Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐδαμόθεν [84]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐδαμόθεν


000-00-00 Serial Number=0837864816
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00037]  Καὶ ἵνα μή τις ὑπερβολῆς εἶναι νομίσῃ τὰ ῥήματα τὰ παρ' ἡμῶν, τὴν ἀπόδειξιν ἐπαγαγεῖν ἤδη πειράσομαι, ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ αὐτῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ.
000-00-00 Serial Number=0875485778
Ad Innocentium papam i Ante [Go Back]  
 [00024]  πῶς ἂν ᾖ δίκαιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβαίνειν οὐδαμόθεν αὐτῷ προσήκοντα;
000-00-00 Serial Number=0086292326
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00314]  μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς καὶ ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν·
000-00-00 Serial Number=0920364380
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00568]  Καὶ γὰρ καὶ ὁ διάβολος οὐδαμόθεν ἑτέρωθεν τοιοῦτος ἐγένετο ἀλλ' ἢ ἀπὸ τοῦ πρότερον μὲν ἀπογνῶναι, ὕστερον δὲ ἐκ τῆς ἀπογνώσεως εἰς τὴν ἀπόνοιαν ἐμπεσεῖν.
000-00-00 Serial Number=0706173122
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00544]  [10.16] Παράβαλε τοίνυν ταῦτα πρὸς τὰ νῦν γεγενημένα καὶ ὄψει σου τὴν μικροψυχίαν καὶ ὄψει τὴν εὐτέλειαν τῶν σκανδαλιζομένων καὶ μαθήσῃ σαφῶς ὅτι οὐδαμόθεν ἑτέρωθέν σοι τὸ σκάνδαλον γίνεται ἢ ἐκ τοῦ μὴ παραχωρεῖν τῇ ἀκαταλήπτῳ τοῦ Θεοῦ προνοίᾳ, ἀλλ' ἐπιζητεῖν οἰκονομιῶν τρόπον πανταχοῦ καὶ αἰτίας τῶν γινομένων ἀπαιτεῖν καὶ ἕκαστα περιεργάζεσθαι.
000-00-00 Serial Number=0422172189
Ad populum Antiochenum Ante [Go Back]  
 [00461]  Ὅταν δὲ μὴ εἷς, μηδὲ δύο καὶ τρεῖς, ἀλλὰ τοσοῦτον ᾖ τὸ πλῆθος τὸ δυνάμενον τῆς τῶν ἠμελημένων ἐπιμελείας ἅψασθαι, οὐδαμόθεν ἑτέρωθεν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, καὶ οὐ παρὰ τὴν ἀσθένειαν οἱ πλείους ἀπόλλυνται καὶ καταπίπτουσι.
000-00-00 Serial Number=0241399109
Adversus Judaeos Ante [Go Back]  
 [02642]  Σαμαρείτης δέ τις, οὐδὲν αὐτῷ προσήκων οὐδαμόθεν, οὐ παρέδραμεν, ἀλλ' ἐπιστὰς κατηλέησε, καὶ ἐπέσταξεν ἔλαιον καὶ οἶνον·
000-00-00 Serial Number=0319545984
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00968]  Ὥστε οὐδαμόθεν τὴν διαστροφὴν γίνεσθαι τῶν παίδων, ἀλλ' ἐκ τῆς περὶ τὰ βιωτικὰ μανίας·
 [01551]  τῷ δὲ εἰς τοὺς δεομένους ἀναλίσκειν ἐπιθυμοῦντι οὐδεὶς οὐδαμόθεν φανεῖται ταῦτα ἀπειλῶν·
000-00-00 Serial Number=0165122449
Catecheses ad illuminandos Ante [Go Back]  
 [00343]  Εἰ γὰρ τοὺς οὐδαμόθεν ἡμῖν προσήκοντας ἐνάγειν εἰς τὸν τῆς ἀρετῆς ζῆλον καλόν, πολλῷ μᾶλλον ἐκεῖνον ὃν εἰς χώραν τέκνου πνευματικοῦ ἀναδεχόμεθα, τὴν πρόσταξιν εἰς αὐτὸν ἀποπληροῦν ὀφείλομεν.
