Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἠρέμα [117]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἠρέμα


000-00-00 Serial Number=0752815962
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00156]  οὕτω καὶ ὁ θεὸς τοὺς σφόδρα διαφθαρέντας οὐ μετὰ πολλῆς ἄγει τῆς σφοδρότητος ἐπὶ τὴν ἀρετήν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν καὶ διαβαστάζων πανταχοῦ, ὥστε μὴ πλέον γενέσθαι τὸ σχίσμα, μηδὲ μακροτέραν τὴν πλάνην.
 [00572]  ∆ιὰ τοῦτο παρακαλῶ πρὶν σφόδρα ὑπὸ ταύτης βαπτισθῆναί σε τῆς μέθης, ἀνανῆψαι καὶ διεγερθῆναι, καὶ τὴν σατανικὴν κραιπάλην ἀπώσασθαι, καὶ εἰ μὴ δυνατὸν ἀθρόως, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν.
000-00-00 Serial Number=0885332048
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00380]  Καὶ γὰρ καὶ ἄνεμοι διὰ σὲ ἐπὶ γὰρ τὴν ἀρχὴν τὸν λόγον ἐπανάξομεν πάλιν ἵνα τὰ σώματα πεπονηκότα ῥιπίζωσιν, ἵνα τὸν ἀπὸ τοῦ βορβόρου μολυσμὸν καὶ τὴν γινομένην βαρύτητα ἀπὸ τοῦ καπνοῦ καὶ τῶν καμίνων καὶ ἑτέρων ἀναθυμιάσεων διακαθαίρωσιν, ἵνα τὴν ἐκ τῆς ἀκτῖνος θερμότητα παραμυθῶνται, ἵνα κοῦφον ποιῶσι τὸ πνῖγος, ἵνα τὰ σπέρματα τρέφωσιν, ἵνα τὰ φυτὰ αὔξωσιν, ἵνα σοι καὶ ἐν θαλάσσῃ συνοδοιπορῶσι καὶ ἐν γῇ τῆς γεωργίας ὑπηρέται γένωνται, ἐκεῖ μὲν βέλους ὀξύτερον τὰ πλοῖα παραπέμποντες, οὕτω τὸν πλοῦν κοῦφον καὶ εὐμαρῆ κατασκευάζοντες, [7.23] ἐνταῦθα δὲ μετὰ σοῦ τὰς ἅλωνας ἀνακαθαίροντες καὶ τὰ ἄχυρα τοῦ καρποῦ διαχωρίζοντες καὶ τὴν ἐκ τῆς ἐργασίας ταλαιπωρίαν ἐπικουφίζοντες, ἵνα σοι τὸν ἀέρα κοῦφον καὶ προσηνῆ κατασκευάσωσιν, ἵνα σε καὶ ἑτέρωθεν τέρπωσι, νῦν μὲν γλυκὺ καὶ προσηνὲς συρίζοντες, νῦν δὲ ἠρέμα φυτοῖς προσβάλλοντες καὶ πέταλα δένδρων σείοντες, [7.24] ἵνα σοι τὸν ὕπνον καὶ θέρους καὶ ἔαρος ὥρᾳ ἡδίω καὶ μέλιτος γλυκύτερον ἐργάσωνται, ἵν', ὅπερ ἐπὶ τῶν δένδρων ποιοῦσι, τοῦτο καὶ ἐπὶ τῶν θαλαττίων νώτων ἐργαζόμενοι, ἐπί τε τῶν ποταμίων ναμάτων καὶ τὴν ἐπιφάνειαν αὐτῶν μετεωρίζοντες, πολλήν σοι ἐντεῦθεν παρέχωσι τὴν ἀπὸ τῆς θέας τέρψιν καὶ πρὸ τῆς τέρψεως δὲ ταύτης καὶ ὠφέλειαν μεγίστην.
