Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βουλομένοις [120]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βουλομένοις


000-00-00 Serial Number=0296752512
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00106]  οὕτως, ἔχθρας προκαταλαβούσης ἡμῶν τὰς ψυχὰς, πάντα εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις ἡμῖν συγκρούειν ἐπιπλεῖόν ἐστι, τῶν μὲν χρηστῶν ἀπιστουμένων, πιστευομένων δὲ μόνων τῶν πονηρῶν.
 [00207]  Ὅταν γὰρ ἃ μὲν ἐπιτάττει ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύει χαλεπώτερα καὶ ἐπίπονα, ἡμεῖς δὲ τὰ προστεταγμένα ἀφέντες, τὰ κεκωλυμένα πράττομεν, ἆρα οὐχ ὡς φιλονεικοῦντας αὐτῷ ταῦτα ἁμαρτάνειν φήσουσιν ἡμᾶς οἱ ἐχθροί;
000-00-00 Serial Number=0823651791
Ad Innocentium papam i Ante [Go Back]  
 [00073]  Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλλειν οὓς ἂν ἐθέλοι τις, κατ' ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πόλεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκουμένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων.
000-00-00 Serial Number=0892306983
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00135]  Καὶ τοῖς βουλομένοις δὲ εἰς τὴν βασιλείαν βαδίζειν, διὰ τῆς ἐστενοχωρημένης τοῦτο κελεύει ποιεῖν ὁδοῦ, ὡς οὐκ ἐνὸν ἑτέρωθεν ἐκεῖσε ἐλθεῖν.
 [00213]  πλὴν ἀλλ' ὅμως οὐδὲ τοῦτο ἤρκεσεν ἂν τοῖς βουλομένοις ἀγνωμονεῖν.
 [01419]  Ἐπειδὴ γὰρ μετὰ τὸ τοὺς κατασκόπους ἀνελεῖν ἐπεχείρουν, καὶ λίθοις αὐτὸν ἔβαλλον, διαφυγὼν τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν ὑπὲρ αὐτῶν εὐχὴν πάλιν ἐτρέπετο, καὶ τὸν Θεὸν παρεκάλει ἵλεων γενέσθαι τοῖς βουλομένοις αὐτὸν ἀνελεῖν·
000-00-00 Serial Number=0675782323
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00607]  Συνιδὼν γὰρ ἀπὸ τῆς πείρας καλῶς τὸ δέλεαρ, καὶ πάντα εἰς τοὺς δεομένους ἀναλώσας τὸν πλοῦτον, καὶ τῶν φροντίδων ἀπολύσας ἑαυτὸν ἐκείνων, πᾶσαν τοῖς βουλομένοις ἐπιβουλεύειν ἐξέκοψε πρόφασιν·
000-00-00 Serial Number=0544533551
Ad illuminandos catecheses Ante [Go Back]  
 [00207]  κἂν ἐγκαλέσῃ τις, εὐθέως γέλως ἕπεται καὶ χλευασία πολλὴ, οὐχὶ τοῖς ἐγκαλουμένοις ὑπὲρ τῶν ὅρκων, ἀλλὰ τοῖς διορθῶσαι τὸ νόσημα βουλομένοις.
000-00-00 Serial Number=0718248129
Ad populum Antiochenum Ante [Go Back]  
 [03143]  ἀλλ' ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐκ τῶν εἰρημένων ἱκανὰς τοῖς βουλομένοις ἀφορμὰς δόντες ἀρκεσθησόμεθα.
 [03947]  Τὸ μηδὲ βουλομένοις μηδὲ σπουδάζουσι δυνατὸν εἶναι εὐορκῆσαι πολλάκις.
 [03955]  οὐδὲ γὰρ βουλομένοις αὐτοῖς οὐδὲ σπουδάζουσι φυλάξαι δυνατὸν τὸν ὅρκον λοιπόν·
 [05307]  οὐχὶ τοὺς ἁμαρτάνοντας αὐτοὺς ἐποίησε διηνεκῶς καίεσθαι μέχρι τῆς παρούσης ἡμέρας, ἀλλ' ἐκείνους μὲν ἅπαξ ἐμπρησθέντας ἀπέκρυψε, τὸ δὲ πρόσωπον τῆς γῆς κατακαύσας, εἰς τὸ μέσον ἅπασι προὔθηκε τοῖς μετὰ ταῦτα βουλομένοις ὁρᾷν, καὶ νῦν φωνῆς ἁπάσης λαμπρότερον πάσαις ταῖς μετὰ ταῦτα παραινεῖ γενεαῖς ἡ τῆς γῆς ὄψις, μονονουχὶ βοῶσα καὶ λέγουσα·
 [05427]  Τί γὰρ ἂν γένοιτο δυσκολώτερον, εἰπέ μοι, ἀλλ' ἢ ὅταν τις νέος τοῖς βουλομένοις καταμαλάττειν αὐτὸν καὶ λυγίζειν αὐτοῦ τὰ μέλη παραδοὺς ἑαυτὸν, φιλονεικοίη πρὸς ἀκρίβειαν τροχοῦ δίκην τὸ σῶμα ἅπαν κάμπτειν καὶ στρέφεσθαι ἐπὶ τοῦ ἐδάφους, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τῶν χειρῶν περιαγωγῆς καὶ τῆς ἄλλης δινήσεως εἰς τὸ θῆλυ γένος ἐκβῆναι βιάζηται, καὶ μήτε τὴν δυσκολίαν τῶν γινομένων, μήτε τὴν αἰσχύνην τὴν ἀπὸ τούτων λογίζηται;
000-00-00 Serial Number=0544699609
Ad viduam juniorem Ante [Go Back]  
 [00036]  Καθάπερ γὰρ πόλις ἀτείχιστος εἰς μέσον ἅπασι τοῖς βουλομένοις ἁρπάζειν πρόκειται, οὕτω καὶ κόρη χηρείᾳ συζῶσα πολλοὺς ἔχει πανταχόθεν τοὺς ἐπιβουλεύοντας, οὐ τοὺς τῶν χρημάτων αὐτῆς ἐφιεμένους μόνον, ἀλλὰ καὶ τοὺς τὴν σωφροσύνην αὐτῆς διαφθεῖραι σπεύδοντας.
