Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οἰκέτην [138]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οἰκέτην


000-00-00 Serial Number=0128596663
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00085]  Τὸν τοίνυν ἀδελφὸν μὴ τὸν ὁμότιμον μόνον, μηδὲ ἐλεύθερον νομίσῃς εἶναι, ἀλλὰ καὶ τὸν οἰκέτην·
000-00-00 Serial Number=0856256545
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00660]  Ἔτι οὖν τῶν ἐν τῷ κόσμῳ στρεφομένων μεμνήσῃ, καὶ τὸν οἰκέτην ἄξεις εἰς μέσον τὸν σόν·
000-00-00 Serial Number=0022581100
Ad illuminandos catecheses Ante [Go Back]  
 [00231]  Ἔχεις γυναῖκα, ἔχεις οἰκέτην, ἔχεις παιδία, καὶ φίλον, καὶ συγγενῆ, καὶ γείτονα;
 [00394]  Καὶ τί λέγω πένητα καὶ οἰκέτην καὶ ἀνώνυμον;
000-00-00 Serial Number=0163194835
Ad populum Antiochenum Ante [Go Back]  
 [00832]  Ἀλλ' ὅμως τοσαύτη ἐστὶν ἡ τῶν πόνων παραμυθία, ὡς εἰ καὶ ταῦτα ἀμφότερα προσγένοιτο, δύνασθαι τὸν οἰκέτην καθεύδειν.
 [01894]  Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων καὶ ἀγανακτούντων ἡμῶν, τὸ πρὸς τὴν ὀργὴν ἀπολογήσασθαι ἀφεὶς ἐκεῖνος εἰς τὸν οἰκίσκον τὸν ἑαυτοῦ κατελθὼν, τὰ ἱμάτια καὶ τὰ ἔπιπλα πάντα συναγαγὼν καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρόνησιν ταύτην.
 [01914]  ὁ δὲ Θεὸς οὐκ αἰσχύνεται, ἀλλ' ἓν μόνον ζητεῖ, τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ τὸν οἰκέτην τὸν ἑαυτοῦ διορθοῦται.
 [02311]  Καὶ καθάπερ ἱμάτιον πολλάκις κεκτημένοι, ἢ οἰκέτην ἢ σκεῦος τίμιον, ἀναμιμνησκόμεθα τῶν καιρῶν, καὶ πρὸς ἀλλήλους λέγομεν·
 [02312]  Τὸν οἰκέτην τὸν δεῖνα τῇδε ἐκτησάμην τῇ ἑορτῇ, τὸ ἱμάτιον τόδε ἐπριάμην τῷδε τῷ καιρῷ·
 [02499]  Πῶς γὰρ οὐκ ἄτοπον οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε·
 [03960]  Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ ὤμοσε, καὶ τῷ κωλύσαντι πάλιν καὶ διακόψαντι τὴν εὐορκίαν τὸ ἕγκλημα τῆς ἐπιορκίας περιέστησεν.
 [05541]  Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγῳ σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς τὸν οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιῶν.
 [05569]  οὕτω τῶν ἐχθρῶν καὶ μισουμένων κἂν οἰκέτην, κἂν φίλον, κἂν οἰκίαν, κἂν στενωπὸν ἴδωμεν, κἂν ὁτιοῦν ἕτερον, ὑπὸ πάντων δακνόμεθα, καὶ πυκναὶ καὶ συνεχεῖς ἡμῖν ἀφ' ἑκάστου τῶν ὁρωμένων πληγαὶ γίνονται.
 [05618]  Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο γίνεται, κἂν τυπτήσωμεν ἀλλότριον οἰκέτην, ὁ δεσπότης ἀγανακτεῖ, καὶ ὕβριν εἶναί φησι τὸ πρᾶγμα·
 [05743]  Εἴ τις οἰκέτης σὸς ὤφειλέ σοι χρυσίνους ἑκατὸν, εἶτα ἐκείνῳ ἕτερός τις ὤφειλε ἀργύρια ὀλίγα, καὶ προσελθὼν ὁ τοῦ δούλου χρεώστης παρεκάλεσέ σε καὶ ἱκέτευσεν ἀξιῶν συγγνώμης τυχεῖν, καὶ σὺ τὸν οἰκέτην καλέσας τὸν σαυτοῦ προσέταξας εἰπὼν ἀφεῖναι τὸ ὀφείλημα τούτῳ, καὶ Ἀπὸ τοῦ λόγου οὗ ὀφείλεις μοι, λογίζομαί σοι τὸ ὀφείλημα·
 [05795]  Σὺ δὲ, ἵνα οἰκέτην κτήσῃ χρήσιμον, καὶ χρυσίον καταβάλλεις, καὶ ἐμπόροις διαλέγῃ πολλοῖς, καὶ ἀποδημίαν πολλάκις ἀποδημεῖς μακράν·
000-00-00 Serial Number=0760091424
Adversus Judaeos Ante [Go Back]  
 [01209]  κἂν οἰκέτην ἔχῃς, κἂν γυναῖκα, κάτεχε ἐπὶ τῆς οἰκίας μετὰ πολλῆς τῆς σφοδρότητος.
