Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὕβριν [131]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὕβριν


000-00-00 Serial Number=0112308383
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00750]  Μὴ τοίνυν μηδὲ σὺ τῶν ἐξεστηκότων ἐκείνων ἀκούων, αἰσχύνην καὶ ὕβριν τὸ πρᾶγμα εἶναι νόμιζε, ἵνα μή ποτε ἀληθῶς ἐπονείδιστον καταστήσῃς σαυτὸν παροξύνων τὸν Θεόν.
 [01437]  Σὺ δὲ ταύτας ἀκούων τὰς δυσκολίας, μὴ ταύτας μόνον συμβεβηκέναι νόμιζε, καίτοι καὶ τῶν κειμένων οὐκ ὀλίγας παρέλιπον, τοὺς πολέμους, τὰς τῶν ἐχθρῶν ἐναντιώσεις, τὰς μακρὰς ὁδοιπορίας, τῆς ἀδελφῆς τὴν ὕβριν, τὴν τιμωρίαν, ἐφ' ᾗ μᾶλλον ἐκεῖνος ὁ πραότατος ἤλγησε Μωσῆς.
 [01569]  ἐρασθεὶς ὕβρισεν εἰς αὐτὴν, ὑβρίσας ἐμίσησε, καὶ τὴν ὕβριν ἐξεπόμπευσε καὶ τὴν μίξιν, εὐθέως προστάξας τινὶ τῶν οἰκετῶν ἐκβαλεῖν ἄκουσαν τῆς [47.483] οἰκίας, καὶ παραπέμψαι διὰ τῆς ἀγορᾶς βοῶσαν καὶ ὀδυρομένην.
000-00-00 Serial Number=0764984667
Ad Stelechium de compunctione ii Ante [Go Back]  
 [00237]  ὅταν γὰρ παρ' ἑτέρων ταῦτα ἀκούσωμεν, ἀγριαίνομεν, ἐκθηριούμεθα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν.
000-00-00 Serial Number=0216806889
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00354]  καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφίρ.
000-00-00 Serial Number=0319287002
Ad illuminandos catecheses Ante [Go Back]  
 [00566]  ∆ιὰ τοῦτο μὲν οὖν αὐτὴν μάλιστα μισῶ καὶ ἀποστρέφομαι, ὅτι τῷ ὀνόματι τοῦ Θεοῦ πρὸς ὕβριν κατακέχρηται, ὅτι λέγουσα Χριστιανὴ εἶναι, τὰ τῶν Ἑλλήνων ἐπιδείκνυται.
000-00-00 Serial Number=0575506330
Ad populum Antiochenum Ante [Go Back]  
 [01195]  ∆ιὰ τοῦτο συνεχώρησεν ὑβρισθῆναι τὸν ὁμόδουλον, ἵνα ἀπὸ τοῦ κινδύνου τοῦ διὰ τὴν ὕβριν γενομένου ταύτην τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν μάθῃς.
 [01805]  ἐλυπήθη, τὴν ὕβριν οὐκ ἀνεκαλέσατο.
 [01817]  Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὔθ' ὕβριν, οὔτ' ἐπήρειαν, οὔτε μάστιγας, οὔτ' ἀῤῥωστίαν, οὔτε θάνατον, οὔτ' ἄλλο τι τῶν τοιούτων ἐπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ' ἂν, ἀλλ' ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετικὴ, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον.
 [03784]  Πάλιν λοιδορούμενοι παρ' ἑτέρων τὰ τῆς πονηρίας ὀνόματα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν·
 [04483]  οἴσεις δὲ γενναίως, ἂν μὴ τὴν ὕβριν ἐννοήσῃς μόνον, ἀλλὰ καὶ τὸ ἀξίωμα τοῦ κελεύοντος φέρειν, καὶ οἴσῃ πράως.
 [05618]  Εἰ γὰρ ἐπ' ἀνθρώπων τοῦτο γίνεται, κἂν τυπτήσωμεν ἀλλότριον οἰκέτην, ὁ δεσπότης ἀγανακτεῖ, καὶ ὕβριν εἶναί φησι τὸ πρᾶγμα·
 [05683]  Ὢ τῆς ὑπερβολῆς! αὐτὸς οὐχ ἡγεῖται ἀτιμίαν εἶναι, τοῦ δώρου καταλιμπανομένου, καὶ σὺ νομίζεις ὕβριν εἶναι τὸ πρότερος ἐπελθεῖν καὶ καταλλαγῆναι;
 [05746]  ἆρα οὐκ ἂν αὐτῷ μυρίας ἐπέθηκας πληγὰς, ὡς ὑβρισθεὶς τὴν ἐσχάτην ὕβριν;
000-00-00 Serial Number=0303369343
Adversus Judaeos Ante [Go Back]  
 [01362]  Καὶ μηδεὶς ὕβριν εἶναι νομιζέτω τοῦ Χριστοῦ, ὅτι ἐν τοῖς περὶ αὐτοῦ λόγοις Πυθαγόρου καὶ Πλάτωνος, Ζήνωνος καὶ τοῦ Τυανέως μεμνήμεθα·
000-00-00 Serial Number=0067717314
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00023]  Ἐγὼ δὲ αὐτῶν οὐχ ἁπλῶς ἐμνημόνευσα νῦν, ἀλλ' ἐπειδή τις ἐλθὼν ἡμῖν ἀπήγγειλεν ἀγγελίαν πικράν τινα καὶ χαλεπὴν, καὶ πολλὴν εἰς τὸν Θεὸν τὴν ὕβριν ἔχουσαν.