000-00-00 Serial Number=0960059524
Adversus Judaeos Ante [Go Back]  
 [00824]  Ὅτι γὰρ οὐδὲ σφόδρα βουλομένοις ἡμῖν καὶ σπουδάζουσι δυνατὸν πάντως τηρῆσαι τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἐσταυρώθη, δῆλον ἐκεῖθεν.
 [01234]  Ἀλλ' ὥσπερ ἐκείνοις ἐγκαλοῦμεν ὅτι παρανομοῦσιν, οὕτω καὶ πολλῷ μᾶλλον ὑμῖν, ὅτι τοῖς παρανομοῦσι συνέρχεσθε, καὶ οὐχὶ τοῖς συντρέχουσι μόνον, ἀλλὰ καὶ τοῖς κυρίοις οὖσι κωλῦσαι, καὶ μὴ βουλομένοις.
 [01421]  Εἰ μὲν οὖν μετὰ τὴν ἅλωσιν δέκα μόνον ἔτη ἦν, ἢ εἴκοσι, ἢ τριάκοντα, ἢ πεντήκοντα, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν ἀναισχυντεῖν, πλὴν ἀλλ' ὅμως ὑπελέλειπτό τις τοῖς φιλονεικεῖν βουλομένοις πρόφασις·
000-00-00 Serial Number=0217336714
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00295]  Εἰ γὰρ τὸ τῶν οἰκείων ἁμαρτημάτων μὴ ἐπαισθάνεσθαι, ἀλλ' ἀναλγήτως πλημμελεῖν, ἔσχατος ὅρος κακίας ἐστὶ, ποῦ τάξομεν τοὺς νέους τούτους νομοθέτας τῆς καινῆς ταύτης καὶ ἀτοπωτάτης νομοθεσίας, οἳ μετὰ πλείονος τῆς παῤῥησίας τοὺς τῆς ἀρετῆς ἀπελαύνουσι διδασκάλους, ἢ [47.332] τοὺς τῆς κακίας ἕτεροι, καὶ τῶν πλημμελησάντων πλέον τοῖς διορθοῦν βουλομένοις ἐκπεπολέμωνται;
 [00890]  τίς ἡμᾶς λήψεται δίκη τοὺς ἐν χρόνοις γενομένους πολλῷ μείζονα ἀπαιτοῦσι φιλοσοφίαν, καὶ τῆς ἀρετῆς ἀποδέοντας τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ τοῖς βουλομένοις τοῦτο ποιεῖν ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τὰ ἔκγονα διακειμένους;
 [01184]  οὗτοι οἱ καὶ ἑτέροις μυρίων αἴτιοι συμφορῶν, οἱ τοῖς βουλομένοις ἡσυχάζειν ἐνοχλοῦντες, καὶ πανταχόθεν ἕλκοντες καὶ σπαράττοντες·
 [01677]  Ὅλως δὲ, εἴπερ ἐβουλόμεθα καὶ ἐξ ἀρχῆς διαπλάττειν τοὺς παῖδας, καὶ τοῖς βουλομένοις ῥυθμίζειν παραδιδόναι, οὐκ ἦν ἀπεικὸς αὐτοὺς ἐν τῇ πρώτῃ στῆναι τάξει τοῦ στρατοπέδου·
000-00-00 Serial Number=0372934341
Catecheses ad illuminandos Ante [Go Back]  
 [00898]  [6.4] Ἀλλ' ἐπειδὴ οὐ τοῦτο σκοποῦμεν μόνον εἰ τὰ τῶν μισθῶν ἀκέραια ἡμῖν μένει καὶ τὰ τῶν ἀντιδόσεων, ἀλλὰ καὶ τὸ ὑμέτερον κέρδος καὶ τὴν ὠφέλειαν τὴν ὑμετέραν περὶ πολλοῦ ποιούμεθα, οἰκείαν ζημίαν κρίνοντες τὴν ὑμετέραν ῥᾳθυμίαν, διὰ τοῦτο καὶ ἀκρωτηριάζεσθαι ἡμῖν λογιζόμεθα τὰ τῆς ἡδονῆς καὶ μάλιστα ὅταν ἐννοήσωμεν ὅτι τοῦτο αὐτὸ πλείονος κατακρίσεως αἴτιον γίνεται τοῖς μετὰ τοσαύτην παραίνεσιν ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένουσι καὶ μηδὲν κερδαίνειν βουλομένοις ἀπὸ τῆς συνεχοῦς διδασκαλίας.
 [01045]  Καὶ ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων πᾶσιν ἀδεῶς πρόκεινται τοῖς ἀρύεσθαι βουλομένοις τὰ ἐκεῖθεν νάματα καὶ ὅσον ἂν ὑποδέξασθαι δύνηται τοῦ ἀγγείου τὸ μέγεθος, τοσοῦτον λαβὼν ἄπεισιν ὁ βουλόμενος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν πηγῶν τούτων τῶν πνευματικῶν ἔστιν ἰδεῖν.
000-00-00 Serial Number=0811353862
Commentarius in Job Ante [Go Back]  
 [00023]  ἐπειδὴ γὰρ μετὰ τὴν τῶν δεινῶν ἐπαγωγὴν ἤμελλεν ἄπιστος εἶναι ἡ πρὸς τὸ βέλτιον αὐτοῦ μεταβολή, διὰ τοῦτο πολὺν χρόνον ποιεῖ καὶ πολλοὺς γενέσθαι θεατάς, καὶ ἔξω αὐτὸν καθίζει πᾶσιν ἐσόμενον θέατρον τοῖς βουλομένοις ὁρᾶν, ἵνα, ὅταν αὐτὸν μέλλῃ πρὸς τὸ βέλτιον μετατιθέναι, μηδεὶς ἀπιστῇ, ὅτι οὗτος ἐκεῖνος ἦν.
 [00690]  καὶ τοῖς βουλομένοις βλασφημεῖν ἐμφράττει τὰ στόματα, χαλινοῖ τὴν γλῶτταν.
 [00695]  νῦν δὲ καὶ λογισμοὺς δικαίους κινεῖ καὶ τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν πᾶσαν πρόφασιν ἀνεῖλεν.
 [03676]  βίαν ἐποίει τοῖς καὶ ἥκουσι βουλομένοις αὐτὸν παρατρέχειν·
000-00-00 Serial Number=0717958093
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00005]  Ἐπὶ δὲ τῆς γενεᾶς τῆς ἡμετέρας καὶ τρίτος τις ἐπενοήθη τρόπος, καινός τις καὶ παράδοξος, καὶ πολλὴν ἔχων ἀπορίαν τοῖς βουλομένοις τὴν αἰτίαν εὑρεῖν.