 [02788]  Ἂν σὺ τὸν οἰκέτην μαστίξῃς τὸν σὸν, εἶτα ἐκεῖνος τριάκοντα ἢ πεντήκοντα λαβὼν πληγὰς, εὐθέως ἐλευθερίαν ἀναβοήσῃ, ἢ καταλίπῃ σου τὴν δεσποτείαν, καὶ πρὸς ἑτέρους τινὰς ἀπέλθῃ τῶν μισούντων σε, καὶ παροξύνῃ·
 [02793]  Ὅτι προσῆκον δεσπότῃ [48.937] κολάζειν οἰκέτην.
000-00-00 Serial Number=0100688279
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00863]  οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν, ἀλλ' ὥσπερ τινὰ οἰκέτην τὰ μέγιστα προσκεκρουκότα, δι' ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά·
 [01169]  οἱ φάλαγγας οἰκετῶν ἔχοντες, καὶ σμήνη κολάκων περιάγοντες, ἢ οἱ μόνον οἰκέτην ἕνα ἀποχρῇν αὐτοῖς νομίζοντες οὔπω γὰρ τὴν ἄκραν τίθημι φιλοσοφίαν, ἀλλὰ τὴν πολλοῖς ἐφικτήν;
000-00-00 Serial Number=0122537851
Commentarius in Job Ante [Go Back]  
 [01884]  ἐμοὶ δοκεῖ τὸν δραπέτην λέγειν οἰκέτην·
000-00-00 Serial Number=0613568723
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00334]  οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος.
000-00-00 Serial Number=0408237338
De Anna i Ante [Go Back]  
 [00819]  πῶς δυνήσῃ ῥυθμίσαι τὸν υἱὸν, πῶς κολάσαι τὸν οἰκέτην ἁμαρτάνοντα, πῶς ἑτέρῳ συμβουλεῦσαι τὰ δέοντα ἀμελοῦντι, τοιαῦτα αὐτὸς ἐν ἐσχάτῳ γήρᾳ ἀσχημονῶν;
000-00-00 Serial Number=0408447802
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00230]  [48] Τοῦτο τοίνυν ὁ μακάριος ἐκεῖνος ἐποίησε καὶ δίκην ἐπέθηκεν αὐτῷ τε πρέπουσαν κἀκεῖνον ἐπιστρέψαι ἱκανὴν εἰ μὴ λίαν ἀναίσθητος ἔτυχεν ὤν, οὐχὶ θερομένῳ αὐτῷ τὸν βασιλέα ἐπισκοτοῦντα ἀποστῆναι ἀξιῶν, ἀλλ' ἀναιδῶς τοῖς ἱεροῖς ἐπιπηδῶντα περιβόλοις καὶ πάντα συγχέοντα καθάπερ τινὰ κύνα καὶ οἰκέτην ἀγνώμονα τῶν δεσποτικῶν ἀπείργων αὐλῶν.
000-00-00 Serial Number=0692667484
De Lazaro Ante [Go Back]  
 [01173]  ἕνα πολλάκις μαστιγώσαντες οἰκέτην, τοὺς λοιποὺς σωφρονεστέρους ἐποίησαν τῷ φόβῳ.
000-00-00 Serial Number=0672955215
De beato Abraham Ante [Go Back]  
 [00180]  οὐκ οἰκέτην, ἀλλ' Υἱόν.
000-00-00 Serial Number=0170751691
De decem millium talentorum debitore Ante [Go Back]  
 [00183]  ἀλλ' ἵνα σε πείσῃ τὸν οἰκέτην, ὅτι δικαίως ὀφείλεις, ὅπερ ἂν ὀφείλῃς·
000-00-00 Serial Number=0548883259
De diabolo tentatore Ante [Go Back]  
 [00446]  ἐσπούδαζε γὰρ αὐτὸν πεῖσαι, ὅτι ἄνωθεν ἐκ τῶν οὐρανῶν ὁ πόλεμος οὗτος ἀνεῤῥιπίσθη, καὶ συνέκρουσε τὸν οἰκέτην πρὸς τὸν δεσπότην, καὶ τὸν δεσπότην πρὸς τὸν δοῦλον·
 [00447]  μᾶλλον δὲ οὐ συνέκρουσεν, ἀλλ' ἐπεχείρησε μὲν, οὐκ ἴσχυσε δὲ ἵν' ὅταν ἴδῃς ἕτερον συγκρουόμενον οἰκέτην πρὸς τὸν δεσπότην, τὸν Ἀδὰμ πρὸς τὸν Θεὸν, καὶ πιστεύοντα αὐτοῦ τῇ διαβολῇ, μάθῃς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας
000-00-00 Serial Number=0237425566
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00095]  καὶ πολλάκις ἑαυτῷ διακονήσασθαι δυνάμενος οἰκέτην ὠνήσατο οὐ χρείας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι ἠτιμῶσθαι ἑαυτῷ διακονούμενος.
 [00268]  Ὁ γὰρ εἰδὼς ὅτι οὐδὲ τὸν οἰκέτην ἐξέσται ὑβρίζειν τὸν ἑαυτοῦ, πολλῷ μᾶλλον τὸν ἐλεύθερον καὶ ὁμότιμον οὐ βλασφημήσει οὐδὲ λοιδορήσεται.
 [00604]  εἰ δὲ μὴ τοῦτο, καὶ τὸν οἰκέτην·
 [00635]  ὅτι σφόδρα ἄτοπον τὸν μὲν οἰκέτην οὕτως εἶναι σώφρονα, τὸν δὲ ἐλεύθερον ἐκείνου φαυλότερον γενέσθαι.
