Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λογισμοῖς [133]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λογισμοῖς


000-00-00 Serial Number=0382186115
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00404]  Οὐδὲ γὰρ σάκκου περιβολὴ, οὐδὲ τὸ ἐν οἰκίσκῳ κατακλεῖσαι ἑαυτὸν, οὐδὲ τὸ καθίσαι ἐν σκότῳ, τοῦτο μόνον ἐστὶ τὸ πενθεῖν, ἀλλὰ τὸ διαπαντὸς τὴν μνήμην τῶν οἰκείων ἀναστρέφειν κακῶν, καὶ βασανίζειν τὸ συνειδὸς τούτοις τοῖς λογισμοῖς, τὸ συνεχῶς ἀναμετρεῖν τῆς ὁδοῦ τὸ μῆκος, ὅσον ἀπολειπόμεθα τῆς βασιλείας τῶν οὐρανῶν.
000-00-00 Serial Number=0865812898
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [01878]  Οὕτω καὶ ὁ Ἰὼβ πρὸς μὲν τὴν γυναῖκα παραινοῦσαν τὰ σατανικὰ ῥήματα λογισμοῖς ἀπεμάχετο καὶ ἐπετίμα λέγων·
 [01887]  Ἂν οὖν τούτοις καὶ αὐτὸς θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυτοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῶν καρπῶν τῆς παιδείας.
000-00-00 Serial Number=0495437920
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00011]  Καὶ οὔτε θύρα, οὔτε μοχλός, ἀλλὰ πᾶσιν ἀνέῳκται τοῖς ψυχοφθόροις καὶ αἰσχροῖς λογισμοῖς·
 [00071]  ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὑτοῦ, πῶς δυνήσεται περιγενέσθαι καὶ ἀντιστῆναι, ἐξ ἐναντίας φυγών;
000-00-00 Serial Number=0802546740
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00197]  [4.10] Μὴ τοίνυν περιεργάζου, μηδὲ πολυπραγμόνει λογισμοῖς τὰ γεγενημένα, τοιαύτην ἔχων τοῦ κάλλους αὐτῶν μαρτυρίαν.
 [00203]  Οὕτως, ὥσπερ ἕφθην εἰπών, εἴ τις λογισμοῖς καὶ ἀγνώμονι χρήσαιτο γνώμῃ καὶ τῶν δοκούντων εἶναι καλῶν πολλὰ διαβαλεῖ.
 [00414]  [8.1] ∆ιὰ τοῦτο καὶ νόμον γράψας ἔδωκε δι' ἡμᾶς καὶ προφήτας ἀπέστειλε καὶ θαύματα εἰργάσατο καὶ πρὸ τούτων ἁπάντων ὁμοῦ πλάσας τὸν ἄνθρωπον, διδάσκαλον αὐτῷ τὸν ἔμφυτον ἐναπέθετο νόμον, ὥσπερ πλοίῳ κυβερνήτην καὶ ἡνίοχον ἵππῳ, τοῖς λογισμοῖς ἡμῶν ἐπιστήσας αὐτόν.
 [00440]  καθάπερ ἐδείξαμεν τὸν περὶ τούτων κινοῦντες λόγον καὶ παραινέσαντες μὴ μέχρι τῶν εἰκόνων ἑστάναι, ἀλλ' ὑπερβαίνειν τοῖς λογισμοῖς.
000-00-00 Serial Number=0980768621
Ad viduam juniorem Ante [Go Back]  
 [00157]  Ζῶντος μὲν γάρ σοι τοῦ ἀνδρὸς οὔπω ἐπαύσαντο συνεχῶς ἐπιπηδῶσαι τοῖς τῆς ψυχῆς λογισμοῖς, τελευτήσαντος δὲ οὐκ ἔχουσι πόθεν ἐπιλάβωνται τῆς διανοίας τῆς σῆς.
000-00-00 Serial Number=0084957957
Admonitiones spirituales Ante [Go Back]  
 [00082]  Ἀνισταμένη τῷ πρωῒ ἡ ψυχή σου ὀρθριζέτω πρὸς τὸν Κύριον, καὶ ἑσπέρας ἀναχωροῦσα, ἀναπαυέσθω ἐπὶ κλίνης πνευματικῆς, ἐπὶ λογισμοῖς εὐσεβέσιν, ἐπὶ ἐλπίδι τοῦ Θεοῦ, ἐπὶ ἀπαθείᾳ καὶ καθαρωσύνῃ·
000-00-00 Serial Number=0043325007
Catecheses ad illuminandos Ante [Go Back]  
 [00233]  Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται καὶ ἄνδρες καὶ γυναῖκες, τοῦτο γὰρ τὸ τοῦ Χριστοῦ στρατόπεδον οὐκ οἶδε φύσεως διαφοράν, ἐντεῦθεν ἤδη πᾶσαν τοιαύτην συνήθειαν ἐκκόψαντες ὡς μέλλοντες τὸν ἁπάντων βασιλέα ὑποδέχεσθαι, οὕτως ἐκκαθάρατε ὑμῶν τὴν διάνοιαν ὥστε μηδένα ῥύπον ἐπισκοτεῖν τοῖς ὑμετέροις λογισμοῖς.
000-00-00 Serial Number=0792918682
Commentarius in Job Ante [Go Back]  
 [00203]  ὁρᾷς οὐχὶ τὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ καὶ τὰς ἐν τοῖς λογισμοῖς ἁμαρτίας αὐτὸν διορθοῦντα καὶ τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον διὰ τῶν ἔργων πληροῦντα;
000-00-00 Serial Number=0357553184
Contra Anomoeos Ante [Go Back]  
 [00030]  οὕτω καὶ τὸ λογισμοῖς ἀποδεχθὲν, κἂν ἀληθὲς ᾖ, οὐδέπω πληροφορίαν τῇ ψυχῇ παρέχει καὶ πίστιν ἱκανήν.
