Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δυνηθῆναι [140]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δυνηθῆναι


000-00-00 Serial Number=0287283719
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00021]  τρίτον πρὸς τούτοις, τὸ τὸν ἅγιον ἐκεῖνον τοσαύτην ἐν ἄλλοις ἀνδράσι δύναμιν ἐπιδειξάμενον, μηδὲν ἐπὶ τῆς σῆς ἀγάπης δυνηθῆναι πρᾶξαι τοιοῦτο, μήτε ἐκεῖνον, μήτε τοὺς μετ' ἐκείνου, καὶ ταῦτα δυνατωτέρους ὄντας αὐτοῦ, ἀλλὰ πάντας ὁμοίως ἐρυθριάσαντας ἀπελθεῖν.
 [00030]  Καὶ μέχρι μὲν τοῦ παρόντος δυνηθῆναι τὴν μητέρα καὶ συγκαλύψαι τὸ γεγονὸς, καὶ ἐπιζητοῦντά σε παρακρούσασθαι πολλάκις αὐτόν·
 [01733]  ὁ δὲ τὴν ἐν τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον, ἐπείπερ ἐκεῖνο μᾶλλον αὐτῷ κατὰ γνώμην ἢ τοῦτο ἦν.
000-00-00 Serial Number=0659919500
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00075]  ἀγαπητὸν γὰρ καὶ πάντων τούτων ἀπηλλαγμένην δυνηθῆναι ἐν αὐτῇ τοῦτο φυτεῦσαι τὸ καλόν.
 [00260]  Ἀγαπητὸν γὰρ τῆς μνήμης ἐκείνης ἐνακμαζούσης ἡμῖν ἀεὶ, καὶ τοῦ φόβου κατασείοντος τὴν διάνοιαν, δυνηθῆναι τὸ χαῦνον αὐτῆς καὶ διακεχυμένον ἐξελεῖν·
 [00289]  ∆ιὸ δὴ δέομαι καὶ ἀντιβολῶ πρὸς τῆς παῤῥησίας αὐτῆς, ἧς διὰ τῶν κατορθωμάτων ἐκτήσω πρὸς τὸν Θεὸν, χεῖρα ἡμῖν ὀρέξαι συνεχῶς δεομένοις, ὥστε δυνηθῆναι καὶ πενθῆσαι τὸν φόρτον τῶν τοσούτων κακῶν κατ' ἀξίαν, καὶ πενθήσαντας ἐπιλαβέσθαι τινὸς ὁδοῦ φίλης, καὶ πρὸς τὸν οὐρανὸν φερούσης ἡμᾶς, ἵνα μὴ ἀπελθόντες εἰς τὸν ᾅδην, ἔνθα οὐδεὶς ἐξομολογεῖσθαι δύναται, τὰ τῶν ἠτιμωμένων πάθωμεν, οὐδενὸς ἡμᾶς ἐξαιρουμένου λοιπόν.
000-00-00 Serial Number=0209919870
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00481]  Οὕτω μὲν οὖν αὐτὸν κατεπάλαισεν ὡς δυνηθῆναι καὶ τελευτήσας προστῆναι τῶν ἐκγόνων τῶν αὑτοῦ.
 [00564]  Τὸ γὰρ δυσχερὲς καὶ δυσκατόρθωτον τοῦτό ἐστι τὸ δυνηθῆναι ἐπιβῆναι τῆς εἰσόδου καὶ τῶν προθυρῶν ἐφάψασθαι τῆς μετανοίας, καὶ τὸν ἐχθρὸν ἐκεῖ πῦρ πνέοντα καὶ ἐγκείμενον ἀπώσασθαι καὶ καταβαλεῖν.
 [00691]  ἐὰν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων ὡς καὶ δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν.
000-00-00 Serial Number=0493695617
Ad Theodorum lapsum ii Ante [Go Back]  
 [00038]  καὶ οὕτως διὰ τούτων ἵλεων κατέστησεν αὐτὸν εἴς τε τὴν προτέραν ἐπανῆλθεν ἀξίαν, ὥστε μετὰ μοιχείαν καὶ φόνον ἐπισκιάσαι πως δυνηθῆναι τὴν τοῦ παιδὸς εἰδωλολατρείαν τὴν τοῦ πατρὸς μνήμην.
 [00058]  Ἀλλ' ἴσως ἀσθένειαν φύσεως ἐρεῖς καὶ τὸ μὴ δυνηθῆναι ἐνεγκεῖν τὸν ζυγόν;
 [00059]  Καὶ ποία αὕτη ἀπολογία, ζυγὸν μὴ ἰσχῦσαι τὸν χρηστὸν ἐνεγκεῖν, φορτίον μὴ δυνηθῆναι βαστάσαι τὸ ἐλαφρόν;
000-00-00 Serial Number=0028537810
Ad populum Antiochenum Ante [Go Back]  
 [00173]  ∆εῖ δὲ αὐτὴν ἐπαγαγεῖν τὴν λύσιν, ὡς μὴ μόνον εἴ τινες νόσῳ καὶ ἀῤῥωστίᾳ τοιαύτῃ περιπέσοιεν, ἀλλὰ καὶ εἴ τινες πενίᾳ, καὶ λιμῷ, καὶ δεσμοῖς, καὶ βασάνοις, καὶ ἐπηρείαις, καὶ συκοφαντίαις, καὶ πᾶσι τοῖς κατὰ τὸν παρόντα βίον δεινοῖς, ἅγιοι καὶ μεγάλοι καὶ θαυμαστοὶ, καὶ ἐπ' ἐκείνων ἀπὸ τῶν σήμερον ῥηθησομένων ἀκριβῆ καὶ σαφεστάτην δυνηθῆναι εὑρέσθαι τὴν ἀπολογίαν πρὸς τοὺς ἐγκαλεῖν βουλομένους.
 [01287]  Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἀκοῦσαί τι τῶν λεγομένων·
 [01331]  τὰ συλλεγέντα σκορπίζει καὶ οὐχὶ σκορπίζει μόνον, ἀλλὰ καὶ ἀναμίγνυσι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ γῇ, ὥστε αὐτὰ μηδὲ συλλέξαι δυνηθῆναι ῥᾳδίως·
 [01608]  οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα παραβαλεῖν·
 [05909]  Τίς γὰρ ἂν προσεδόκησεν, ὅτι ἐν οὕτως ὀλίγαις ἡμέραις καὶ ἀπελεύσεται, καὶ διαλέξεται τῷ βασιλεῖ, καὶ λύσει τὰ δεινὰ, καὶ πάλιν ἐπανήξει πρὸς ἡμᾶς οὕτω ταχέως, ὡς καὶ τὸ Πάσχα τὸ ἱερὸν δυνηθῆναι φθάσαι καὶ μεθ' ἡμῶν ἐπιτελέσαι;
000-00-00 Serial Number=0703002930
Adversus Judaeos Ante [Go Back]  
 [00546]  Ἐγὼ δὲ ὁ τοῦτον μὲν ἀφεὶς, πρὸς δὲ τὰ ὑψηλότερα τοῦ Χριστοῦ δόγματα δραμὼν, μάλιστα ἂν αὐτὸν δυναίμην σεμνύνειν, ὅτι με τοιοῦτον εἰργάσατο, ὡς δυνηθῆναι τῶν ἐν αὐτῷ γεγραμμένων τὴν σμικρότητα ὑπερβάντα, πρὸς τὸ τῆς διδασκαλίας ὕψος ἀναβῆναι τῆς παρὰ τοῦ Χριστοῦ γενομένης ἡμῖν.