 [00737]  αὕτη δὲ οὐδαμόθεν τίκτεται ἢ ἀπὸ τῆς τρυφῆς καὶ ἀδηφαγίας καὶ πολλῆς τῆς βλακείας.
000-00-00 Serial Number=0325841784
Commentarius in Job Ante [Go Back]  
 [00091]  ἡ γὰρ τοῦ θεοῦ γνῶσις διὰ βίου εὑρίσκεται καὶ γίνεται βίου φυλακή, ὥστε οὐδαμόθεν ἑτέρωθεν ἑλληνισμός, ἀλλ' ἢ ἀπὸ βίου ἀκαθάρτου.
000-00-00 Serial Number=0938837588
De Anna i Ante [Go Back]  
 [00098]  Τοὺς γοῦν υἱοὺς τοὺς ἑαυτῶν πολλάκις, ἐπειδὰν φαύλους ἴδωσι γενομένους, καὶ εἰς πονηρίαν ἀποσκιρτήσαντας, τῆς συγγενείας τῆς ἑαυτῶν ἐκκόπτουσιν, ἀποκηρύττοντες, ἑτέρους ποιοῦντες υἱοὺς οὐδαμόθεν αὐτοῖς πολλάκις προσήκοντας.
000-00-00 Serial Number=0251888752
De Davide et Saule Ante [Go Back]  
 [00442]  μὴ ἐκκόψας δὲ, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν.
000-00-00 Serial Number=0544119537
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00117]  Καὶ μὴν διὰ τοῦτο αὐτοὺς κολασθῆναι ἔδει, καὶ τὴν ἐσχάτην δοῦναι δίκην, καὶ τιμωρίαν ὑποστῆναι τὴν ἀφόρητον, ὅτι τοσούτων ἀπολαύσαντες θαυμάτων, καὶ νόμον λαβόντες, οὐδαμόθεν ἐγένοντο βελτίους.
000-00-00 Serial Number=0910774350
De fato et providentia Ante [Go Back]  
 [00497]  Ὁρᾷς ὅτι οὐδαμόθεν τὸ δόγμα τοῦτο εἰσενήνεκται, ἀλλ' ἀπὸ τῆς ῥᾳθυμίας, καὶ ὀλιγωρίας, καὶ τοῦ πρὸς αὐτοὺς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλελύσθαι πόνους.
000-00-00 Serial Number=0268268406
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00447]  καὶ οἱ ἐν μέσοις εἰλημμένοι δικτύοις καὶ οὐδεμίαν οὐδαμόθεν διέξοδον ἔχοντες στρατιῶται, τοῦ Θεοῦ λοιπὸν νεύσαντος, τῶν βαρβάρων ἀπαλλαγέντες μετὰ ἀσφαλείας ἐπανῄεσαν ἁπάσης.
000-00-00 Serial Number=0260910749
De mansuetudine sermo Ante [Go Back]  
 [00008]  καίτοι καὶ τὸ προθύμως ἐπαρκεῖν τοῖς δεομένοις οὐκ ἄλλοθεν οὐδαμόθεν, ἀλλ' ἀπὸ τῆς χρηστότητος περιγίνεται πᾶσι τοῖς τὸν Χριστὸν ἀγαπῶσι.
000-00-00 Serial Number=0775110185
De perfecta caritate Ante [Go Back]  
 [00187]  μᾶλλον σὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα·
000-00-00 Serial Number=0693632483
De sancta Droside martyre Ante [Go Back]  
 [00079]  Οὐδεμίαν οὐδαμόθεν, τῆς τούτων ἀρετῆς τὴν ἐκείνων κακίαν ἐκ πολλοῦ τοῦ περιόντος κατακρινούσης.
