Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μεταβολὴν [123]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μεταβολὴν


000-00-00 Serial Number=0179613173
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00005]  Καὶ τοῦτο ῥᾴδιον συνιδεῖν ἐκ τῶν καὶ πρὸς ὀλίγον τούτῳ κατεχομένων τῷ πόθῳ, ὅτι τοσαύτην ἀθρόως δέχονται τὴν μεταβολὴν, ὡς εὐθέως πρὸς τὸν οὐρανὸν μεταστῆναι·
 [00238]  Καὶ οἱ μὲν τὰς τῶν ἀρχόντων ὑπηρεσίας καὶ τὰς τῶν δημοσίων διοικήσεις ἀναδεχόμενοι, τούτων πολυπραγμονοῦσιν οὐδὲν, ἀλλ' εἰ μόνον κέρδος ἔχοι τὸ πρᾶγμα, κέρδος ἐπίκαιρον, κἂν ὑπὲρ τούτου θαῤῥῆσαι δυνηθῶσί ποτε, οὐ πόνους, οὐ κινδύνους, οὐκ ἀτιμίας, οὐ διακονίας δουλοπρεπεῖς, οὐκ ἀποδημίας μακρὰς, οὐ τὴν ἐν ἀλλοτρίᾳ διαγωγὴν, οὐχ ὕβρεις, οὐ βασάνους, οὐ καιρῶν μεταβολὴν, οὐ τὸ πρὸς τῷ τέλει σφαλῆναι τῆς ἐλπίδος πολλάκις, οὐ θανάτους ἀώρους, οὐ τὸν τῶν οἰκείων χωρισμὸν, οὐ γυναικὸς ἐρημίαν καὶ παίδων, οὐκ ἄλλο οὐδὲν δυσχερῶν ἐννοοῦσι λοιπόν·
000-00-00 Serial Number=0544698715
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00602]  Τούς τε γὰρ πονηροὺς οὕτως ἐπὶ τὴν μεταβολὴν τῆς πονηρίας, εἰ βούλοιντο, παρακαλεῖ, τούς τε ἀγαθοὺς προσεκτικωτέρους ἐργάζεται, τὴν δὲ μακροθυμίαν ἐπιδείκνυται τὴν αὑτοῦ, καὶ τὸν περὶ τῆς ἀναστάσεως λόγον, ὅπερ ἔφθην εἰπὼν, ἅπασι καθίστησι φανερόν.
000-00-00 Serial Number=0120279491
Ad populum Antiochenum Ante [Go Back]  
 [00568]  Ἂν γὰρ ἴδῃ μετὰ ἀκριβείας ἀκροωμένους τῶν αὐτοῦ λόγων, καὶ τὴν φιλοσοφίαν ἡμῖν οὐκ ἐλεγχομένην τῇ τοῦ καιροῦ δυσκολίᾳ, ταχέως ἀντιλήψεται, καὶ ποιήσει τὴν γαλήνην καὶ μεταβολὴν ἀγαθὴν ἀπὸ τοῦ παρόντος χειμῶνος.
 [00753]  Κἂν γὰρ παρὰ πᾶσαν ἡμῖν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν ἑτέροις, τὴν χρῆσιν αὐτοῦ καρπωσάμενοι μόνον, τῆς δεσποτείας δὲ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην ἀποδημοῦντες τὴν ζωήν.
 [01234]  Οὐ γὰρ δὴ τὸ λιτανεῦσαι δύο καὶ τρεῖς ἡμέρας ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν, ἀλλ' ὁλοκλήρου δεῖ τοῦ βίου ποιήσασθαι τὴν μεταβολὴν, καὶ τῆς πονηρίας ἀποστάντας μένειν ἐπὶ τῆς ἀρετῆς διηνεκῶς.
 [01266]  Ταῦτ' οὖν εἰδότες ἅπαντα, ποιησώμεθα τοῦ βίου μεταβολὴν καὶ διόρθωσιν, καὶ πρὸ τῆς ἀπαλλαγῆς τῆς ἐπικειμένης ἀγωνίας ὑπὲρ εὐλαβείας καὶ ἀρετῆς φροντίσωμεν.
 [01576]  ∆ιὰ τοῦτο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ποιήσασθαί τινα μεταβολὴν, καὶ τὴν ἀρχὴν ἐντεῦθεν ἡμῖν ἐπιδείξασθαι.
 [01908]  Τίς οὖν ἔσται λόγος ἡμῖν, ὅταν οἱ μὲν περὶ τοῦ τέλους θαῤῥεῖν οὐκ ἔχοντες, τοσαύτην ἐπιδεδειγμένοι φαίνωνται τὴν μεταβολὴν, σὺ δὲ ὁ θαῤῥεῖν ἔχων περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ καὶ πολλὰ πολλάκις ἐνέχυρα λαβὼν αὐτοῦ τῆς κηδεμονίας.