000-00-00 Serial Number=0160903096
Contra theatra Ante [Go Back]  
 [00180]  Τοιούτοις λογισμοῖς τὰ τῆς φύσεως νευρώσας συμπτώματα, ἐπὶ τὴν θυσίαν ἐπείγεται, ἐπισάξας τὴν ὄνον, θήξας τὴν μάχαιραν, τὰ ξύλα, τὸ πῦρ εὐτρεπίσας, τὸν υἱὸν ὡς ἀμνὸν ἐπαγόμενος, καὶ οὐδενὶ τὴν θείαν ἐξεῖπε φωνὴν, οὐκ ἀνεκοινώσατο φίλους, οὐδὲ αὐτῇ κοινωνῷ τῆς γονῆς, οὐ μισῶν τὴν σύζυγον, ἀλλὰ τὸν ὄφιν φοβούμενος, μὴ προφάσει φιλοτεκνίας ἀμβλύνῃ θεοσεβείας σπουδήν.
000-00-00 Serial Number=0446593106
Cum Saturninus et Aurelianus acti essent in exsilium Ante [Go Back]  
 [00152]  Ἀεὶ γὰρ τοῖς λογισμοῖς πρὸς αὐτὸν ἐβάδιζεν ἀναμένων αὐτὸν, ἐλπίζων, καὶ προσδοκῶν·
000-00-00 Serial Number=0939803839
De Anna i Ante [Go Back]  
 [00025]  Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλ' εὐθέως ὑπὸ τὴν ἕω κραυγαὶ, καὶ θόρυβοι, καὶ μαγείρων δρόμοι, καὶ πολὺς μὲν ἐν ταῖς οἰκίαις, πολὺς δὲ ἐν τοῖς λογισμοῖς ὁ καπνὸς, τῶν παθῶν ἡμῖν ἔνδον ὑποκαιομένων, καὶ τῆς φλογὸς διεγειρομένης τῆς ἐν ταῖς ἀτόποις ἐπιθυμίαις ὑπὸ τῆς τρυφῆς.
 [00494]  Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τὸ σῶμα ἐμπλήσει τῆς εὐλογίας.
000-00-00 Serial Number=0096829355
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00172]  Τῷ γὰρ ἀπαγορεύσαντι τὸ ζῆν οὐδ' ἂν τὴν ἀρχὴν προσῆλθεν εἰ μὴ τοιούτοις αὐτὸν ὥπλισε λογισμοῖς μετ' ἐξουσίας ἅπαντα πράττειν ἐξῆν καὶ ὕβρεσι πλῦναι τὸν βασιλέα καὶ τὸ διάδημα καθελεῖν τῆς κεφαλῆς καὶ πληγὰς εἰς τὸ πρόσωπον ἐντεῖναι ὅτε τὴν δεξιὰν εἰς τὸ στῆθος ἀπήρεισεν.
000-00-00 Serial Number=0653279662
De Davide et Saule Ante [Go Back]  
 [00267]  Ταύτην οὖν ἕκαστος τὴν ἱστορίαν ἐπὶ τῆς καρδίας ζωγραφείτω τῆς ἑαυτοῦ, καθάπερ χειρὶ τοῖς λογισμοῖς ὑπογράφων διηνεκῶς τὸ σπήλαιον τὸ διπλοῦν, τὸν Σαοὺλ ἔνδον καθεύδοντα, καὶ καθάπερ ἁλύσει τινὶ δεδεμένον τῷ ὕπνῳ, καὶ ὑποκείμενον τῇ δεξιᾷ τοῦ τὰ μέγιστα ἠδικημένου·
000-00-00 Serial Number=0088848174
De Lazaro Ante [Go Back]  
 [01844]  Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς εἰρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν.
000-00-00 Serial Number=0904884338
De angusta porta et in orationem dominicam Ante [Go Back]  
 [00042]  Ἐπειδὴ δέ τινες ἀτελέστερον διακείμενοι καὶ πρὸς τὰ βιωτικὰ μᾶλλον ἐπιῤῥεπῶς ἔχοντες, καὶ τοῖς φιλοσάρκοις ἐνηδυπαθοῦντες λογισμοῖς, οὐ καθηκόντως ποιοῦνται τὰς αἰτήσεις, τούτου χάριν ὁ κοινὸς ∆εσπότης εὐχῆς ἡμῖν διδασκαλίαν ὑπέδειξεν, εἰπών·
000-00-00 Serial Number=0776050746
De decem millium talentorum debitore Ante [Go Back]  
 [00372]  ὥσπερ οὖν ἂν τούτων ἐπιλανθανώμεθα, ἐκεῖνα ῥᾳδίως ἐμφιλοχωρήσει τοῖς ἡμετέροις λογισμοῖς.
000-00-00 Serial Number=0142226815
De fato et providentia Ante [Go Back]  
 [00263]  Πρῶτον μὲν ταῖς εὐχαῖς, καὶ τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ, δεύτερον δὲ, λογισμοῖς εὐσεβέσιν.
000-00-00 Serial Number=0292172730
De incomprehensibili dei natura Ante [Go Back]  
 [00123]  Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαμβάνειν οἱ προφῆται μετὰ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς;
 [00566]  Εἰ δὲ τὴν ἀνάστασιν οὐ δυνατὸν λογισμοῖς εὑρεῖν, πόλλῳ μᾶλλον τὴν γέννησιν τὴν ἄνω.
000-00-00 Serial Number=0534412622
De libello repudii Ante [Go Back]  
 [00177]  Εἰ δὲ βούλει καὶ λογισμοῖς ἐξετάσαι, πολλὴν ἀποδείξεων εὐπορίαν ἐνταῦθα εὑρήσεις·
000-00-00 Serial Number=0418960035
De mutatione nominum Ante [Go Back]  
 [01206]  Ἅπερ γὰρ ἐκεῖνοι δι' ἀπόνοιαν καὶ ὑπερηφανίαν οὐκ ἠδυνήθησαν εὑρεῖν, τῆς μὲν τοῦ Πνεύματος ἑαυτοὺς ἀποστήσαντες διδασκαλίας, τοῖς δὲ οἰκείοις λογισμοῖς τὸ πᾶν ἐπιῤῥίψαντες, ταῦτα οἱ πτωχοὶ καὶ ἀπεῤῥιμμένοι, καὶ τῆς ἔξωθεν ἀπεστερημένοι παιδεύσεως, μετὰ ἀκριβείας ἔμαθον ἅπαντα, τῆς ἐκ τῶν οὐρανῶν ἐξαρτήσαντες ἑαυτοὺς διδασκαλίας.