 [02755]  Ὅτι πειράζων σε ὁ Θεὸς, συνεχώρησεν ἐκείνῳ δυνηθῆναι τοῦτο, οὐκ ἐπειδὴ αὐτὸς ἠγνόει σου τὴν γνώμην, ἀλλ' ἵνα σοι δοκιμὴν παράσχῃ εἰ φιλεῖς τὸν Θεὸν ὄντως.
000-00-00 Serial Number=0530132473
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00149]  Ἀλλὰ τοιαύτη κατέλαβε αὐτοὺς δίκη, ὡς μηδεμίαν λοιπὸν δυνηθῆναι τοῖς ἐκείνων δεινοῖς παρισωθῆναι συμφοράν.
 [01109]  Ἀγαπητὸν γὰρ εἶναι δοκεῖ τὸ δυνηθῆναι τὰ δίκτυα ταῦτα διαφυγεῖν, καὶ κινδυνεύει λοιπὸν περιττὸν εἶναι τὸ τῶν γυναικῶν γένος, τῶν νέων ἀντ' ἐκείνων πάντα τὰ ἐκείνων πληρούντων.
 [01599]  Τὴν ἐσχάτην γὰρ λήψονται πάντως, καὶ ταύτην, ὅταν δυνηθῶσι πάντα τὰ κωλύματα διαδραμεῖν, ἅπερ ἀπηριθμησάμην νῦν, καὶ μήτε ἄωρος προαναρπάσῃ θάνατος, μήτε ὑπὸ γυναικὸς κωλυθῶσιν ὕστερον, μήτε τοσαῦτα τραύματα λάβωσιν, ὡς μὴ δυνηθῆναι αὐτοῖς τὸν τοῦ γήρως ἀρκέσαι χρόνον πρὸς τὴν θεραπείαν ἐκείνων, τήν τε γνώμην μένωσι διαπαντὸς τηροῦντες βεβαίαν καὶ ἀκίνητον.
000-00-00 Serial Number=0434669137
Catecheses ad illuminandos Ante [Go Back]  
 [00881]  [5.28] Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα.
000-00-00 Serial Number=0750783265
Catechesis de juramento Ante [Go Back]  
 [00250]  γένοιτο δὲ καὶ εἰς τὸ ἑξῆς καὶ ὑμᾶς τὴν καθαρότητα διατηρῆσαι ταύτην, πάσης ἀπηλλαγμένους κηλῖδος, καὶ ἡμᾶς δυνηθῆναι παρρησίας τινὸς μετασχεῖν εὐχαῖς ταῖς ὑμετέραις·
000-00-00 Serial Number=0150768518
Commentarius in Job Ante [Go Back]  
 [03360]  οὐ γὰρ ἔστι τῆς ἄνωθεν ἀπεστερημένον ῥοπῆς δυνηθῆναι στῆναί ποτε.
 [04346]  τοσοῦτος ὁ τοῦ σώματος ὄγκος ἐστίν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι.
000-00-00 Serial Number=0593329847
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00072]  ἐβουλόμην δὲ καὶ τοὺς ἐγκαλοῦντας ἡμῖν δυνηθῆναι πεῖσαι τοῦτο, ὅτι νέος σφριγῶν, κόρη συνοικῶν παρθένῳ καὶ συγκαθήμενος καὶ συνδειπνῶν καὶ διαλεγόμενος δι' ἡμέρας τῶν γὰρ ἄλλων οὐδὲν προστίθημι, τοὺς ἀκαίρους γέλωτας καὶ τὰς διαχύσεις καὶ τὰ μαλακὰ ῥήματα, καὶ τὰ ἄλλα, ἃ μηδὲ λέγειν ἴσως καλόν·
000-00-00 Serial Number=0275594592
Contra ludos et theatra Ante [Go Back]  
 [00164]  ∆ιὰ δὴ τοῦτο οὐ παύσομαι πάντα ποιῶν καὶ λέγων, κἂν λυπῆσαι δέῃ, κἂν ἐπαχθῆ φανῆναι, κἂν φορτικὸν, ὥστε δυνηθῆναι παραστῆναι τῷ βήματι ἐκείνῳ τῷ φοβερῷ, μὴ ἔχων σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων.
000-00-00 Serial Number=0386454165
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00403]  Τοσαύτην κατέγνω παραπληξίαν τῶν θεραπευόντων αὐτὸν ὡς οὕτω φανερὰν ἀπάτην μὴ δυνηθῆναι συνιδεῖν.
000-00-00 Serial Number=0018414021
De Davide et Saule Ante [Go Back]  
 [00174]  πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην·
 [00647]  Πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην νηστεύοντα, χαμευνοῦντα, ἀγρυπνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα ἀποθέσθαι ἐκεῖνα;
000-00-00 Serial Number=0916418731
De Lazaro Ante [Go Back]  
 [01003]  καθάπερ καὶ οὗτος ὁ πλούσιος ἐνταῦθα μηδὲν διαλυσάμενος τῶν οἰκείων ἁμαρτημάτων, οὕτω χαλεπῶς ἐκολάζετο, ὡς μηδὲ σταγόνος μικρᾶς δυνηθῆναι ἐπιτυχεῖν.
 [01112]  Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας ταύτης τυχεῖν·
 [01347]  οἱ μάρτυρες αὐτοῦ τῆς πενίας καὶ τοῦ λιμοῦ καὶ τῶν μυρίων κακῶν, γενέσθωσαν μάρτυρες τῆς τιμῆς, τῆς μεταβολῆς, τῆς δόξης ἁπάσης, ἵνα ἑκατέρωθεν παιδευθέντες καὶ μαθόντες, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, οὕτω παρασκευάσωνται, ὡς δυνηθῆναι ταύτην τὴν κόλασιν διαφυγεῖν καὶ τὴν τιμωρίαν.
000-00-00 Serial Number=0778251767
De Maccabeis Ante [Go Back]  
 [00230]  ἀλλ' εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες, καὶ οἱ τῶν παρόντων ὑπερορῶντες ἁπάντων, καὶ τὸ σῶμα σταυρώσαντες, δυνηθῆναι τὸν αὐτὸν αὐτῇ δρόμον ἀράμενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς ἁγίας, καὶ τῶν αὐτῆς παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος Ἐλεαζάρου τοῦ μεγάλου καὶ γενναίου γέροντος καὶ ψυχὴν ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου.