 [02410]  ῥᾳδίαν δέχεται τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν·
 [03926]  οὕτω μεγάλοι, φησὶν, ἡμῖν ἐπῃωρήθησαν κίνδυνοι, ὡς ἀπαγορεῦσαι τοῦ ζῇν, καὶ μηκέτι λοιπὸν ἐλπίσαι χρηστήν τινα ἔσεσθαι μεταβολὴν, ἀλλ' ἢ θάνατον ἀναμένειν πάντως·
 [03934]  Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, πειρασμὸν νῦν μὲν σβεσθέντα, νῦν δὲ ἐγερθέντα πάλιν, μὴ καταπέσῃς μηδὲ ἀπαγορεύσῃς, ἀλλὰ χρηστὰς ἔχε [49.144] τὰς ἐλπίδας, ἐκεῖνο πρὸς ἑαυτὸν λογιζόμενος, ὅτι οὐχὶ μισῶν οὐδὲ ἀποστρεφόμενος ἡμᾶς ὁ Θεὸς παραδίδωσι ταῖς χερσὶ τῶν ἐχθρῶν, ἀλλὰ σπουδαιοτέρους καὶ οἰκειοτέρους αὐτῷ κατασκευάσαι βουλόμενος Μὴ τοίνυν ἀπαγορεύσωμεν μηδὲ τὴν ἐπὶ τὸ βέλτιον ἀπογνῶμεν μεταβολὴν, ἀλλὰ ταχίστην προσδοκῶμεν ἔσεσθαι γαλῄνην, καὶ τὸ τέλος ἁπάντων τῶν κατεχόντων ἡμᾶς θορύβων ῥίψαντες ἐπὶ τὸν Θεὸν, αὐτοὶ τῶν συνήθων ἁπτώμεθα πάλιν, καὶ τὴν εἰωθυῖαν διδασκαλίαν εἰς μέσον ἀγάγωμεν.
 [05206]  ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι' αὐτῶν τῶν ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός ἐστιν ὁ φιλοσοφίας ἐπειλημμένος τῆς ἄνω, καὶ μεταβολὴν οὐδεμίαν δέχεται, οὐδὲ δυσημερίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπολαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυπηρῶν.
000-00-00 Serial Number=0318524957
Adversus Judaeos Ante [Go Back]  
 [01616]  Εἰπὼν δὲ δι' ἑτέρων πλειόνων ὁ ∆ανιὴλ, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, πῶς ἐπανήξει, καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν, καὶ τὴν τῶν καιρῶν μεταβολὴν, καὶ ὅτι διελθόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν αὐτῶν βοήθειαν.
 [01644]  Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολὴν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν μαρτυρήσαντας, καὶ μὴ προδόντας τὴν εὐσέβειαν, εἶτα τυχόντας τῆς ἀνέσεως.
000-00-00 Serial Number=0136325181
Catecheses ad illuminandos Ante [Go Back]  
 [00601]  Ὅταν γὰρ ἴδῃ τὴν τοσαύτην μεταβολὴν ὁ διάβολος καὶ ὅτι οἱ πρότερον ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντες εἰς τοσοῦτον ὕψος ἀνηνέχθησαν καὶ τοσαύτης ἠξιώθησαν φιλανθρωπίας παρὰ τοῦ δεσπότου, κατῃσχυμμένος ἄπεισιν οὐδὲ ἀντιβλέψαι τολμῶν·
 [00869]  ∆ιὸ παρακαλῶ, οἵ τε πρόσφατον ἀξιωθέντες τῆς θείας δωρεᾶς πολλὴν τὴν φυλακὴν ἐπιδείξασθε καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα πνευματικὸν καθαρὸν καὶ ἀκηλίδωτον διαφυλάττετε, οἵ τε πάλαι ταύτης τυχόντες τῆς δωρεᾶς πολλὴν τοῦ βίου τὴν μεταβολὴν ἐπιδειξώμεθα.
 [01246]  ὡς φεύγοντα, τὸ τάχος αὐτῶν ἐνδείξασθαι βουλόμενος καὶ τὴν πολλὴν καὶ ἀθρόαν μεταβολὴν καὶ παιδεῦσαι ἡμᾶς μηδέποτε προστετηκέναι τοῖς ὁρωμένοις ἀλλ' ἐκείνοις μόνοις πεποιθέναι καὶ θαρρεῖν οἷς ἂν ὁ Θεὸς ἐπαγγέλληται.
 [01254]  [8.16] ∆ιό, παρακαλῶ, ἐκεῖνα ζητῶμεν τὰ ἀεὶ μένοντα καὶ μεταβολὴν οὐκ ἐπιδεχόμενα.
000-00-00 Serial Number=0882814646
Commentarius in Job Ante [Go Back]  
 [00526]  πῶς οὐ μεταβαλόμενος μεταβολὴν εἶδεν ἐπὶ τῶν πραγμάτων γενομένην;
 [01073]  ὅπερ δὲ ἐξ ἀρχῆς εἶπον, ὅτι διὰ τοῦτο καὶ χρόνον πολὺν συνεχώρησεν ὁ θεὸς γενέσθαι, ἵνα μὴ μετὰ τὴν μεταβολὴν ἀπιστηθῇ ἡ συμφορά, καὶ διὰ τοῦτο αἴθριος, ἵνα πάντες ὁρῶσιν, τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ἔστιν εἰπεῖν·
 [01291]  «πολλὴ ἰσοτιμία», φησίν, «ἐκεῖ, οὐκ ἔστι φοβηθῆναι μεταβολὴν καθάπερ ἐνταῦθα.
 [01346]  ὁ γὰρ προσδοκῶν μεταβολὴν μετὰ βίου καλοῦ οὐχ ὡς μισθωτὸς ἦν, ὥστε πολλὴν αὐτοῦ τὴν ἀρετὴν δείκνυσιν ἡμῖν τὸ λέγειν·
 [03639]  εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον καὶ οὗ χωρὶς ζῆν οὐκ ἔνι μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ καὶ οὐκ ἀναγκαίως ἡμῖν προσκείμενα.
000-00-00 Serial Number=0731175840
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00171]  Εἰ τὰ κατ' οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα δέχεταί τινα μεταβολὴν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα, πῶς οὐκ ἐσχάτης ἀνοίας τὸ τὰ ἐπίγεια νομίζειν εἶναι μόνιμα, καὶ πεπηγότα;
000-00-00 Serial Number=0860103488
De Davide et Saule Ante [Go Back]  
 [00673]  Τὰ γὰρ ῥήματα ἐκεῖνα τοῦ ∆αυῒδ εἰς τὴν διάνοιαν εἰσελθόντα τοῦ τεθηριωμένου τούτου, πᾶσαν ταύτην εἰργάσατο τὴν μεταβολὴν, ἣν ἀπὸ τῶν ῥημάτων τούτων ἔστι ἰδεῖν.