000-00-00 Serial Number=0742203772
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00064]  Πάλιν ἡ κόρη ἔρημος οὖσα συμμάχων, καὶ βοηθῶν, καὶ οὐδεμίαν οὐδαμόθεν ὁρῶσα διέξοδον τῶν δεινῶν, καὶ τῶν στομάτων ἐγγὺς οὖσα τῶν θηρίων ἐκείνων, ἐξ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς φάρυγγος αὐτῶν ἀναρπασθεῖσα διέφυγε τὰς ἐπιβουλὰς, καὶ περιεγένετο στρατιωτῶν, δικαστῶν, ἀρχόντων.
000-00-00 Serial Number=0621575356
De sancto hieromartyre Babyla Ante [Go Back]  
 [00092]  τὰ δὲ τούτων ἀπάτη, καὶ ψεῦδος οὐδαμόθεν συσκιασθῆναι δυνάμενον.
000-00-00 Serial Number=0595704257
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02088]  Ὁ γὰρ μηδέπω θαῤῥεῖν ὑπὲρ τῆς ἀθανασίας ἔχων, ἀλλ' ἔτι μετέωρον τὴν ἐλπίδα ταύτην οὖσαν εἰδὼς, καὶ πρὸς τοσοῦτον ἀλαζονείας καὶ ἀνοίας ἀρθεὶς, ὡς ἐλπίσαι γενέσθαι θεὸς, καὶ ταῦτα, οὐδαμόθεν τὸν ταῦτα ἐπαγγειλάμενον πιστὸν ὁρῶν·
 [03006]  Ἐπειδὴ γὰρ ἔμαθεν ὅτι δι' ἐκεῖνον καὶ τὰς ἐκείνου προσευχὰς ἡ ζωὴ αὐτῷ κεχάρισται, ὡς εὐεργέτην λοιπὸν καὶ κηδεμόνα τὸν ξένον, τὸν ἀλήτην, τὸν οὐδαμόθεν γνώριμον, οὕτω θεραπεύειν ἐπείγεται.
 [07032]  Καὶ γὰρ, εἰ μὴ ἔκοψεν, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν.
 [09999]  Ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν.
000-00-00 Serial Number=0774086595
Epistula ad Cyriacum Ante [Go Back]  
 [00619]  Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν;
000-00-00 Serial Number=0124132454
Epistula ad abbatem Ante [Go Back]  
 [00068]  ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινὸς οὐδαμόθεν δύναται καταπεσεῖν ὑποκάτω πάντων κείμενος, ὁ δὲ ὑψῶν ἑαυτὸν κάτω φέρεται εἰς τὴν ἄβυσσον τοῦ πυρός.
000-00-00 Serial Number=0855916262
Epistulae Ante [Go Back]  
 [00554]  Ἡμῖν γὰρ οὐδεὶς οὐδαμόθεν ταχέως ἐπιχωριάζειν ἀνέχεται, τῶν ὁδῶν [52.647] πανταχόθεν, τῶν ἐνταῦθα φερουσῶν, ἀποτετειχισμένων.
 [01512]  Ἡμῖν γὰρ οὐδεὶς οὐδαμόθεν ταχέως ἐπιχωριάζειν ἀνέχεται, τῶν ὁδῶν [52.647] πανταχόθεν, τῶν ἐνταῦθα φερουσῶν, ἀποτετειχισμένων.
 [02441]  καὶ ὥσπερ εἰς νῆσόν τινα ὑπὸ πελάγους ἀπλώτου κυκλουμένην ἀποικισθέντες, οὕτως οὐδαμόθεν οὐδένα ῥᾳδίως ὁρᾷν δυνάμεθα, πάσης ὁδοῦ τῷ φόβῳ τῶν θορύβων τούτων ἀποτετειχισμένης.