000-00-00 Serial Number=0618362367
Catecheses ad illuminandos Ante [Go Back]  
 [00207]  [1.37] Ἀλλ' ἐπειδὴ πρὸς τὰς γυναῖκάς μοι νῦν ὁ λόγος μάλιστα, βούλομαι καὶ ἕτερά τινα ταύταις παρεγγυῆσαι ὥστε μετὰ τῶν ἄλλων καὶ τῆς ἐπιβλαβοῦς συνηθείας ἀπέχεσθαι τοῦ μὴ κονιᾶν τὸ πρόσωπον μηδὲ ὡς ἐλλιπῶς ἐχούσης τῆς δημιουργίας προστιθέναι καὶ τὴν ὕβριν εἰς τὸν δημιουργὸν ἐκτείνειν.
 [00253]  εἰ γὰρ ἐπὶ ἀνθρωπίνῳ τις ἀξιώματι μέγα φρονεῖ καὶ πολλάκις παραιτεῖταί τι διαπράξασθαι ἵνα μὴ ὕβριν τῷ ἀξιώματι προστρίψηται, σὺ τοσοῦτον ἀξίωμα μέλλων κτᾶσθαι οὐκ ὀφείλεις ἤδη σαυτὸν αἰδέσιμον καταστῆσαι;
000-00-00 Serial Number=0372860312
Christi discipulum benignum esse debere Ante [Go Back]  
 [00059]  Εἰ γὰρ αὐτὸς ὁ κριτὴς ἐν ἀνθρωπίνῳ σχήματι ἐλθὼν οὐκ ἀνταπέδωκε δυνάμενος, ἀλλὰ ἐξεδέχετο κρίσιν Θεοῦ Λοιδορούμενος γὰρ, φησὶν, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, καὶ σὺ τοίνυν ποίησον οὕτω, καὶ μίμησαι τὸν ∆εσπότην, ὃς καὶ μέχρι σταυροῦ τὴν ἄθεον ὕβριν ἐβάστασε, καὶ τοῖς ἀξίοις ἀπωλείας σωτηρίαν ἐπιπροτείνει.
000-00-00 Serial Number=0077567160
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00244]  Καὶ γὰρ τῶν ἰσχυρῶν αἱ ἀσθενέστεραι δικαιότερον ἂν βοηθοῖντο, καὶ τῶν νέων αἱ γεγηρακυῖαι, καὶ τῶν ὅλως μέτρια κεκτημένων αἱ μηδὲ τῆς ἀναγκαίας εὐποροῦσαι τροφῆς, καὶ τῶν παρὰ πολλοῖς ἐπεράστων αἱ βδελυκταὶ παρὰ πολλοῖς διὰ τὸ τῶν παθῶν δυσανάσχετον, καὶ τῶν ὕβριν προστριβομένων αἱ καὶ τὴν γεγενημένην ἀποτρῖψαι δυνάμεναι καὶ εὐφημίαν προσθεῖναι.
 [00339]  Ὥσπερ γὰρ δέον μηδένα τόπον ἀγνοεῖν αὐτῶν τὴν ὕβριν καὶ τὴν ἀνελεύθερον ταύτην δουλείαν, οὕτω καὶ ἐν τῷ ἁγίῳ τούτῳ καὶ φρικωδεστάτῳ χωρίῳ πᾶσιν αὐτῶν τὴν ἀκρασίαν ἀνακηρύττουσι καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ καλλωπίζονται ἐφ' οἷς ἐπαισχύνεσθαι ἔδει.
000-00-00 Serial Number=0496344566
Contra theatra Ante [Go Back]  
 [00027]  Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
000-00-00 Serial Number=0328818500
De Anna i Ante [Go Back]  
 [00794]  Καὶ γὰρ ὁρῶν τὰς συνάξεις ἐλαττουμένας, προφήτας ὑβριζομένους, ἀποστόλους ὑπερορωμένους, πατέρας καταφρονουμένους, διὰ τῶν δούλων εἰς τὸν ∆εσπότην διαβαίνουσαν τὴν ὕβριν, βούλομαι μὲν ἐγκαλέσαι, τοὺς δὲ ὀφείλοντας ἀκοῦσαι τῆς κατηγορίας οὐχ ὁρῶ παρόντας, ἀλλ' ὑμᾶς τοὺς οὐδὲν δεομένους τῆς παραινέσεως ταύτης καὶ τῆς νουθεσίας.
 [01233]  Ὥστε ἡ πλείων τιμὴ πλείονα ἐπάγει τῷ τετελευτηκότι τὴν ὕβριν, καὶ ὁ μὲν εὐτελῆ λαβὼν ἐντάφια, κεῖται τῆς τιμῆς ἀπολαύων·
000-00-00 Serial Number=0502478242
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00258]  Ἐπειδὴ γὰρ τὸν νέον ἐκεῖνον ἀπώλεσεν ἀπὸ τοῦ φόνου πρὸς τὴν ὕβριν τὴν εἰς τὸν νεὼν ὥρμησε καὶ πάλιν ἐκ ταύτης ὁδῷ προβαίνων εἰς τὴν κατὰ τῆς ἱερωσύνης ἀπόνοιαν ἐπαπεδύσατο, καὶ τὸν ἅγιον σιδήρῳ δήσας καὶ εἰς δεσμωτήριον ἐμβαλὼν οὕτω τέως ἐκόλαζε δίκην αὐτὸν τῆς εὐεργεσίας ἀπαιτῶν καὶ ὑπὲρ ὧν θαυμάζειν ἔδει καὶ στεφανοῦν καὶ τῶν γεγεννηκότων μᾶλλον τιμᾶν ὑπὲρ τούτων τὰ τῶν κακούργων ὑπομένειν ἠνάγκαζε δεσμὰ καὶ τὴν ἀπὸ τῶν δεσμῶν ταλαιπωρίαν περιθείς.