000-00-00 Serial Number=0605154395
Ad populum Antiochenum Ante [Go Back]  
 [02837]  ∆ιὰ τοῦτο οὔτε ἀπὸ χειμῶνος ἡμᾶς διαδέχεται θέρος, οὔτε ἐκεῖθεν χειμὼν εὐθέως, ἀλλὰ μέσον παρεμβέβληται τὸ ἔαρ, ὥστε ἠρέμα καὶ κατὰ μικρὸν διαδεχομένων ἡμῶν, πεπυκνωμένα τὰ σώματα ἀλύπως προσάγειν τῷ θέρει.
 [05214]  ἀλλ' ἵνα μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανέλθωμεν ῥᾳθυμίαν, ἠρέμα καὶ κατὰ μικρὸν τὸν χείμαῤῥον τῶν κακῶν τούτων χαλᾷν παρεσκεύασε, κατέχων ἡμᾶς ἐπὶ τῆς αὐτῆς εὐλαβείας.
 [06034]  Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνόντων αὐτὸν πολλῶν ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, καὶ λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοὺς λίθους ἐξακοντίζοντες, ψηλαφήσας τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας, εἶπεν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου γεγενημένην ὁρῶ, ἀλλ' ὑγιὴς μὲν ἡ κεφαλὴ, ὑγιὴς δὲ ἡ ὄψις ἅπασα, κἀκείνους ἐρυθριάσαντας καὶ αἰσχυνθέντας ἀποστῆναι τῆς ἀδίκου ταύτης συμβουλῆς.
000-00-00 Serial Number=0281075537
Adversus Judaeos Ante [Go Back]  
 [01797]  Ὁ δὲ καὶ χρήματα ἀνήλωσε, καὶ ἐπιστάτας τοῦ ἔργου ἔπεμψε τοὺς ἀπὸ τῆς μεγάλης ἀρχῆς, καὶ τεχνίτας πάντοθεν ἐκίνησε, καὶ πάντα ἐποίει καὶ ἐπραγματεύετο, ἠρέμα καὶ κατὰ μικρὸν ἄχρις αὐτοὺς εἰς τὸ θύειν ἐμβάλῃ, προσδοκῶν ἐκεῖθεν ἐπὶ τὴν τῶν εἰδώλων θεραπείαν ἥξειν ῥᾳδίως, ὁμοῦ τε ἐλπίζων ὁ μεμηνὼς καὶ ἀνόητος τοῦ Χριστοῦ περιγράφειν τὴν ἀπόφασιν, τὴν οὐκ ἐῶσαν ἀναστῆναι τὸν ναὸν ἐκεῖνον.
000-00-00 Serial Number=0184647560
Commentarius in Job Ante [Go Back]  
 [03905]  τοῦτο ἠρέμα καὶ συγγνώμης ἐστίν, ἐκεῖνοι δέ φασιν·
000-00-00 Serial Number=0367425144
De Lazaro Ante [Go Back]  
 [00840]  ἂν δὲ ἠρέμα καὶ κατὰ μικρὸν ἐγχέῃ, παραπέμπει τὸ δοθὲν ἀλύπως.
000-00-00 Serial Number=0076111436
De Lazaro et divite Ante [Go Back]  
 [00073]  καὶ τὰ ἄγρια ἕλκη τῇ λειότητι τῆς γλώττης τιθασσεύοντες, τοὺς πόνους τῶν τραυμάτων αὐτοῦ ὑπέκλεπτον ἠρέμα.
000-00-00 Serial Number=0366495430
De decem millium talentorum debitore Ante [Go Back]  
 [00025]  Καὶ καθάπερ κιθαρῳδοὶ τοὺς δακτύλους τῶν μαθητευομένων λαμβάνοντες, ἠρέμα τοῖς φθόγγοις προσάγουσι, καὶ διαψηλαφᾷν μετ' ἐμπειρίας διδάσκοντες, ἐκ τῶν ἀφώνων φθόγγων τε καὶ νευρῶν πάσης φωνῆς ἡδίω καὶ γλυκυτέραν παιδεύουσι κατασκευά [51.18] ζειν φωνήν·
000-00-00 Serial Number=0683514833
De non iterando conjugio Ante [Go Back]  
 [00058]  ἀλλ' ὥσπερ ἐπὶ τῶν τοίχων ὅταν σφόδρα καταφλεγέν τι μέρος τύχῃ, εἶτα ἠρέμα κονιασθὲν τὸ τῆς μελανίας ἐπιτεταμένον καὶ βαθὺ λυμαίνεται τῇ τῆς ἐπιφανείας λευκότητι καὶ ἔστι θέαμα ἀηδές·
000-00-00 Serial Number=0855442464
De paenitentia [2] Ante [Go Back]  
 [00033]  Ἔστι γὰρ καὶ ἠρέμα πεσεῖν, καὶ μὴ σφοδρότερον εἰς τὴν ἡδονὴν καταῤῥαγῆναι.