000-00-00 Serial Number=0869016528
De paenitentia [1] Ante [Go Back]  
 [01297]  ὅταν γὰρ καὶ ἐν καμίνῳ βοηθῇ, καὶ ἐν λάκκῳ λεόντων φυλάττῃ, καὶ δαίμονας ἀπελαύνῃ, καὶ ἀπόφασιν ἀναλύῃ Θεοῦ, καὶ παθῶν μανίαν καταστέλλῃ, καὶ πρὸς ἐλευθερίαν ἡμᾶς ἐπανάγῃ, καὶ πολλὴν ἐν τοῖς λογισμοῖς ἡμῶν ποιῆται τὴν γαλήνην, πῶς οὐκ ἐσχάτης ἂν εἴη παρανοίας, τοσαῦτα ἔχουσαν ἐν ταῖς χερσὶν ἀγαθὰ φεύγειν καὶ δεδοικέναι;
 [01450]  Εἰ γὰρ παιδία παιδαγωγῷ ἀκολουθοῦντα οὐ περιστρέφονται, οὐ κεχήνασιν, οὐκ ἐπτόηνται, πολλῷ μᾶλλον σὺ τὸν Χριστὸν ἂν ἴδῃς τοῖς λογισμοῖς παρόντα, οὐδὲν πείσῃ τοιοῦτον.
000-00-00 Serial Number=0395250857
De paenitentia sermo 1 Ante [Go Back]  
 [00168]  τουτέστιν, ὀρθοὶ τῇ πίστει, ὀρθοὶ τῇ καρδίᾳ, ὀρθοὶ τοῖς λογισμοῖς, τῇ ἀγάπῃ, τῇ ὁμολογίᾳ, ὀρθοὶ πρὸς πᾶσαν ἐντολὴν τοῦ Κυρίου, ὀρθοὶ ἄνω πρὸς τὸν οὐρανόν.
000-00-00 Serial Number=0624836445
De paenitentia sermo 3 Ante [Go Back]  
 [00099]  Χριστοῦ, ὡσεὶ μόλιβδος καταποντίζονται, οὐ σὺν [60.707] ἅρμασι καὶ ἵπποις, ἀλλὰ σὺν λογισμοῖς καὶ γνώμαις.
000-00-00 Serial Number=0198713958
De prophetiarum obscuritate Ante [Go Back]  
 [00606]  Ὥσπερ γὰρ σαρκικὸν καλεῖ τὸν τῇ σαρκὶ δουλεύοντα, οὕτω ψυχικὸν καλεῖ τὸν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις τὰ πράγματα ἐπιτρέποντα, καὶ μὴ δεχόμενον τοῦ Πνεύματος τὴν ἐνέργειαν.
000-00-00 Serial Number=0626678586
De sacerdotio Ante [Go Back]  
 [01464]  Ὥσπερ οὖν θηρία χαλεπά, ὅταν μὲν εὐσωματῇ καὶ σφριγᾷ, τῶν πρὸς αὐτὰ μαχομένων κρατεῖ, καὶ μάλιστα ὅταν ἀσθενεῖς ὦσι καὶ ἄπειροι, εἰ δέ τις αὐτὰ λιμῷ κατατήξειε, τόν τε θυμὸν αὐτοῖς ἐκοίμισε καὶ τῆς δυνάμεως τὸ πλέον ἔσβεσεν, ὡς καὶ τὸν μὴ λίαν γενναῖον ἀναδέξασθαι τὸν πρὸς ταῦτα ἀγῶνα καὶ πόλεμον, οὕτω καὶ τὰ πάθη τῆς ψυχῆς, ὁ μὲν ἀσθενῆ ποιῶν ὑπὸ τοῖς ὀρθοῖς αὐτὰ τίθησι λογισμοῖς, ὁ δὲ τρέφων ἐπιμελῶς χαλεπωτέραν αὑτῷ τὴν πρὸς αὐτὰ καθίστησι μάχην καὶ οὕτως αὐτῷ φοβερὰ ταῦτα ἀπεργάζεται ὡς ἐν δουλείᾳ καὶ δειλίᾳ τὸν πάντα χρόνον βιοῦν.
000-00-00 Serial Number=0081493199
De sancta Thecla martyre [1] Ante [Go Back]  
 [00013]  ὅταν ἐντύχωσιν ὠσὶ πρὸς ᾠδὰς πορνικὰς κεκλεισμένοις, προσπαίζουσι τοῖς λογισμοῖς ἀσελγῶς κοσμηθεῖσαι·
 [00020]  παλαιούσῃ τοῖς λογισμοῖς, ὡς ἐκεῖνος βασάνοις·
000-00-00 Serial Number=0938423872
De virginitate Ante [Go Back]  
 [00259]  Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν τοσαύτην ἔδωκα τοῖς ἐμοῖς λογισμοῖς τὴν ἐξουσίαν.
000-00-00 Serial Number=0391008317
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00501]  Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμένων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολλῆς δὲ τῆς εὐλογίας ἐμπλήσει τὸ σῶμα.
 [08464]  ∆ιὸ καὶ τοῖς λογισμοῖς ἐκυμαίνετο.
000-00-00 Serial Number=0900625587
Epistula ad Cyriacum Ante [Go Back]  
 [00412]  Οὐ γὰρ ἐν τοῖς ἀκινήτοις τῆς φύσεως νόμοις, οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ' ἐν ἐλευθέροις τῆς προαιρέσεως λογισμοῖς, οὓς μεταχειρίζειν ἡμῖν ῥᾴδιον, τὰ τῆς εὐθυμίας ἀπόκειται.
000-00-00 Serial Number=0957161963
Epistula ad abbatem Ante [Go Back]  
 [00109]  Καὶ ὅλος ὁ ἀγών ἐστι τῆς ψυχῆς τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφωνεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ πανταμίμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ τρόπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα.