000-00-00 Serial Number=0390487611
De mutatione nominum Ante [Go Back]  
 [00714]  Καθάπερ δεσπότης οἰκέτην πριάμενος, εἶτα βουλόμενος αὐτὸν διδάξαι τὴν δεσποτείαν, μετατίθησιν αὐτοῦ τὸ ὄνομα·
 [00827]  Ὥσπερ οὖν ὅταν δεσπότης οἰκέτην πολλὰ περιφεύγοντα καὶ μυρία ἐργαζόμενον δεινὰ λαβὼν ὑπὸ χεῖρας, καὶ δήσας λέγοι πρὸς αὐτὸν δεδεμένον, Τί σοι βούλει ποιήσω νῦν;
000-00-00 Serial Number=0212734580
De paenitentia [1] Ante [Go Back]  
 [01376]  ποίοις ὄμμασιν ὄψει τὸν υἱὸν, ποίοις τὸν οἰκέτην, ποίοις τὸν φίλον;
 [01378]  Ἀλλ' οὐκ ἐντεῦθεν οὕτως ἀναχωρεῖς, ἀλλ' ἕξεις ἐν τῇ οἰκίᾳ μετὰ πολλῆς τῆς παῤῥησίας πάντα τὰ λεγόμενα διηγεῖσθαι, προφητικὰς φωνὰς, ἀποστολικὰ δόγματα, νόμους δεσποτικοὺς, ἅπασαν τῆς ἀρετῆς παρατιθέναι τὴν τράπεζαν, καὶ γυναῖκα σωφρονεστέραν ποιεῖς τοῖς ἐντεῦθεν διηγήμασιν, καὶ υἱὸν συνετώτερον ἐργάζῃ, καὶ οἰκέτην εὐνούστερον, καὶ φίλον φιλικώτερον, καὶ τὸν ἐχθρὸν δὲ αὐτὸν πείθεις καταλῦσαι τὴν ἔχθραν.
 [01581]  Ἵνα πατρικὴν δείξῃ φιλοστοργίαν, οὐχ ὡς δούλους ἐξήγαγεν, ἀλλ' ὡς παιδίον λαβὼν πατὴρ, οὕτως ἀπήλλαξεν, οὐκ ὄπισθεν βαδίζειν κελεύων ὥσπερ οἰκέτην, ἀλλ' ὡς υἱὸν εὐγενῆ καὶ ἐλεύθερον, τῆς δεξιᾶς λαβόμενος, οὕτως ἐξήγαγεν.
000-00-00 Serial Number=0089194357
De perfecta caritate Ante [Go Back]  
 [00089]  Εἰ γὰρ ἐκεῖθεν ἤρτηται τὰ γινόμενα πάντα, καὶ οὐ τῆς προαιρέσεως τῶν ἀνθρώπων, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα;
000-00-00 Serial Number=0867712975
De resurrectione mortuorum Ante [Go Back]  
 [00047]  Καὶ γὰρ πατὴρ τέκνον παρέδωκε πολλάκις, καὶ θυγατέρα μήτηρ, καὶ οἰκέτην δεσπότης.
000-00-00 Serial Number=0995963275
De virginitate Ante [Go Back]  
 [01081]  Οὐ γὰρ μικρὸν αὐτοῦ τῆς ἀρχῆς ὁ Θεὸς ὑπετέμετο μέρος, τὸν φοβερὸν ἅπασι καθάπερ δεσπότην, ὥσπερ οἰκέτην ἀγνώμονα μετὰ τὸ προσκροῦσαι τῷ δεσπότῃ τοῖς ὁμοδούλοις ποιήσας εὐκαταφρόνητον.
000-00-00 Serial Number=0157293916
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01893]  Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγον σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ Θεοῦ τοῦτο ποιῶν.
 [02263]  Οὐκοῦν οὐκ ἂν ἁμάρτοι τις, τὸν πλοῦτον ἀγνώμονα οἰκέτην καλέσας, οἰκέτην αἱμοβόρον καὶ ἀνδροφόνον, οἰκέτην ἀμοιβὰς ἀποδιδόντα τῷ δεσπότῃ τὴν σφαγήν·
 [02838]  Οἰκίαν μὲν γὰρ φαύλην οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι, καὶ οἰκέτην σκαιὸν φανέντα ἀποδοῦναι τῷ πεπρακότι πάλιν ἔνι·
 [03009]  Εἶδες τὴν ἐντολὴν τοῦ πατριάρχου τὴν πρὸς τὸν οἰκέτην γενομένην;
 [03465]  Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρων ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς [63.676] τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται·
 [04173]  οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ' ὡς δραπέτην καὶ οἰκέτην ἀγνώμονα, οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος ἐπεισδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς ∆εσποτικῆς ἐξαγαγεῖν οἰκίας.
 [05191]  Εἰ γὰρ σὸς οἰκέτης, παρὰ σοῦ κελευσθεὶς εἰς ἕτερον ἀπελθεῖν οἰκέτην ἀργύριον ἔχοντα σὸν λαβεῖν, οὐ μόνον κεναῖς ἐπανῆλθε χερσὶν, ἀλλὰ καὶ ὑβρισθείς·
 [05199]  ποσάκις τραπέζης παρακειμένης τὸν ὑπηρετοῦντα οἰκέτην καλέσας, ἵνα σχολαιότερον βαδίσῃ, πάντα ἀνέτρεψας ὑπὲρ ἀναβολῆς μόνον μικρᾶς·
 [05803]  ἐπὶ τῆς τῶν χρημάτων δαπάνης εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν τὸν λόγον τῶν δαπανηθέντων, ἵνα ἴδωμεν, τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται·
 [06475]  Εἰ γάρ τινα οἰκέτην ἔχεις, μηδὲ κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρ' οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτὸν, εἰπέ μοι;
 [06759]  Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ [63.773] ὤμοσε, καὶ τῷ κωλύσαντι πάλαι καὶ διακόψαντι τὴν εὐορκίαν, τὸ ἔγκλημα τῆς ἐπιορκίας περιέστησεν.