 [00123]  καὶ πολλάκις ἠρέμα σοι τὰ τῆς δίκης εὔδια πλέοντι πείθουσι χαλάσαι περὶ τὸν πλοῦν τὸ ἱστίον.
000-00-00 Serial Number=0908202052
De pharisaeo Ante [Go Back]  
 [00044]  Ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸν χειραγωγεῖν.
000-00-00 Serial Number=0231795847
De sacerdotio Ante [Go Back]  
 [00269]  Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου προσδεδεμένοι τρυφῇ, ἔτι δὲ καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἠρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἂν ἁμαρτάνωσιν ἐπιστρεφόμενοι, δύναιντ' ἄν, εἰ καὶ μὴ τέλεον, ἀλλ' οὖν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν·
 [00692]  Ἀλλὰ καὶ τὸ πλῆθος τῶν ὄντων ἐστὶν αὐτοῖς αἰτιᾶσθαι, ὅταν μηδὲν ἔχωσιν ἕτερον, καὶ τὸ μὴ δεῖν ἀθρόως εἰς ταύτην ἄγεσθαι τὴν τιμήν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν·
 [00841]  Πρὸς ταῦτα ἐγὼ κινήσας τὴν κεφαλὴν καὶ μειδιάσας ἠρέμα, ἐθαύμαζόν τε αὐτὸν τῆς ἁπλότητος καὶ πρὸς αὐτὸν ἔλεγον·
000-00-00 Serial Number=0252896786
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00119]  Οὐχ ὁρᾶτε βασιλέως εἰσιόντος εἰς πόλιν, μεθ' ὅσης εὐταξίας οἱ στρατιῶται στοιχηδὸν ἑκατέρωθεν καθωπλισμένοι βαδίζουσιν, ἀλλήλους παρακελευόμενοι [50.584] ἠρέμα, καὶ μετὰ φόβου πολλοῦ χωρεῖν, ὥστε τοῖς θεωροῦσιν αὐτοὺς ἀξιοθέατοι φαίνεσθαι;
000-00-00 Serial Number=0901446998
De virginitate Ante [Go Back]  
 [00367]  Ὡς δὲ ἡμῖν ἐν τῷ πολλῷ χρόνῳ τὰ τῆς ἀρετῆς ἔφυ πτερά, τότε ἠρέμα καὶ κατὰ μικρὸν ἐλθὼν ἐξήγαγε τῆς ἐνταῦθα μονῆς διδάσκων ὑψηλότερα πέτασθαι.
 [01503]  Καὶ τὸν ἀπὸ τῶν ἱματίων δὲ καλλωπισμὸν περικόψασα καὶ τῷ προσώπῳ παραινεῖ συνεχῶς μὴ διαχεῖσθαι τῷ γέλωτι ἀλλὰ μηδὲ ἠρέμα μειδιᾶν ἀλλ' ἐπισκύνιον αἰδέσιμον ἀεὶ καὶ αὐστηρὸν ἐπιδείκνυσθαι καὶ πρὸς δάκρυα παρεσκευάσθαι διὰ παντός, πρὸς γέλωτα δὲ μηδέποτε.