 [00320]  Ὡς γὰρ εἶδε τὸ χωρίον ὑπὸ τῆς τῶν νέων ἀσελγείας τυραννούμενον καὶ κινδυνεῦον ἄβατον εἶναι τοῖς σεμνοτέροις καὶ ἐπιεικῶς βουλομένοις βιοῦν ἐλεήσας αὐτὸ τῆς ἐπηρείας ἔπεμψε τὸν ἀμυνοῦντα τὴν ὕβριν.
 [00325]  Τὴν δὲ φεύγειν καὶ φεύγουσαν ἐπιστῆναί τε τῷ προαστείῳ, καὶ τὴν μητέρα τὴν ὕβριν ἀμῦναι ταύτην αὐτῇ διαστῆναί τε γὰρ εὐθέως καὶ δέξασθαι τὴν παρθένον καὶ ἀντὶ τῆς παιδὸς ἀναδοῦναι φυτὸν ὁμώνυμον τῇ παιδί, τὸν δὲ ἀκόλαστον ἐραστὴν ἀποτυχόντα τῶν παιδικῶν περιπλακῆναί τε τῷ δένδρῳ καὶ οἰκειώσασθαι καὶ τὸ φυτὸν καὶ τὸν τόπον καὶ προσεδρεύειν τῷ χωρίῳ λοιπὸν καὶ τοῦτο πάσης τῆς γῆς μά λιστα ἀσπάζεσθαι καὶ φιλεῖν.
000-00-00 Serial Number=0155754387
De Davide et Saule Ante [Go Back]  
 [00081]  Ὅταν μὲν γὰρ ὁ τιμώμενος ἐπαίρηται κατὰ τοῦ παρευδοκιμουμένου, καὶ διατελῇ ταῖς τιμαῖς εἰς ὕβριν κεχρημένος ἐκείνου, λαμβάνει τινὰ ἀφορμὴν τὸ πάθος·
 [00531]  Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
000-00-00 Serial Number=0110659838
De caritate [2] Ante [Go Back]  
 [00031]  ἀλλὰ καὶ ὕβριν ἑαυτῷ προσήγαγε παρὰ τῶν κεκλημένων ὑπ' αὐτοῦ.
000-00-00 Serial Number=0189241827
De cruce et latrone Ante [Go Back]  
 [00011]  οὐ γὰρ ἤνεγκεν τὸ ποίημα τὴν ὕβριν τοῦ ποιήσαντος.
 [00012]  Συνέστειλε γὰρ τὰς ἀκτῖνας ἵνα ἐπόπτης μὴ γένηται τοῦ θεομάχου μίσους, οὐκ ἐπειδὴ τῆς θεότητος ὕβρις ἥπτετο, ἀλλ' ἐπειδὴ παρὰ τῶν τολμησάντων τὸ γινόμενον εἰς ὕβριν ἐγίνετο.
 [00075]  Εἶδον αὐτὸν φρίξαντα τὴν ὕβριν τοῦ σταυροῦ, εἶδον καὶ τὴν γῆν σχισθεῖσαν καὶ μὴ φέρουσαν τοὺς χριστοφόνους θῆρας·
 [00088]  Μετὰ δὲ τὴν ὕβριν τοῦ ὑψίστου Θεοῦ, ὁ Θεὸς ὁ ἐνοικῶν ἐν τῷ ναῷ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐξῆλθεν τοῦ ναοῦ καταλιπὼν τὸν οἶκον ἔρημον·
000-00-00 Serial Number=0061100841
De cruce et latrone ii Ante [Go Back]  
 [00128]  οὗτος δὲ ὁρῶν δῆμον ὁλόκληρον μεμηνότα καὶ περιεστῶτα καὶ βοῶντα καὶ μυρία εἰς τὸν ἐσταυρωμένον λοιδορούμενον, οὐκ εἶδε πρὸς τὴν ὕβριν τοῦ ἐσταυρωμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ καὶ τὰ κωλύματα κάτω ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν ∆εσπότην, εἰπὼν τὰ βραχέα ἐκεῖνα ῥήματα καὶ τοῦ παραδείσου ἄξιον αὐτὸν ἀποφήναντα·
000-00-00 Serial Number=0310208857
De fato et providentia Ante [Go Back]  
 [00549]  Ὅταν γὰρ τὰ πρὸς τροφὴν σώματος παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν χρήματα, καὶ εἰς ἐπικουρίαν τῶν δεομένων, εἰς ἀκολασίαν καὶ ὕβριν καὶ τὴν ἐσχάτην ῥᾳθυμίαν καταναλώσωμεν, οὐκ ἀνεύθυνος ἡμῖν ἔσται ἡ κακίστη αὕτη δαπάνη, ἀλλὰ πάντως δώσομεν λόγον, καὶ τὸ περὶ τῶν πέντε ταλάντων, καὶ δύο, καὶ ἑνὸς εἰρημένον, καὶ ἐπὶ χρημάτων, καὶ τῶν ἄλλων ἁπάντων ἐστὶν εἰπεῖν.
