Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κατήγορον [52]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κατήγορον


000-00-00 Serial Number=0982765079
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00649]  Μὴ τοίνυν περιμένωμεν τὸν κατήγορον, ἀλλὰ τὴν ἐκείνου προαρπάσωμεν τάξιν, καὶ οὕτως ἡμερώτερον διὰ τῆς εὐγνωμοσύνης καταστήσομεν τὸν κριτήν.
000-00-00 Serial Number=0313770831
Ad populum Antiochenum Ante [Go Back]  
 [02574]  Ἔνδον ἔχει τὸν ἐλαύνοντα, τὸν τοῦ συνειδότος κατήγορον, καὶ τοῦτον πανταχοῦ περιφέρει·
000-00-00 Serial Number=0089979649
Commentarius in Job Ante [Go Back]  
 [03154]  «τὸν κατήγορον μετ' ἐμαυτοῦ περιφέρω·
000-00-00 Serial Number=0141174972
De Anna i Ante [Go Back]  
 [00538]  Τὸν κατήγορον συνήγορον εἰργάσατο ἡ γυνή.
000-00-00 Serial Number=0785623670
De Lazaro Ante [Go Back]  
 [00468]  περιέρχεται πικρὸν κατήγορον περιφέρων τὸ συνειδὸς, αὐτοκατάκριτος ὢν, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι δυνάμενος.
 [00499]  Καίτοι οὔπω συνείληπται, οὐδὲ εἰς χεῖρας τοῦ δικαστοῦ παραδέδοται, οὐδὲ εἰς δεσμωτήριον ἐνέπεσεν, οὐδὲ κατήγορον ἔσχεν, οὐδὲ ὑπὸ ψῆφον ἐγένετο, ἀλλὰ τρυφᾷ, μεθύει, εὐπορίας ἀπολαύει πολλῆς·
 [00703]  Εἰ δὲ τῶν ἑαυτοῦ μὴ μεταδιδοὺς, κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα, ὁ καὶ τὰ ἀλλότρια ἁρπάσας, ποίας τεύξεται συγγνώμης, πανταχόθεν αὐτὸν περιεστώτων τῶν ἠδικημένων;
000-00-00 Serial Number=0645673573
De cruce et latrone i Ante [Go Back]  
 [00232]  Τότε κόψονται αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα.
000-00-00 Serial Number=0122835875
De cruce et latrone ii Ante [Go Back]  
 [00218]  διὰ τοῦτο οὐδένα λοιπὸν εἶχεν ἕτερον κατήγορον.
 [00292]  Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα.
000-00-00 Serial Number=0206912935
De diabolo tentatore Ante [Go Back]  
 [00600]  Κίνησον τὸν κατήγορον ἔνδον τὸ σὸν συνειδὸς, ἵνα μὴ ἐκεῖ κατήγορον ἔχῃς ἐπὶ τοῦ βήματος τοῦ Κυρίου.
000-00-00 Serial Number=0345489860
De paenitentia [1] Ante [Go Back]  
 [00304]  Μὴ γὰρ σὺ, σαυτὸν ἐὰν μὴ εἴπῃς ἁμαρτωλὸν, οὐκ ἔχεις κατήγορον τὸν διάβολον;
 [00307]  Τί οὖν οὐ προλαμβάνεις αὐτὸν, καὶ λέγεις τὴν ἁμαρτίαν, καὶ ἐξαλείφεις τὸ ἁμάρτημα, εἰδὼς ὅτι τοιοῦτον κατήγορον ἔχεις σιγῆσαι μὴ δυνάμενον;
 [01668]  Ὅσοι γὰρ, φησὶν, ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, τουτέστιν, οὐκ ἔχουσι τὸν νόμον κατήγορον, ἀλλ' ἀπὸ τῆς φύσεως αὐτῆς οἴσω τὴν ψῆφον, φησὶ, μεταξὺ τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων·
000-00-00 Serial Number=0944834769
De prophetiarum obscuritate Ante [Go Back]  
 [00826]  μὴ ἀναμείνῃς τὸν κατήγορον.
000-00-00 Serial Number=0539072990
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03179]  Εἰ ὁ τῶν ἑαυτοῦ μὴ μεταδιδοὺς κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα·
 [05665]  Ἔνδον ἔχει τὸν ἐλαύνοντα, τὸν τοῦ συνειδότος κατήγορον, καὶ τοῦτον πανταχοῦ περιφέρει·
000-00-00 Serial Number=0267039478
Expositiones in Psalmos Ante [Go Back]  
 [01231]  Ὅτι οἱ μὲν τὴν φύσιν ἔχουσι κατήγορον·
 [01741]  τουτέστιν, ἡμερώτερον, οὐκ ἔχοντες τὸν νόμον κατήγορον, ἀλλὰ τὴν φύσιν μόνον·
 [01743]  τουτέστι, βαρύτερον, ἔχοντες μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατήγορον.