 [00113]  Ἐὰν δὲ καί ποτε συναρπάσῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων καὶ ὅτε ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι.
000-00-00 Serial Number=0468888283
Epistula ad monachos Ante [Go Back]  
 [00007]  Ὅλος δὲ ὁ ἀγὼν τῆς ψυχῆς ἐστι τοῦ μὴ χωρίζειν τὸν νοῦν ἀπὸ τοῦ Θεοῦ μηδὲ συνδυάζειν καὶ συμφρονεῖν τοῖς ἀκαθάρτοις λογισμοῖς μηδὲ προσέχειν οἷς εἰκονογραφεῖ ἐν τῇ καρδίᾳ ὁ παντομώμητος καὶ παλαιὸς ζωγράφος διάβολος, ποτὲ μὲν τύπους, ποτὲ δὲ πρόσωπα καὶ σχήματα.
 [00011]  Ἐὰν δὲ καί ποτε ἁρπάζῃ τὸν νοῦν, οὐ χρὴ τοῖς λογισμοῖς ἐγχρονίζειν, ἵνα μὴ ἡ συγκατάθεσις τῶν λογισμῶν εἰς πρᾶξιν αὐτῷ λογισθῇ ἐνώπιον Κυρίου ἐν ἡμέρᾳ κρίσεως, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.
 [00110]  Τοῦ αὐτοῦ Καὶ ἡ προσοχὴ δὲ τῆς διανοίας καὶ ὁ τοῦ μετεωρίζεσθαι ἐθισμὸς εὐκόλως ἂν διὰ τῆς ὀρθῆς ἀγωγῆς τοῖς τοιούτοις παιδίοις ἐγγίγνοιτο, εἰ παρὰ τῶν ἐπιστατούντων συνεχῶς ἀνακρίνοιτο, ποῦ ἔχουσι τὴν ἔννοιαν καὶ τί στρέφουσιν ἐν τοῖς λογισμοῖς.
000-00-00 Serial Number=0577202976
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00681]  Ἀλλὰ καὶ τοῦτο πάλιν ἔγκλημα μέγιστον τὸ λέγειν ὅτι «Καὶ προσφιλοτιμοῦμαι τοῖς λογισμοῖς τὰς ὀδύνας».
 [00751]  Οὐδὲ γὰρ ἐν τοῖς ἀκινή τοις τῆς φύσεως νόμοις οὓς ἀναμοχλεῦσαι ἡμῖν ἀδύνατον καὶ μεταθεῖναι, ἀλλ' ἐν ἐλευθέροις τοῖς τῆς προαιρέσεως λογισμοῖς οὓς μεταχειρίζειν ἡμῖν ῥᾴδιον τὰ τῆς εὐθυμίας ἀπόκειται.
000-00-00 Serial Number=0259277940
Expositiones in Psalmos Ante [Go Back]  
 [00439]  Ἐν τῷ καιρῷ τῷ μετὰ τὰ δεῖπνα, φησὶν, ἡνίκα ἂν πρὸς ὕπνον ἀπίητε, ἡνίκα ἂν μέλλητε κατακλίνεσθαι, καὶ μηδενὸς παρόντος πολλὴ ἡ ἡσυχία, βαθεῖα ἡ γαλήνη μηδενὸς διενοχλοῦντος, τὸ δικαστήριον ἔγειρον τοῦ συνειδότος, εὐθύνας ἀπαίτησον αὐτὸ, καὶ ἃ μεθ' ἡμέραν ἐβουλεύσω πονηρὰ, ἢ δόλους ῥάπτων, ἢ τὸν πλησίον ὑποσκελίζων, ἢ ἐπιθυμίας δεχόμενος διεφθαρμένας, ταῦτα ἐν τῷ καιρῷ τῆς ἡσυχίας ἐκείνης εἰς μέσον ἀγαγὼν, καὶ τὸ συνειδὸς ἐπιστήσας τοῖς ἀτόποις τούτοις λογισμοῖς, κατάξαινε αὐτοὺς, καὶ δίκην ἀπαίτει, κατάτεινε τὴν ἁμαρτοῦσαν διάνοιαν.
 [06166]  καὶ ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ ἀγαλλιώμενος, ὥσπερ τι μνημεῖον ἀνεξάλειπτον, τὴν ᾠδὴν [55.153] ταύτην τῶν εἰς ἐμὲ εὐεργετημάτων ἀνατίθημι, οὐ νῦν μόνον ᾄδων αὐτὴν, καὶ ἀνελίσσων τοῖς λογισμοῖς τὰς εὐεργεσίας, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς χρόνον ᾄσω καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου, ἀνεπίληστον ἐν τῇ ψυχῇ περιφέρων τῆς εὐεργεσίας τὸ μέγεθος.
000-00-00 Serial Number=0379495919
Fragmenta in Job Ante [Go Back]  
 [00443]  τὴν ἀπὸ σαρκὸς γὰρ ᾠήθη γέννησιν ἀκούειν, κάτω τοῖς λογισμοῖς συρόμενος, καὶ οὐδὲν ὑψηλὸν φανταζόμενος.
 [01028]  Καὶ καλῶς εἶπε, συνήντησέ μοι, ὡσανεὶ ἔλεγε, Πρὸς ὃν ἀεὶ τοῖς λογισμοῖς ἠρχόμην·
 [01289]  διὸ ἔλεγεν, Ἐν ὁράμασί με καταπλήσσεις, καὶ αὐτὸν, φημὶ τῆς ἀνέσεως τὸν καιρὸν, ὅτε προσδοκῶ μικρὸν ἀδολεσχῆσαί μου τοῖς λογισμοῖς, καὶ ὕπνου τυχεῖν καὶ ἀναπαύσεως, φοβερά μοι τὰ ἐνύπνια ἐφίσταται·
000-00-00 Serial Number=0957013369
In Acta apostolorum Ante [Go Back]  
 [00727]  Τί εὐκολώτερον, εἰπέ μοι, τούτων (ἐπειδὴ τοῖς ἡμετέροις λογισμοῖς τὸν Θεὸν ὑποβάλλομεν, ἀλλ' οὐχ ἡμεῖς·
 [09999]  Εἰ μὲν [60.244] γὰρ λογισμοῖς ἐλέγομεν πείθεσθαι, εἰκότως ἐθορύβου·
 [09999]  ἐν τοῖς λογισμοῖς τοῖς ταπεινοῖς κοιμίζωμεν αὐτόν.