000-00-00 Serial Number=0712711155
De consubstantiali Ante [Go Back]  
 [00204]  Ὅταν γὰρ φθέγγηταί τι ταπεινὸν ὁ Χριστὸς, οὕτω φθέγγεται ταπεινὸν καὶ εὐτελὲς, ὡς τὴν ὑπερβολὴν τῆς ταπεινότητος τῶν λεγομένων καὶ τοὺς σφόδρα φιλονεικοῦντας δυνηθῆναι πεῖσαι, ὅτι πολὺ τῆς ἀποῤῥήτου καὶ ἀφράστου οὐσίας ἐκείνης ἀποδεῖ τὰ ῥήματα.
000-00-00 Serial Number=0786957502
De fato et providentia Ante [Go Back]  
 [00116]  Οὐ γάρ ἐστιν, οὐκ ἔστι τὸν εἱμαρμένῃ προσέχοντα, δυνηθῆναι τῶν οὐρανῶν ἐπιτυχεῖν, μᾶλλον δὲ οὐκ ἔστι δυνηθῆναι τὴν γέενναν καὶ τὴν κόλασιν ἐκφυγεῖν·
000-00-00 Serial Number=0618844926
De mutatione nominum Ante [Go Back]  
 [01240]  Καθάπερ γάρ τις οἰκίαν μεγάλην καὶ λαμπρὰν οἰκοδομεῖσθαι μέλλων, ἀνάλογον καταβάλλεται τὸν θεμέλιον, ὥστε δυνηθῆναι τὸ μετὰ ταῦτα ἐπιτιθέμενον ἐνεγκεῖν βάρος·
000-00-00 Serial Number=0896803260
De paenitentia [1] Ante [Go Back]  
 [00046]  Οὗτος δὲ οὐ μόνον αἱρεῖται ὑπομεῖναι γέενναν, ἀλλὰ καὶ εὔχεται ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὥστε δυνηθῆναι τοὺς Ἰουδαίους ἀποτεκεῖν, οὓς ὤδινεν ἀεὶ καὶ διηνεκῶς, καὶ ἐπειδὴ μὴ συνέβαινε τοῦτο, ὠδυνᾶτο λέγων·
 [01330]  Γένοιτο δὲ ἡμᾶς εὐχαῖς αὐτοῦ καὶ τῶν συνέδρων ἁπάντων δυνηθῆναι καταξιωθῆναι τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0929566443
De precatione [1] Ante [Go Back]  
 [00129]  Ἀμήχανον ἀνθρώπῳ δυνηθῆναι θείαν ἐνεγκεῖν ὁμιλίαν ἄνευ τῆς ἐνεργείας τοῦ Πνεύματος, ἀλλὰ δεῖ ταύτης παρούσης καὶ συνεφαπτομένης τῶν ἁγίων ἀγώνων, οὕτως εἰσελθεῖν, καὶ κάμψαι γόνατα, καὶ δεηθῆναι, καὶ προσεύξασθαι.
000-00-00 Serial Number=0668862343
De proditione Judae Ante [Go Back]  
 [00160]  Τοσοῦτον ἀπεῖχε τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν ὁ Ἰούδας, ὅτι οὐδὲ ἑώρα παρόντα, ὃν ἤμελλε παραδώσειν, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου.
 [00550]  Τοσοῦτον ἀπεῖχεν ἐκεῖνος τοῦ δυνηθῆναι παραδοῦναι αὐτὸν, ὅτι οὐδὲ ὁρᾷν αὐτὸν ἠδύνατο παρόντα, ὃν ἤμελλε παραδιδόναι, καὶ ταῦτα λαμπάδων οὐσῶν καὶ φωτὸς τοσούτου.
000-00-00 Serial Number=0625718296
De prophetiarum obscuritate Ante [Go Back]  
 [00371]  ∆όξα δὲ νόμου, τὸ δυνηθῆναι διδάξαι, ὅτι ἐν Χριστῷ καταργεῖται, ἵνα καὶ τοῦτο μάθῃς.
 [00376]  Εἰ γὰρ ἐναντίος ἦν ὁ νόμος καὶ πολέμιος τοῦ Χριστοῦ, καὶ μὴ παρ' ἐκείνου δοθεὶς, οὐκ ἔδει Παῦλον δόξαν αὐτοῦ καλέσαι, τῷ δυνηθῆναι παιδεῦσαι τοὺς προσιόντας αὐτῷ, ὅτι διὰ Χριστοῦ καταρκεῖται.
 [00379]  τί μεῖζον τούτου τεκμήριον τῆς τοῦ νόμου συγγενείας τῆς πρὸς τὴν χάριν εἴποι τις ἂν, ἀλλ' ἢ ὅταν μὲν Χριστὸς ἀνοίγῃ τοὺς ὀφθαλμοὺς τῶν αὐτῷ προσιόντων, ὥστε δυνηθῆναι κατιδεῖν τοῦ νόμου τὴν ἀγωγὴν, ἐκείνη δὲ φανεῖσα καὶ γενομένη δήλη, παραπέμψαι μετὰ πολλῆς τῆς εὐκολίας δυνήσεται τοὺς συνιέντας τὰ Χριστοῦ;
 [00604]  οὐδὲ εἰς τὸ δυνηθῆναι συνιέναι τῶν λεγομένων·
000-00-00 Serial Number=0168419480
De sacerdotio Ante [Go Back]  
 [00274]  Ὥσπερ γὰρ εἰς ἀπόνοιαν αἴρονται πολλοὶ καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι σωτηρίας, ἀπὸ τοῦ μὴ δυνηθῆναι πικρῶν ἀνασχέσθαι φαρμάκων, οὕτως εἰσί τινες οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίρροπον εἰς ὀλιγωρίαν ἐκτρέπονται καὶ πολλῷ γίνονται χείρους καὶ πρὸς τὸ μείζονα ἁμαρτάνειν προάγονται.
 [00306]  εἰ δὲ οὐδεὶς οὕτω τὰ ἡμέτερα οἶδεν, ἀλλὰ καὶ τῶν γεγεννηκότων καὶ θρεψαμένων αὐτῶν τὴν ἡμετέραν μᾶλλον ἐπίστασαι ψυχήν, τίς οὕτως ἔσται σοι λόγος πιθανὸς ὡς δυνηθῆναι πεῖσαι τοὺς ἀκούοντας ὅτι οὐχ ἑκὼν ἡμᾶς εἰς τοῦτον ὦσας τὸν κίνδυνον;
 [00457]  Ὅτι πολλὴ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή Εἰ γάρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἄνθρωπον ὄντα καὶ ἔτι σαρκὶ καὶ αἵματι πεπλεγμένον τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις.