000-00-00 Serial Number=0757737279
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [02932]  Πολλάκις γὰρ ἀνὴρ ἐπὶ τῆς τραπέζης καθήμενος, τῆς προτέρας γυναικὸς ἀναμηνσθεὶς, ἐπὶ τῆς δευτέρας ἐδάκρυσεν ἠρέμα·
 [04099]  Ὁ μακάριος λέγεται Κωνσταντῖνος, τῆς εἰκόνος αὐτοῦ καταλευσθείσης ποτὲ, παροξυνάντων αὐτὸν πολλῶν, ἐπεξελθεῖν τοῖς ὑβρικόσι καὶ δίκην ἀπαιτῆσαι, λεγόντων, ὅτι πᾶσαν αὐτοῦ τὴν ὄψιν ἔτρωσαν τοῖς λίθοις ἐξακοντίζοντες, ψηλαφήσας ἑαυτοῦ τῇ χειρὶ τὸ πρόσωπον, καὶ ἠρέμα μειδιάσας εἰπεῖν, ὅτι Οὐδαμοῦ πληγὴν ἐπὶ τοῦ μετώπου ὁρῶ γεγενημένην·
 [07918]  κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττοντες, ἀλλὰ μᾶλλον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφέντες μικρόν·
 [09999]  εἰ δὲ συμβῇ ἄφνω ἐξελθεῖν ἐκεῖθεν, καὶ ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν·
000-00-00 Serial Number=0970543683
Epistula ad Cyriacum Ante [Go Back]  
 [00406]  Καὶ τὰ σώματα σφοδροῖς παλαίσαντα πυρετοῖς καὶ πελάγη ἀγρίοις πυκτεύσαντα πνεύμασιν οὐκ ἀθρόον οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρετῶν βλάβην οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων ἀποτίθενται ζάλην, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν.
 [00689]  Καὶ μετὰ τὴν μοιχείαν γίνεται καὶ ἀνδροφόνος καὶ πνέουσα θηριωδίας πολλῆς καὶ φόνιον βλέπουσα καθίζει δικαστήριον διεφθαρμένον, τὸν δεσπότην τὸν ἐκείνου, τὸν ἄνδρα τὸν ἑαυτῆς, τὸν βάρβαρον, τὸν Αἰγύπτιον καὶ εἰσάγει κατηγορίαν ἀμάρτυρον καὶ οὐδὲ ἀφίησιν εἰσελθεῖν εἰς δικαστήριον τὸν ἐγκαλούμενον, ἀλλ' ἠρέμα κατηγορεῖ, τῇ τε ἀνοίᾳ καὶ τῇ εὐνοίᾳ τοῦ δικάζοντος, τῇ τε ἀξιοπιστίᾳ τοῦ οἰκείου προσώπου καὶ τὸ δοῦλον εἶναι τὸν ἐγκαλούμενον θαρροῦσα καὶ τὰ ἐναντία εἰποῦσα τῶν γενομένων, ἐκράτησε τοῦ δικαστοῦ καὶ τὴν νικῶσαν ἔπεισε ψῆφον ἐξενεγκεῖν καὶ καταδικάσαι τὸν ἀνεύθυνον καὶ τιμωρίαν ἐπιθεῖναι χαλεπωτάτην καὶ δεσμωτήριον εὐθέως καὶ ἀπαγωγὴ καὶ ἅλυσις.
000-00-00 Serial Number=0424592733
Epistulae Ante [Go Back]  
 [02581]  Τὸν γὰρ χειμῶνα λοιπὸν τῆς Ἀρμενίας φέρειν ἐμελέτησα, βλαπτόμενος μὲν ἠρέμα βλάβην, ὅσην εἰκὸς οὕτως ἀσθενεῖ σώματι κεχρημένον·
000-00-00 Serial Number=0472540796
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00619]  Ἐπειδὴ τοίνυν εἶδον ἠρέμα λωφῆσαν τὸ κακόν, ἐβουλευόμην λοιπὸν περὶ ἀποδημίας, ὥστε ἐπιλαβέσθαι τῆς Κουκουσοῦ καὶ μικρὸν ἀναπαύσασθαι τῶν τῆς ὁδοῦ συμφορῶν.
 [00633]  Ἐπειδὴ δὲ τῆς πόλεως ἐξῆλθον, καὶ τῶν κληρικῶν τινες ἐξελθόντες ἠρέμα ἡμᾶς προέπεμψαν ὀδυρόμενοι.