 [00010]  πάντως δὲ, εἰ διαμάρτοιμι τοῦ σκοποῦ, ἔξεστιν ἐπιλαβέσθαι τοῖς βουλομένοις ὑμῶν.
 [00186]  ἀποδώσομεν τῇ παρθένῳ τὴν ἀμοιβὴν ἀνθ' ὧν οὐκ ἔγημεν, οὐδὲ τὸν παρόντα κόσμον ἠγάπησεν, ἀλλ' ἀντὶ πάντων εἵλετο τὸν Χριστὸν, ἀφέντες αὐτὴν προκεῖσθαι τοῖς βουλομένοις τῶν ὄντων ἀποστερεῖν.
 [00236]  οὕτως πρόκεινται πᾶσιν ἕτοιμοι τοῖς βουλομένοις ὀρέξαι χεῖρα.
 [00349]  μᾶλλον δὲ πάντα μὲν οὐδὲ βουλομένοις δυνατὸν ἦν εἰπεῖν, ὀλίγα δὲ ἐκ πολλῶν συνθέντας, καὶ οὕτως ἱκανὸν ἦν ἐργάσασθαι τὸ μῆκος·
 [00426]  Τὸ γὰρ ἔρωτα πονηρὸν ἐν ψυχῇ τρέφειν, καὶ πρὸς ἐπιθυμίαν ὁρᾶν γυναῖκα, καὶ καταμανθάνειν κάλλος ἀλλότριον, καὶ καταισχύνειν μὲν ἑαυτὸν, βλάπτειν δὲ τοὺς ἀσθενεστέρους, καὶ πολλὰς μὲν Ἕλλησι παρέχειν λαβὰς, πολλὰς δὲ Ἰουδαίοις, καὶ τούς τε οἰκείους τούς τε ἀλλοτρίους ὑποσκελίζειν, καὶ πολλὴν τῆς τοῦ Θεοῦ δόξης κατασκεδάζειν βλασφημίαν, καὶ δουλοπρεπεῖς ἀναδέχεσθαι διακονίας, καὶ πρὸς τὸν τῶν βιωτικῶν πραγμάτων θόρυβον ἑαυτοὺς εἰσωθεῖν, καὶ τὴν δωρηθεῖσαν ἡμῖν ἐλευθερίαν προπίνειν τῷ διαβόλῳ, καὶ ταύτης χαλεπωτάτην ἀντικαταλλάττεσθαι τυραννίδα, καὶ καταγέλαστον μὲν φίλοις, ἐπονείδιστον δὲ ἐχθροῖς εἶναι, καὶ πονηρὰν μὲν τῷ κοινῷ τῆς Ἐκκλησίας προστρίβεσθαι δόξαν, καταισχύνειν δὲ τὸ σεμνὸν τῆς παρθενίας ἀξίωμα, καὶ τοῖς ἀσελγαίνειν βουλομένοις πολλὰς παρέχειν προφάσεις, καὶ ἕτερα τούτων πλείονα κατασκευάζειν δεινά, οὐ γὰρ ἅπαντα οὔτε συνιδεῖν οὔτε λόγῳ παραστῆσαι δυνατὸν, ὅσα διὰ τῶν πραγμάτων αὐτῶν ὑπομένουσι, καὶ τῶν σφόδρα κεκωλυμένων ἐστὶ, καὶ τῶν κόλασιν ἐχόντων ἀφόρητον.
000-00-00 Serial Number=0520057023
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00098]  Ἐκεῖνοι μὲν γὰρ οὐκ εἶχον εἰς ἑτέρους ἀνενεγκόντες ὑπὲρ τούτων ἐλπίσαι τοῦ πράγματος περιέσεσθαι, οἱ δὲ μετ' ἐκείνους εἰς ἐκείνους ὁρῶντες προχειρότερον ἂν τοῦ πλάσματος κατετόλμησαν τοῦ παραδείγματος τῶν προτέρων τοῖς δευτέροις παρακελευομένου θαρρεῖν ὡς οὐδενὸς ἐν τῇ γῇ νοῦν ἔχοντος ἀλλὰ πάντων ἐξεστηκότων καὶ μεμηνότων, καὶ τοῖς βουλομένοις ἐξὸν ἅπασιν ἅπερ ἂν θέλωσι περὶ ἑαυτῶν λέγειν τε καὶ πιστεύεσθαι.
 [00320]  Ὡς γὰρ εἶδε τὸ χωρίον ὑπὸ τῆς τῶν νέων ἀσελγείας τυραννούμενον καὶ κινδυνεῦον ἄβατον εἶναι τοῖς σεμνοτέροις καὶ ἐπιεικῶς βουλομένοις βιοῦν ἐλεήσας αὐτὸ τῆς ἐπηρείας ἔπεμψε τὸν ἀμυνοῦντα τὴν ὕβριν.
 [00422]  Εἰ μὲν γὰρ εἶπεν ὅτι διὰ τὸν ἅγιον οὐ δύναμαι φθέγγεσθαι ἀλλὰ μηδὲν κινεῖτε μηδ' ἐνοχλεῖτε περαιτέρω τοῖς αὐτοῦ μόνοις ἂν ἐγένετο φανερόν οὐ γὰρ ἂν εἰς ἑτέρους τοῦτο ἐξήνεγκαν αἰσχυνόμενοι νῦν δὲ ὥσπερ ἐκπομπεῦσαι σπουδάζων τὴν ἀσθένειαν αὐτοῦ οὕτως ἅπαντα πράττειν ἠνάγκαζε δι' ὧν οὐδὲ βουλομένοις ἐνῆν συσκιάσαι τὸ γεγονός.
 [00469]  Καὶ γὰρ τότε ἐτάγησαν μὲν οἱ στρατιῶται τὸ σῶμα φυλάττειν τοῦ Ἰησοῦ ἵνα μὴ ἐκγένηται, φησί, κακουργῆσαι περὶ τὴν κλοπὴν τοῖς μαθηταῖς, τὸ δὲ πρᾶγμα εἰς τοῦτο ἐξέβαινεν ὥστε μηδὲ ἀναίσχυντον πρόφασιν ὑπολειφθῆναι τοῖς βουλομένοις περὶ τὴν πίστιν τῆς ἀναστάσεως κακουργεῖν.