 [00472]  ὁ δὲ παρὰ Θεοῦ τοσούτῳ μείζονα ἐξουσίαν λαβὼν ὅσῳ γῆς τιμιώτερος ὁ οὐρανὸς καὶ σωμάτων ψυχαί, οὕτω μικράν τισιν ἔδοξεν εἰληφέναι τιμὴν ὡς δυνηθῆναι κἂν ἐννοῆσαι ὅτι τῶν ταῦτά τις πιστευθέντων καὶ ὑπερφρονήσει τῆς δωρεᾶς.
 [00576]  Ἀγαπητὸν γὰρ καὶ τοὺς ἐξ ἀρχῆς καθαρεύοντας τοῦ πάθους ἡνίκα ἂν ἐμπέσωσιν εἰς τὴν ἀρχὴν δυνηθῆναι τοῦτο διαφυγεῖν·
 [00611]  ἢ ἀγνοεῖς ὡς οὐκ οἰκείᾳ τοῦτο κατωρθώσαμεν ἀρετῇ, ἀλλ' ἐκ τοῦ τὴν ἡσυχίαν ἀγαπᾶν, τὸν δὲ οὕτω διακείμενον ἀγαπητὸν ἐφ' ἑαυτοῦ μένοντα καὶ ἑνὶ μόνῳ ἢ δευτέρῳ χρώμενον φίλῳ, δυνηθῆναι τὸν ἐκεῖθεν διαφυγεῖν ἐμπρησμόν, μὴ ὅτι εἰς τὴν ἄβυσσον τῶν τοσούτων ἐμπεσόντα φροντίδων;
 [00632]  ἂν δὲ τύχῃ μικρόν τι παριδών, οἷα εἰκὸς ἄνθρωπον ὄντα καὶ τὸ πολυπλανὲς τοῦ βίου τούτου περαιοῦντα πέλαγος, οὐδὲν αὐτῷ τῶν λοιπῶν κατορθωμάτων ὄφελος πρὸς τὸ δυνηθῆναι τὰ τῶν κατηγόρων στόματα διαφυγεῖν, ἀλλ' ἐπισκιάζει παντὶ τῷ λοιπῷ τὸ μικρὸν ἐκεῖνο παράπτωμα καὶ οὐχ ὡς σάρκα περικειμένῳ, οὐδὲ ἀνθρωπείαν λαχόντι φύσιν, ἀλλ' ὡς ἀγγέλῳ καὶ τῆς λοιπῆς ἀσθενείας ἀπηλλαγμένῳ δικάζειν ἅπαντες ἐθέλουσι τῷ ἱερεῖ.
 [01273]  Εἰ γὰρ οἱ τὴν ἔρημον οἰκοῦντες καὶ πόλεως καὶ ἀγορᾶς καὶ τῶν ἐκεῖθεν ἀπηλλαγμένοι θορύβων καὶ διαπαντὸς λιμένων καὶ γαλήνης ἀπολαύοντες οὐκ ἐθέλουσι θαρρεῖν τῇ τῆς διαίτης ἐκείνης ἀσφαλείᾳ, ἀλλὰ μυρίας ἑτέρας προστιθέασι φυλακάς, πάντοθεν ἑαυτοὺς περιφράττοντες καὶ μετὰ πολλῆς τῆς ἀκριβείας καὶ λέγειν ἅπαντα καὶ πράττειν σπουδάζοντες ἵνα μετὰ παρρησίας καὶ καθαρότητος εἰλικρινοῦς, ὅσον εἰς ἀνθρωπείαν ἧκε δύναμιν, προσιέναι τῷ Θεῷ δύνωνται, πόσης οἴει δεῖν τῷ ἱερωμένῳ καὶ δυνάμεως καὶ βίας ὥστε δυνηθῆναι παντὸς ἐξαρπάσαι μολυσμοῦ τὴν ψυχὴν καὶ ἀσινὲς τὸ πνευματικὸν τηρῆσαι κάλλος;
 [01520]  Καὶ εἴ γε ἦν δυνατόν, τὸ σῶμα ἀποδύντα τοῦτο ἢ καὶ μετὰ αὐτοῦ τοῦ σώματος δυνηθῆναι καθαρῶς καὶ ἀφόβως ἅπασαν τὴν ἐκείνου παράταξιν καὶ τὸν πρὸς ἡμᾶς πόλεμον ὀφθαλμοφανῶς ἰδεῖν, εἶδες ἂν οὐ χειμάρρους αἱμάτων, οὐδὲ σώματα νεκρά, ἀλλὰ ψυχῶν πτώματα τοσαῦτα καὶ τραύματα οὕτω χαλεπὰ ὡς ἅπασαν ἐκείνην τοῦ πολέμου τὴν ὑπογραφὴν ἣν ἄρτι διῆλθον πρὸς σὲ παίδων τινὰ ἀθύρματα εἶναι νομίσαι καὶ παιδιὰν μᾶλλον ἢ πόλεμον, τοσοῦτοι οἱ καθ' ἑκάστην πληττόμενοι τὴν ἡμέραν.
000-00-00 Serial Number=0488008797
De sancta Droside martyre Ante [Go Back]  
 [00211]  Ὁ δὲ Θεὸς ὁ καὶ τὴν μακαρίαν ταύτην τὴν σήμερον ἡμᾶς συναγαγοῦσαν καὶ ἀποδύσασθαι καὶ παλαῖσαι καὶ νικῆσαι καὶ στεφανωθῆναι καταξιώσας, καταξιώσειε καὶ ἡμᾶς κοινῇ πάντας καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸν παρόντα βίον ἐξανύσαντας μετὰ τῶν αὐτοῦ προσταγμάτων καὶ νόμων δυνηθῆναι παρὰ τὰς σκηνὰς τῆς ἁγίας ταύτης ἐλθεῖν, καὶ τῶν ἀθανάτων ἀγαθῶν ἀπολαῦσαι·
000-00-00 Serial Number=0123662233
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00344]  καὶ γὰρ τοῦ σάρκα καταξαινομένην ὁρᾷν πολλῷ χαλεπώτερον καὶ ὀδυνηρότερον, καθάπερ ἔφθην εἰπὼν, τὰ οἰκεῖα σπλάγχνα, τὰς θυγατέρας λέγω, διὰ τῆς οἰκείας καταδῦσαι χειρὸς, καὶ ἀποπνιγομένας ἰδεῖν, καὶ τοῦ τὰς βασάνους ἐνεγκεῖν πολλῷ μείζονος ἔδει τῆς φιλοσοφίας αὐτῇ, ὥστε δυνηθῆναι κατασχεῖν τὰς δεξιὰς τῶν παιδίων, καὶ συνεφελκύσασθαι μεθ' ἑαυτῆς πρὸς τὰ ῥεύματα τοῦ ποταμοῦ.