000-00-00 Serial Number=0002300680
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00973]  Ποῖον γὰρ ἐγκώμιον, εἰπέ μοι, τὸ μὴ μοιχεῦσαι, μηδὲ ἀλλότριον διορῦξαι γάμον, μηδὲ μιᾶναι εὐνὴν οὐδαμόθεν αὐτῷ προσήκουσαν, μηδὲ ἀδικῆσαι τὸν εὐεργετήσαντα, μηδὲ αἰσχύνῃ περιβαλεῖν τοῦ προστάτου τὴν οἰκίαν;
000-00-00 Serial Number=0475439906
Expositiones in Psalmos Ante [Go Back]  
 [00043]  Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν γίνεται ἢ ἐξ ἀδικίας.
 [06252]  Εἰ γὰρ ὁ Παῦλος μάστιγας ἔχων ἀφορήτους ἐπικειμένας, καὶ ξύλῳ προσδεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, ἐν μέσῃ νυκτὶ, ὅτε μάλιστα γλυκὺς ὁ ὕπνος ἐφίσταται πᾶσι, μετὰ τοῦ Σίλα διετέλει τὸν Θεὸν ὑμνῶν, καὶ οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς φροντίδος, οὔτε ἀπὸ τῆς τυραννίδος τοῦ ὕπνου, οὔτε ἀπὸ τῆς ἀλγηδόνος τῶν πόνων ἐκείνων, οὔτε ἄλλοθεν οὐδαμόθεν ἠναγκάσθη καθυφεῖναι τῆς μελῳδίας·
000-00-00 Serial Number=0506644785
Fragmenta in Jeremiam Ante [Go Back]  
 [05803]  Οὕτως οὐδαμόθεν ἔσται παραμυθία.
000-00-00 Serial Number=0498662472
Fragmenta in Job Ante [Go Back]  
 [00133]  ὥσπερ γὰρ πλεονέκτην, τὰ τῶν ἄλλων βουλόμενον λαβεῖν καλοῦμεν, καὶ τοῖς οἰκείοις οὐκ ἀρκούμενον, οὕτω καὶ ἀλαζονικὸν λέγομεν, ὅταν πλέον ἀπαιτεῖ τῶν ὀφειλομένων ἀνθρώπῳ, παρὰ τοῦ πλησίον, ὅταν τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ τιμῇ, ἕτερον δὲ ἀτιμάσαι θέλῃ, τοῦτο δὲ οὐδαμόθεν ἄλλοθεν γίνεται ἢ ἐξ ἀδικίας·
000-00-00 Serial Number=0953212440
In Acta apostolorum Ante [Go Back]  
 [03727]  οὐδαμόθεν ἄλλοθεν εἶχον γὰρ ἐπιδεῖξαι, ὅτι ἀνέστη, ἀλλ' ἢ ἀπὸ τῶν σημείων.
 [03802]  ὅτε οὐδαμόθεν προσεδόκων παραμυθίαν, οὕτω δὴ κατετόλμησαν τοῦ πράγματος·
 [09999]  Ἐφέστηκε γὰρ ὁ δαίμων ὡς δήμιος ὄντως σφοδρὸς ἀπειλῶν πολλὰ, καθάπερ τις παιδαγωγὸς τὸν ἱμάντα ἀνατείνων, καὶ οὐδαμόθεν ἀναχυθῆναι ἀφιείς.
 [09999]  ἑτέρωθεν μὲν οὐδαμόθεν, ἀπὸ δὲ τῶν γινομένων τὰ καθ' ὑμᾶς πάντα ἀπολυσόμεθα.
000-00-00 Serial Number=0235253453
In Joannem Ante [Go Back]  
 [01617]  Τοῦτο δὲ αὐτοῖς ἑτέρωθεν μὲν οὐδαμόθεν, ἐξ ἀλαζονείας δὲ καὶ πονηρίας καὶ μισανθρωπίας γέγονε.