000-00-00 Serial Number=0488596559
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00776]  Ὅρα, αὐτὴν μάρτυρα καλεῖται οἰκείων ἁμαρτημάτων, αὐτὴν ποιεῖται κατήγορον·
 [01788]  Ὁ γὰρ πολλάκις ἀκούσας, καὶ ἀδιόρ [64.833] θωτος μείνας, τὸ συνεχὲς τῆς συμβουλῆς καὶ τῆς παραινέσεως κατήγορον ἔχει μέγιστον.
 [03800]  τὸν ἔλεγχον στήσωμεν, παύσωμεν τὸν κατήγορον.
000-00-00 Serial Number=0795055687
Fragmenta in Job Ante [Go Back]  
 [00247]  οὐκ ἀγνοίας προΐσχεται ῥήματα, οὐδὲ διδαχθῆναι βούλεται τοῦ δυσμενοῦς τὴν δίαιταν, ἀλλὰ αὐτὸν ἐκεῖνον τῆς οἰκείας ὠμότητος δεικνύει κατήγορον.
 [00842]  Ἔδειξε διὰ τοῦ βλέμματος, τὸν κατὰ τῆς ἁμαρτίας μέγιστον ζῆλον (ὀφθαλμὸν γὰρ κατήγορον τῶν κρυπτομένων ἡ φύσις ἐγνώριζε), καὶ ὁ τὴν τοιαύτην ἔφοδον τοῦ πονηροῦ πράως καὶ φιλοσόφως διενεγκὼν, τὴν πρὸς κακίαν παράκλησιν οὐχ ὑπέμεινε, μείζονα τῶν τοῦ σώματος βελῶν τὴν πονηρὰν ἀκοὴν ἡγησάμενος, καὶ τῇ γυναικὶ ἐπετίμησεν.
000-00-00 Serial Number=0399787188
Fragmenta in Proverbia Ante [Go Back]  
 [00099]  β.] Καὶ εἰ μὴ κατήγορον ἔχει, εὐσέβεια ἡ εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως.
000-00-00 Serial Number=0700766027
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00105]  Ἐλθὼν τοίνυν καὶ ἰδὼν τὸν κάμνοντα ἐπὶ κλίνης κείμενον καὶ ἀπεγνωσμένον (κάμνοντα δὲ ὅταν εἴπω, τὸ γένος φημὶ τὸ ἀνθρώπινον, οὐκ ἐπὶ κλίνης τοιαύτης, ἀλλ' ἐπὶ κλίνης τῆς πονηρίας), ὑπὸ ἰατρῶν ἐγκαταλελειμμένον, ὑπὸ παθῶν πολιορκούμενον, ὑπὸ τῆς νόσου κρατούμενον, πᾶν εἶδος ἀῤῥωστήματος εἰς τὴν ἀνθρωπίνην κατασκῆψαν φύσιν, καὶ αὐτὸν ἑαυτοῦ λοιπὸν ἀπεγνωκότα τὸν ἄνθρωπον, καὶ τὸν δεδομένον ἰατρὸν τῶν ἑλκῶν κατήγορον γινόμενον πικρὸν, τὸν νόμον λέγω, καὶ αὔξοντα τὰ ἐγκλήματα, καὶ μείζονι δίκῃ ποιοῦντα ὑπεύθυνον τὸν ἄνθρω [63.505] πον, καὶ τῆς ἀῤῥωστίας τὴν τυραννίδα, καὶ τῶν κακῶν τὴν ὑπερβολὴν, οὐδένα ἕτερον ἐπιζητοῦντα, ἢ τὸν ἐξ ἀρχῆς ἡμᾶς διαπλάσαντα·
000-00-00 Serial Number=0389809489
In Acta apostolorum Ante [Go Back]  
 [09999]  Εἶτα πάλιν, ἵνα μὴ δόξῃ ψεύδεσθαι, αὐτὸν ἐφίστησιν ἑαυτοῦ κατήγορον τὸν [60.347] Παῦλον.
 [09999]  Καὶ καλῶς ἐπήγαγε τὸ, ∆ίκαιον, ἵνα μὴ πρὸς τὸν ἀρχιερέα ἴδῃ, μηδὲ πρὸς τὸν δῆμον, μηδὲ πρὸς τὸν κατήγορον.