000-00-00 Serial Number=0120937765
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00101]  Εὐξώμεθα δὴ κοινῇ πάντες, ἄρχοντες καὶ ἀρχόμενοι, γυναῖκες καὶ ἄνδρες, πρεσβῦται καὶ νέοι, δοῦλοι καὶ ἐλεύθεροι, αὐτὸν τὸν μακάριον Μελέτιον κοινωνὸν τῆς εὐχῆς ταύτης λαβόντες καὶ γὰρ πλείων αὐτῷ παῤῥησία νῦν, καὶ θερμότερον πρὸς ἡμᾶς τὸ φίλτρον, αὐξηθῆναι ταύτην ἡμῖν τὴν ἀγάπην, καὶ καταξιωθῆναι πάντας ἡμᾶς, καθάπερ ἐνταῦθα πλησίον τῆς λάρνακος ταύτης ἐσμὲν, οὕτω κἀκεῖ δυνηθῆναι γενέσθαι πλησίον τῆς αἰωνίας αὐτοῦ σκηνῆς, καὶ τῶν ἀποκειμένων τυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0353903651
De studio praesentium Ante [Go Back]  
 [00044]  Ἀγαπητὸν γὰρ τοὺς συνεχῶς εἰς ἐκκλησίαν ἀπαντῶντας, καὶ διδασκαλίας ἀπολαύοντας πνευματικῆς, καὶ τοσαύτης τυγχάνοντας ἐπιμελείας, δυνηθῆναι περιγενέσθαι καὶ χαλινῶσαι τὰς πονηρὰς ἐπιθυμίας, καὶ διαβλέψαι πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν.
000-00-00 Serial Number=0168128550
De virginitate Ante [Go Back]  
 [00640]  Ἀγαπητὸν γὰρ καὶ μετὰ τοσαύτης προσελθόντα σπουδῆς δυνηθῆναι μειλίξασθαι τὴν ὀργὴν ἐκείνην, οὐχ ὅτι ἀπηνὴς οὐδ' ὅτι ὠμὸς ὁ δεσπότης ἡμῶν καὶ γὰρ σφόδρα ἐστὶν ἥμερος καὶ φιλάνθρωπος ἀλλ' ἡ τῶν ἁμαρτημάτων τῶν ἡμετέρων ὑπερβολὴ οὐδὲ τὸν χρηστὸν καὶ ἐπιεικῆ καὶ πολυέλεον ἀφίησιν ἡμῖν συγγνῶναι ταχέως.
 [01790]  Τὸ γὰρ γῆν οἰκοῦντας καὶ τῇ τῆς θνητῆς φύσεως ὑποκειμένους ἀνάγκῃ δυνηθῆναι φθάσαι πρὸς ἐκείνην τὴν ἀρετήν, ὅρα πόσης ἀνδρείας, πόσης φιλοσοφίας ἦν.
000-00-00 Serial Number=0623586178
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [00162]  Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράως ἀγαπωμένου χωρισμόν;
 [00410]  οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κυρίοις δοῦναι τὴν χάριν ἔνι καὶ διαλεχθῆναι πολλάκις, ἀλλ' ἀνάγκη πρότερον διακόνους καὶ οἰκονόμους αὐτῶν καὶ ἐπιτρόπους καὶ χρήμασι καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι' ἐκείνων δυνηθῆναι τὴν αἴτησιν λαβεῖν.
 [01024]  Καὶ γὰρ ἀγαπητὸν, ἁπάντων τούτων καθαρεύουσαν ψυχὴν, δυνηθῆναι γενέσθαι σεμνὴν καὶ σώφρονα.
 [01273]  [63.607] Εἰ δὲ βούλει μαθεῖν ὅσον ἐστὶν ἀγαθὸν τὸ δυνηθῆναι μετὰ τῆς οἰκείας σωτηρίας καὶ ἕτερον κερδᾶναι, ἄκουσον ἐκ προσώπου τοῦ Θεοῦ λέγοντος τοῦ προφήτου·
 [02738]  Βέλτιον αὐτὴν αἷμα ῥέειν νῦν, ἢ κατ' ἐκείνην τὴν ἡμέραν σταγόνος ἐπιθυμοῦσαν, μὴ δυνηθῆναι τῆς παραμυθίας τυχεῖν, ὡς ἐπὶ τοῦ πλουσίου·
 [03000]  Ὁ γὰρ περὶ τοῦ θανάτου δεδοικὼς, καὶ πάντα ποιῶν ὥστε δυνηθῆναι τοῦτον διαφυγεῖν, οὐ μόνον τὸν θάνατον διέφυγεν, ἀλλὰ καὶ τοσαύτης ἠξίωται παῤῥησίας, καὶ περιφανὴς ἀθρόον γίνεται.
 [03766]  πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην, νηστεύοντα, ἀγρυπνοῦντα, χαμευνοῦντα, τὰ ὄντα τοῖς δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα [63.685] ἀποθέσθαι ἐκεῖνα;
 [03864]  Οὐ γὰρ ἔστι ψυχὴν ὀδυνωμένην καὶ νέφει κατεχομένην ἀθυμίας δυνηθῆναι μετὰ προθυμίας ἢ ἀκοῦσαί τι τῶν λεγομένων χρησίμως, ἢ εἰπεῖν.
 [03905]  Ὁ δὲ τὴν ἐν γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον.
 [04596]  Οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι παραβαλεῖν τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα·
 [05944]  ἂν δὲ ἐκεῖναι περιγένωνται, εἰς τὸ τῆς γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ τοσοῦτον εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὥστε δυνηθῆναι στῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ὠθισμόν.
 [06840]  βέλτιον γὰρ αὐτὴν αἷμα ῥέειν νῦν, ἢ τότε σταγόνος ὕδατος ἐπιθυμοῦσαν μὴ δυνηθῆναι τῆς παραμυθίας τυχεῖν.
 [06995]  πολὺ δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην.
 [07303]  Ὁ δὲ τὴν ἐν τῇ γεέννῃ κόλασιν ἑλόμενος ὑπὲρ τοῦ δυνηθῆναι προσαγαγέσθαι τοὺς Ἰουδαίους ἅπαντας, εὔδηλον ὅτι τούτου μὴ τυχὼν, τῶν ἐν τῇ γεέννῃ κολαζομένων διῆγε βαρύτερον.
 [07334]  Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράως [63.793] ἀγαπωμένου χωρισμόν;
 [09999]  ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραμεῖν.
 [09999]  τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι πατέρα τὸν Θεόν.
000-00-00 Serial Number=0250316322
Epistulae Ante [Go Back]  
 [02583]  Ὡς τῶν γε ἄλλων ὡρῶν τοῦ ἔτους σφόδρα ἡδίστων ἀπολελαύκαμεν, ὡς δυνηθῆναι εὐκόλως καὶ τὴν ἐκ τοῦ χειμῶνος ἐγγινομένην ἡμῖν διορθώσασθαι ἀῤῥωστίαν.