 [01645]  ∆ιαλεχθεὶς περὶ τῶν Ἑλληνικῶν, καὶ δείξας αὐτοὺς οὐδεμίαν ἔχοντας οὐδαμόθεν ἀπολογίαν, οὐδὲ ἐλπίδα σωτηρίας, κατηγορήσας τε ἀκριβῶς καὶ τῆς τῶν δογμάτων αὐτῶν διαστροφῆς, καὶ τῆς περὶ τὸν βίον ἀκαθαρσίας, μετατίθησιν ἐπὶ τοὺς Ἰουδαίους τὸν λόγον·
 [02841]  ἀλλ' οὐδὲν ἕτερόν ἐστιν αὕτη, ἢ διαστροφὴ ψυχῆς καὶ νόσος χαλεπωτάτη, οὐδαμόθεν ἄλλοθεν τικτομένη, ἢ ἐξ ἀνοίας.
 [04893]  Ἄλλοθεν μὲν οὐδαμόθεν, ἐξ ἀγαθότητος δὲ μόνης.
 [05120]  Ἐρᾷ δὲ οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἀπὸ τοῦ δόξης ἐρᾷν κενῆς.
000-00-00 Serial Number=0639557660
In Psalmos 101-107 Ante [Go Back]  
 [01877]  οὐδαμόθεν γὰρ ἄλλοθεν τούτου τυχεῖν δυνατόν.
000-00-00 Serial Number=0112863302
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00290]  Ἐπεὶ καὶ νῦν ὅσοι τῇ κρίσει διαπιστοῦσιν, οὐδαμόθεν ἑτέρωθεν, ἀλλ' ἀπὸ βίου διεφθαρμένου καὶ πονηροῦ συνειδότος τοῦτο πάσχουσιν.
000-00-00 Serial Number=0321791589
In epistulam II ad Corinthios Ante [Go Back]  
 [03741]  οἱ δὲ νῦν, οὐδὲ ὄναρ ὑπομένοντές τι τούτων, ἀλγοῦσι καὶ θρηνοῦσιν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τοῦ μὴ φιλόσοφον ἔχειν γνώμην.
000-00-00 Serial Number=0745971084
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02023]  Καὶ ταῦτα ἔλεγον τοῖς οὐδὲν ἄλλο εἰδόσιν, ἢ μεθύειν καὶ γαστρίζεσθαι, τοῖς ἑορτὰς ἐπιτελοῦσιν οὐδαμόθεν ἄλλοθεν συνεστώσας ἢ ἀπὸ αἰσχρότητος καὶ γέλωτος καὶ κωμῳδίας ἁπάσης.
 [09059]  τῷ δὲ ἀπίστῳ οὐδαμόθεν ἔσται τοῦτο καταφανὲς, ἀλλ' ἢ ἀπὸ τῶν σημείων·
 [09999]  Ὥστε οὐδαμόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γί-νεται, ἢ ἐκ τοῦ μὴ φιλεῖν.
 [09999]  ὅπερ οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ τῆς ἀγάπης γίνε-ται.
 [09999]  Ἀδελφοὶ γὰρ οὐδαμόθεν ἐγενόμεθα, ἀλλ' ἢ ἀπὸ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίας.
 [09999]  Ὁ μὲν γὰρ σώφρων τὴν ἀπὸ τῆς νίκης ἔχει, σὺ δὲ οὐδαμόθεν.
 [09999]  μᾶλλον δὲ ἅπας ὁ βίος ἐν ἡδονῇ, τοῦ συνειδότος αὐτῷ στεφανουμένου, τῶν κυμάτων ἐστορεσμένων, οὐδενὸς οὐδαμόθεν ἐγγινο-μένου θορύβου.