000-00-00 Serial Number=0406329632
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00163]  Καὶ τὴν ἀσχημοσύνην καὶ τὴν ὕβριν τὴν διὰ τὸ κήρυγμα μᾶλλον, ἢ ἡμεῖς τὴν τιμὴν ἐδίωκε, καὶ τὸν θάνατον, ἢ ἡμεῖς τὴν ζωήν, καὶ τὴν πενίαν, ἢ τὸν πλοῦτον ἡμεῖς, καὶ τοὺς πόνους μᾶλλον, ἢ τὰς ἀνέσεις ἕτεροι, καὶ οὐχ ἁπλῶς μᾶλλον, ἀλλὰ πολλῷ μᾶλλον, καὶ τὸ λυπεῖσθαι πλέον, ἢ τὸ χαίρειν ἕτεροι, τὸ ὑπερεύχεσθαι τῶν ἐχθρῶν μᾶλλον, ἢ τὸ κατεύχεσθαι ἕτεροι.
000-00-00 Serial Number=0275132835
De paenitentia sermo 2 Ante [Go Back]  
 [00021]  ἄλλον πρὸς ἄρνησιν καὶ ὅρκον, καὶ ἄλλον πρὸς ὕβριν καὶ ἀτιμίαν·
000-00-00 Serial Number=0134726644
De perfecta caritate Ante [Go Back]  
 [00092]  τίνος ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ' ἐάν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ μέθυσον, ἤ τι τοιοῦτον, ὕβριν τὸ πρᾶγμα καλεῖς;
000-00-00 Serial Number=0345434964
De precatione [1] Ante [Go Back]  
 [00169]  ∆ιὰ τοῦτο τῷ πονηροτάτῳ πάντων παραστήσας τὴν χήραν, καὶ δείξας αὐτὸν παρὰ φύσιν φιλάνθρωπον, ἀπὸ τοῦ πονηροῦ πρὸς τὸν ἑαυτοῦ Πατέρα μετέστησε τὸν λόγον, τὸν ἀγαθὸν, τὸν πρᾶον, τὸν ἥμερον, τὸν φιλάνθρωπον, ὑπερβαίνοντα ἀνομίας, συγχωροῦντα ἁμαρτίας πολλὰς, βλασφημούμενον καθ' ἑκάστην ἡμέραν, καὶ φέροντα, ἀνεχόμενον ὁρᾷν τιμὴν εἰς δαίμονας, ὕβριν εἰς αὐτὸν, εἰς τὸν Υἱὸν βλασφημίας;
000-00-00 Serial Number=0782340765
De sacerdotio Ante [Go Back]  
 [00082]  ὅσοι δέ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ καὶ προστιθέασι τὴν εἰς τοὺς τετιμηκότας ὕβριν, δίκαια πεπονθέναι λέγοντες αὐτοὺς καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ' ἡμῶν ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι καὶ φαιὰ περιβάλλωνται καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμὴν ὅσην οὐδὲ ὄναρ λήψεσθαι προσεδόκησαν.
 [00114]  Εἰ γάρ ποτε συμβαίη συκοφαντίαν ἢ χλευασίαν ἢ καὶ ἄλλην τινὰ ὕβριν καὶ ἐπήρειαν ἐπενεχθῆναί ποθεν ἡμῖν πολλάκις δὲ τὰ τοιαῦτα συμβαίνειν ἀνάγκη , πρὸς τίνα καταφευξόμεθα;
 [00369]  ∆εῖ γάρ, οἶμαι, τοὺς ἀνακειμένους Θεῷ καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτω διακεῖσθαι εὐλαβῶς ὡς μηδὲ ὕβριν τὸ τοιοῦτο ἡγεῖσθαι, κἂν μυριάκις ἠτιμωμένοι τυγχάνοιεν.
 [00595]  ὕβριν δὲ καὶ ἐπήρειαν καὶ λόγον φορτικὸν καὶ τὰ παρὰ τῶν ἐλαττόνων σκώμματα τά τε ἁπλῶς καὶ τὰ ἐν δίκῃ λεγόμενα, καὶ μέμψεις τὰς εἰκῇ καὶ μάτην παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν ἀρχομένων γινομένας, οὐ τῶν πολλῶν ἐνεγκεῖν, ἀλλ' ἑνός που καὶ δευτέρου·
 [00807]  καὶ ἂν πολλῶν συγκαθημένων μὴ πανταχοῦ περιφέρῃ τοὺς ὀφθαλμοὺς διαλεγόμενος, ὕβριν τὸ πρᾶγμά φασιν οἱ πολλοί.
000-00-00 Serial Number=0952031076
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00078]  Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τῷ εἰπεῖν αὐτὴν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, τούτῳ ἐπεσπάσατο τὸν Αἰγύπτιον πρὸς τὴν ὕβριν·
 [00097]  εἰ δὲ οὐδὲν ἔμελλε τὸ ὄνομα τῆς γυναικὸς προστήσεσθαι τῆς Σάῤῥας εἰς τὸ τὴν ὕβριν ἀποκρούσασθαι, καθὼς καὶ αὐτός φησιν, ὅτι Ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ ἐστιν αὕτη, καὶ περιποιήσονταί σε, πολλῷ μᾶλλον θαυμάζειν τὸν δίκαιον χρὴ ἐν τοσαύτῃ πράγματος δυσκολίᾳ δυνηθέντα καὶ αἱμάτων καθαρὸν τηρῆσαι τὸν Αἰγύπτιον, καὶ εἰς δύναμιν τὴν ἑαυτοῦ τὸ ἔγκλημα τῆς ὕβρεως παραμυθήσασθαι.