000-00-00 Serial Number=0734239161
In Genesim sermones Ante [Go Back]  
 [00047]  Ἔχεις κατήγορον πικρὸν καὶ ἀνήμερον, προλαβὼν ἅρπασον ἐκείνου τὴν τάξιν, ἔμφραξον τὸ ἀναίσχυντον στόμα.
000-00-00 Serial Number=0903769970
In Heliam et viduam Ante [Go Back]  
 [00061]  Καὶ καθάπερ οἱ δικάζοντες, ὅταν μέλλωσί τινα τὴν ἐπὶ θάνατον ἄγειν ὁδὸν, ἐφ' ὑψηλοῦ τοῦ βήματος προκαθίσαντες, καὶ τὰ παραπετάσματα συνελκυσθῆναι κελεύσαντες, καὶ τὴν πόλιν αὐτοῖς περιστήσαντες ἅπασαν, οὕτω καθάπερ ἐν θεάτρῳ κοινῷ δικάζοντες πρὸς τὸν κατάδικον, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς τὰς πεύσεις ποιούμενοι, καὶ τὰ ὑπομνήματα τῶν ἐκείνοις τετολμημένων ἀναγνωσθῆναι κελεύοντες, καὶ αὐτὸν τὸν ὑπεύθυνον τῶν αὐτῷ τετολμημένων γενέσθαι κατήγορον παρασκευάζοντες, τότε τὴν ψῆφον ἐπάγουσιν·
000-00-00 Serial Number=0474218071
In Joannem Ante [Go Back]  
 [01636]  τουτέστι, χαλεπώτερον, μετὰ τῆς φύσεως καὶ τὸν νόμον κατήγορον ἔχοντες.
000-00-00 Serial Number=0463252187
In catechumenos Ante [Go Back]  
 [00134]  οὐ δέδοικε κατήγορον ἐπὶ τοῦ θρόνου κραυγήν·
000-00-00 Serial Number=0582514584
In epistulam ad Colossenses Ante [Go Back]  
 [02812]  Καὶ τοσοῦτος ὁ ἔρως ἦν, ὡς καὶ κατήγορον αὐτῷ ὃν βούλεσθαι ζῇν·
000-00-00 Serial Number=0403133154
In epistulam ad Romanos Ante [Go Back]  
 [01562]  Εἶτα ἵνα μὴ δόξῃ κατηγορεῖν οἴκοθεν, τὸν προφήτην ἐπήγαγεν αὐτῶν κατήγορον, νῦν μὲν ἐν βραχεῖ καὶ συντόμως καὶ ὡς ἐν κεφαλαίῳ, ὕστερον δὲ καὶ κατὰ μέρος, καὶ νῦν μὲν τὸν Ἡσαΐαν, μετὰ δὲ ταῦτα τὸν ∆αυῒδ, ὅτε καὶ πλείονας ἐπεδείξατο τοὺς ἐλέγχους.
 [01928]  Ἀλλ' οὐδέπω θαῤῥεῖ, τὸ ἰταμὸν τῶν Ἰουδαίων ὑφορώμενος, ἀλλ' ἐπὶ τὴν κατηγορίαν αὐτῶν πάλιν ἄγει τὸν λόγον, καὶ πρότερον εἰσάγει κατήγορον τὸν ∆αυῒδ ταῦτα λέγοντα διὰ πολλῶν, ἅπερ ἐν βραχεῖ πάντα εἶπεν Ἡσαΐας, ἰσχυρὸν κατασκευάζων αὐτοῖς χαλινὸν, ὥστε μὴ ἀποπηδῆσαι μηδὲ τῶν περὶ τῆς πίστεως γυμναζομένων λόγων λοιπὸν ἀποσκιρτῆσαί τινα τῶν ἀκουόντων, ἱκανῶς ταῖς τῶν προφητῶν προκατειλημμένον κατηγορίαις.
 [04137]  Ὁρᾷς πῶς κατὰ μικρὸν οὐχὶ μόνον κατήγορον αὐτὸν ὄντα δείκνυσι τῆς ἁμαρτίας, ἀλλὰ καὶ ἠρέμα κατασκευαστικόν;
 [04199]  Οὐδὲ γὰρ ἴσον ἦν φύσιν ἔχειν κατήγορον, καὶ μετὰ τῆς φύσεως καὶ τὸν νόμον φανερῶς διαγορεύοντα ἅπαντα.
000-00-00 Serial Number=0093560159
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00461]  Καὶ οὐ δέδοικε, μήποτε διαστᾶσα ἡ γῆ παντελῶς αὐτὸν ἀφανίσῃ, ἢ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ τὴν κατήγορον γλῶτταν;
000-00-00 Serial Number=0502930999
In illud Si qua in Christo nova creatura Ante [Go Back]  
 [00566]  αὐτὸν τὸν κατήγορον παύω.