000-00-00 Serial Number=0508039534
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [03088]  Ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον, καὶ ὁ δαίμων καὶ τὸ πνεῦμα, ἀλλ' ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀληθεῦον, καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν, ἀλλ' ἀνευθύνως ἑκάτεροι ἔλεγον, ὡς ὁ Ἱερεμίας καὶ ὁ Ἰεζεκιήλ·
000-00-00 Serial Number=0555513382
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01331]  Ὥστε οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται, ἀλλ' ἐκ τοῦ μὴ ποιεῖν τὰ λεγόμενα·
 [03423]  Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει ἐκείνας τὰς μεμονωμένας, τὰς οὐδαμόθεν ἐχούσας παραμυθίαν;
000-00-00 Serial Number=0099554241
In epistulam ad Ephesios Ante [Go Back]  
 [02308]  Ὥσπερ οὖν κἀκεῖ οὐδαμόθεν ἄλλοθεν ἐπεστομίσθησαν, ἀλλ' ἢ ἐκ τοῦ τοὺς ἐλθόντας ὁμολογεῖν τὰ γεγενημένα, οὕτω δὴ καὶ ἐνταῦθα.
 [03594]  Πώρωσις δὲ οὐδαμόθεν γίνεται, ἀλλ' ἢ ἀπὸ ἀναισθησίας·
 [04908]  Τὸ γὰρ πλέον ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτικοῖς, οὐδαμόθεν ἄλλοθεν γίνεται, ἀλλ' ἢ ἐκ τοῦ ψυγῆναι τὴν ἀγάπην·
 [05746]  Καθάπερ γὰρ ἐπὶ στρατηγοῦ, ὅταν καὶ τὸ στρατιωτικὸν ᾖ συγκεκροτημένον, οὐδαμόθεν ὁ πολέμιος ἐπεισέρχεται·
000-00-00 Serial Number=0345544457
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01786]  διόπερ οὐδαμόθεν οὐδὲν καρπώσεται.
000-00-00 Serial Number=0160735428
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07359]  ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν.
000-00-00 Serial Number=0493177652
In epistulam ad Philippenses Ante [Go Back]  
 [00651]  Τοῦτον οὖν μακαρίζεις τὸν οὐδαμόθεν ἡσθῆναι δυνάμενον;
000-00-00 Serial Number=0849305570
In epistulam ad Romanos Ante [Go Back]  
 [00649]  Καὶ μὴν οὐδαμόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ Εὐαγγελίου ταῦτα ἔγνωμεν·
 [00694]  Αὐτῆς γὰρ τῆς κατὰ τὸν παρόντα βίον πονηρίας οὐδαμόθεν ἀπηλλάγημεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τῆς πίστεως.
 [03682]  Νεκροὶ καὶ ἀπολωλότες ἀπώλειαν οὐδαμόθεν διορθωθῆναι δυναμένην·
 [05552]  τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα, μᾶλλον δὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα νῦν·
 [09049]  Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν ἔσται, ἀλλ' ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι, καὶ μὴ πλειόνων ἐπιθυμεῖν.
000-00-00 Serial Number=0658058047
In illud Domine non est in homine Ante [Go Back]  
 [00129]  ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης, βουλομένοις εἰς χρηστὰς ἀγαγεῖν αὐτοὺς ἐλπίδας καὶ πεῖσαι θαῤῥεῖν περὶ τοῦ τέλους, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ·
000-00-00 Serial Number=0787891924
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00069]  Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέψαι τὰ καθ' ἑαυτοὺς ἅπαντα.
 [00506]  Οὐχ ὁρᾷς, ὅτι πολλοὶ ἀνθρώπους πλουτοῦντας καὶ ἐν δυναστείαις ὄντας, οὐδαμόθεν αὐτοῖς προσήκοντας, εἰς τὰς διαθήκας πολλάκις εἰσήγαγον τὰς ἑαυτῶν, καὶ τοῖς ἑαυτῶν παισὶ συγκληρονόμους ἐποίησαν, δι' ἄλλο μὲν οὐδὲν, ἵνα δὲ ἀσφάλειαν τοῖς ἑαυτῶν κτήσωνται παισὶν ἀπὸ ὀλίγων χρημάτων;
000-00-00 Serial Number=0167616367
In illud Ne timueritis Ante [Go Back]  
 [00333]  Οὐχ ὑπὸ στέγην καθήμενος, ἀλλὰ ξένους καὶ ὁδοιπόρους οὐδαμόθεν γνωρίμους ἐπισπώμενος, καὶ ἀναστὰς προσεκύνησεν ὁ πλούσιος καὶ εὐγενής.