000-00-00 Serial Number=0638786852
De Lazaro Ante [Go Back]  
 [01652]  Καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ τῇ κακίᾳ ἀλλάξῃ σύνεσιν, καὶ ἀπῆλθεν εἰς χωρίον ἔνθα ἐπ' ἀσφαλείας λοιπὸν ἕστηκε, καὶ μεταβολὴν οὐκ ἔστιν ὑποπτεῦσαί τινα.
 [02680]  Ἐμοὶ δὲ δοκεῖ, ὅτι θεασάμενος τὴν ἀθρόαν οὕτω τῶν πραγμάτων μεταβολὴν, καὶ τὸν μὲν ἐν τῷ πυλῶνι ἐῤῥιμμένον, καὶ ταῖς γλώσσαις τῶν κυνῶν προκείμενον, τοσαύτης ἀπολαύοντα τῆς παῤῥησίας, καὶ τοῖς κόλποις τοῦ πατριάρχου ἐνδιαιτώμενον, ἑαυτὸν δὲ τοσαύτῃ αἰσχύνῃ περιβεβλημένον, καὶ μετὰ ταύτης καὶ ὑπὸ τοῦ πυρὸς ἀποτηγανιζόμενον, πλείονα τῆς ὀδύνης τὴν αἴσθησιν ἐλάμβανεν.
000-00-00 Serial Number=0243837833
De cruce et latrone ii Ante [Go Back]  
 [00147]  Εἰκὸς γὰρ αὐτὸν λοιδορῆσαι μὲν παρὰ τὴν ἀρχὴν, ἀθρόον δὲ τοσαύτην τὴν μεταβολὴν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0292881668
De diabolo tentatore Ante [Go Back]  
 [00323]  Ἐξῆν γὰρ αὐτοῖς, εἴπερ ἐβούλοντο, τῇ μακροθυμίᾳ τοῦ Θεοῦ πρὸς μεταβολὴν ἀρίστην χρήσασθαι, καὶ θαυμάσαντας τὸ ἀνεξίκακον αἰδεσθῆναι τῆς ἀνοχῆς τὴν ὑπερβολὴν, καὶ μεταστῆναί ποτε πρὸς ἀρετὴν, καὶ ταῖς ἑτέρων τιμωρίαις τὴν οἰκείαν κερδᾶναι σωτηρίαν.
000-00-00 Serial Number=0490659833
De eleemosyna [2] Ante [Go Back]  
 [00211]  Ὁρᾷς τὴν τοῦ βίου μεταβολὴν, πῶς ὡς σκιὰ παρατρέχει, καὶ καπνοῦ εὐτελέστερον διαλύεται;
000-00-00 Serial Number=0050096333
De futurae vitae deliciis Ante [Go Back]  
 [00016]  οἷον, εἰ χρημάτων ἐπιθυμίας κρατεῖ, εἰ σωμάτων ἀκόρεστον ἔρωτα ὑπέταξεν, εἰ μὴ τήκεται φθόνῳ, εἰ μὴ σύρεται τῷ χαλεπῷ τῆς κενοδοξίας πάθει, εἰ μὴ δέδοικε καὶ τρέμει πενίαν, εἰ μὴ τὴν ἐπὶ τὸ σκυθρωπότερον μεταβολὴν, εἰ μὴ ἀποτέθνηκε τῷ δέει τούτῳ.
000-00-00 Serial Number=0350973845
De mansuetudine sermo Ante [Go Back]  
 [00087]  Ὅστις οὖν ἐθέλοι τοὺς θυμουμένους νικᾷν, γενναίως φερέτω τὰς ὕβρεις καὶ τὰς πληγὰς, καὶ πολλὴν ὄψεται μεταβολὴν τοῦ μεμηνότος καὶ τύπτοντος·
000-00-00 Serial Number=0198280275
De mutatione nominum Ante [Go Back]  
 [00729]  Ἵνα οὖν μὴ ἡ τοῦ ὀνόματος ἀθρόα μεταβολὴ ἀποκρύψῃ τὴν μεταβολὴν τῆς προαιρέσεως, ἀφίησιν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν·
 [00954]  Καὶ ἵνα μάθητε ὅτι οὐδένα βιάζεται, ἀλλ' ἐὰν αὐτὸς θέλῃ, ἡμεῖς δὲ μὴ θέλωμεν, διαπίπτει τὰ τῆς σωτηρίας ἡμῶν, οὐκ ἐπειδὴ ἀσθενὲς αὐτοῦ τὸ βούλημα, ἀλλ' ἐπειδὴ ἀναγκάσαι οὐδένα θέλει, ἀναγκαῖον τοῦτον ἐξετάσαι τὸν λόγον, ἐπειδὴ πολλοὶ πολλάκις προφάσει ῥᾳθυμίας, τούτῳ κέχρηνται τῷ προσχήματι τῆς ἀπολογίας, καὶ παρακαλούμενοι πολλάκις ἐπὶ φώτισμα, ἐπὶ πολιτείας ἀρίστης μεταβολὴν, ἐφ' ἕτερα τοιαῦτα κατορθώματα, εἶτα καὶ ὡς ὀκνοῦντες καὶ ἀναδυόμενοι τοῦτο ἀποκρίνονται, ὅτι Ἐὰν θέλῃ ὁ Θεὸς, πείσει με, καὶ μεταθήσομαι.