 [06761]  Πῶς γὰρ οὐκ ἄτοπον, οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε, τὸν δὲ τῶν ἀγγέλων ∆εσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ περιφέρειν;
 [09979]  ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν μὲν ∆εσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι.
 [09999]  καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυμαινόμενον.
 [09999]  οὐ γὰρ δίκαιον κρίνειν ἀλλότριον οἰκέτην·
000-00-00 Serial Number=0222557366
Epistula ad Cyriacum Ante [Go Back]  
 [00641]  Μὴ γὰρ δὴ παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενές, ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετ' ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι, οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου γενέσθαι καὶ τοσαύτης ἀπολαύοντα εὐημερίας πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν, δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης, πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον μετενεχθῆναι γῆν.
000-00-00 Serial Number=0816500902
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00089]  Ἀλλ' ἔτυχεν ὁ δεσπότης μου ∆ιόσκορος ἐνταῦθα ὤν, ὃς καὶ εἰς Καισάρειαν ἀπέστειλεν οἰκέτην εἰς αὐτὸ τοῦτο, παρακαλῶν καὶ δεόμενος μὴ προτιμῆσαι τῆς αὐτοῦ οἰκίας ἑτέραν καὶ ἕτεροι δὲ πλείους.
 [00996]  Μὴ γάρ μοι παραδράμῃς ἁπλῶς τὸ εἰρημένον, ἀλλ' ἐννόησον ἡλίκον ἦν μειράκιον εὐγενὲς ἐν οἰκίᾳ πατρικῇ τραφὲν μετὰ ἐλευθερίας ἁπάσης, μετὰ ἀγάπης πατρὸς τοσαύτης, ἀθρόον ὑπὸ ἀδελφῶν ἀπεμποληθῆναι οὐδὲν ἐχόντων ἐγκαλεῖν καὶ βαρβάροις ἐκδοθῆναι ἑτερογλώσσοις καὶ ἤθεσιν ἀλλοκότοις καὶ αὐτοθηρίοις μᾶλλον ἢ ἀνθρώποις καὶ ἄπολιν καὶ μετανάστην καὶ οἰκέτην καὶ ξένον ἀντ' ἐλευθέρου καὶ πολίτου γενέσθαι, καὶ τοσαύτης ἀπολαύσαντα τῆς εὐημερίας, πρὸς τὴν ἐσχάτην κατενεχθῆναι ταλαιπωρίαν δουλείας ἀήθη ὄντα μεθ' ὑπερβολῆς ἁπάσης καὶ πικροτάτους λαβεῖν δεσπότας καὶ πρὸς ἀλλοτρίαν καὶ βάρβαρον ἀπενεχθῆναι γῆν.
000-00-00 Serial Number=0352968633
Expositiones in Psalmos Ante [Go Back]  
 [00449]  Καὶ ὅπερ ἐπὶ τῶν ἀργυρίων ποιεῖς, καὶ οὐκ ἀνέχῃ δύο παρελθεῖν ἡμέρας, καὶ μὴ θεῖναι πρὸς τὸν οἰκέτην λόγον, ὥστε μὴ σύγχυσιν γενέσθαι τῇ λήθῃ, τοῦτο καὶ ἐπὶ τῶν πράξεων ποίει καθ' ἑκάστην ἡμέραν·
 [02155]  Μὴ γάρ μοι εἴπῃς, ὅτι οἰκέτην ὕβρισεν·
 [06944]  δίδομεν γὰρ οἰκέτην πολλάκις, καὶ λαμβάνομεν ἀργύριον ἢ χρυσίον.
000-00-00 Serial Number=0726170421
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00871]  Ὥσπερ ἂν εἴ τις πρὸς οἰκέτην λέγει, Ἐμοὶ δουλεῦσαι ἔχεις, τίνος ἕνεκεν ἀπεπήδησας, τὴν κατοίκησιν κυρίαν λέγει.
 [01736]  οὐ γὰρ ἴσον λυπεῖ, τὸ παρ' ἑτέρων ταῦτα παθεῖν, ὥσπερ ὅταν οἰκέτην ἐπαφίωμεν ἐλευθέρῳ παιδί.
000-00-00 Serial Number=0846250117
Fragmenta in Job Ante [Go Back]  
 [00059]  Καὶ ἡμεῖς δὲ κατὰ τὴν κοινὴν συνήθειαν ἐπειδ' ἂν ἐπί τινα πρᾶξιν τὸν οἰκέτην ἢ τὸν υἱὸν ἀποστέλλωμεν, εἰώθαμεν μὲν λέγειν πρὸς αὐτὸν, ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, τουτέστι τὴν ἀνθρωπίνην κατάστασιν τήρησον, ὡς νουνεχὴς, ὡς λόγον ἔχων, οὕτω διανόησαι, οὕτω πρᾶξον, ἐκ τῆς ἐνεργείας δεῖξον ὅτι ὄντως ἄνθρωπος εἶ.