000-00-00 Serial Number=0939236999
De virtute animi Ante [Go Back]  
 [00045]  καὶ προορῶν τὸ μέλλον, τὴν τιμὴν οὐκ ἀνεῖλεν, καὶ προγιγνώσκων τὴν ὕβριν, οὐ κατέσχεν τὴν χάριν, φιλοκαλῶν πλαττομένους, ἵνα κἂν ὡς πρόσκαιρος ἀπομάθῃ τὸ ἄπληστον, καὶ δῷ πρόφασιν τῷ Θεῷ δευτέρου δώρου πρὸς ἀρχὴν ἀϊδίου.
000-00-00 Serial Number=0676288664
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02367]  Ἀλλὰ γὰρ ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν;
 [02368]  Καὶ πόσης τοῦτο μανίας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομίζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι;
 [02951]  Ἐξῆν γὰρ αὐτὴν ἐκκαλύψασαν τὸ δρᾶμα, διαφυγεῖν τὴν ὡμολογημένην ὕβριν·
 [02974]  Ἐκεῖνος μὲν γὰρ δεδοικὼς τὸν παρὰ σοῦ θάνατον, τὸ δρᾶμα τοῦτο παρεσκεύασε, καὶ μονονουχὶ συνέπραξε πρὸς τὴν τῆς Σάῤῥας ὕβριν·
 [05640]  Εἴ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἀπέκειντο, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι;
 [06258]  εἰπὲ τῷ ἐπιόρκῳ, Ἐπίορκε, καὶ εἰς ὕβριν λαμβάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων.
 [09999]  ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν ἄν;
000-00-00 Serial Number=0806625366
Epistula ad Caesarium Ante [Go Back]  
 [00038]  Εἰ δέ τισιν ἀδύνατον δοκεῖ ἐν ἑνὶ δύο εἶναί τινα καὶ ἅμα μὲν κατέχεσθαι ἅμα δὲ σταυροῦσθαι καὶ τὸ ἓν τούτων ὑπομένειν τὴν ὕβριν, ἀνθρωπίνῳ ὑποδείγματι ὑποδεῖξαι τοῦτο πειράσομαι.
000-00-00 Serial Number=0078640163
Fragmenta in Jeremiam Ante [Go Back]  
 [02611]  ἐπεὶ οὖν διὰ τῶν λόγων οὐκ ἔπειθεν αὐτὸν, δι' ἔργων ἔπεισε, καὶ τὴν εἰς αὐτὸν ὕβριν ἔδειξεν.
 [05272]  Ἡμεῖς δὲ πολλάκις ἀντίστασιν ὑποπτεύοντες, τὴν ἀρχὴν οὐδὲ παραινοῦμεν, ἢ πῶς ἅπαξ ἀποτυχόντες, ὕβριν τὸ χρῆμα νομίζομεν, καὶ πάλιν λέγειν οὐκ ἀνεχόμεθα, Θεοῦ τοσαύτην ὑπομείναντος ὕβριν περὶ τὴν καῦσιν τοῦ βιβλίου, καὶ τῶν προφητῶν τὴν ἐπιβουλήν.
000-00-00 Serial Number=0211021066
Fragmenta in Job Ante [Go Back]  
 [00530]  Πολλάκις οὖν μητέρες εἰς ὕβριν τὰ τέκνα διερεθίζουσιν, οὐ τῇ ὕβρει, ἀλλὰ τῇ ἀκακίᾳ, ἀλλὰ τῷ ἀκεραίῳ, καὶ ἀφελεῖ τοῦ ἤθους, ἐπαγαλλόμεναι·
000-00-00 Serial Number=0156102479
Fragmenta in Proverbia Ante [Go Back]  
 [00634]  ἢ ὕβριν λέγει τὴν ὑπερηφανίαν·
 [01004]  τὸ μὲν, ποιεῖ τὴν ὕβριν·
000-00-00 Serial Number=0731685877
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00065]  οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ' ἰδίᾳ καὶ μετὰ πολλῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος.
000-00-00 Serial Number=0459952772
Homilia habita postquam presbyter Gothus concionatus fuerat Ante [Go Back]  
 [00255]  εἰ γὰρ ἀνάγκης ἐστὶ τὸ ἁμάρτημα, τίνος ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ' ἄν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ ἀνδροφόνον, ὕβριν τὸ πρᾶγμα καλεῖς;
 [00279]  Ὥσπερ γὰρ ὁ δαιμονῶν, κἂν λοιδορήσηται (πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι), οὐ προσεροῦμεν αὐτὸν ὑβριστὴν, οὐδὲ λογιζόμεθα ὕβριν τὴν λοιδορίαν, ἀλλὰ τῆς ἀνάγκης εἶναι τοῦ δαίμονος·
000-00-00 Serial Number=0847600818
In Acta apostolorum Ante [Go Back]  
 [03082]  Εἰ γὰρ αἰδεσιμώτερον εἵλετο ἄνδρα, οὐχ ὕβριν τὸ πρᾶγμα ἡγήσατο ἄν;
 [05056]  Μὴ ἰδίαν ὕβριν νομίσῃς τὸ τὸν παῖδα ὑβρισθῆναι·
 [05085]  εἰ γὰρ παρὰ ἀδελφοῦ, οὐχ ὕβριν ἂν ἡγήσατο τὸ πρᾶγμα;
 [05468]  Καὶ εἰ μὴ τὸ πρᾶγμα ὕβριν ἐνόμιζον, καὶ ὀνειδιστικῶς με ταῦτα [60.134] λέγειν ἡγοῦντο, ἤδη ἂν καὶ ὀνομαστὶ παρήγαγον αὐτούς.
 [05930]  Ὅρα καὶ τὴν παῤῥησίαν, καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν.