000-00-00 Serial Number=0344044089
De paenitentia [1] Ante [Go Back]  
 [01995]  ∆ιὰ τοῦτο καὶ ὁ γενναῖος Παῦλος, καταμαθὼν αὐτῆς τὸ ἀξίωμα τῆς πίστεως, καὶ οὐκ ἀδόκιμον ἡγησάμενος διὰ τὴν προτέραν κατάστασιν, ἀλλὰ δόκιμον διὰ τὴν ἔνθεον μεταβολὴν, συναριθμεῖ αὐτὴν τοῖς ἁγίοις πᾶσι, καὶ εἰρηκώς·
000-00-00 Serial Number=0031203330
De paenitentia [2] Ante [Go Back]  
 [00190]  Ἄλλος ὀρχήσεσι γυναικείαις θρυπτόμενος, καὶ τὰ παρὰ φύσιν μιμούμενος, καὶ λυπούμενος ὅτι μὴ γυνὴ παρὰ τῶν γονέων ἐτέχθη, καὶ τὴν τῆς φύσεως μεταβολὴν φιλοτιμίαν τιθέμενος·
000-00-00 Serial Number=0033873558
De profectu evangelii Ante [Go Back]  
 [00261]  τὸν δὲ ἐν θλίψει καὶ πολλοῖς τοῖς δεινοῖς, ἵνα τινὰ χρηστὴν αὐτῷ ἴδῃ γενομένην μεταβολὴν, καὶ εἰς γαλήνην παρηγορίας μεταβληθῇ.
000-00-00 Serial Number=0520919025
De prophetiarum obscuritate Ante [Go Back]  
 [00125]  Εἶπον, ὅτι εἰ ἤκουσαν οἱ Ἰουδαῖοι τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι κακὰ, καὶ ὅτι τὰ Ἱεροσόλυμα ἁλώσεται διὰ τὸν Χριστὸν τὴν ἅλωσιν ταύτην τὴν ἀθάνατον, καὶ οὐκ ἔχουσαν μεταβολὴν, εἰ ἤκουσαν φανερῶς παρὰ τῶν προφητῶν ταῦτα, εὐθέως ἂν τοὺς ταῦτα λέγοντας ἀπέκτειναν.
000-00-00 Serial Number=0512114167
De resurrectione mortuorum Ante [Go Back]  
 [00218]  οὐκ οἶδε γὰρ μεταβολὴν, οὐ δέχεται τροπὴν, οὐκ ἐπίσταται γῆρας, οὐκ ἔχει τινὰ ἀλλοίωσιν, ἀλλ' ἀκμάζει διηνεκῶς.
 [00225]  Οὐ γὰρ ἁπλῶς σκῆνος τὸ σῶμα ἐκάλεσεν, ἀλλὰ τὸ πρόσκαιρον τῆς παρούσης ζωῆς ἡμῖν ἐνδεικνύμενος, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν δηλῶν, μονονουχὶ λέγων·
000-00-00 Serial Number=0369034111
De sancta Droside martyre Ante [Go Back]  
 [00043]  κἂν μηδὲν ᾖ μέγα καὶ ἀγαθὸν εἰργασμένος, οὐκ ἀπογνώσεται τῆς ἑαυτοῦ σωτηρίας, πρὸς ἀρετῆς μεταβολὴν ἀπὸ τῆς ἀνδρείας τούτων λαβὼν παράκλησιν, καὶ πρὸς ἑαυτὸν ἐννοήσας, ὅτι συμβήσεταί ποτε καὶ αὐτὸν ἴσως τῆς τοῦ Θεοῦ φιλανθρωπίας καταξιούσης, τοιαῦτα ἅλλεσθαι ἅλματα, καὶ ἀθρόον πρὸς τὸν οὐρανὸν ἀναβῆναι, καὶ τῆς μεγίστης ἐκείνης παῤῥησίας ἐπιτυχεῖν·
000-00-00 Serial Number=0744258165
De virginitate Ante [Go Back]  
 [01623]  Ὁ δὲ ἐν ἐκείνῳ τῷ ὑγρῷ καὶ διακεχυμένῳ βίῳ δαπανηθείς, εἴποτε συμβαίη κατὰ περίστασίν τινα καὶ ἀνάγκην παραδοθῆναι πενίᾳ, τεθνήξεται πρότερον ἢ ταύτην οἴσει τὴν μεταβολὴν διὰ τὸ ἀμελέτητον καὶ ἀγύμναστον.
000-00-00 Serial Number=0468134344
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00873]  Εἰ τοίνυν καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους, τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας ὁ Θεὸς, εἰ εὐγνώμονες γενοίμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξοίμεθα, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησοίμεθα, πόσης οὐκ ἂν πάλιν ἀξιώσειε τῆς παρ' αὐτοῦ φιλοτιμίας;
 [02288]  εἰ γὰρ ἐδεδοίκεις μεταβολὴν, οὐκ ἂν ὑπέμεινας μεταβολήν·
 [02342]  Κἂν γὰρ παρὰ πᾶσαν ἡμῶν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν αὐτὸν ἑτέροις·
 [08578]  Ὥσπερ γὰρ τὴν Ἰερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνη ἐκλήθη ἡ πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλ' ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν·
 [09999]  Ἐννόησον ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [09999]  Ἐννόησον γὰρ ὅσον ἐστὶ ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλ' ἐπίδοσιν καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, καὶ ζωὴν παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
000-00-00 Serial Number=0685360789
Epistulae Ante [Go Back]  
 [03575]  Ἀνάμενε δὴ καὶ τὴν ἐπὶ τὸ χρηστότερον μεταβολὴν, καὶ μὴ διαλίπῃς τὸν Θεὸν ὑπὲρ τούτου παρακαλοῦσα, καὶ γράψαι ἡμῖν σπούδασον, ὅτι γέγονέ τι πλέον ἀπὸ τῶν ἡμετέρων γραμμάτων εἰς εὐθυμίας σοι λόγον, εἴγε μὴ βούλει θολοῦν ἡμῶν τὴν εὐφροσύνην.