000-00-00 Serial Number=0204455853
Fragmenta in Proverbia Ante [Go Back]  
 [02011]  Ἀλλ' ἐνταῦθα οὐχὶ τὸν συνετὸν οἰκέτην φησὶ, ἀλλ' ἁπλῶς οἰκέτην·
000-00-00 Serial Number=0662004173
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00234]  Ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτό τινι, ἵνα αὐτὸν παιδεύσῃ.
000-00-00 Serial Number=0630362630
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00252]  Εἰ γὰρ ὑπὸ γένεσιν τὰ ἀνθρώπινα, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα;
 [00263]  ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἐσμὲν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις, οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχοντες ἀρχομένοις, οὔτε νομοθέται νομοθετουμένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγὰς ἐπάγομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα, καὶ πάντα πράττομεν ὅπως καὶ τὸν οἰκέτην ἀπαλλάξωμεν κακίας καὶ τὸν υἱὸν [63.510] πονηρίας.
000-00-00 Serial Number=0889777005
Homilia in martyres Ante [Go Back]  
 [00021]  Ὡς πᾶσα μὲν σχεδὸν ἡ πόλις ἐνταῦθα μεθώρμισται, καὶ οὔτε οἰκέτην δεσπότου φόβος κατέσχεν, οὔτε πένητα ἡ τῆς πτωχείας ἀνάγκη, οὔτε γηραιὸν τῆς ἡλικίας ἡ ἀσθένεια, οὔτε γυναῖκα τὸ τῆς φύσεως ἁπαλὸν, οὔτε πλούσιον τῆς περιουσίας ὁ τῦφος, οὐ τὸν ἄρχοντα τῆς ἐξουσίας ἡ ἀπόνοια·
000-00-00 Serial Number=0055564642
In Acta apostolorum Ante [Go Back]  
 [03580]  καὶ κοσμοῦντα μέν σε περὶ τὴν ἐσθῆτα φέρεις τὸν οἰκέτην καὶ ὑποδοῦντα, κοσμοῦντα δὲ τὴν ψυχὴν οὐ φέρεις;
 [05045]  Ἀλλὰ τὸν παῖδα ὕβρισε, φησὶν, ἀλλὰ τὸν οἰκέτην.
 [05143]  μηδέποτε οἰκέτην μιαρὸν εἴπῃς.
000-00-00 Serial Number=0413609445
In Genesim sermones Ante [Go Back]  
 [00393]  Καὶ καθάπερ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν ἑαυτοῦ μαστίξας, θεραπείαν τινὰ προσάγει ταῖς μάστιξιν·
 [00890]  Ὅτι μὲν οὖν παρεθήκατε μετ' ἐκείνης καὶ ταύτην, οἶδα, οὐκ ἀκόλουθον ὑμῶν ἐρωτήσας, οὐκ οἰκέτην, ἀλλὰ τὸν τούτων σαφέστερον ἄγγελον.
 [00918]  ἔδει δὲ καὶ τὸν οἰκέτην τὴν ἑαυτοῦ σπουδὴν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0710751891
In Heliam et viduam Ante [Go Back]  
 [00037]  καὶ τοῦτον ἤγαγε τὸν λιμὸν ὁ μέγας Ἠλίας, καθάπερ τινὰ φοβερὸν οἰκέτην καλέσας, ὥστε τοὺς συνδούλους τὸν ∆εσπότην ὑβρίζοντας σωφρονίσαι·
000-00-00 Serial Number=0892993987
In Joannem Ante [Go Back]  
 [00700]  Πῶς δὲ οὐκ ἄτοπον, τὸν μὲν οἰκέτην πάντα ὅσαπερ ἂν ποιῇ, εἰς ἀρέσκειαν τοῦ δεσπότου ποιεῖν, καὶ μηδὲν πλέον ἐπιζητεῖν τῆς θεωρίας τῆς τούτου, μηδὲ ἑτέρους ὀφθαλμοὺς ἐφέλκεσθαι πρὸς τὴν πρᾶξιν, κἂν μεγάλοι οἱ θεωροῦντες ὦσιν, ἀλλ' ἓν μόνον σκοπεῖν ὅπως ὁ δεσπότης θεάσηται·
 [01687]  Οὐδένα γὰρ βούλεται ἄκοντα οὐδὲ ἠναγκασμένον ἔχειν οἰκέτην, ἀλλ' ἑκόντας ἅπαντας καὶ προαιρουμένους, καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότας.
000-00-00 Serial Number=0562759399
In Kalendas Ante [Go Back]  
 [00153]  Ἂν μεθύοντα ἴδῃς, ἂν κλέπτοντα, ἢ τὸν οἰκέτην, ἢ τὸν φίλον, ἢ ἕτερόν τινα τῶν σοι προσηκόντων, ἂν εἰς θέατρα τρέχοντα, ἂν τῆς ψυχῆς ἀμελοῦντα τῆς ἑαυτοῦ, ἂν ὀμνύοντα, ἂν ἐπιορκοῦντα, ἂν ψευδόμενον, ἀγανάκτησον, κόλασον, ἐπίστρεψον, διόρθωσαι·
000-00-00 Serial Number=0591488063
In ascensionem Sermo 2 Ante [Go Back]  
 [00028]  Καθάπερ δὲ δεσπότης φιλάνθρωπος ἀγαπήσας τὸν ἴδιον οἰκέτην, διὰ τὸ περὶ αὐτὸν φίλτρον οὐ παραιτεῖται τὸ ἱμάτιον αὐτοῦ περιβάλλεσθαι·
000-00-00 Serial Number=0328727365
In centurionem Ante [Go Back]  
 [00034]  Οὐ διέπτυσεν ὡς οἰκέτην, ἀλλ' ἔστεργεν ὡς ὁμόφυλον, φιλανθρωπίᾳ τὴν βαρεῖαν τῆς δουλείας ζεύγλην ἐπελαφρίζων.