000-00-00 Serial Number=0097446859
In Genesim sermo 3 Ante [Go Back]  
 [00064]  Ἀνοίξατε τὰ ὦτα ὑμῶν τῆς διανοίας, καὶ δέξασθε τοῖς λογισμοῖς ὑμῶν τὰ πνευματικὰ ᾄσματα, βρύοντα ἐκ τῆς πηγῆς τῆς ἀθανασίας ἀείῤῥυτα νάματα.
000-00-00 Serial Number=0994688869
In Isaiam Ante [Go Back]  
 [01767]  Οὐ μικρὸν καὶ τοῦτο ἐλάττωμα, τὸ σοφόν τινα νομίζειν ἑαυτὸν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς τὸ πᾶν ἐπιτρέπειν.
 [01778]  Μὴ τῇ οἰκείᾳ σοφίᾳ, φησί, μηδὲ τοῖς ἑαυτοῦ ἐπιτερπέσθω λογισμοῖς, ἀλλ' ἐκείνους κατευνάσας, ἐκδιδότω τὴν ψυχὴν τῇ τοῦ Πνεύματος διδασκαλίᾳ.
000-00-00 Serial Number=0534835398
In Joannem Ante [Go Back]  
 [00185]  Οὐ γὰρ ἀνθρωπίνης ἁπλῶς ψυχῆς περὶ τῆς ἀκηράτου καὶ μακαρίας ἐκείνης φύσεως τοιαῦτα φιλοσοφεῖν, περὶ τῶν μετ' ἐκείνην δυνάμεων, περὶ ἀθανασίας καὶ ζωῆς ἀπείρου, περὶ φύσεως σωμάτων θνητῶν τε καὶ ἀθανάτων ὕστερον ἐσομένων, περὶ κολάσεως, περὶ τοῦ μέλλοντος δικαστηρίου, περὶ τῶν ἐσομένων εὐθυνῶν, τῶν ἐν ῥήμασι, τῶν ἐν πράξεσι, τῶν ἐν λογισμοῖς καὶ διανοίᾳ·
 [00437]  Οὐδὲν γὰρ οὕτω φοβερὸν ἐκείνῳ καὶ τοῖς παρ' ἐκείνου ὑποτιθεμένοις λογισμοῖς, ὡς διάνοια τὰ θεῖα μελετῶσα, καὶ ψυχὴ ταύτῃ διαπαντὸς ἐγκειμένη τῇ πηγῇ.
 [03234]  ὁ εἰδὼς τὰς καρδίας τῶν ἀνθρώπων, ὁ τοῖς λογισμοῖς ἡμῶν ἐμβατεύων, οὗτος ἐρωτᾷ;
 [04364]  Ὁρᾶτε πῶς, ὅταν τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψῃ τις τὰ πνευματικὰ, καὶ καταγέλαστα φθέγγεται, καὶ ληρεῖν δοκεῖ καὶ μεθύειν, ὅταν περιεργάζηται παρὰ τὸ τῷ Θεῷ δοκοῦν τὰ εἰρημένα, καὶ μὴ δέχηται τὴν τῆς πίστεως συγκατάθεσιν;
 [04443]  Οὐδὲν γὰρ χεῖρον τοῦ τοῖς λογισμοῖς τὰ πνευματικὰ ἐπιτρέπειν.
 [04809]  Ἀπάγων οὖν αὐτὸν τοῦ μὴ ζητεῖν λογισμοῖς τὸ λεχθὲν, σφοδρότερον αὐτοῦ καθικνεῖται, ἀπιστίαν ἐγκαλῶν.
 [04810]  Εἰ δὲ τὴν ἡμετέραν πίστει χρὴ [59.158] δέχεσθαι γέννησιν, τίνος ἂν εἶεν ἄξιοι οἱ τὴν τοῦ Μονογενοῦς λογισμοῖς περιεργαζόμενοι;
 [06034]  οὕτω καὶ οἱ τοῖς οἰκείοις χρώμενοι λογισμοῖς, πρὶν ἤ τι μαθεῖν, ναυάγιον ὑπομένουσιν·
000-00-00 Serial Number=0656278133
In Psalmos 101-107 Ante [Go Back]  
 [01724]  τὴν εὐθεῖαν γὰρ καταλιπόντες ὁδὸν τοῖς οἰκείοις ἕπονται λογισμοῖς.
000-00-00 Serial Number=0753802955
In Psalmum 118 Ante [Go Back]  
 [00210]  ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ.
 [01148]  Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὸ ἄμεινον τὰ ζυγά.
 [01174]  Ταῦτα γὰρ, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχει ροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβου λήν·
 [01218]  Ἔνθεν καὶ ἱκε τεύει μὴ παραδοθῆναι τοῖς ἀδικοῦσι, πονηροῖς δαίμοσι καὶ ἀλογίστοις ὁρμαῖς καὶ λογισμοῖς ἀτάκτοις.
000-00-00 Serial Number=0013169408
In assumptionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00071]  τῆς σαρκὸς δὲ κατὰ μικρὸν ὑψηλοτέρας τῶν ὀφθαλμῶν γενομένης, ἐσείοντο λογισμοῖς ἀπορίας.
000-00-00 Serial Number=0766747296
In epistulam II ad Corinthios Ante [Go Back]  
 [06953]  καὶ γὰρ καὶ τοῦτο ἐκείνου ἀπορώτερον, ἐὰν λογισμοῖς ἐξετάζῃς, καὶ μὴ τῇ πίστει παραχωρῇς.