000-00-00 Serial Number=0408264816
In illud Si esurierit inimicus Ante [Go Back]  
 [00160]  ∆ιὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγὴν, ζημίαν ὑπομένοντες, ὅσην οὐδαμόθεν ἄλλοθεν·
 [00161]  ἐπειδὴ καὶ κέρδη κερδαίνουσιν ἐνταῦθα ἐρχόμενοι, ὅσα οὐδαμόθεν ἑτέρωθεν κερδᾶναι δύναιντ' ἄν·
000-00-00 Serial Number=0484354138
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00147]  Ὁ πλοῦτος ἀφύλακτος ἔῤῥιπτο, καὶ ὁ κλέπτης οὐδαμόθεν ἐφαίνετο.
000-00-00 Serial Number=0049482167
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00015]  ∆ιὰ τοῦτο καὶ κόραι, καὶ γυναῖκες, καὶ ἄν δρες, καὶ νέοι, καὶ γέροντες, καὶ δοῦλοι, καὶ ἐλεύθεροι, καὶ πᾶσα ἀξία, καὶ ἡλικία ἅπασα, καὶ φύσις ἑκατέρα πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο τούτους, καὶ οὐδαμόθεν οὐ δὲν παρεβλάβησαν, ἐπεὶ προαίρεσιν γενναίαν εἰσήνεγκαν εἰς τὰ παλαίσματα ταῦτα.
000-00-00 Serial Number=0411410093
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00066]  Καὶ μὴν ἕτερος εἶπεν ἂν, Αἰχμάλωτός εἰμι, οὐδαμόθεν ἔχω τὴν ἀναγκαίαν τρο φὴν, συγγνώσεται πάντως ὁ Θεός.
000-00-00 Serial Number=0841190279
Oratio de hypapante Ante [Go Back]  
 [00125]  οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται ἢ ἐκ τοῦ μὴ τῆς γραφῆς σε ἀκουέιν μηδὲ σχολάζειν σε τῇ ἐκκλησίᾳ τῇ λεγούσῃ·
000-00-00 Serial Number=0942657828
Prooemia in Psalmos Ante [Go Back]  
 [00206]  Ταῦτα δὲ οὐδαμόθεν ἄλλοθεν ἔξεστι κατορθοῦν, ἀλλ' ἢ ἐν τῷ νόμῳ Κυρίου μελετᾷν ἡμέρας καὶ νυκτός.
000-00-00 Serial Number=0653330863
Quales ducendae sint uxores Ante [Go Back]  
 [00341]  ἡ καθ' ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ' εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλλοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφροσύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι;
 [00390]  ∆ιὰ τοῦτο μείζων αὐτῇ ὁ μισθὸς τῆς φιλοξενίας ἐγίνετο, ὅτι τὸν οὐδαμόθεν ὄντα γνώριμον μετὰ τοσαύτης ὑπεδέξατο εὐνοίας, ὁμοῦ καὶ τὴν σωφροσύνην διατηροῦσα.
000-00-00 Serial Number=0913584709
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00055]  Ὥσπερ οὖν οὐκ ἀρκούντων τούτων εἰς βλάβην, ἄνδρας τινὰς οὐδαμόθεν αὐταῖς προσήκοντας λαβοῦσαι συγκατακλείουσι, καὶ τὸν πάντα συνοικίζουσι χρόνον, καθάπερ ἐνδεικνύμεναι καὶ διὰ τούτων καὶ διὰ τῶν εἰρημένων, ὅτι ἄκουσαι ἐπὶ τὴν παρθενίαν εἱλκύσθησαν καὶ βίαν ὑπομείνασαι τὴν ἐσχάτην·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»