 [06570]  Ἂν οὖν οὗτος εἴπῃ, ὅτι Ἀεὶ τὰ αὐτὰ, ἆρα οὐχ ἡγῇ ὕβριν εἶναι;
 [07168]  Ὁ δὲ πείθεται καὶ ἥκει, οὐχ ὕβριν τὸ πρᾶγμα νομίζων, [60.168] τὸ κληθῆναι·
 [09999]  εἶτα πρὸ τούτου σιγῶν, ἐκπομπευέτω τὴν ὕβριν·
 [09999]  Τυπτομένου γὰρ αὐτοῦ, οὐχ ἡγήσατο ἰδίαν ὕβριν εἶναι·
 [09999]  Ὅρα, πῶς οὐ προήχθη εἰς ὕβριν·
 [09999]  καὶ προσέθηκε, Καίσαρα ἐπικαλοῦμαι, ὥστε μὴ εἶναι εἰς ἐκεῖνον τὴν ὕβριν.
 [09999]  [60.279] καίτοι εἰς τὴν ἑαυτοῦ ὕβριν τὸ πᾶν ἦν·
 [09999]  Οὐκοῦν οὐδὲ ὕβρις τὸ παρ' αὐτοῦ εἰρημένον, εἰ μὴ καὶ τὰ τοῦ Χριστοῦ ὕβριν εἴποι τις ἂν, ὅταν λέγῃ·
 [09999]  Ἔδει μὲν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι, μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
 [09999]  Μὴ τῇ πείρᾳ μανθάνωμεν, ἀλλὰ πρὸ τῆς πείρας κερδάνωμεν καὶ ὕβριν καὶ ζημίαν.
000-00-00 Serial Number=0154810488
In Eliam prophetam Ante [Go Back]  
 [00111]  Ὡς οὖν εἶδεν ὁ Θεὸς Ἠλίαν, πολλοῖς ἐκδαμασθέντα, καὶ γεγενημένον φιλανθρωπότερον, τότε λοιπὸν προσάγει φανερώτερον πρὸς αὐτὸν τῆς φιλανθρωπίας τοὺς λόγους, ὡς οὐκέτι λοιπὸν τὴν τῆς τιμωρίας λύσιν λογιζόμενον ὕβριν.
000-00-00 Serial Number=0260220051
In Isaiam Ante [Go Back]  
 [01298]  Οὐ γὰρ δὴ μόνον τὰ σώματα ἐκαλλώπιζον, ἀλλὰ τὴν ὕβριν ταύτην καὶ μέχρι τῶν τοίχων ἐξῆγον, εἰς οὐδὲν δέον δαπανώμεναι·
 [01373]  Ὅταν γὰρ ἅπασαν τὴν οὐσίαν γυνὴ ἢ καὶ τὸ πλέον τῶν ὄντων εἰς τὴν τοῦ σώματος ὕβριν ἀναγκάζῃ τὸν ἄνδρα δαπανᾷν (ὕβρις γὰρ σώματος, τὸ περικείμενον χρυσίον), ἀνάγκη τὴν χεῖρα συστέλλεσθαι πρὸς τὴν τῆς ἐλεημοσύνης φιλοτιμίαν.
000-00-00 Serial Number=0550375640
In Joannem Ante [Go Back]  
 [01727]  Θαυμάσαι ἄξιον τὸν μαθητὴν μὴ αἰσχυνόμενον ἐπὶ τῇ τοῦ διδασκάλου ἀτιμίᾳ, ἀλλὰ καὶ μετὰ παῤῥησίας τὴν εἰς αὐτὸν γεγενημένην ἀναγράφοντα ὕβριν.
 [01730]  Οὗτος μὲν γὰρ ταύτῃ μᾶλλον ἔλαμψε, καὶ μετὰ τὴν ὕβριν, τοσαύτην τῶν ὑβρικότων ποιούμενος πρόνοιαν·
 [04173]  Ὅταν ἀναστὰς ἐπισπάσωμαι τὴν οἰκουμένην, τότε εἴσεσθε, ὅτι καὶ ταῦτα ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς γνήσιος ἐποίουν, ἐκδικῶν τὴν εἰς τὸν Πατέρα ὕβριν.
 [04776]  Ὅταν γὰρ σὺ ὑβρίζῃς, ἐκεῖνος δὲ σιγῇ φέρῃ τὴν ὕβριν, καὶ σὺ μὲν ἀσχημονῇς, ἐκεῖνος δὲ φιλοσοφῇ, τοῦτο ἀντὶ πάσης δέχου νουθεσίας.
 [05953]  Οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀφεῖσα ἔφυγεν, οὐδὲ ὕβριν τὸ πρᾶγμα ἐνόμισεν εἶναι·
000-00-00 Serial Number=0798256040
In duodecim apostolos Ante [Go Back]  
 [00043]  Ὅτε γὰρ ἥλιος ἔφυγεν, οὐρανὸς ἐκρύπτετο, γῆ ἐσαλεύετο, πέτραι διεθρύπτοντο, οὐ δυνάμεναι φέρειν τὴν ὕβριν τοῦ κτίσαντος·
000-00-00 Serial Number=0887073338
In epistulam II ad Corinthios Ante [Go Back]  
 [04055]  οὕτω καὶ σὺ μισθὸν ἀπαιτεῖς τὸν λαμβάνοντα τὴν ὕβριν, καὶ τὸ πονηρᾷ δόξῃ περιβαλεῖν καὶ σαυτὸν κἀκεῖνον.
000-00-00 Serial Number=0560745955
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00071]  πρὸς ὕβριν ἀμυντικὸς ὁ τοιοῦτος.