 [00471]  Στρεβλούμενος δὲ καὶ αἰκιζόμενος καὶ οὐδένα ἔχων ἐκδοῦναι ἐμαρτύρει θεόπεμπτον εἶναι τὸ πῦρ ὡς μηδὲ τοῖς ἀναισχυντεῖν βουλομένοις εἶναί τινα λόγον λοιπόν.
 [00632]  Εἰ δὲ ὁ ναὸς δέξοιτο τὴν φλόγα παντὸς κήρυκος σαφέστερον οὐ τοῖς τότε μόνον ἀλλὰ καὶ τοῖς μετέπειτα πᾶσιν ἀπαγγελεῖ τοῦ Θεοῦ τὴν ὀργήν, ὡς καὶ τοῖς βουλομένοις ἀναισχυντεῖν καὶ συγκαλύπτειν τὸ γεγονὸς πᾶσαν ἀνῃρῆσθαι πρόφασιν.
000-00-00 Serial Number=0985525370
De Christi precibus Ante [Go Back]  
 [00035]  οὕτω καὶ χάρισμα πνευματικὸν καὶ λόγος διδασκαλικὸς συνεχῶς μὲν ἀντλούμενος καὶ διδοὺς ἀρύεσθαι τοῖς βουλομένοις, ἀναβλύζει πλέον·
 [00135]  ὅταν εὑρίσκηται μὴ μόνον νόμους τιθεὶς οὗτος, ἀλλὰ καὶ τοὺς παλαιοὺς διορθούμενος, τίς ὑπολείπεται λόγος τοῖς ἀναισχυντεῖν βουλομένοις;
000-00-00 Serial Number=0661324918
De Lazaro Ante [Go Back]  
 [02570]  καὶ οὐδαμοῦ ἔννοια οὐδὲ ὑπόμνησις τῶν ἡμετέρων λόγων, οὐδὲ τῶν πνευματικῶν καὶ φρικτῶν μυστηρίων τῶν ἐνταῦθα τελουμένων, ἀλλὰ καθάπερ αἰχμάλωτοι γενόμενοι ὑπὸ τῶν τοῦ διαβόλου παγίδων, ἐκεῖ διημερεύουσι, τῇ σατανικῇ θεωρίᾳ ἑαυτοὺς ἐκδεδωκότες, καὶ εἰς αἰσχύνην προκείμενοι καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τοῖς τὰ ἡμέτερα διασύρειν βουλομένοις;
000-00-00 Serial Number=0354812503
De cruce et latrone ii Ante [Go Back]  
 [00332]  Ἀφῆκε τοῖς βουλομένοις τὴν μετάνοιαν ἐπιδείξασθαι.
000-00-00 Serial Number=0299191058
De diabolo tentatore Ante [Go Back]  
 [00363]  Καὶ γὰρ καὶ ἕτερός ἐστι λόγος ἀναντίῤῥητος τοῖς βουλομένοις περὶ τῆς τοῦ Θεοῦ προνοίας φιλοσοφεῖν.
000-00-00 Serial Number=0829031467
De futurae vitae deliciis Ante [Go Back]  
 [00038]  Ἐπεὶ οὖν τοσαῦτα τῶν πνευματικῶν τὰ ἐξαίρετα, καὶ πολλὴν ἔχει τὴν εὐκολίαν, ἅτε πᾶσι τοῖς βουλομένοις δωρεὰν παραγινόμενα, τούτων μᾶλλον ἐρῶμεν, τὰς σκιὰς ἀφέντες, καὶ μὴ τοὺς κρημνοὺς καὶ τοὺς σκοπέλους διώκοντες.
000-00-00 Serial Number=0838082016
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00810]  καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ ἄλλοτε πάλιν ἐπὶ τῆς πορφυροπώλιδος, ὅτε καὶ πράγματα παρέσχε τοῖς βουλομένοις αὐτὸν ἐξαγαγεῖν.
000-00-00 Serial Number=0952715039
De non iterando conjugio Ante [Go Back]  
 [00041]  ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος καὶ μᾶλλον ἀποδεκτός , ἐροῦμεν ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ' ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα.
 [00171]  Ἐκείνων μὲν γὰρ κἂν μεταδιδόαμεν τοῖς βουλομένοις, ταύτης δὲ οὐ θέμις ἡμῖν, ἀλλὰ τῆς ψυχῆς ἀποστησόμεθα πρῶτον, ἢ τοῦτο παθεῖν ἀνεξόμεθα.
000-00-00 Serial Number=0370961964
De paenitentia [1] Ante [Go Back]  
 [00935]  Ὥσπερ οὖν ἐν ταῖς τῶν ἁμαρτημάτων περιστάσεσιν, οὕτω καὶ ἐν ταῖς τῶν κινδύνων ἐπαγωγαῖς, ἱκανὸν τοῖς ἀθυμοῦσι φάρμακον αἱ παλαιαὶ τῶν Γραφῶν ἱστορίαι παρέχουσι πᾶσι τοῖς βουλομένοις προσέχειν.
000-00-00 Serial Number=0267283201
De precatione [1] Ante [Go Back]  
 [00144]  βέλτιον δὲ ἴσως ἐπὶ τὰς θείας ἐλθόντα Γραφὰς, ἐκ τῶν ἀποφάσεων τοῦ Χριστοῦ μαθεῖν τὸν πλοῦτον, ὃν αἱ προσευχαὶ θησαυρίζουσι τοῖς βουλομένοις ἐν αὐταῖς πάντα τὸν βίον σχολάζειν.
000-00-00 Serial Number=0812633455
De sacerdotio Ante [Go Back]  
 [00103]  ἔλεγον δὲ ὅτι τοῦτο γοῦν ἀπ' αὐτῆς κερδανοῦμεν κέρδος οὐ μικρόν, τὸ δυσχείρωτοι γενέσθαι τοῖς καταγωνίσασθαι βουλομένοις ἡμᾶς.
 [00302]  εἴθε μὲν οὖν παρεῖδες, καὶ ἀγαπητὸν ἦν, σὺ δὲ καὶ ὅπως εὐχείρωτοι γενώμεθα τοῖς βουλομένοις λαβεῖν ἐπεβούλευσας.