 [00744]  [10.1] Καὶ τὰ σώματα τὰ σφοδροῖς παλαίσαντα πυρετοῖς, καὶ τὰ πελάγη τὰ ἀγρίοις πυκτεύσαντα πνεύμασιν οὐκ ἀθρόον οὔτε ἐκεῖνα τὴν ἀπὸ τῶν πυρετῶν βλάβην, οὔτε ταῦτα τὴν ἀπὸ τῶν κυμάτων ἀποτίθενται ζάλην, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν.
000-00-00 Serial Number=0035910964
Expositiones in Psalmos Ante [Go Back]  
 [02040]  ∆ιὰ δὴ τοῦτο ὁ Θεὸς οὔτε πάντας ὁμοῦ κολάζει, οὔτε πάντας κατ' ἀξίαν, ἀλλ' ἠρέμα, καὶ ἐνδιδούς·
000-00-00 Serial Number=0411657393
Fragmenta in Jeremiam Ante [Go Back]  
 [01024]  Ἄρα τῆς Καινῆς ἠρέμα παρανοιγομένης τὰς θύρας·
 [01744]  Ὅρα πῶς κατὰ μικρὸν ἐπάγει τὰ δεινὰ, καὶ ἠρέμα.
000-00-00 Serial Number=0524347305
Fragmenta in Proverbia Ante [Go Back]  
 [00753]  ἡ δὲ φαύλη παραπλησίως σκώληκι ἐν αὐτῇ καθημένη τῇ καρδίᾳ, ἠρέμα καὶ κατὰ μικρὸν διαφθείρει·
000-00-00 Serial Number=0153989971
In Acta apostolorum Ante [Go Back]  
 [00038]  ∆ιὸ ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς ἐπὶ τὰ ὑψηλότερα ἀνάγει.
 [00052]  ∆ιά τοι τοῦτο ἠρέμα καὶ κατὰ μικρὸν αὐτοὺς προσβιβάζουσι, καὶ πολλῇ μὲν κέχρηνται τῇ τῆς συγκαταβάσεως οἰκονομίᾳ, δαψιλεστέρας δὲ ἀπολαύουσι τῆς τοῦ Πνεύματος χάριτος, καὶ μείζονα ὧν αὐτὸς πεποίηκεν ἐργάζονται τῷ αὐτοῦ ὀνόματι, ἵνα ἑκατέρωθεν αὐτοὺς χαμαὶ κειμένους ἀναστήσωσι, καὶ τὸν περὶ τῆς ἀναστάσεως πιστώσωνται λόγον.
 [01913]  σφόδρα συνετῶς, τῇ πολλῇ περὶ τὸν μακάριον ∆αυῒδ τιμῇ ἐντρέπων αὐτοὺς, καὶ περὶ τοῦ ὡμολογημένου καὶ ὡς τολμηροῦ δοκοῦντος εἰρῆσθαι, παραιτούμενος αὐτοὺς οἷς ἐγκωμιάζει ἠρέμα.
 [02066]  ἢ ζέφυρος ἠρέμα τῶν πετάλων τοῖς δένδροις προσπίπτων, πίτυς καὶ πεύκας συριζούσας, καὶ κύκνους πολλάκις μιμεῖται·
 [02067]  ἢ λειμὼν ῥόδα προβάλλων καὶ κρίνα ἀλλήλοις προσκεκλικότα καὶ κυανίζοντα, καθάπερ πέλαγος κυανὸν ἠρέμα κυματούμενον δείκνυσι.
 [02075]  Ἔστι καὶ ἑτέρα τις ἠχὴ, ὅταν ὕδωρ ἀπὸ τῆς ἀκρωρείας διὰ χαραδρῶν αὐτομάτως φερόμενον, καὶ ταῖς ὑποκειμέναις ψηφῖσιν ἠρέμα ἐπιψοφοῦν ἡσύχῳ κτύπῳ, οὕτως ἐκλύῃ τὰ μέλη ἡμῶν τῇ ἡδονῇ, ὥστε καὶ ταχέως τὸν λυσιμελῆ τοῖς ὀφθαλμοῖς ὕπνον ἐπάγειν.