 [03598]  Ἡμεῖς γὰρ καίτοι τοσαῦτα πεπονθότες, οὐδενὸς αἰσθανόμεθα, τόν τε μισθὸν ἐννοοῦντες ὧν ἐπάθομεν, καὶ ταχίστην ἐπὶ τὸ βέλτιον μεταβολὴν τὰ πράγματα προσδοκῶντες λήψεσθαι, ὡς καὶ αὐτὰ τὰ προοίμια δείκνυσι.
000-00-00 Serial Number=0054616511
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01297]  Καὶ τοῦτο δηλοῦντες οἱ προφῆται καὶ τὴν ἐκ τῆς κακίας μεταβολὴν πᾶσι γνώριμον ποιοῦντες, ὁ μὲν ἔλεγε·
000-00-00 Serial Number=0321544170
Expositiones in Psalmos Ante [Go Back]  
 [00505]  ἡ δὲ ἐπὶ Θεὸν ἐλπὶς ἀθάνατος, ἄτρεπτος, ἀκίνητος, μεταβολὴν οὐ δεχομένη, ἐν ἀσφαλείᾳ πάσῃ καθιστῶσα, καὶ ἄμαχον ποιοῦσα τὸν αὐτῇ μετὰ ἀκριβείας καὶ τῆς προσηκούσης διαθέσεως χρώμενον.
 [01049]  καὶ ἕτεροι πολλῆς ἀπολαύσονται τῆς ἡδονῆς, τήν τε ἐκείνων μεταβολὴν ὁρῶντες, καὶ τὴν εἰς τὸ βέλτιον μετάθεσιν, καὶ ἑτέρους σπουδαιοτέρους ταύτῃ γινομένους.
 [03759]  Τῷ γὰρ μὴ προσδοκᾷν μεταβολὴν, οὔτε τὰς εὐημερίας σωφρόνως φέρει, εἴς τε δυσημερίαν ἐμπεσὼν, ἀγύμναστος καὶ ἀμελέτητος ὢν, ταράττεται καὶ θορυβεῖται.
 [05522]  Τῷ γὰρ μὴ προσδοκᾷν μεταβολὴν, οὔτε τὰς εὐημερίας σωφρόνως φέρει, εἴς τε δυσημερίαν ἐμπεσὼν, ἀγύμναστος καὶ ἀμελέτητος ὢν, ταράττεται καὶ θορυβεῖται.
 [07154]  Ἀλλοίωσιν γὰρ μεγάλην ἡμῖν οὗτος εἰργάσατο, καὶ πραγμάτων μεταβολὴν καὶ μετάστασιν.
 [07394]  Ὥσπερ γὰρ ὅταν εἴπω, ὅτι ἐταπεινώθη, οὐ μεταβολὴν λέγω, ἀλλὰ τῆς οἰκονομίας τὴν συγκατάβασιν·
000-00-00 Serial Number=0084176719
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00027]  Τί γὰρ ὄφελος προῤῥήσεως ἐπ' ὠφελείᾳ ψυχῶν λεγομένης, ὅτε πάντως ἔσται τὰ θεσπιζόμενα, μηδεμίαν ἐκ τοῦ ἐφ' ἡμῖν μεταβολὴν ἐνδεχόμενα;
 [01564]  Ἀνίατον τὸ τραῦμα, λύσιν οὐκ ἔχον, οὐδὲ μεταβολὴν, οἵαν ἄλλ.
 [02093]  Οὐκέτι ἵππων φίλον τὸ τρέχειν, ἀλλὰ ζητοῦσί ποτε καὶ ἀνάπαυσιν, Πάντα μεταβολὴν οἶδεν, ὑμεῖς δὲ οὐχὶ, τὰ κακὰ πράττοντες.
 [04034]  ὑπὸ πολλῆς ἀνοίας μηδεμίαν ἐπιδειξάμενοι μεταβολὴν, μεταβολὴν δεινῶν προσεδόκησαν.
 [04900]  Εἶδες πόσην μεταβολὴν εἰργάσατο;
 [05142]  ἀφ' ὧν εἴς τε ἐμὴν καταφρόνησιν, καὶ παντελῆ τῆς εὐσεβείας μεταβολὴν ἤγαγον τὸν λαόν·
000-00-00 Serial Number=0043532491
Fragmenta in Job Ante [Go Back]  
 [00018]  Τὸ δὲ αἴτιον, ὅτι τὴν τῶν πραγμάτων φύσιν καλῶς ἐλογίζετο, καὶ τὴν τούτων εἰδὼς μεταβολὴν, προωρᾶτο τὸ μέλλον, καὶ πράττων καλῶς, τὴν ἀθυμίαν οὐκ ἀπηλπίζετο, διὰ τοῦτο καὶ ἐν ταῖς εὐπραξίαις ἐμετρίαζεν.
 [00997]  οὐκ ἔστιν ἐκεῖ φοβηθῆναι μεταβολὴν, καθάπερ ἐνταῦθα·
 [01832]  Εἰ τὰ κατ' οὐρανὸν ἄστρα, καὶ διηνεκῶς λάμποντα, δέχεταί τινα μεταβολὴν, ἥλιος μὲν ἐκλείπων, σελήνη δὲ φθίνουσα·
 [01841]  εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον, καὶ οὗ χωρὶς ζῇν οὐκ ἔνι, μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ, καὶ οὐκ ἀναγκαίως ἡμῖν προκείμενα.