 [03490]  Εἰ σαφῶς ᾔδεις ὅσην ἡμῖν δίδως χάριν, καὶ γράφουσα, καὶ συνεχῶς γράφουσα, καὶ τοῦ μέλιτός σου τῆς ἀγάπης ἀναχρωννῦσα τὰ γράμματα, πάντα ἂν ἐποίησας, ὥστε δυνηθῆναι καθ' ἑκάστην ἡμέραν πέμπειν ἐπιστολὰς ἡμῖν.
000-00-00 Serial Number=0328316808
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00513]  [8.12] Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πρᾴως ἀγαπωμένου χωρισμόν;
000-00-00 Serial Number=0407242596
Fragmenta ex homiliis diversis Ante [Go Back]  
 [00012]  Καὶ αὐτὸ γὰρ τὸ προσεληλυθέναι τὸν κύριον τῆς δόξης τῷ ξύλῳ τοῦ σταυροῦ δυνηθῆναι φυσικῆς ἐστιν ἐνεργείας ἧς προσείληφε φύσεως πάντων οὔσης φυσικῶς δεκτικῆς τῶν καθ' ἡμᾶς παθημάτων δίχα μόνης τῆς ἁμαρτίας.
000-00-00 Serial Number=0669183493
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04136]  ἐσχάτης δυστυχίας τὸ μηδὲ ἀποθανόντα δυνηθῆναι τῆς πατρίδος ἐπιτυχεῖν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι·
000-00-00 Serial Number=0074706018
Fragmenta in Job Ante [Go Back]  
 [00609]  Οὐδὲ γὰρ ἔχω τιμίαν οὕτως ὕλην εὑρεῖν, ὡς δυνηθῆναι τὸ ᾑμαγμένον ἐκεῖνο σῶμα παραβαλεῖν.
 [02061]  [Ἀκύλας δὲ, Ἡμισεύσουσιν αὐτὸν μεταξὺ Χαναναίων.] Τοσοῦτος αὐτῷ ὁ τοῦ σώματος ὄγκος ἐστὶν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι.
000-00-00 Serial Number=0221602798
In Acta apostolorum Ante [Go Back]  
 [00188]  ὥστε καὶ ἄκοντες ὁμολογήσουσι θείαν εἶναι ἐν αὐτοῖς δύναμιν, ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτά ποτε.
 [01416]  Εἰ γὰρ ἐθαύμαζον, εἰ γὰρ ἐξεπλήττοντο, οὐχὶ καὶ οὕτω θαυμαστὸν ἦν, τὸ δυνηθῆναι μεταξὺ τοσούτων ῥῆξαι φωνὴν ἄνθρωπον ἀγράμματον καὶ ἰδιώτην;
 [02412]  Ἀγαπητὸν, πάντων ἀπαλλαγέντα δυνηθῆναι περιγενέσθαι τῆς ἀκαθάρτου δυνάμεως ἐκείνης.
 [02632]  Ἐννοήσατε γὰρ, ὅσος κίνδυνος, μηδὲ τὸ μικρότατον τοῦτο (μικρότατον δὲ λέγω, ὅσον εἰς πόνον ἥκει) δυνηθῆναι κατορθῶσαι.
 [03779]  Σὺ οἴει δυνηθῆναι ἀναλωθῆναί ποτε;
 [08590]  Ἢ μικρὰν ἐλεημοσύνην οἴει εἶναι, ψυχὴν ἀπορουμένην, κινδυνεύουσαν περὶ τῶν ἐσχάτων, ὑπὸ πυρώσεως συνεχομένην, δυνηθῆναι ἀπαλλάξαι τῆς νόσου;
 [09247]  Ἀγαπητὸν εὐήνιον ἵππον ἔχοντα καὶ εὐσκελῆ δυνηθῆναι τὸ βραβεῖον λαβεῖν.
 [09999]  Πότε οὖν αὕτη εἰς συναίσθησιν ἔλθῃ τοσαύτην ἔχουσα σκοτοδινίαν, ἣν ἀγαπητὸν γαλήνης ἀπολαύουσαν καὶ εὐδίας, δυνηθῆναι ἐπιγνῶναι τὴν οἰκείαν εὐγένειαν;
 [09999]  ὁ γὰρ τοσοῦτον ἰσχύσας, ὡς δυνηθῆναι τοσούτου περιγενέσθαι πάθους, ἰσχύσει καὶ ἑτέρου κατατολμῆσαι.
000-00-00 Serial Number=0878019392
In Ecclesiasten Ante [Go Back]  
 [00556]  Οὐκ ἀπὸ τούτου δὲ μόνον τοῦτο αὐτὸ δείκνυται, ἀλλὰ καὶ <ἀπὸ> τοῦ μὴ δυνηθῆναι κωλῦσαι θάνατον, μηδὲ ἀποστεῖλαί τινα μέλλοντα κινδυνεύειν ἐκ πολέμου δυνατὸν αὐτῷ·
000-00-00 Serial Number=0054948807
In Isaiam Ante [Go Back]  
 [00572]  οὗτος δὲ καὶ τῶν ἀναγκαίων ἠπόρει καὶ θητεύων ἐτρέφετο καὶ τοσοῦτον ἀπέσχε κρατῆσαι τἀδελφοῦ, ὅτι δὴ καὶ περὶ αὐτῶν ἐκινδύνευε τῶν ἐσχάτων καὶ ἅπαξ αὐτῷ συντυχὼν μόνον μετὰ πολλοῦ τοῦ δέους, ἠγάπησε τὸ δυνηθῆναι διαφυγὼν αὐτὸν καὶ σωθῆναι.
 [00828]  ἀγαπητὸν γὰρ ἦν καὶ οὕτως ἀγομένους δυνηθῆναι διατηρῆσαι τὴν παρὰ τοῦ θεοῦ δεδομένην πολι τείαν αὐτοῖς.
 [02058]  εἰ γὰρ μὴ Σεραφὶμ ἐφάνη, μηδὲ αὐτὸς ἐπὶ θρόνου καθήμενος, ἀλλ' ὅμως ἕτερον παράδοξον θέαμα τότε ἐδείχθη τῷ προφήτῃ καὶ τοιοῦτον, ὡς μηδένα ἀντιβλέψαι δυνηθῆναι τῷ φαινομένῳ.
000-00-00 Serial Number=0773122966
In Joannem Ante [Go Back]  
 [00306]  ἀλλ' ἀγαπητὸν διὰ πολλῶν γοῦν δυνηθῆναι κἂν ἀμυδρῶς περιδράξασθαι τῶν προσόντων αὐτῷ.
 [01529]  Οὐ γὰρ ἔστιν ἄνθρωπον τῶν κατὰ τὸν παρόντα βίον ἀντεχόμενον πραγμάτων σφοδρῶς δυνηθῆναι ἐπιλαβέσθαι τῶν ἐν τοῖς οὐρανοῖς γνησίως·
 [02110]  Οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἦν τέως, τὸ τοὺς ἀκούοντας τοῦ οὕτω θαυμασίου, τοῦ Ἰωάννου λέγω, καὶ περιφανοῦς, καὶ πρὸς ὃν ἅπαντες ἔτρεχον, καὶ ὃν ἄγγελον ἐνόμιζον εἶναι, τὸν οὐδέπω φανέντα οὐδὲ θαυματουργήσαντα, δυνηθῆναι πιστεῦσαι κρείττονα εἶναι.