 [00447]  Ὁ μετὰ τοῦ Πατρὸς ἄνω καθήμενος κατὰ τὴν ὥραν ἐκείνην ταῖς ἁπάντων κατέχεται χερσὶ καὶ δίδωσιν αὐτὸν τοῖς βουλομένοις περιπτύξασθαι καὶ περιλαβεῖν, ποιοῦσι δὲ τοῦτο πάντες διὰ τῶν ὀφθαλμῶν τότε.
 [01013]  ἄν τε γὰρ Ἰουδαίους διδάξαι βουλόμενος ὡς οὐκ ἐν καιρῷ τῆς παλαιᾶς ἔχονται νομοθεσίας, ἄρξηται κατηγορεῖν αὐτῆς ἀφειδῶς, ἔδωκε τοῖς διασύρειν βουλομένοις τῶν αἱρετικῶν λαβὴν οὐ μικράν·
000-00-00 Serial Number=0411140800
De sancta pentecoste Ante [Go Back]  
 [00463]  Εἰ τοίνυν ἐπ' ἀνθρώπου τοσοῦτος ὁ κίνδυνος, ποία γένοιτο ἄν ποτε συγγνώμη τοῖς τοσαύτην ἀπόνοιαν ἐπιδεικνυμένοις, καὶ τὰ παρὰ τοῦ κοινοῦ Σωτῆρος ἡμῶν εἰρημένα παραφθείρειν ἐπιχειροῦσι, καὶ οὐδὲ Παύλου τοῦ τὸν Χριστὸν ἔχοντος ἐν ἑαυτῷ λαλοῦντα ἀκούειν βουλομένοις, λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος·
000-00-00 Serial Number=0099444449
De virginitate Ante [Go Back]  
 [00075]  Ὑμῖν δὲ τὸ βασανίζεσθαι καὶ ταλαιπωρεῖσθαι ἑκατέρωθεν, ἐνταῦθα μὲν ἑκοῦσιν, ἐκεῖ δὲ μὴ βουλομένοις.
 [00176]  Λιμὴν γάρ ἐστι σωφροσύνης τοῖς βουλομένοις αὐτῷ χρῆσθαι καλῶς, οὐκ ἀφιεὶς ἀγριαίνειν τὴν φύσιν.
 [00726]  Οὐδὲ γὰρ οὐ μὴν διὰ τοῦτο κωλύω τοῖς βουλομένοις οὐδὲ αἰτιῶμαι ἀλλ' εὔχομαι μὲν καὶ ποθῶ πάντας εἶναι ὡς καὶ ἐμαυτόν, συγχωρῶ δὲ κἀκεῖνο διὰ τὰς πορνείας.
 [01538]  Ἔνεστι γὰρ καὶ συγκεκλεισμένην μᾶλλον τῶν φαινομένων τοῖς βουλομένοις ἐπιδείκνυσθαι μετὰ πολλῆς τῆς προπετείας καὶ τῆς ἰταμότητος.
000-00-00 Serial Number=0020556450
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01404]  Ὅταν γὰρ ἃ μὲν ἐπιτάττῃ ποιεῖν, εὔκολα καὶ ῥᾷστα τοῖς βουλομένοις, ἃ δὲ ἀπαγορεύῃ, χαλεπὰ καὶ ἐπίπονα·
 [05622]  Ὥσπερ γὰρ οὐδὲν ὄφελος βασιλέως ἁλουργίδα μὲν περικειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν·
 [08662]  Ἀδύνατον γὰρ ἦν ἄνω μένοντα τοῦτο ποιεῖν, ἐπειδὴ ἄπειρον τὸ ὕψος, καὶ οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι καὶ γνωρίσαι τοῖς βουλομένοις ἰδεῖν.
 [09999]  Χάος μέγα μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι.
000-00-00 Serial Number=0986651599
Epistulae ad Olympiadem Ante [Go Back]  
 [01199]  τοῦτο δὴ τὸ μυρίων πολλοῖς αἴτιον γενόμενον κακῶν οἳ καὶ ἐν ἱερωσύνῃ διαλάμψαντες καὶ πρὸς ἔσχατον γῆρας ἐλάσαντες καὶ βαθυτάτην πολιὰν ἐντεῦθεν ὤλισθον καὶ κοινὸν πρόκεινται τοῖς βουλομένοις κωμῳδεῖν θέατρον;
000-00-00 Serial Number=0837572694
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01172]  Ὥστε μὴ εἶναι διαφυγεῖν βουλομένοις αὐτοῖς.
000-00-00 Serial Number=0224689782
Fragmenta in Job Ante [Go Back]  
 [00975]  οἱονεὶ μεσολαβηθεῖσα ἡ ἡμέρα, ἑκατέραις ταῖς νυξὶ τῇ παρατάσει τοῦ σκότους, εἰς λήθην ἔλθοι τοῖς ἀριθμεῖν βουλομένοις.
 [01868]  Βίαν ἐπῆγε τοῖς καὶ ἑκουσίως βουλομένοις αὐτὸν παρατρέχειν·
000-00-00 Serial Number=0681197405
Homilia dicta in templo sanctae Anastasiae Ante [Go Back]  
 [00153]  νῦν δὲ ἐλαυνόμενοι, διωκόμενοι, τεμνόμενοι, καιόμενοι, κατακρημνιζόμενοι, μυρία πάσχοντες καὶ μὴ ἐνδιδόντες, ἀλλὰ προθυμότεροι ταύτῃ γινόμενοι, καὶ τοῖς σφόδρα ἀναισχυντεῖν βουλομένοις ἱκανὴν παρέχομεν ἀπόδειξιν τοῦ ἀληθείας εἶναι κήρυκας, καὶ θείαν τινὰ δύναμιν ἐν ἡμῖν εἶναι, καὶ πάντα ταῦτα ἐξευμαρίζουσαν,
000-00-00 Serial Number=0145597875
In Acta apostolorum Ante [Go Back]  
 [00030]  ἐκεῖνο ἂν εἴποιμεν, ὅτι καὶ ταῦτα ἀρκοῦντα ἦν τοῖς βουλομένοις προσέχειν, καὶ ὅτι πρὸς τὰ κατεπείγοντα ἀεὶ ἵσταντο, καὶ ὅτι οὐκ ἐν τῷ λογογραφεῖν ἦν αὐτοῖς ἡ σπουδή·
 [04867]  ἦν αὐτοῖς ἡ εὐλάβεια περί τε τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις, περί τε τὸ ὄνομα Μωϋσέως.