000-00-00 Serial Number=0611204922
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00143]  εἰδὼς τῶν ἀνθρώπων τὴν μεταβολὴν ὁ προφήτης, Πῶς ἐξέπεσεν, εἶπεν, ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων, ὁ σείων βασιλεῖς, ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον;
000-00-00 Serial Number=0008468390
In Acta apostolorum Ante [Go Back]  
 [00011]  Καὶ γὰρ τὰς προῤῥήσεις, ἃς ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προαναφω [60.14] νεῖ, ταύτας εἰς ἔργον ἐξελθούσας ἐνταῦθα ἔστιν ἰδεῖν, καὶ ἀπ' αὐτῶν τῶν πραγμάτων διαλάμπουσαν τὴν ἀλήθειαν, καὶ πολλὴν τῶν μαθητῶν τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν τὴν ἀπὸ τοῦ Πνεύματος αὐτοῖς ἐγγενομένην.
 [02258]  Εἰκὸς δὲ αὐτοὺς παθεῖν τοσαύτην ἀθρόον μεταβολὴν ἰδόντας·
 [06736]  Οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδεδοίκει, ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων.
 [09999]  πόσοι ἐπηγγείλαντο ἀναστάντες πολλὴν τὴν μεταβολὴν ἐργάσασθαι, καὶ πάλιν οἱ αὐτοὶ γεγόνασι;
000-00-00 Serial Number=0203335702
In Eliam prophetam Ante [Go Back]  
 [00042]  Αἰδέσθητι τὴν τῶν κοράκων μεταβολὴν, καὶ γενοῦ περὶ τοὺς Ἰουδαίους χρηστός·
000-00-00 Serial Number=0396260619
In Eutropium Ante [Go Back]  
 [00056]  Καὶ γὰρ οὗτος εἰ ἔδεισε μεταβολὴν, οὐκ ἂν ὑπέμεινε μεταβολήν·
 [00081]  τὴν δύναμιν μὲν, ἀφ' ὧν τοσαύτην ὑπέμεινε μεταβολὴν ἐκ τῶν πρὸς ἐκείνην πολέμων·
000-00-00 Serial Number=0672405303
In Isaiam Ante [Go Back]  
 [02441]  Ὥσπερ γὰρ τὴν Ἱερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνης ἐκλήθη πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλὰ ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν·
000-00-00 Serial Number=0716712952
In Joannem Ante [Go Back]  
 [01850]  οὐ μεταβολὴν οὐσίας, ἄπαγε, ἀλλὰ σαρκὸς ἀληθινῆς ἀνάληψιν παραστῆσαι βουλόμενος.
 [01858]  εἰ δὲ μεταβολὴν ἐδέξατο, καὶ μεταβολὴν ἐπὶ τὸ χεῖρον, πῶς ἂν εἴη Θεός;
 [01867]  Οὐκοῦν λείπεται τὴν ἐπὶ τὸ χεῖρον αὐτὸν δέξασθαι μεταβολὴν, εἴ γε μεταβάλ[λ]οιτο.
 [03086]  ἀλλὰ καὶ ἀρίστην εἰς πάντα σπουδάσωμεν ἐπιδείξασθαι μεταβολὴν, ἵνα εἰς δόξαν τοῦ Θεοῦ βιώσαντες, καὶ αὐτοὶ τῆς μελλούσης ἀπολαύσωμεν δόξης·
000-00-00 Serial Number=0653064907
In Psalmos 101-107 Ante [Go Back]  
 [00997]  ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται.
 [01626]  Καὶ μὲν δὴ καὶ ἅπαντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶν τες μεταβολὴν, καὶ τῆς προτέρας πλάνης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν.
 [01649]  Κἀκείνοις τοῖς πλείουσιν ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει, καὶ παραχρῆμα εἰς αὔραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάττεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν.
000-00-00 Serial Number=0573684335
In Psalmum 118 Ante [Go Back]  
 [00971]  ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσιν αὐτὴν προξενεῖ τὸν ἀπέραντον καὶ αἰώνιον πλοῦτον καὶ τὰ ἀγαθὰ τὰ μηδεμίαν μεταβολὴν δεχόμενα.
000-00-00 Serial Number=0810300171
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00064]  Καὶ γὰρ δίκαιον μαθεῖν τῆς προτέρας ἡμῶν ἔχθρας τὴν ὑπόθεσιν, ἵν', ὅταν ἴδῃς τιμηθέντας ἡμᾶς, τοὺς ἐχθροὺς καὶ πολεμίους, θαυμάσῃς τοῦ τιμήσαντος τὴν φιλανθρωπίαν, ἵνα μὴ νομίσῃς ἐξ οἰκείων κατορθωμάτων γεγενῆσθαι τὴν μεταβολὴν, ἵνα μαθὼν αὐτοῦ τῆς χάριτος τὴν ὑπερβολὴν, μὴ παύσῃ διαπαντὸς εὐχαριστῶν αὐτῷ ὑπὲρ τοῦ μεγέθους τῶν δωρεῶν.
000-00-00 Serial Number=0542530298
In catenas sancti Petri Ante [Go Back]  
 [00036]  [9] Ἡ μὲν οὖν τῶν Πράξεων βίβλος πολλοὺς περὶ αὐτοῦ διεξιοῦσα κινδύνους, οἷς ὑπέπεσέ τε καὶ συνεσχέθη, καὶ πολλῶν θαυμάτων μνήμην ποιησαμένη, οἷον τὴν παραδόξως ἐνεργηθεῖσαν ἐν τῷ χωλῷ ἴασιν, τὴν Ἀνανίου καὶ Σαπφείρας ἀδυσώπητον τελευτήν, τὴν τῆς Ταβηθὰ ἐξ αὐτῶν τοῦ θανάτου βρόχων ἀνάστασιν, τὴν Κορνηλίου δι' ἀγγελικῆς ἐπιστασίας μεταβολὴν καὶ μετάθεσιν, τὴν διὰ τῆς σκιᾶς τοῦ σώματος τοῖς ἀσθενοῦσι προσγινομένην ἀνάρρωσιν·
000-00-00 Serial Number=0707107008
In epistulam II ad Corinthios Ante [Go Back]  
 [01261]  ∆έδοικε γὰρ αὐτῶν καθάψασθαι πάλιν, ἐπειδὴ σφοδρῶς αὐτῶν ἐν τῇ προτέρᾳ [61.419] καθίκετο Ἐπιστολῇ, καί τινα μεταβολὴν ἐπεδείξαντο·
 [01513]  ἐπέθηκαν καὶ μεταβολὴν βίου.