000-00-00 Serial Number=0834233582
In epistulam I ad Corinthios Ante [Go Back]  
 [02409]  Εἰπὲ γάρ μοι, εἴ τινα ἔχεις οἰκέτην, καὶ πολλὰ παθὼν ἐκεῖνος κακὰ παρὰ τῶν ὁμοδούλων, τῶν μὲν ἄλλων μηδενὸς λόγον ποιοῖτο, ὑπὲρ δὲ τοῦ μὴ παροργίζεσθαι τὸν δεσπότην φροντίζοι μόνον, ἆρα οὐχ ἱκανὸς ἀπὸ τούτου μόνου λῦσαί σου τὴν ὀργήν;
 [06250]  ὁ ἐκ τῆς καθ' ἡμέραν ἐργασίας τρεφόμενος, καὶ μηδὲ οἰκέτην ἔχων μηδὲ καταγώγιον, ἀλλὰ πάντοθεν ἐσταυρωμένος, ἢ ἐκεῖνος ὁ τοσοῦτον περιβεβλημένος τῦφον, καὶ τὰ ἐναντία ποιῶν τοῖς τοῦ Θεοῦ νόμοις;
000-00-00 Serial Number=0603542566
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00781]  Οὕτω καὶ ὅταν περὶ γεέννης διαλεγώμεθα αὐτοῖς, Καὶ ποῦ, φασὶ, ταῦτα ἄξια Θεοῦ, εἰ ἄνθρωπος μὲν τὸν οἰκέτην λαβὼν τὸν ἑαυτοῦ πολλὰ ἡμαρτηκότα, ἀφίησι καὶ συγγνώμης ἀξιοῖ·
 [00981]  Οὕτω καὶ οἰκέτην καλοῦμεν καλὸν τὸν ἐπιτήδειον ἡμῖν πρὸς διακονίαν, οὐ τὸν ὡραῖον καὶ βλᾶκα.
 [02236]  Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν οἰκίαν νεώνητον οἰκέτην μὴ πρότερον ἐγχειρίζεσθαί τι τῶν ἔνδον, πρὶν ἂν διὰ πολλῆς τῆς πείρας τῆς αὐτοῦ γνώμης πολλὰ τεκμήρια δῷ, εἰς δὲ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ἔξωθεν εἰσελθόντα εἰς τοὺς πρώτους εὐθέως κατατάττεσθαι;
 [02426]  Καὶ μῖμοι καὶ ὀρχησταὶ ἐφ' ἵππων φέρονται, καὶ οἰκέτην προτρέχοντα ἔχουσιν·
 [03216]  οὐδεὶς οἰκέτην καλεῖ·
 [03791]  ἐνταῦθα δὲ ἡ διακονία τοῦ δούλου τὸν μὲν ∆εσπότην οὐδὲν, πάλιν δὲ αὐτὸν τὸν οἰκέτην ὀνίνησι.
 [03838]  καὶ σπανίως ἂν ἴδοις οἰκέτην τὰ τοῦ οἰκέτου ἁρπάζοντα, ἢ λυμαινόμενον.
000-00-00 Serial Number=0125632703
In epistulam ad Colossenses Ante [Go Back]  
 [03036]  Ἄκουσον πῶς ὁ Ἀβραὰμ ἐν ὀνόματι Θεοῦ τὸν οἰκέτην ἀπέστειλεν, ὁ ∆αυῒδ ἐν ὀνόματι Θεοῦ τὸν Γολιὰθ καθεῖλε.
000-00-00 Serial Number=0006811023
In epistulam ad Ephesios Ante [Go Back]  
 [04380]  Εἰπὲ γάρ μοι, εἴ τινα οἰκέτην ἔχοις, μήτε κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρὰ οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτόν;
 [04638]  Ἀλλὰ τὸν μὲν οἰκέτην τὸν σὸν ἐν ἀγορᾷ οὐκ ἀξιοῖς εἰπεῖν τι τῶν ἀσυμφόρων·
 [06265]  πολλῷ μᾶλλον τὸν οἰκέτην.
000-00-00 Serial Number=0208429873
In epistulam ad Hebraeos Ante [Go Back]  
 [08801]  ἕκαστος γυναῖκα ἔχει, φίλον ἔχει, οἰκέτην ἔχει, γείτονα ἔχει·
000-00-00 Serial Number=0505611897
In epistulam ad Philemonem Ante [Go Back]  
 [00082]  τίς οὐκ ἂν καὶ τὴν ψυχὴν πρόοιτο, μήτι γε οἰκέτην ἕνα;
000-00-00 Serial Number=0595450103
In epistulam ad Romanos Ante [Go Back]  
 [09105]  Εἶτα πάλιν πρὸς τὸν ἰσχυρὸν, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;
 [09114]  Εἶτα, ἵνα μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ, λέγων·
 [09115]  Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;
 [09999]  καὶ, Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην;
000-00-00 Serial Number=0319282651
In epistulam ad Titum Ante [Go Back]  
 [00900]  ∆ιὰ ταῦτα πάντα δύσκολον καὶ θαυμαστὸν, χρήσιμον οἰκέτην γενέσθαι ποτέ.