 [09999]  Πᾶσι πρόκειται τοῖς βουλομένοις κακῶς ποιεῖν, εἰ καὶ μὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι·
 [09999]  Ἵνα μὴ δῶμεν προσκοπὴν τοῖς βουλομένοις·
 [09999]  Τάχα, δοκῶ, ὥστε ἐγγενέσθαι τοῖς βουλομένοις αὐτὸν διαφθεῖραι.
000-00-00 Serial Number=0188126445
In Ecclesiasten Ante [Go Back]  
 [00527]  καὶ πρόχειρον σαυτὸν ποιήσεις τοῖς βουλομένοις ἀδικεῖν σε, ἂν ταῦτα πάντα ἀκριβῶς ἐξετάσῃς.
 [00690]  Πολλὰς κελεύει παρέχειν ἀφορμὰς τοῖς βουλομένοις σῴζεσθαι καὶ εὐδοκιμεῖν.
000-00-00 Serial Number=0940850794
In Genesim sermones Ante [Go Back]  
 [00006]  ἀλλ' οὔτε ναύταις, οὔτε γηπόνοις οὕτως ἡδὺ τὸ ἔαρ, ὡς τοῖς βουλομένοις φιλοσοφεῖν ἡδὺς ὁ τῆς νηστείας καιρὸς, τὸ πνευματικὸν τῶν ψυχῶν ἔαρ, ἡ ἀληθὴς τῶν λογισμῶν γαλήνη.
000-00-00 Serial Number=0479247570
In Isaiam Ante [Go Back]  
 [02272]  καὶ τοῦτο ῥᾴδιον ἐξ ἑτέρου προφήτου κατιδεῖν ἐστι τοῖς βουλομένοις προσέχειν.
 [02307]  [7.4] Μεγίστη δὲ τῆς ἀληθείας ἀπόδειξις, ὅταν καὶ τοὺς καιροὺς προλέγωσιν οἱ προφῆται, παρέχοντες τοῖς βουλομένοις ἐξετάζειν μετὰ ἀκριβείας τῆς προφητείας τὴν δύναμιν.
000-00-00 Serial Number=0161847770
In Joannem Ante [Go Back]  
 [00116]  ἐὰν δὲ λιθώδη καὶ τραχεῖαν, σύγγνωτε μὴ βουλομένοις εἰκῆ πονεῖσθαι·
 [00380]  Εἴ τις κατὰ τὰς ὁδοὺς ὑπὸ πάντων πατεῖται τῶν λογισμῶν, πρὸς τὰ ἐνδότερα εἰσίτω, καὶ μὴ προκείσθω τοῖς βουλομένοις εἰς ἁρπαγὴν ἐπιέναι, ἵνα κομῶντα ὑμῶν ἴδωμεν τὰ λήϊα.
 [01759]  Ἅμα δὲ καὶ ἐνδείξασθαι βούλεται, ὅτι οὐχ ἁπλῶς οὐδὲ ἡ χάρις ἔπεισιν, ἀλλὰ τοῖς βουλομένοις καὶ ἐσπουδακόσι·
 [05141]  Ἡ δὲ ἀλήθεια γυμνὴ πρόκειται πᾶσι τοῖς βουλομένοις αὐτῆς τὴν ὥραν περισκοπεῖν·
000-00-00 Serial Number=0158175588
In catechumenos Ante [Go Back]  
 [00022]  Ὢ κλήσεως τὴν ἁμαρτίαν γυμνούσης! ὢ φωνῆς πᾶσαν τὴν τοῦ δαίμονος ἁρπαζούσης οὐσίαν! ὢ φαρμάκου πρὸς ἕκαστον τῶν νοσούντων βαδίζοντος! ὢ δωρεᾶς ῥεούσης τοῖς βουλομένοις ἀκώλυτα! ὢ πηγῆς πάντας τοὺς διψῶντας ζωὴν ἐπειγομένης ποτίζειν! Εἴ τις γὰρ, φησὶ, διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω·
000-00-00 Serial Number=0224306881
In decollationem sancti Joannis Ante [Go Back]  
 [00132]  κἂν ὁρᾷ αὐτοὺς θλιβομένους, ἀφίησιν, ἵνα δῷ χάριν διὰ τῆς εἰς αὐτοὺς γινομένης εὐποιίας πολλῆς τοῖς βουλομένοις τὴν σωτηρίαν καρπώσασθαι.
000-00-00 Serial Number=0298068762
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02495]  τῷ χρόνῳ δὲ ἡδὺ γίνεται, καὶ οὐδὲ βουλομένοις λοιπὸν ἔνι ἀνακτήσασθαι τὸ πάθος.
 [02610]  πρὸς βίαν ἕλκειν, καὶ ἐκκαλύπτειν μὴ βουλομένοις ἰδεῖν;
 [02960]  Χάος μεταξὺ ὑμῶν καὶ ἡμῶν, ὥστε μηδὲ βουλομένοις ἐξεῖναι διαβῆναι ἐκεῖ.
 [05112]  Ἀλλ' ὅμως καὶ τοσοῦτον ἀπέχων τῆς ὑπονοίας τῆς πονηρᾶς, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε μηδὲ σκιάν τινα καταλιπεῖν τοῖς κἂν ὁπωσοῦν ὑπονοῆσαί τι πονηρὸν βουλομένοις·
 [05810]  Καὶ διὰ τί οὕτως ἐῤῥέθη, φησὶν, ὡς δοῦναι λαβὰς τοῖς βουλομένοις;
 [06522]  Ὅτι πρὸς ἕτερον ἐπείγεται, καὶ ἐκ περιουσίας καὶ τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις χαρίζεται μόνον, ἵνα εἴπῃ τὰ ὠφελοῦντα·
 [07451]  Εἶδες πόση ἐπίτασις ἀκριβείας, τῷ μὴ μόνον ἑαυτὸν καθαρὸν τηρεῖν τοῦ λήμματος, ἀλλὰ καὶ τοὺς ὑπ' αὐτοῦ πεμπομένους οὕτω ῥυθμίζειν, ἵνα μηδὲ μικρὰν δῷ πρόφασιν τοῖς ἐπιλαμβάνεσθαι βουλομένοις.