 [02401]  κἂν μὴ αὐτὸς ὑπομείνῃ τὴν μεταβολὴν, ἐν ἑτέροις γινομένην ὁρῶν, ἀπόλωλε·
000-00-00 Serial Number=0067075610
In epistulam I ad Corinthios Ante [Go Back]  
 [01222]  Εἰ δὲ ἐσωφρόνουν, ὥσπερ οὖν καὶ τὰ πράγματα ἔδειξε, πῶς ἄνευ τοῦ λαβεῖν ἐνέχυρα ἀξιόπιστα ἐκ τῶν οὐρανῶν καὶ τῆς ἄνωθεν ἀπολαῦσαι ῥοπῆς, ὑπέμενον πρὸς τοσούτους ἐξελθεῖν πολέμους, καὶ γῆς καὶ θαλάττης κατατολμῆσαι, καὶ πρὸς μεταβολὴν τῶν τῆς οἰκουμένης ἁπάσης ἐθῶν τῶν ἐν χρόνῳ τοσούτῳ παγέντων ἄνθρωποι δώδεκα ἀποδύσασθαι, καὶ στῆναι γενναίως οὕτω;
 [06858]  Εἶτα ἵνα μὴ νομίσῃ τις μεταβολὴν γνώμης εἶναι τὸ πρᾶγμα, ἐπήγαγε·
 [06912]  Οὕτω γοῦν καὶ φοβερὸς ἦν, ὡς τοὺς ἀποστόλους [61.186] καὶ μετὰ τὴν ἀρίστην μεταβολὴν μηδέπω τολμᾷν κολλᾶσθαι αὐτῷ.
000-00-00 Serial Number=0613573611
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00405]  Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον, καὶ τὴν ἀθρόαν μεταβολὴν, καὶ δεικνύναι δι' ἐναργῶν ἀποδείξεων, ὅτι μετ' ἀληθείας [61.626] μετέστη, ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα ποιεῖ, καὶ ἐπαρθῶσι.
 [00445]  Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι;
000-00-00 Serial Number=0532368183
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00836]  Ἅμα δὲ καὶ παραμυθία μεγίστη τοῦτό ἐστι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴν λήψεται, καὶ πάντα ἐναλλαγήσεται, αὐτὸς δὲ μένει διαπαντὸς ζῶν, καὶ ἀπείρως ζῶν·
 [02140]  Ἐννόησον γὰρ ὅσον ἐστὶ, ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλὰ ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν.
 [08395]  οὐκ ἔστιν ἐκεῖ δεῖσαι μεταβολὴν, οὐ γῆρας ἐπελθὸν ῥυτίδα ἤγαγεν, οὐ νόσος κατασκήψασα ἐμάρανεν, οὐκ ἀθυμίας φροντὶς ἐλυμήνατο, ἀλλὰ πάντων τούτων ἐστὶν ἀνώτερον.
 [08972]  ποίᾳ γὰρ ἐλπίδι τὴν μεταβολὴν ἐπιδείξεται;
000-00-00 Serial Number=0788618743
In epistulam ad Philippenses Ante [Go Back]  
 [02196]  Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι Ἐκένωσεν ἑαυτὸν, μεταβολὴν νομίσῃς καὶ μετάπτωσιν καὶ ἀφανισμόν τινα, Μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν, καὶ σὰρξ γενόμενος ἔμενε Θεὸς Λόγος ὤν.
 [04204]  Ἄρα καὶ τὸ σχῆμα ἕτερον, ἢ τὴν μεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσε.
000-00-00 Serial Number=0919464231
In epistulam ad Romanos Ante [Go Back]  
 [03554]  οὕτω καὶ ἐν τοῖς μετὰ ταῦτα τῆς προθυμίας ἐπίδειξαι τὴν μεταβολὴν, ἵνα μὴ πάλιν σαυτὸν καταῤῥυπάνῃς.
 [04771]  Ὅπερ οὖν καὶ ἐν τῷ Εὐαγγελίῳ φησὶν, Οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν, οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν τῇ κακίᾳ διατριβὴν λέγων μὴ δύνασθαι φέρειν καρποὺς καλούς.
 [07133]  Καὶ ταύτην λέγοντες τὴν μεταβολὴν, ἐμφράττομεν αὐτῶν τὰ στόματα.
000-00-00 Serial Number=0015636265
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00026]  θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ σταυρὸς τοῦ Χριστοῦ, διὰ τῆς αὐτοῦ ἐνεργείας τοσαύτην μεταβολὴν ἀγαθῶν κατεργασάμενος.
 [00039]  Ὁρᾷς πόσην μεταβολὴν ὁ σταυρὸς κατειργάσατο;
 [00051]  Ὢ μεγάλης δυνάμεως σταυροῦ, ὅσην μεταβολὴν τῷ γένει τῶν ἀνθρώπων κατειργάσατο! Ἀπὸ τοσούτου σκότους εἰς φῶς ἀπέραντον μετέστησεν, ἀπὸ θανάτου εἰς ζωὴν αἰώνιον ἀνεκαλέσατο, ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν ἀνεκαίνισεν.