000-00-00 Serial Number=0348481894
In epistulam II ad Timotheum Ante [Go Back]  
 [00264]  Οὐδὲν χεῖρον, ἢ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα·
 [00268]  Ὅρα γοῦν Μαρκίωνα καὶ Μάνην καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισαγαγόντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ.
000-00-00 Serial Number=0763373315
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00040]  Ταῦτα δὲ ἔπασχον, ἐπειδὴ λογισμοῖς ἐπέτρεπον τὰ καθ' ἑαυτούς.
 [00789]  Ἄρα οἱ λογισμοῖς ζητοῦντες, οὗτοί εἰσιν οἱ ἀπολλύμενοι.
 [00792]  Ἔστω γὰρ ἄνθρωπος πάντα βουλόμενος λογισμοῖς μανθάνειν, καὶ πειράσθω τῷ παρὰ σοῦ λόγῳ πείθεσθαι, πῶς βλέπομεν τὸ φῶς·
 [00880]  Εἰ γὰρ ὅτε λογισμοῖς ἦν εὑρεῖν, οὐδὲν ἔδειξε, νῦν ὅτε μείζονα φέρεται τὰ πράγματα, πῶς ἀνῦσαί τι δυνήσεται, ὅτε πίστεως χρεία μόνης, καὶ οὐχὶ δεινότητος;
 [01102]  Καὶ γὰρ οἱ σφόδρα μωροὶ, οὗτοι μάλιστά εἰσιν οἱ λογισμοῖς ἐπιτρέποντες ἅπερ οὐκ ἔστιν εὑρεῖν, ἀλλ' ἢ διὰ πίστεως.
 [01518]  Ὅταν γὰρ ἃ μηδαμῇ μηδαμῶς ἔστι λογισμοῖς εὑρεῖν καταδεξώμεθα, τότε ἡ πίστις ἐστί.
 [01630]  Καὶ ταυτὸν συνέβαινεν, οἷον ἂν εἴ τις σοφίᾳ κυβερνητικῇ κεχρημένος, ἐπηγγέλλετο πλοίου χωρὶς καὶ ἱστίων πέλαγος ἄπειρον διαπερᾷν, εἶτα ἐπειρᾶτο λογισμοῖς κατασκευάζειν ὅτι τοῦτο δυνατόν·
 [01668]  καὶ πᾶσιν ἁπλῶς ἐκφαίνοντες τοὺς μαργαρίτας καὶ τὸ δόγμα, καὶ τὰ ἅγια κυσὶ καὶ χοίροις ῥιπτοῦντες καὶ λογισμοῖς περιττοῖς.
 [01875]  Καὶ γὰρ καὶ ψυχικός ἐστιν ὁ τὸ πᾶν τοῖς λογισμοῖς τοῖς ψυχροῖς διδοὺς, καὶ μὴ νομίζων ἄνωθέν τινος δεῖσθαι βοηθείας, ὅπερ ἐστὶν ἀνοίας.
 [01881]  ἐπειδὴ δὲ, ἀφέντες βαδίσαι τὴν ὁδὸν, ἣν αὐτοῖς ὁ Θεὸς ἐκέλευσε, καὶ διὰ τοῦ κάλλους τῶν ὁρωμένων γνῶναι τὸν ∆ημιουργὸν, λογισμοῖς τὰ σκῆπτρα τῆς γνώσεως ἐνεχείρισαν, εἰς πέλαγος ἀσεβείας ἀσθενήσαντες κατέδυσαν, εὐθέως τὴν ἄβυσσον τῶν κακῶν εἰσάγοντες.
 [02476]  Ὅταν γὰρ ὁ Θεὸς ἐργάζηταί τι, πείθου ταῖς ἀποφάσεσι, καὶ μὴ ὑπόβαλλε λογισμοῖς ἀνθρωπίνοις τὰ λεγόμενα.
 [04204]  Τὸ δὲ αἴτιον, ὅτι οὔτε ἐκεῖνοι ἐν τοῖς προσήκουσι τόποις τὸ ὕδωρ ἔχουσιν, οὐδὲ οὗτοι ἐν τοῖς προσήκουσι λογισμοῖς τὴν ἐπιθυμίαν.
 [05037]  Ἐπειδὴ γὰρ εἶπε πρᾶγμα ἀπιστούμενον καὶ λογισμοῖς οὐ δυνάμενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάμεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, οὐ μικρὰν κατ' αὐτῶν ἀπόδειξιν καὶ ταύτην παρεχόμενος.
000-00-00 Serial Number=0975913405
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02008]  καὶ ὅταν τι πάλιν λογισμοῖς βουλόμενοι καταλαβεῖν οὐκ ἰσχύωμεν, μὴ δυσχεραίνωμεν μηδὲ ἀγανακτῶμεν, ἀλλ' εὐγνωμόνως ὑποστρέφοντες, καὶ ἀναχαιτίζοντες τὸν λογισμὸν, καταφεύγωμεν ἐπὶ τὸ δυνατὸν τοῦ Θεοῦ καὶ εὐμήχανον.
 [02009]  Ταῦτα οὖν εἰδότες, χαλινὸν ἐπιθῶμεν τοῖς λογισμοῖς·
 [02046]  [62.439] μεν, μὴ νηχόμενοι λογισμοῖς·
 [02050]  ἂν δὲ νηχώμεθα ἐν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, οὐκέτι.
000-00-00 Serial Number=0154150069
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01073]  Καὶ πίστεώς τινες ἐκτρέπονται, οἱ λογισμοῖς τὸ πᾶν ζητοῦντες·
 [01079]  Ὁρᾶτε πῶς ἐξ ἐκείνων τῶν χρόνων ἦσαν οἱ παραδιδάσκοντες, οἱ πολυπραγμονοῦντες, οἱ τῆς πίστεως ἀπεχόμενοι, οἱ ζητοῦντες λογισμοῖς οἰκείοις;
 [01089]  Ὁρᾷς ὅτι βλασφημία ἐστὶ τὸ λογισμοῖς ζητεῖν τὰ θεῖα;
 [01387]  Ἐκεῖνος γὰρ ὁ βίος ἐπιβουλὰς ἔχει καὶ μάχας, τῆς ψυχῆς καθ' ἑκάστην ἡμέραν τιτρωσκομένης ὑπὸ τῶν θορύβων τῶν ἐν τοῖς λογισμοῖς.