000-00-00 Serial Number=0947815835
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04111]  τίς δὲ ἀπολογία μὴ βουλομένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους;
 [06379]  Τοῖς ζητοῦσι μαθεῖν πόθεν ὅτι ἀπόστολός εἰμι, ἢ τοῖς ἐγκαλοῦσί μοι ὡς χρήματα λαμβάνοντι, ἢ ἐρωτῶσι τὴν αἰτίαν δι' ἣν οὐ λαμβάνω, ἢ τοῖς βουλομένοις με δεῖξαι οὐκ ὄντα ἀπόστολον, ἡ ὑμετέρα κατήχησις καὶ ταῦτα ἃ μέλλω λέγειν, ἀπόδειξις καὶ ἀπολογία γίνεται.
 [06906]  ∆ιά τοι τοῦτο καὶ τὰ πρότερα αὐτοῦ ἀνεγράφη τὰ ἐναντία τούτοις, ἵνα μάθωμεν ὅτι προαιρέσεως τὸ ἔργον, καὶ βουλομένοις ἅπαντα εὔκολα.
000-00-00 Serial Number=0322976470
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01695]  πολὺς τῶν πραγμάτων ὁ ὄχλος ἐπιῤῥεῖ, πᾶσι πρόκειμαι τοῖς βουλομένοις ἀδικεῖν·
000-00-00 Serial Number=0411789000
In epistulam I ad Timotheum Ante [Go Back]  
 [02828]  Εἰ δὲ Τιμοθέῳ ταῦτα ἐπιτάττει, ἐννοείτω ἕκαστος τῶν ἄλλων ὁποῖος εἶναι ὀφείλει, μήτε ὑποψίαν παρέχων, μήτε σκιὰν προφάσεως τοῖς διαβάλλειν βουλομένοις.
000-00-00 Serial Number=0939968109
In epistulam ad Colossenses Ante [Go Back]  
 [02247]  Εἰπὲ γάρ μοι, εἰ τὸ σῶμα ὡραῖον ἦν, καὶ πάντας νικῶν τῷ κάλλει, ὁ δὲ πλοῦτος προσελθὼν ἐπηγγέλλετο ποιήσειν αἰσχρὸν, καὶ ἀντὶ μὲν ὑγιοῦς νοσῶδες, ἀντὶ δὲ κατεσταλμένου φλεγμαῖνον, καὶ πάντα τὰ μέλη ὑδέρου πληρώσας ἐξώγκωσε μὲν τὴν ὄψιν, καὶ πάντοθεν ἐποίησεν οἰδαίνειν, ἐξώγκωσε δὲ πόδας καὶ τῶν δοκῶν βαρυτέρους ἐποίησεν, ἐξώγκωσε δὲ γαστέρα καὶ παντὸς πίθου μείζονα εἰργάσατο, καὶ μετὰ τοῦτο οὐδὲ τοῖς βουλομένοις θεραπεύειν ἐπηγγέλλετο συγχωρήσειν (τοῦτο γὰρ ἡ ἐξουσία), ἀλλὰ τοσαύτην δώσειν ἐλευθερίαν, ὥστε ἄν τις προσείη ἀπάγων τῶν βλαπτόντων κολάσειν αὐτόν·
000-00-00 Serial Number=0659080684
In epistulam ad Ephesios Ante [Go Back]  
 [07059]  Βαβαὶ, πόση ἡ ἀγάπη! Ἵνα μὴ ἐξῇ, φησὶ, τοῖς βουλομένοις πτοεῖν ὑμᾶς·
000-00-00 Serial Number=0528293252
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [01193]  ὥσπερ ἂν εἴ τις ἀπὸ στρατηγῶν καὶ ἀριστέων μετὰ μυρία τρόπαια καὶ νίκας εἰς τὴν τῶν λειποτακτῶν δοὺς ἑαυτὸν ἀτιμίαν, καταστίζειν παρέχει τοῖς βουλομένοις τὸ σῶμα.
000-00-00 Serial Number=0028504670
In epistulam ad Hebraeos Ante [Go Back]  
 [02802]  Ἠκούσατε ὅσα Ἑβραίοις ἐνεκάλεσεν ὁ Παῦλος βουλομένοις ἀεὶ μανθάνειν περὶ τῶν αὐτῶν;
 [09085]  καὶ οὐδὲ βουλομένοις ἔνι μεταβῆναι, καὶ ὀρέξαι χεῖρα·
000-00-00 Serial Number=0641823053
In epistulam ad Philippenses Ante [Go Back]  
 [00587]  Εἰ γὰρ οἱ αἱρετικοὶ κατατείνουσιν ἑαυτοὺς πόνοις ἀνονήτοις, τίς ἡμῖν ἔσται ἀπολογία μηδὲ τοὺς ἐλάττονας, καὶ πλείονα μισθὸν ἔχοντας βουλομένοις ἐνεγκεῖν;
000-00-00 Serial Number=0147509992
In epistulam ad Romanos Ante [Go Back]  
 [03781]  Τί γὰρ ὄφελος, εἰπέ μοι, βασιλέως ἁλουργίδα μὲν περικειμένου καὶ ὅπλα ἔχοντος, οὐδένα δὲ ὑπήκοον κεκτημένου, ἀλλὰ προκειμένου πᾶσι τοῖς βουλομένοις ἐνάλλεσθαι καὶ ὑβρίζειν αὐτόν;
 [08419]  οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ' ἵνα μὴ παρέχωμεν λαβὴν καθ' ἑαυτῶν τοῖς βουλομένοις.
000-00-00 Serial Number=0531022906
In epistulam ad Titum Ante [Go Back]  
 [00871]  Ἔστω δὲ κοινὸν πᾶσι διδασκαλεῖον καὶ ὑπόδειγμα ἀρετῆς ἡ τοῦ σοῦ βίου λαμπρότης, εἰς μέσον πᾶσι προκειμένη, ὥσπερ ἀρχέτυπός τις εἰκὼν, πάντα ἔχουσα ἐν ἑαυτῇ τὰ καλὰ, μετὰ πολλῆς τῆς εὐκολίας τοῖς βουλομένοις ἐναπομάξασθαί τι τῶν ἐν αὐτῇ καλῶν παρεχομένη τὰ παραδείγματα.
 [00876]  Πολλὴ ἄρα τῆς τοῦ λόγου διακονίας ἡ χρεία, λόγου οὐ τοῦ τυχόντος, ἀλλὰ δοκίμου τινὸς καὶ ἀλήπτου, καὶ μηδεμίαν μηδαμόθεν παρεχομένου τοῖς βουλομένοις πρόφασιν.