 [00917]  Τὸν γὰρ τοιοῦτον οἰκέτην, τὸν οὕτως εὔνουν, τὸν οὕτως ἐπιεικῆ, οὐχ ὁ Θεὸς ἀποδέξεται μόνον καὶ τῶν στεφάνων μεταδώσει τῶν λαμπρῶν ἐκείνων, ἀλλὰ καὶ αὐτὸς ὁ παθὼν εὖ δεσπότης, κἂν θηρίον ᾖ, κἂν λίθινός τις ᾖ καὶ ἀπάνθρωπος καὶ ὠμὸς, ἐπαινέσεται καὶ θαυμάσεται καὶ προτιμήσει τῶν ἄλλων ἁπάντων, καὶ τοῖς λοιποῖς αὐτὸν ἐπιστήσει, κἂν Ἕλλην ᾖ.
 [00918]  Καὶ ὅτι, κἂν Ἕλληνες ὦσιν οἱ δεσπόται, κελεύει τὸν οἰκέτην τοιοῦτον ἑαυτὸν ἐπιδείκνυσθαι, εἰ βούλεσθε, ὑμῖν καὶ παράδειγμα διηγήσομαι·
 [00931]  οἰκέτην αὐτὸν λαβὼν πάντων μετέδωκα τῶν τῆς οἰκίας, ἐλεύθερον ἐποίησα καὶ ἐμοῦ τι μείζονα, καὶ τοιαύτας μοι τὰς [62.687] ἀμοιβὰς ἀποδέδωκεν;
 [00987]  Εἰ γάρ τις, εἰπέ μοι, τὸν μυρία προσκρούσαντα οἰκέτην λαβὼν, μὴ κατατείνοι ἱμᾶσιν, ἀλλ' ἐπ' ἐκείνοις μὲν συγγνώμην παράσχοι, ὑπὲρ δὲ τῶν μελλόντων αὐτὸν ἀπαιτοίη εὐθύνας, καὶ φυλάττεσθαι παρα [62.689] κελεύοιτο, ὥστε μὴ τοῖς αὐτοῖς περιπεσεῖν, καὶ δωρεαῖς μεγάλαις τιμήσειε·
000-00-00 Serial Number=0355243504
In illud Apparuit gratia dei omnibus hominibus Ante [Go Back]  
 [00090]  Καὶ καθάπερ δεσπότης, σφόδρα φιλῶν οἰκέτην, τὸ ἱμάτιον αὐτοῦ περιβάλλεται, οὕτω καὶ ὁ Χριστός, φιλῶν τὴν φύσιν τὴν ἡμετέραν, τὸ ἱμάτιον αὐτῆς περιεβάλετο.
000-00-00 Serial Number=0062485456
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00414]  Οὕτω καὶ ὁ Θεὸς τὸν λαὸν τότε ἐκεῖνον μετὰ τοσούτου φόβου καὶ τιμωρίας τοσαύτης ἐνῆγε, μεθ' ὅσης εἰκὸς ἦν οἰκέτην ἀγνώμονα·
000-00-00 Serial Number=0182886064
In illud Ne timueritis Ante [Go Back]  
 [00130]  Οὐκοῦν οὐκ ἂν ἁμάρτοις τὸν πλοῦτον ἀγνώμονα οἰκέτην καλέσας, οἰκέτην αἱμοβόρον καὶ ἀνδροφόνον, οἰκέτην ἀμοιβὰς ἀποδιδόντα τῷ δεσπότῃ τὴν σφαγήν.
 [00514]  παρῴκει δὲ γυναιξὶ διεφθαρμέναις καὶ ἔθνει πονηροτάτῳ, καλέσας τὸν οἰκέτην τὸν ἑαυτοῦ, φησίν·
 [00706]  Τί γάρ σοι βούλεται τὸ τὸν οἰκέτην σου τὸν βάρβαρον χρυσοφορεῖν;
 [00716]  Εἰ γὰρ σὲ τὸν ἐλεύθερον, καὶ ἐπ' εὐγενείᾳ μέγα φρονοῦντα, ἄργυρος ἐν ἀγορᾷ λάμπων ἐφέλκεται πρὸς τὴν ἐπιθυμίαν, πολλῷ μᾶλλον τὸν οἰκέτην.
000-00-00 Serial Number=0032804847
In illud Nolite thesaurizare vobis thesauros in terra Ante [Go Back]  
 [00095]  ἐγὼ πεντήκοντα χρυσίνων ἄνθρωπον οἰκέτην ἠγόρασα.
 [00104]  Οὐκ εἶδες πολλάκις [633] τὸν σήμερον πάντων ὑψηλότερον δεσπότην αὔριον πάντων ἐλαχιστότερον οἰκέτην;
000-00-00 Serial Number=0037186682
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00208]  Ὥσπερ γὰρ μοιχεύεσθαι γυναῖκα λέγομεν, κἂν εἰς οἰκέτην, κἂν εἰς ὁντιναοῦν ἁμάρτῃ, ἄνδρα ἔχουσαν·
000-00-00 Serial Number=0799126625
In illud Vidi dominum Ante [Go Back]  
 [01128]  Οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ' ὡς δραπέτην καὶ οἰκέτην ἀγνώμονα, οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος ἐπιδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς δεσποτικῆς ἐξαγαγεῖν οἰκίας.