000-00-00 Serial Number=0609369278
In epistulam ad Colossenses Ante [Go Back]  
 [02552]  Στάδιον ἔνδον ἐποίησεν ἐν τοῖς λογισμοῖς, καὶ ἀγῶνα καὶ ἄθλησιν καὶ βραβευτήν.
 [02678]  Καὶ γὰρ καὶ ταύτῃ ἐφέστηκε δήμιος ἀναγκάζων ἀρνήσασθαι τὸν Θεὸν διὰ τῆς βλασφημίας, ἐφέστηκεν ὁ διάβολος δημίοις λογισμοῖς καταξαίνων, ἀθυμίαις σκοτῶν.
000-00-00 Serial Number=0961424053
In epistulam ad Ephesios Ante [Go Back]  
 [00627]  Πολλῷ γάρ ἐστι λογισμοῖς ἀνθρωπίνοις δυσκολώτερον προαίρεσιν πεῖσαι τοῦ φύσιν ἐργάσασθαι.
 [01790]  Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε μαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύματος χρεία ἐνιδρύσεως, τοῦ Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισμοῖς κατακολουθῶν;
 [05813]  Ἀλλὰ μηδὲ ὁ ἀνὴρ ταῦτα ἀκούων ὡς ἀρχὴν ἔχων, ἐπὶ ὕβρεις τρεπέσθω καὶ πληγὰς, ἀλλὰ παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισμοῖς ἀναπειθέτω, χεῖρας μηδέποτε ἐντεινέτω·
 [06645]  Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες.
000-00-00 Serial Number=0689622521
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01336]  Καὶ πολλαχοῦ δὲ ἄν τις εὕροι τούτοις αὐτὸν ἐμφιλοχωροῦντα τοῖς λογισμοῖς.
000-00-00 Serial Number=0339438736
In epistulam ad Hebraeos Ante [Go Back]  
 [07157]  καὶ γὰρ ἦν σύμφωνα, ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως·
 [07200]  οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἐμέτρει τοῦ Θεοῦ τὴν δύναμιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεπε.
000-00-00 Serial Number=0324255228
In epistulam ad Philippenses Ante [Go Back]  
 [03640]  Εἰ δὲ ἡ ἀνάστασις τοῦ κατὰ σάρκα Χριστοῦ, πίστει γινώσκεται, πῶς ἡ γέννησις τοῦ Θεοῦ Λόγου λογισμοῖς καταλαμβάνεται;
000-00-00 Serial Number=0254510343
In epistulam ad Romanos Ante [Go Back]  
 [00707]  καὶ μὴ περιεργαζώμεθα μηδὲ πολυπραγμονῶμεν, κἂν ἀνθρωπίνοις λογισμοῖς ἄτοπον εἶναι δοκῇ τὸ κελευόμενον.
 [00823]  Τοῖς λογισμοῖς τὸ πᾶν ἐπέτρεψαν.
 [00830]  Μέγα γάρ τι περὶ ἑαυτῶν φαντασθέντες, καὶ οὐκ ἀνασχόμενοι ταύτην ἐλθεῖν, ἣν ὁ Θεὸς ἐκέλευσεν αὐτοῖς, ἐβαπτίσθησαν τοῖς τῆς ἀνοίας λογισμοῖς.
 [00849]  Εἰ γὰρ μὴ λογισμοῖς ἐπέτρεψαν καὶ συλλογισμοῖς καὶ σοφίσμασι τὰ καθ' ἑαυτοὺς, οὐκ ἂν ἔπαθον, ὅπερ ἔπαθον.
 [01113]  ὁ δὲ βασιλεὺς τρυφῶν ἐν τοῖς οὐδὲν αὐτῷ προσήκουσιν, ἐν τοῖς μάλιστα αὐτῷ διαφέρουσι κολάζεται, ἐν ψυχῇ καὶ λογισμοῖς καὶ τῷ συνειδότι, τοῖς ἐκεῖ συναποδημοῦσιν αὐτῷ.
 [01307]  κἂν μὴ πρὸς ἕτερον, πρὸς γοῦν ἑαυτὸν διαστασιάζει πολλάκις, καὶ πολὺν ἐν τοῖς λογισμοῖς ἔχει πόλεμον·
 [01360]  Φύσει δὲ ὅταν εἴποι, τοῖς ἐκ φύσεως λέγει λογισμοῖς.
 [02183]  Τί πόλεμον ἐπεισάγεις σου τοῖς λογισμοῖς;
 [02728]  Τῇ πίστει, φησὶν, οὐ λογισμοῖς τὸ πρᾶγμα ἐπιτρέψας·
 [05407]  Ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος πρόνοιαν ἐμφαίνων τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς, μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα, ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις.
 [08550]  Καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμοῖς πρέπον πιστοῖς, τὸ παρὰ τοῦ Θεοῦ ταῦτα διατετάχθαι·
 [09734]  Οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη, λογισμοῖς αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως εἰδέναι χρὴ, ἄλλως δὲ οὐκ ἔνι.
000-00-00 Serial Number=0747131228
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00069]  Καὶ ἀλλήλοις δὲ προσεῤῥάγησαν, καὶ εἰς αὐτὸν τῆς ἀσεβείας τὸν βαθύτατον κρημνὸν κατηνέχθησαν, οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ διὰ τὸ λογισμοῖς ἐπιτρέψαι τὰ καθ' ἑαυτοὺς ἅπαντα.
000-00-00 Serial Number=0606609881
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00023]  Ἂν γὰρ οὗτος εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ὁ ἔρως εἰσέλθῃ καὶ φλόγα ἀνάψῃ λαμπρὰν, κἂν ἀκανθῶδες, κἂν λιθῶδές τι καὶ σκληρὸν καὶ ἀναίσθητον ἐν τοῖς λογισμοῖς εὕρῃ τοῖς ὑμετέροις, τὸ μὲν ἀναλώσας, τὸ δὲ μαλάξας, βαθεῖάν τινα καὶ λιπαρὰν ἄρουραν τὴν ἡμετέραν ἐργάσεται ψυχὴν, καὶ πρὸς τὴν τῶν θείων σπερμάτων καταβολὴν ἐπιτηδείαν.