 [03100]  ἐπὶ δὲ τῆς ψυχῆς τῆς ἡμετέρας οὐχ οὕτως, ἀλλ' ἀγαπητὸν πολλάκις σπείραντα καὶ πολλὴν ἐπιδειξάμενον ἐπιμέλειαν, ἅπαξ γοῦν δυνηθῆναι τὸν καρπὸν ἀπολαβεῖν.
 [03647]  Πολλῆς ἡμῖν, ἀγαπητοὶ, δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε δυνηθῆναι τὸ βάθος κατοπτεῦσαι τῶν θείων Γραφῶν.
 [03855]  Ταῦτ' οὖν εἰδότες, καὶ ἡμεῖς ἅπαντα πράττωμεν, ὥστε διὰ τῶν οἰκείων ἔργων σωθῆναι δυνηθῆναι, ἵνα μὴ μάτην ἑαυτοὺς ταῖς εἰς ἑτέρους ἀπατήσαντες ἐλπίσι, τότε μάθωμεν ὅτι μάτην ἠπατήθημεν, ὅτε τῆς γνώσεως ἡμῖν ταύτης [59.134] ὄφελος οὐδέν.
 [04169]  Ὅτι τοῦτο μάλιστα ἦν τὸ δεικνύον αὐτὸν οὐκ ὄντα ἄνθρωπον ψιλὸν, τὸ δυνηθῆναι κατὰ τοῦ θανάτου στῆσαι τρόπαιον, τὸ τὴν τυραννίδα αὐτοῦ τὴν μακρὰν, καὶ τὸν χαλεπὸν καταλῦσαι πόλεμον οὕτω ταχέως.
000-00-00 Serial Number=0809213281
In Juventinum et Maximum martyres Ante [Go Back]  
 [00022]  Οὕτω γὰρ ἔζεον τῷ κατὰ Θεὸν πόθῳ, ὡς δυνηθῆναι χωρὶς διωγμοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι, χωρὶς μάχης στῆσαι τρόπαιον, χωρὶς πολέμου νίκην ἄρασθαι, χωρὶς συμβολῆς τὸ βραβεῖον ἁρπάσαι·
000-00-00 Serial Number=0316603959
In Psalmum 145 Ante [Go Back]  
 [00315]  Οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κυρίοις δοῦναι τὴν χάριν ἔνι διαλεχθῆναι πολλάκις, ἀλλ' ἀνάγκη πρότερον δια κόνους καὶ οἰκονόμους αὐτῶν, καὶ ἐπιτρόπους, καὶ χρήμασι, καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι' ἐκείνων δυνηθῆναι τὴν αἴτησιν λαβεῖν·
000-00-00 Serial Number=0384947062
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00324]  Ἔξεστι γὰρ καὶ τὸν ἐν κακίᾳ, μεταστάντα τῆς πονηρίας, πρὸς ἀρετὴν ἐπανελθεῖν, καὶ δυνηθῆναι γενέσθαι τῶν ἐξ ἀρχῆς εὖ βεβιωκότων ἴσον·
000-00-00 Serial Number=0095872343
In epistulam II ad Corinthios Ante [Go Back]  
 [05049]  Καὶ τίνος ἕνεκεν οὐ τίθησιν αὐτῶν τὰ ὀνόματα, ἀλλὰ τὸν μὲν Τίτον καὶ ὀνομαστὶ γνωρίζει, καὶ ἀπὸ τῆς εἰς τὸ Εὐαγγέλιον συνεργίας καλεῖ (εἴ γε τοσοῦτον ἦν χρήσιμος, ὡς διὰ τὴν ἀπουσίαν αὐτοῦ μηδὲ δυνηθῆναι μέγα τι καὶ γενναῖον ποιῆσαι τὸν Παῦλον·
 [05829]  Οὐ γὰρ ἦν ἀνθρωπίνης δυνάμεως τοσαῦτα δυνηθῆναι, ἀλλ' ἡ τοῦ σταυρωθέντος ἰσχὺς ἐμπνέουσα αὐτῷ, τοιοῦτον αὐτὸν εἰργάσατο, καὶ ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων καὶ βασιλέων καὶ πάντων δυνατώτερον ἀπέφηνεν.
000-00-00 Serial Number=0152732730
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02647]  Καὶ γὰρ καὶ τοῦτο, τὸ δυνηθῆναι μέχρις αἵματος ἀντικαταστῆναι πρὸς τὴν ἁμαρτίαν καὶ μὴ ἐνδοῦναι, ἑτέρου λέοντός ἐστι ῥύσασθαι, τοῦ διαβόλου.
000-00-00 Serial Number=0600742877
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00318]  καὶ πολλῶν χρεία πόνων, ὥστε δυνηθῆναι πρὸς τὸ τέλος ἐλθεῖν.
 [02153]  Τὸ μὲν γὰρ τὴν ἀρχὴν μὴ δυνηθῆναι, ἴσως τῆς τοῦ πράγματος φύσεως ἦν·
 [03631]  καὶ πρὶν ἢ δυνηθῆναι τῇ χειρὶ τοῦτο ποιεῖν, αὐτοὶ ἐντυποῦτε αὐτοῖς τὸν σταυρόν.
 [07236]  Ὥστε ἡ προτροπὴν ἡμῖν οὐχ ὑπὲρ τοῦ μὴ πεσεῖν, ἀλλ' ὑπὲρ τοῦ τοὺς κειμένους δυνηθῆναι ἀναστῆναι.
 [09266]  ∆ιὸ δὴ καὶ ἐνταῦθα κοινὸν ὑπόδειγμα εἰς μέσον φέρει, δι' οὗ βιάζεται καὶ φιλονεικεῖ δεῖξαι οὐδένα ἠλαττωμένον, ὃ καὶ θαυμαστὸν ἦν καὶ παράδοξον δυνηθῆναι κατασκευάσαι, καὶ τοὺς ἀφελεστέρους ἱκανὸν ἀνακτήσασθαι, τὸ τοῦ σώματος λέγω.
 [09999]  Εἶτα ἐπειδὴ τὰ παλαιὰ ἔλεγε, καὶ τὸν παρόντα ἐπέστησε χρόνον εἰπὼν, Ἐν ᾧ καὶ ἑστήκατε, προκα-ταλαμβάνων αὐτοὺς, ὡς μηδὲ, εἰ σφόδρα βουληθεῖεν, ἀρνήσασθαι δυνηθῆναι.
