυξὶ, ταῖς ἡμέραις, ταῖς πόλεσι, ταῖς ἐρήμοις.
000-00-00 Serial Number=0700670898
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00010]  πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ.
000-00-00 Serial Number=0437214017
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00076]  Τὴν γὰρ Ἱερουσαλὴμ πρὸς ἔσχατον ἀπωλείας κατενεχθεῖσαν ἰδὼν, καὶ οὐκέτι δυναμένην ἀνενεγκεῖν ἀπὸ τῆς ἀρρωστίας, ἐδάκρυσε, καὶ ἐπὶ τῆς Βηθσαϊδᾶ συμβουλαῖς μὲν οὐκ ἐχρήσατο λοιπὸν, οὐδὲ σημείοις, ταλανισμῷ δὲ μόνον, τὸ Οὐαὶ συνεχῶς ἐπιλέγων ταῖς πόλεσι, καθάπερ καὶ ἐπὶ τῶν ψυχορραγούντων, ποιοῦμεν ἡμεῖς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»