000-00-00 Serial Number=0866262972
In illud Domine non est in homine Ante [Go Back]  
 [00129]  ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης, βουλομένοις εἰς χρηστὰς ἀγαγεῖν αὐτοὺς ἐλπίδας καὶ πεῖσαι θαῤῥεῖν περὶ τοῦ τέλους, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ·
 [00220]  Εἰ γὰρ τοῖς μὴ βουλομένοις παραινεῖ καὶ συμβουλεύει, ἵνα θελήσωσι καὶ βουληθῶσι, πολλῷ μᾶλλον τοὺς αἱρουμένους οὐκ ἐγκαταλιμπάνει.
000-00-00 Serial Number=0840706348
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00628]  Ὁρᾷς ὅτι καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύοντο τὸ παλαιὸν, καὶ πᾶσιν εἰς ἁρπαγὴν προέκειντο τοῖς βουλομένοις ἐπηρεάζειν.
000-00-00 Serial Number=0664385498
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00304]  ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς συνελθοῦσι καὶ βουλομένοις μαθεῖν τὴν ἡμέραν τῆς συντελείας, οὐκ ἔλεγε, τῇ ἀδηλίᾳ τῶν μελλόντων ἐναγωνίους ἡμᾶς ποιῶν διηνεκῶς, ἵνα ἕκαστος ἀεὶ προσδοκῶν τὸ μέλλον, καὶ ἐν ἐλπίσιν ὢν τῆς τοῦ Χριστοῦ παρουσίας, σπουδαιότερος ᾖ.
000-00-00 Serial Number=0889820218
In illud Pater si possibile est Ante [Go Back]  
 [00203]  Ἀλλ' ἵνα μὴ ἐπὶ πολὺ μηκύνοντες τὸν λόγον, δόξωμεν ἐμποδίζειν τοῖς μεθ' ἡμᾶς βουλομένοις φαιδρότερον τῆς Γραφῆς τὸ νόημα παραδοῦναι, ἐνθάδε σιωπῇ τὸν λόγον ἡμῶν στείλωμεν.
000-00-00 Serial Number=0311599553
In illud Pater si possibile est transeat Ante [Go Back]  
 [00006]  Βαθεῖαν τομὴν τοῖς ἁρπάζουσι καὶ πλεονεκτεῖν βουλομένοις πρώην ἐδώκαμεν·
000-00-00 Serial Number=0189511061
In illud Vidi dominum Ante [Go Back]  
 [01238]  Νόμος ἦν παλαιὸς τὸν λεπρὸν τῆς πόλεως ἐξελαύνεσθαι, ὥστε καὶ τοὺς τῇ πόλει βελτίους γίνεσθαι καὶ αὐτὸν μὴ προκεῖσθαι τοῖς βουλομένοις ὑβρίζειν σκωμμάτων καὶ χλευασίας ἀφορμήν, ἀλλ' ἔξω τῆς πόλεως μένοντα παραπέτασμα τῆς συμφορᾶς ἔχειν τὴν ἐρημίαν.
000-00-00 Serial Number=0813528001
In illud Vidua eligatur Ante [Go Back]  
 [00228]  Εἰ γὰρ οἱ πολέμιοι κατέσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀποστήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν.
000-00-00 Serial Number=0105722785
In publicanum et pharisaeum [1] Ante [Go Back]  
 [00006]  Τοιαύτην μοι νόει, ἀγα πητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεο πνεύστων Γραφῶν ἀναγνώσματα.
000-00-00 Serial Number=0923901618
In sanctum Joannem praecursorem Ante [Go Back]  
 [00054]  οὐ τὴν ἡμέραν τῆς θεογνωσίας ἀνατέλλεις τοῖς βουλομένοις τὸ ταύτης κάλλος ὁρᾷν;
000-00-00 Serial Number=0822575569
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00010]  πολλοὶ δὲ ἐντεῦθεν τῶν ἀθλιωτέρων καὶ ἀνοητοτέρων, καινήν τινα μανέντες μανίαν, τῆς τοῦ θεοῦ κατηγοροῦσι προνοίας, ὁρῶντες τὸν μὲν ἐπιεικῆ πολλάκις ἑλκόμενον, σπαραττόμενον, ἀγχόμενον, τὸν δὲ θρασὺν καὶ ἄτιμον καὶ ἐξ ἀτίμων πλουτοῦντα καὶ δυναστείαν περιβεβλημένον, φοβερόν τε τοῖς πολλοῖς γενόμενον καὶ μυρία προστριβόμενον τοῖς ἐπιεικεστέροις δεινά, καὶ ταῦτα ἐν πόλεσι καὶ ἐν χώραις καὶ ἐν ἐρημίαις καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ τολμώμενα, ἀναγκαῖος οὖν ἡμῖν ὁ λόγος οὗτος εἰσέρχεται, ἀπεναντίας τοῖς εἰρημένοις ἱστάμενος καὶ ἀγῶνα ἀγωνιζόμενος καινὸν μέν, ὅπερ ἀρχόμενος εἶπον, καὶ παράδοξον, χρήσιμον δὲ καὶ ἀληθῆ καὶ τοῖς βουλομένοις προσέχειν καὶ πείθεσθαι λυσιτελῆ.
000-00-00 Serial Number=0754422367
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00406]  Ἐπειδὴ γὰρ οὐ δεδοίκασι τὸν ἀκοίμητον ὀφθαλμὸν, ἀλλ' οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων τοῦτο φόβος αὐτοῖς, φέρε καὶ ταύτης αὐτοὺς ἀποστερήσωμεν τῆς παραμυθίας, ἃ κρύπτουσι τοῖχοι καὶ συσκιάζουσι, ταῦτα εἰς μέσον ἀγαγόντες, καὶ τὰς θύρας ἀναπετάσαντες τοῖς βουλομένοις ὁρᾶν, ἀπὸ τῆς εὐνῆς αὐτοὺς πρῶτον ἐγείραντες·
000-00-00 Serial Number=0012776017
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00313]  Γίνεται μετὰ τὸν Φαραὼ, καὶ συναγαγὼν σῖτον πολὺν ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας, ὅτε ὁ λιμὸς ἐπέστη, ἐπώλει τοῖς βουλομένοις.
 [01064]  Καὶ πάντων παρακελευομένων ἀνελεῖν τὸν Σαοὺλ, οὐκ ἐπείσθη, οὔτε τοῖς βουλομένοις συνεχώρησεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»