000-00-00 Serial Number=0838438511
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02668]  ἀγαπητὸν γὰρ εὔζωνον ὄντα δυνηθῆναι διαδραμεῖν·
000-00-00 Serial Number=0067673385
In epistulam ad Colossenses Ante [Go Back]  
 [01238]  Τὸ γὰρ ἔθνη ἀπεῤῥιμμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ' οἰκονομίας τῆς τοῦ Θεοῦ·
 [01467]  τὸ γὰρ τὰ τοιαῦτα δυνηθῆναι μαθεῖν, οὐ τῶν τυχόντων ἐστίν.
 [03767]  Εἰπὲ γάρ μοι, εἴ τις κόρην ἐκαλλώπιζε βασιλέως, καὶ εὐδοκίμει καλλωπίζων αὐτὴν καὶ σεμνὴν ἐργαζόμενος, ἕτερος δέ τις ἐβούλετο ταύτην ἀσχημονῆσαι, καὶ μὴ δυνηθῆναι καλλωπίσαι, τίνι ἂν ἐπεβούλευσε, τούτῳ ἢ ἐκείνῃ καὶ τῷ ταύτης πατρί;
000-00-00 Serial Number=0490503430
In epistulam ad Ephesios Ante [Go Back]  
 [01596]  Οὐ πρὸς τὸ δεῖξαι ἑαυτὸν ἀθῷον σπεύδει, ἀλλὰ πρὸς τὸ δυνηθῆναι κοινωνοὺς τῶν ἐγκλημάτων εὑρεῖν.
 [04699]  Ἀγαπητὸν γὰρ, πάντων τῶν ἀτόπων ἑαυτοὺς ἀποστήσαντας, δυνηθῆναι τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, μήτι γε τοσαῦτα ἐπισυρομένους, καὶ τὸ ἀκριβὲς τῆς διανοίας διὰ τῶν τοσούτων λυμαινομένους.
 [05878]  Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι.
000-00-00 Serial Number=0077909291
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01276]  ὅπερ καὶ σημεῖον μέγιστόν ἐστι τοῦ μηδένα δυνηθῆναι δικαιωθῆναι ἐκ τοῦ νόμου.
000-00-00 Serial Number=0185503721
In epistulam ad Hebraeos Ante [Go Back]  
 [06589]  Οὐκ ἔστιν οὕτως εὔστοχος ὁ διάβολος, ὡς δυνηθῆναι τοῦ ὕψους ἐφικέσθαι, ἀλλὰ τί;
 [07330]  τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι Πατέρα τὸν Θεόν.
 [08421]  εἰ γὰρ καὶ ἑαυτὰς πωλεῖν ἐχρῆν, εἰ γὰρ ἀντ' ἐλευθέρων γενέσθαι δούλας, ὥστε δυνηθῆναι μετ' ἐκείνου εἶναι τοῦ νυμφίου, τοῦ κάλλους ἀπολαύειν ἐκείνου, μόνον ὁρᾷν εἰς τὸ πρόσωπον ἐκείνου·
 [08471]  Καὶ τοῦτο δὲ εἰς παράκλησιν οὐ μικρὸν, ὅταν μάθωμεν, ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ τὸ τοιαῦτα δυνηθῆναι, ἐκείνου συγχωροῦντος·
 [09637]  Ὑπωπίαζε τὸ σῶμα, ὥστε δυνηθῆναι εἰσελθεῖν·
000-00-00 Serial Number=0940784395
In epistulam ad Philippenses Ante [Go Back]  
 [04316]  Ἀγαπητὸν γὰρ τρέχοντας καὶ ἐπεκτεινομένους καὶ συμμορφουμένους τῷ θανάτῳ αὐτοῦ, ὡς Παῦλος εἶπε, δυνηθῆναι ἐπιτυχεῖν, μήτι γε δὴ καθεύδοντας.
000-00-00 Serial Number=0378250480
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00602]  Οὐ γάρ ἐστιν ἴσον πανταχόθεν πολεμούμενον καὶ μυρίοις περιαντλούμενον κακοῖς δυνηθῆναι στῆναι γενναίως, καὶ καθάπερ ἐν λιμένι καθήμενον νῦν καὶ πάσης ἀπολαύοντα ἀδείας τὴν αὐτὴν ἐπιδείξασθαι προθυμίαν.
000-00-00 Serial Number=0143427908
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00162]  Καὶ οὐχ ἁπλῶς τέρψεως ἕνεκεν καὶ ψυχαγωγίας τὸ ἔργον μετῄει, καθάπερ πολλοὶ τῶν ἀδελφῶν, ἀλλὰ τοσοῦτον ἐπεδείκνυτο περὶ αὐτὸ πόνον, ὡς καὶ ἑτέροις δυνηθῆναι ἐπικουρῆσαι.
000-00-00 Serial Number=0052668571
In principium Actorum Ante [Go Back]  
 [00441]  ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκοδομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστε [51.80] δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσοντας.
 [01275]  ἀλλ' ὅπουπερ ἂν περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι ἐμπαγῆναί σοι ἀναμένων τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας.
000-00-00 Serial Number=0398127735
In sanctum Eustathium Antiochenum Ante [Go Back]  
 [00171]  [50.604] μετὰ πολλῆς τῆς σφοδρότητος ἀπωθουμένων ἁπάντων τοὺς δώδεκα ἀνθρώπους ἐκείνους, τοὺς ἀποστόλους λέγω, δυνηθῆναι ἐν βραχεῖ καιρῷ μαστιζομένους, ἐλαυνομένους, μυρία πάσχοντας δεινὰ, τῶν ταῦτα ποιούντων κρατῆσαι μεθ' ὑπερβολῆς ἁπάσης.
000-00-00 Serial Number=0079706788
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00160]  Ἡ μὲν γὰρ προαίρεσις ἐκ τοῦ μὴ θελῆσαι, ἡ δὲ χάρις ἐκ τοῦ δυνηθῆναι.
000-00-00 Serial Number=0068599999
Sermo cum presbyter fuit ordinatus Ante [Go Back]  
 [00140]  ἐπειδὴ δὲ εἰς μέσον ἤχθημεντὸ δὲ πῶς παρίημι, εἴτε ἀνθρωπίνῃ σπουδῇ, εἴτε χάριτι θείᾳ, οὐδὲν γὰρ ὑμῖν φιλονεικῶ, ἵνα μή τις καὶ εἰρωνεύεσθαι φαίη, πλὴν ἀλλ' ἐπειδὴ ἤχθημεν καὶ τὸν ζυγὸν τοῦτον ὑπέδυμεν τὸν ἰσχυρὸν καὶ βαρύν, πολλῶν ἡμῖν δεῖ χειρῶν, μυρίων εὐχῶν, ὥστε δυνηθῆναι τὴν παρακαταθήκην ἀποδοῦναι σώαν τῷ παρακαταθεμένῳ ∆εσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται καὶ εἰσάγωνται καὶ τὰς εὐθύνας ὑπέχωσι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»