000-00-00 Serial Number=0698494673
In illud In faciem ei restiti Ante [Go Back]  
 [00295]  Καὶ ἡ πολλὴ μανία τὴν ἀθρόον γεγενημένην ἐγγυᾶται μεταβολὴν, ὡς οὐκ ἔστιν ἀν θρωπίνη τις, ἀλλ' ἄνωθεν, καὶ ἐκ τῶν οὐρανῶν ἔλαβε τὴν ἀρχήν.
000-00-00 Serial Number=0423295915
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00027]  ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν.
000-00-00 Serial Number=0866262794
In pharisaeum et meretricem Ante [Go Back]  
 [00020]  Τίς γὰρ λογιζόμενος τὴν ἐκείνης μεταβολὴν, καὶ τὴν ἀμοιβὴν, οὐ τὴν αὐτὴν ἀσκήσει γνώμην, ὡς τὴν ἴσην εὑρήσῃ ἀντίδοσιν;
000-00-00 Serial Number=0872750342
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00110]  Προθεσμίαν ἡμῖν μικρὰν δέδωκας, καὶ μεταβολὴν ἐν αὐτῇ μεγίστην ἐδείξαμεν.
000-00-00 Serial Number=0284623146
In principium Actorum Ante [Go Back]  
 [00348]  Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι;
 [01422]  Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενημένην;
 [01440]  Ὅταν τοίνυν ἴδῃς καὶ σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθητὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας αὐτὸν, καὶ παῤῥησίαν μείζονα ἐπιδεικνυμένους, καὶ πανταχόθεν λαμπροτέραν γινομένην τῶν πραγμάτων τὴν μεταβολὴν, καὶ ἐπὶ τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελθόντα ἅπαντα, μάνθανε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλλοίωτος.
000-00-00 Serial Number=0442498386
In resurrectionem domini B Ante [Go Back]  
 [00080]  μεταβολὴν γὰρ ἡ θεία φύσις οὐκ ἐπιδέχεται.
000-00-00 Serial Number=0725891709
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00008]  οὐ γὰρ δέδοικε μεταβολὴν, οὐχ ὑποπτεύει μετάπτωσιν.
000-00-00 Serial Number=0792154610
In sanctum Romanum Ante [Go Back]  
 [00076]  Ἰδὼν τοίνυν ὁ διάβολος ἀθρόαν μεταβολὴν γεγενημένην, καὶ τοὺς χθὲς καὶ πρῴην δεδοικότας αὐτὸν καὶ τρέμοντας, νῦν καταγελῶντας αὐτοῦ καὶ κατατολμῶντας, ἐπαποδυομένους τοῖς κινδύνοις, ἐπιπηδῶντας τοῖς κολαστηρίοις, καὶ γνοὺς τὸν αἴτιον, πάντας ἀφεὶς, κατ' ἐκείνου λοιπὸν ἔπνευσεν ὅλος, πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ τὴν μανίαν κατὰ τῆς μακαρίας ταύτης κινῶν κεφαλῆς.
000-00-00 Serial Number=0281537294
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00034]  Τοσοῦτοι γὰρ Ἰουδαῖοι πρὸς τὴν τοιαύτην ἱστορίαν ἠσχόληντο ἀρχαῖοι πρὸ τῆς τοῦ σωτῆρος παρουσίας ἀριστίνδην ὑπὸ ἀρίστων ἐξειλεγμένοι πρὸς τὴν μεταβολὴν τῶν γραφῶν ἔτι καὶ τότε ἐν ἑβραϊκοῖς χαρακτῆρσιν οὐσῶν εὐδοκίμως, καὶ ἐδοκιμάσθη ἡ ἑρμηνεία, καὶ ἀραὶ ὑπὸ πάντων τῶν Ἑβραίων ἐτέθησαν, εἴ τις τὴν ἑρμηνείαν παρακινήσειεν.
 [00035]  Καὶ ταύτας διὰ ταῦτα ἡμεῖς περιέπομεν ἀκούοντες Μωϋσέως λέγοντος Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, οὐκέτι δὲ δύο, ἀλλ' ἐπὶ ἑβδομήκοντα δύο μαρτύρων τὴν μεταβολὴν [14] ἀσμενίσαντες.
 [00182]  εἰ δὲ συνορᾷς τὸ μέγα θαῦμα, ὅτι ἐν ἑορτῇ μὲν τοῦ πάσχα ἐσταυρώθη ὁ Χριστός, ἡ δὲ δίκη τούτου χάριν μετέβαλεν εἰς πένθος τὰς ἑορτάς, Ῥωμαίων μὲν ἐπελθόντων, τῶν δὲ Ἰουδαίων συμφυγόντων ἁπάντων ὥσπερ εἰς κοινὴν παγίδα τὴν Ἱερουσαλὴμ καὶ ἐν αὐταῖς ταῖς ἑορταῖς, ὡς ἡ ἱστορία φησίν, ξίφει καὶ πυρὶ καὶ λιμῷ καὶ οἰμωγαῖς ἀνηνύτοις δαπανηθέντων, ὡς ὑπὸ τοσούτων κακῶν ἐστοιχισμένων αὐτῶν ῥητῶς ἀποβῆναι τὴν μεταβολὴν καὶ τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, δῆλον ὅτι, τούτων ἐκβεβηκότων ἐπ' ὄψεσιν, ἔδυ ὁ ἥλιος μεσημβρίας·
000-00-00 Serial Number=0436375082
Quod frequenter conveniendum sit Ante [Go Back]  
 [00030]  Ἀλλὰ μετὰ τοσαύτην πληγὴν, μετὰ τοσοῦτον χειμῶνα, μετὰ τοσαύτην καταστροφὴν, μετὰ τοσαύτην μεταβολὴν καὶ τηλικαύτην, τὴν πρὸ τῶν ὀφθαλμῶν φαινομένην, τὴν πρὸ τριάκοντα οὐδ' ὅλως γεγενημένην ἡμερῶν, πάλιν ταῦτα μαίνεσθε;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»