 [01099]  Ὁ τὸν ἀδελφὸν νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ, οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλὰ ἰδίᾳ καὶ μετὰ πολλῆς τῆς προσοχῆς, καὶ ἀλγῶν, καὶ δακνόμενος, καὶ δακρύων καὶ ὀδυρόμενος.
000-00-00 Serial Number=0406854570
In epistulam I ad Corinthios Ante [Go Back]  
 [03546]  Ἀλλ' ὅμως τοσούτων ὄντων κακῶν, ὅταν μὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγμα καλοῦσιν οἱ βοσκημάτων οὐδὲν ἀμείνους, καὶ δεινὸν ποιοῦνται τὸ μὴ πολλοῖς φαίνεσθαι τὴν γυναῖκα, μηδὲ προκεῖσθαι θέατρον κοινὸν τοῖς ὁρῶσι.
 [03547]  Καίτοι γε ὕβριν ἐχρῆν νομίζειν τὰ γινόμενα καὶ γέλωτα καὶ κωμῳδίαν·
 [03577]  Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρθένοι παραγίνονται τούτοις, πᾶσαν ἀποδυσάμεναι τὴν αἰδὼ, εἰς τὴν τῆς νυμφευομένης τιμὴν, μᾶλλον δὲ ὕβριν, καὶ τὴν ἑαυτῶν προπίνουσαι σωτηρίαν, καὶ μεταξὺ νέων ἀκολάστων ἀσχημονοῦσαι τοῖς ἀτάκτοις ᾄσμασι, τοῖς αἰσχροῖς ῥήμασι, τῇ σατανικῇ συμφωνίᾳ.
 [08193]  τὴν γὰρ ὕβριν ἐνταῦθα εἰς τὸν Θεόν φησι διαβαίνειν.
 [08514]  Τοσαῦτα τοίνυν δείξας τὰ ἄτοπα, ὕβριν εἰς τὸ δεῖπνον, ὕβριν εἰς τὴν ἐκκλησίαν, τὴν εἰς τοὺς πένητας γινομένην ὑπεροψίαν, χαλᾷ πάλιν τῆς ἐπιτιμήσεως τὸν τόνον ἀθρόον λέγων·
 [09999]  κἂν ζημίᾳ περιβάλῃς, οὐκ ἐκίνησας τὴν πέτραν, κἂν ὕβριν ἐπαγάγῃς, οὐκ ἔσεισας τὸν πύργον, κἂν πληγὰς προστρίψῃς, οὐκ ἔπληξας τὸν ἀδάμαντα·
000-00-00 Serial Number=0204649329
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [02236]  Εἶτα ὁ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ἐκχέων ὀργὴν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν δυσωπηθεὶς, μήτε τὸν ἔνοικον Λὼτ, τὸν ὑπὲρ τῆς εἰς τοὺς δούλους αὐτοῦ τιμῆς τὰς θυγατέρας εἰς ὕβριν προέμενον τὰς ἑαυτοῦ, τοσούτων ὄντων τῶν ἁμαρτημάτων, φείσεται;
 [02822]  Ὁ μὴ φέρων ὕβριν, ὀλιγόψυχος·
000-00-00 Serial Number=0990403235
In epistulam I ad Timotheum Ante [Go Back]  
 [00674]  Ὅταν δὲ εἰς ὕβριν αὐτοῦ ζῶμεν, εἰπέ μοι, ποία ἀγάπη;
000-00-00 Serial Number=0533226967
In epistulam ad Ephesios Ante [Go Back]  
 [03438]  Τί ὕβριν ἡγῇ τὴν τέχνην, ἔνθα σου πολὺς ὁ θεός;
 [04008]  μὴ ἐκπόμπευε τὴν ὕβριν.
 [04066]  Πῶς οὖν δυνήσῃ σὺ μετ' ἐκείνων λέγειν, Ἅγιος, ἅγιος, ἅγιος, εἰς ὕβριν τῷ στόματι κεχρημένος;
 [04080]  Οὐ δέδοικας μὴ ὕβριν τὸ πρᾶγμα ἡγήσηται ὁ βασιλεύς;
 [04081]  ἀλλ' ἂν μὲν οἰκέτης ἐφ' ἡμῶν τὸν ὁμόδουλον τύπτῃ, ἢ ὑβρίζῃ, κἂν δικαίως τοῦτο ποιῇ, εὐθέως ἐπιτιμῶμεν, ὕβριν τὸ πρᾶγμα ἡγούμενοι·
 [04296]  Ἂν μὲν οὖν γυμνῇ φανῇ σοι τῇ κεφαλῇ ἐκείνη, ὕβριν τὸ πρᾶγμα λέγεις·
 [05824]  ἀλλ' ἔστω μὲν φαιδρὸς ὁ κόσμος, μὴ μὴν εἰς ὕβριν ἡ φαιδρότης ἐκπιπτέτω·
000-00-00 Serial Number=0891999424
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00445]  Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι;
 [01184]  Πάλιν εὐκαίρως τὴν ὕβριν ἐπήγαγε.
000-00-00 Serial Number=0791451097
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01535]  Οὐδὲ γὰρ εἰ, βασιλέως προκαθημένου, τῶν δορυφόρων τῶν παρεστώτων τις ἐκελεύσθη δῆσαί τινα τῶν ἐν τῇ τάξει καὶ τὰ δεσμὰ περιβαλεῖν, ἐκεῖνος δὲ οὐ μόνον ἀπώσαιτο τοῦτον, ἀλλὰ καὶ συντρίψειε τὰ δεσμὰ, ὁ δορυφόρος ἐστὶν ὁ τὴν ὕβριν πεπονθὼς, ἀλλ' ὁ βασιλεὺς πολλῷ μᾶλλον ὁ κελεύσας.