000-00-00 Serial Number=0875550449
In paralyticum demissum per tectum Ante [Go Back]  
 [00019]  ἀλλ' ὅσον δυνατὸν καὶ νῦν ἐξαντλήσωμεν, καὶ ἴδωμεν φιλάνθρωπον ∆εσπότην, ἴδωμεν καρτερικὸν οἰκέτην.
000-00-00 Serial Number=0497048020
In principium Actorum Ante [Go Back]  
 [01144]  ἀλλὰ τὸν οἰκέτην σου βελτίονα ἐργάσασθαι δύνασαι Οὐκ ἔστι σου μείζων τῆς δυνάμεως ἐκεῖνος τῶν μαθητῶν ὁ σύλλογος·
000-00-00 Serial Number=0267748177
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00181]  Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς χωρὶς τούτου, ἀλλ' οὐκ ἠθέλησεν ὑβρίζειν τὸν ἴδιον οἰκέτην, τῶν μὲν κακῶν ἐκεῖνον ἐάσας εἶναι πρόξενον, τῶν δὲ ἀγαθῶν ἑαυτόν·
000-00-00 Serial Number=0487569094
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00107]  ὁ τοσοῦτος ∆εσπότης πρὸς ἐμὲ τὸν μικρὸν οἰκέτην;
000-00-00 Serial Number=0919842184
In sanctum pascha sermo 3 Ante [Go Back]  
 [00005]  Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμεῖς [3] αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ.
000-00-00 Serial Number=0285315394
In sanctum pascha sermo 6 Ante [Go Back]  
 [00051]  Πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτέμῃς αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ.
000-00-00 Serial Number=0389518321
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01150]  Ὥστε πάλιν καὶ τὸν οἰκέτην δοξα σθῆναι τὸν αὐτοῦ·
000-00-00 Serial Number=0912541866
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00223]  Εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβαλεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν λόγον τῶν δαπανηθέντων, ἵν' εἰδῶμεν τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται·
000-00-00 Serial Number=0524074256
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00307]  Ἐξελθὼν ἐκεῖνος καὶ εὑρὼν οἰκέτην ἕτερον ὀφείλοντα αὐτῷ δηνάρια ἑκατὸν, ἄγχων ἀπῄτει μετὰ πολλῆς τῆς ὠμότητος καὶ τῆς ἀπανθρωπίας.
000-00-00 Serial Number=0085168004
Quales ducendae sint uxores Ante [Go Back]  
 [00038]  Οἰκίαν μὲν γὰρ φαύλην οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι, καὶ οἰκέτην σκαιὸν φανέντα ἀποδοῦναι τῷ πεπρακότι πάλιν ἀφίεται·
 [00230]  Οὐ γὰρ δὴ μαστρωποὺς καλέσας γυναῖκας, καθάπερ οἱ νῦν, οὐδὲ προμνηστρίας, οὐδὲ γραΐδια μυθεύοντα, ἀλλὰ τὸν οἰκέτην τὸν ἑαυτοῦ, τούτῳ τὸ πρᾶγμα ἐνεχείρισεν·
 [00231]  ὃ καὶ αὐτὸ τῆς εὐλαβείας τοῦ πατριάρχου μέγιστόν ἐστι σημεῖον, ὅτι τοιοῦτον κατεσκεύασε τὸν οἰκέτην, ὡς καὶ τοιούτου πράγματος νομίσαι ἀξιόπιστον εἶναι διάκονον.
 [00251]  Εἶτα βουλόμενος παραθαρσῦναι τὸν οἰκέτην, οὐχ ἁπλῶς εἶπε, Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ προστίθησιν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
 [00442]  Καὶ γὰρ τὸ ξένον εἶναι, καὶ οἰκέτην, καὶ ἀγνῶτα, καὶ πολὺ τῆς ὁδοῦ τὸ διάστημα, καὶ τὸ μηδὲ τὸν κηδεστὴν, μηδὲ τὸν νυμφίον, μήτε ἄλλον τινὰ τῶν ἐκείνῃ προσηκόντων γνωρίζεσθαι, καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον ἱκανὸν ἦν κωλῦσαι τὸν γάμον·
000-00-00 Serial Number=0402314007
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00165]  Καὶ ἕκαστον ἴδοι τις ἂν καὶ ἄνδρα καὶ γυναῖκα καὶ οἰκέτην καὶ ἐλεύθερον καὶ πλούσιον καὶ πένητα κατὰ δύναμιν τὴν ἑαυτοῦ φορτία βαστάζοντα, τὰ τῇ φλογὶ ταύτῃ δι' ἡμέρας τε καὶ νυκτὸς πολλὴν παρέχοντα τὴν τροφήν, φορτία οὐ ξύλων οὐδὲ φρυγάνων, οὐ γὰρ τοιαύτη ἡ φλόξ, ἀλλὰ ψυχῶν καὶ σωμάτων ἀδικίας καὶ παρανομίας.
000-00-00 Serial Number=0887094259
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01177]  Ὁ δὲ ἔφη ἠξιωκέναι τὸν Σιβὰ τὸν οἰκέτην αὐτοῦ ὥστε ἐπιβιβάσαι αὐτὸν ὑποζυγίῳ (καὶ γὰρ ἦν χωλὸς ὁ Μεμφιβαὰλ), μὴ ἀνασχέσθαι δὲ ἐκεῖνον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»