000-00-00 Serial Number=0453649998
In illud Vidi dominum Ante [Go Back]  
 [01132]  ἀλλὰ πρὸς τὸν ἀληθῆ βασιλέα τῶν οὐρανῶν ἰδὼν καὶ τὸ βῆμα μὲν ἐννοήσας ἐκεῖνο καὶ τὰς εὐθύνας, καὶ τούτοις ἑαυτὸν τοῖς λογισμοῖς ὀχυρώσας, οὕτως ἐπεπήδησε τῷ τυράννῳ.
 [01439]  εἶτα ἂν μὲν λαβὼν ἐκεῖνος μαστίξῃ τοῖς λογισμοῖς καὶ βελτίω κατασκευάσῃ, προσίεται πάλιν αὐτόν·
000-00-00 Serial Number=0323601425
In illud Vidua eligatur Ante [Go Back]  
 [00400]  Πολλάκις γοῦν πόλεμον ἐν τοῖς λογισμοῖς ἔχομεν, καὶ μηδενὸς ἐνοχλοῦντος ταραττόμεθα, καὶ ἐπιθυμίαι πονηραὶ συνεχῶς ἡμῖν ἐπανίστανται.
000-00-00 Serial Number=0418031812
In natale sancti Joannis prophetae Ante [Go Back]  
 [00055]  Μὴ φοβοῦ, Ζαχαρία, μηδὲ λογισμοῖς ταράττου·
000-00-00 Serial Number=0209386647
In operarios undecimae horae Ante [Go Back]  
 [00092]  «Ἀπόδος αὐτοῖς τὸν μισθόν», ἐκεῖνον ὃν ἐγὼ συνεφώνησα, «ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων», ἵνα μήτε ἐν αὐτῇ τῇ ἀποδόσει ὡς ἔσχατοι μέλλωσιν ἀθυμεῖν καὶ τοῖς λογισμοῖς ταλαντεύεσθαι.
000-00-00 Serial Number=0048884153
In pharisaeum et meretricem Ante [Go Back]  
 [00175]  ∆ιηγήσομαί σοι τῶν ἐνθυμημάτων τὰς φωνὰς, ἐξαγορεύσω τὰ παρὰ σοῦ βλασφημούμενα, δημοσιεύσω τὰ φρονήματα τῶν σῶν ἐννοιῶν, ὡς τοῖς λογισμοῖς τῆς σῆς ψυχῆς ἐγκαθήμενος.
000-00-00 Serial Number=0577205598
In quatriduanum Lazarum [1] Ante [Go Back]  
 [00060]  Οὐδὲν γὰρ οὕτως ἀνατρέπει τὴν ζωὴν τῶν ἀνθρώπων, ὡς τὸ ταχέως πιστεύειν τινὰ τοῖς λογισμοῖς.
000-00-00 Serial Number=0789299369
In quatriduanum Lazarum [2] Ante [Go Back]  
 [00007]  Πολλὰ πρὸς τοὺς [50.642] μαθητὰς πολλάκις περὶ τοῦ πάθους διαλεχθεὶς ὁ Σω τὴρ, ναρκῶντας ἑώρα, καὶ πρὸς τοιαύτην ἀκοὴν ὑπο φρίττοντας, καὶ ἀσθενείας μᾶλλον ἢ οἰκονομίας τὸ προμηνυόμενον πάθος ὑπολαμβάνοντας, καὶ ἀνθρω πίνοις ἔτι λογισμοῖς ῥιπιζομένους καὶ τρέμοντας.
000-00-00 Serial Number=0949343741
In sanctum Barlaam martyrem Ante [Go Back]  
 [00044]  ∆ιὸ χρὴ μὴ παρέχειν τῷ πυρὶ τῆς ἐπιθυμίας τροφὴν τὴν ἔξωθεν θεωρίαν, ἀλλὰ περιστέλλειν αὐτὸ πανταχόθεν καὶ κατασβεννύναι λογισμοῖς εὐσεβέσι, χαλινοῦντας πρόσω φερόμενον τὸν ἐμπρησμὸν, καὶ μὴ συγχω ροῦντας αὐτῷ περιτρέπειν τὸ στεῤῥὸν τῆς διανοίας τῆς ἡμετέρας.
000-00-00 Serial Number=0517733574
In sanctum pascha sermo 2 Ante [Go Back]  
 [00031]  καλὸν δὲ καὶ τοῖς λογισμοῖς εἰπεῖν χρῖσμα καὶ ἐπένδυμα σοφία ἡ μὴ σαρκικὴ ἀλλ' ἡ κατὰ Χριστόν, ὥστε νεκροῦσθαι μὲν ἡμᾶς περὶ τὸν σαρκικὸν νοῦν οἷον ἀποθανόντας, κοσμεῖσθαι δὲ τῷ πνευματικῷ·
000-00-00 Serial Number=0354495227
Non esse ad gratiam concionandum Ante [Go Back]  
 [00148]  Παρὰ τοῖς λογισμοῖς τοῦ συνειδότος γιγνέσθω τῶν πεπλημμελημένων ἡ ἐξέτασις·
000-00-00 Serial Number=0155916810
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00492]  κἂν τοῦτο ἐπιλέγῃς διηνεκῶς τὸ ῥῆμα, χρυσοῦ παντὸς καθαρωτέραν ἐργάσῃ τὴν ψυχὴν, πυρὸς σφοδρότερον τῆς λέξεως ταύτης τοῖς τῆς διανοίας ἐμπνεούσης λογισμοῖς, καὶ πᾶσαν ἐκκαθαιρούσης σου κηλῖδα.
000-00-00 Serial Number=0004032433
Synopsis scripturae sacrae Ante [Go Back]  
 [01837]  Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, καὶ καθαιρεῖτέ με λογισμοῖς;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»