 [06938]  τούτου χάριν καὶ αὐτοὶ οἱ πονηροὶ καταδικάζουσιν ἑαυτοὺς, κἂν αὐτοὺς καλέσῃ τις τοῦτο, ὅπερ εἰσὶν, αἰσχύνονται, ὀργίζονται, ὕβριν τὸ πρᾶγμά φασιν.
 [07319]  εἰ μόνον ἀνεξόμεθα αὐτοῦ τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην, καὶ οὕτω συγκατακλινομένου, ἆρα ἄν τις ταύτην ἠνέσχετο τὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμιζεν ἄν;
000-00-00 Serial Number=0353288949
In epistulam ad Philippenses Ante [Go Back]  
 [01274]  Ἡμεῖς δὲ οὐδὲ μέχρι ῥαπισμάτων, οὐδὲ μέχρι πληγῆς φέρομεν, οὐδὲ ὕβριν οὐδὲ χρημάτων ζημίαν ὑπομένομεν.
000-00-00 Serial Number=0324696779
In epistulam ad Romanos Ante [Go Back]  
 [00911]  Εἰπὲ γάρ μοι, εἰ τὸ παιδάριον ὑβρίσειέ σε τὸ σὸν, ἆρα ὕβριν ἡγήσῃ τὴν ὕβριν;
 [01039]  Ἵνα δὲ καὶ σαφεστέραν δείξω τὴν ὕβριν, ἀνάσχεσθέ μου καὶ ἑτέρου παραδείγματος.
 [03886]  Οὐδὲ γὰρ εἰ τὴν σύνοικόν τις ἀφεὶς τὴν σὴν ῥάκια περικεῖσθαι, καὶ ἠμελημένην εἶναι, τὰς θεραπαινίδας λαμπρᾷ περιέβαλε στολῇ, πράως ἂν ἤνεγκας, ἀλλὰ παρωξύνθης, καὶ ὕβριν ἂν τὸ πρᾶγμα ἔφησας εἶναι τὴν ἐσχάτην.
 [04394]  Σὺ κύριος εἶ ποιῆσαι τὴν ὕβριν ταύτην ἐγκώμιον σόν.
 [04923]  ἄν τε νόσον ὑποπτεύσῃ, ἂν ὕβριν, ἂν πενίαν, ἂν ἄλλο τι τῶν ἀδοκήτων, ἀπόλωλε καὶ διέφθαρται.
000-00-00 Serial Number=0127209127
In illud Attendite ne eleemosynam vestram faciatis coram hom Ante [Go Back]  
 [00046]  Περιτρέπεται γὰρ ὁ ἔπαινος πολλάκις ἐκεῖνος πρὸς ὕβριν, καὶ πολλὰ δαπανήσαντες, πολλὰ καθυβρίζονται.
000-00-00 Serial Number=0506964564
In illud Propter fornicationes autem unusquisque suam uxore Ante [Go Back]  
 [00246]  Παρίημι τὴν τῶν χρημάτων ζημίαν, τὰς καθημερινὰς ὑποψίας, τὸν τῦφον, τὴν ἀπόνοιαν, τὴν ὕβριν τὴν παρὰ τῶν πορνῶν γινομένην εἰς τοὺς ἀνοήτους, ἃ θανάτων μυ ρίων ἐστὶ πικρότερα.
000-00-00 Serial Number=0193320811
In illud Utinam sustineretis modicum Ante [Go Back]  
 [00147]  τῶν μὲν ἁμαρτημάτων οὐδὲ μίαν μεμνήμεθα ἡμέραν, ἀλλὰ κἂν ἑτέρων μνησθέντων ἀκούσωμεν, ἀγανακτοῦ μεν, δυσχεραίνομεν, ὕβριν τὸ πρᾶγμα λογιζόμεθα, μυρίαις αὐτοὺς πλύνομεν λοιδορίαις·
000-00-00 Serial Number=0094884396
In natalem Christi diem Ante [Go Back]  
 [00080]  Οὐδὲ γὰρ ὕβριν ἔφερεν αὐτῷ, φορέσαι τὸ ἴδιον ἔργον·
000-00-00 Serial Number=0195796669
In passionem salvatoris nostri Jesu Christi Ante [Go Back]  
 [00013]  Τὸ ἔδαφος ἔτρεμε καὶ σὺ ῥαπίζων ἐγέλας, ἐξίστατο τὰ στοιχεῖα καὶ σὺ τὴν ὕβριν ἐπόμπευες·
000-00-00 Serial Number=0413750768
In pentecosten Sermo 2 Ante [Go Back]  
 [00084]  Ἀλλὰ μηδεὶς ὕβριν τοῦτο τῆς νέας ἀγέλης ὀνομαζέτω, εἰ δι' ἀστραπῆς ἐθηράθησαν·
000-00-00 Serial Number=0385315716
In proditionem Judae [2] Ante [Go Back]  
 [00007]  Καὶ τί μὴ λέγω τὸ ὄνομα, ἵνα μὴ πᾶσιν ἐπάγω τὴν ὕβριν τοῖς ἀποστόλοις, ἀποκρύπτων τὸν αἴτιον;
000-00-00 Serial Number=0031839132
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00045]  ἂν δὲ εἰς ἁρπαγὰς καὶ πλεονεξίας καὶ ὕβριν, πρὸς τὸ ἐναντίον ἔτρεψας αὐτοῦ τὴν χρῆσιν, ἀλλ' οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ πρὸς ὕβριν τῷ πλούτῳ χρησάμενος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»