000-00-00 Serial Number=0020362914
In illud Vidi dominum Ante [Go Back]  
 [00522]  πῶς οἴσει τὸν ἀπὸ τῆς συνειδήσεως ἔλεγχον, πικρὸν πανταχοῦ περιφέρων κατήγορον;
 [00546]  ἂν δὲ τὸν Παῦλον ἐπιστήσωμεν αὐτῷ κατήγορον, οὐδεὶς οὐκέτι λοιπὸν ἀντερεῖ.
000-00-00 Serial Number=0668933868
In operarios undecimae horae Ante [Go Back]  
 [00021]  Ἕτερος μετὰ τὸ βάπτισμα πάλιν εἰς τὰ τῆς σαρκὸς κατολισθήσας παθήματα καὶ μολύνας τὸ τῆς χάριτος ἔνδυμα, καὶ τὴν τῆς ψυχῆς ἐλευθερίαν τῇ τῆς ἁμαρτίας δουλείᾳ ἀνταλλαξάμενος, ἡδονῶν δὲ ἀκολάστων γενόμενος παίγνιον, μηδενὸς εἴδους φαυλότητος ἀποσχόμενος, εἰς τὸ τῆς ἐκκλησίας θεραπευτήριον παραγίνεται, ἀνανεῦσαι ὡς ὁ τελώνης εἰς οὐρανὸν μὴ τολμῶν, ἔχων τῶν πεπραγμένων κατήγορον τὴν οἰκείαν συνείδησιν, ἤδη προθεωρῶν τὴν φοβερὰν ἐπὶ τοῦ κριτοῦ τῶν ἁπάντων <συναγωγήν>, τὴν ὀξυτάτην τῶν βίβλων ἀνάπτυξιν, τὰ ἑκάστου σαλπιζόμενα ἁμαρτήματα, τὸ τῆς γεέννης σφοδρὸν καὶ ἄσβεστον πῦρ, τὸν παμφάγον καὶ ἀτελεύτητον σκώληκα, τὸν ἀμειδῆ καὶ πο λυστένακτον τάρταρον, τὸν φρικτὸν τῶν ὀδόντων τρισμόν, τὸν τῶν κολαζομένων ἄπαυστον κωκυτόν, τοῦ ἐξωτάτου σκότους τὴν ἀπαραμύθητον βάσανον.
000-00-00 Serial Number=0808120906
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00017]  Ἴδομεν τοὺς ἐχθροὺς τοῦ Θεοῦ, φίλους τοῦ Θεοῦ γεγονότας, καὶ τὸν πάλαι κατήγορον ∆εσπότην, συνήγορον ὕστερον κτησαμένους.
000-00-00 Serial Number=0073360085
In principium Actorum Ante [Go Back]  
 [00645]  οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατέστησε συμφορᾶς·
000-00-00 Serial Number=0416741669
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00123]  ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν ὥσπερ ἀνέμοις σφοδροῖς τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν, οὐκ ἐξεδέχετο ἄλλον κατήγορον, ἑκάστῳ τὸ πρὸς ἀξίαν ἀπένειμε.
 [00124]  Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατακρίσεως, τὸν δὲ Φαρισαῖον εἰς μέσον προθέντα τὰ κατορθώματα, πενέστερον τοῦ τελώνου ἀπέφηνεν.
000-00-00 Serial Number=0406799555
In publicanum et pharisaeum [2] Ante [Go Back]  
 [00144]  Ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν, ὥσπερ ἀνέμοις σφοδροῖς, τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν οὐκ ἐξεδέχετο ἄλλον κατήγορον, ἑκάστῳ τὸ πρὸς [62.728] τὴν ἀξίαν ἀπένειμε.
 [00145]  Τὸν μὲν γὰρ τελώνην ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατα κρίσεως·
000-00-00 Serial Number=0063517988
In resurrectionem domini [1] Ante [Go Back]  
 [00056]  Ἐτήρει τὸν τῶν Ἰουδαίων κατήγορον, ἐφύλαττε τὸν τῆς ἀναστάσεως μάρτυρα·
000-00-00 Serial Number=0150186419
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00685]  Ἐμοὶ δοκεῖ, φοβούμενος ἐκείνους μὴ καταγγεῖλαι αὐτὸν, ἢ τὸν βασιλέα αἰδούμενον μὴ ἀναγκάσαι, ὥστε μὴ ἔχειν κατήγορον φανερόν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»