 [02333]  ὁ δὲ ἀνειμένος καὶ ἠρέμα μειδιῶν τὴν ὄψιν, ἐπιτείνει τὴν ὡραιότητα·
 [02806]  Ἐν μὲν τῇ πρώτῃ δημηγορίᾳ ἠρέμα τὴν ἀνάστασιν καὶ τὴν ἐν οὐρανῷ κάθισιν ᾐνίξατο·
 [02817]  Οὐ λέγει, Ὧν εἶπεν ὁ Χριστὸς, ἀλλ', Ὧν ἐλάλησεν ὁ Θεὸς, ἔτι τῷ συσκιάζειν μᾶλλον αὐτοὺς ἐπαγόμενος εἰς πίστιν ἠρέμα.
 [09511]  Ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἠρέμα.
 [09999]  ἠρέμα δὲ καὶ καθάπτεται τοῦ ἄρχοντος οὕτως ἀπολογούμενος·
 [09999]  Εἶτα ἠρέμα καθάπτεται αὐτῶν, δεικνὺς, ὅτι ἀλογίστως συνῆλθον.
000-00-00 Serial Number=0299424767
In Genesim sermones Ante [Go Back]  
 [01538]  οὐδὲ γὰρ ἠρέμα ἀναχωρεῖ, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους.
000-00-00 Serial Number=0947531998
In Isaiam Ante [Go Back]  
 [00095]  Ἐπειδὴ καὶ αἱ τιμωρίαι διῃρημένως γεγόνασι καὶ ἐν διαφόροις καιροῖς, τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς οἰκονομήσαντος, τὸ μὴ πάντας ἀθρόον ἀπολέσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν, ὥστε τῇ τῶν ἀπαχθέντων τιμωρίᾳ τοὺς λειπομένους γενέσθαι σωφρονεστέρους.
 [02683]  οὐ περὶ ὕδατος λέγων, ἀλλ' ἐπειδὴ ἡ πηγὴ ἠρέμα καὶ ἀψοφητὶ πρόεισι, τὸ ἀτάρακτον καὶ ἐπιεικὲς τὸν τρόπον τοῦ τότε βασιλεύοντος τῇ ἠρεμαίᾳ τῶν ὑδάτων διεξόδῳ παραβάλλει καὶ Σιλωὰμ αὐτὸν καλεῖ, διὰ τὸ ἀνεπαχθὲς καὶ ἥμερον·
000-00-00 Serial Number=0187475443
In Joannem Ante [Go Back]  
 [02108]  Καθάπερ γὰρ αἱ μητέρες τῶν ὀρνίθων τοὺς νεοττοὺς οὐκ εὐθέως οὐδὲ ἐν ἡμέρᾳ μιᾷ τὴν πτῆσιν ἐκδιδάσκουσιν ἅπασαν, ἀλλὰ νῦν μὲν τοσοῦτον ἐξάγουσιν ὅσον ἔξω γενέσθαι τῆς καλιᾶς, νῦν δὲ αὐτοὺς ἀναπαύσασαι πρῶτον, προσβιβάζουσι τῇ πτήσει πάλιν, καὶ τῇ μετὰ ταύτην ἡμέρᾳ ἑτέραν πολλῷ πλείονα προστιθέασι, καὶ οὕτως ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὸ προσῆκον ἄγουσιν ὕψος·
 [02359]  Εἴδετε πῶς ἠρέμα καὶ κατὰ μικρὸν ἑνὶ ῥήματι, ὅ τε Βαπτιστὴς Ἰωάννης, ὅ τε μαθητὴς πρὸς τὴν ὑψηλοτάτην τοὺς ἀκροατὰς ἐνάγουσι γνῶσιν, πρότερον τοῖς ταπεινοτέροις ἐγγυμνάσαντες;
 [03964]  Ὅτι οὐδὲ αὐτὸς ὁ Ἰησοῦς ἐξεκάλυπτε τὸ γεγονὸς, ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν ἐβούλετο γνωρισθῆναι τῶν σημείων τὴν δύναμιν.
 [04779]  Ταῦτα οὖν ἅπαντα λογιζόμε [59.158] νοι, καὶ τὰ ἁμαρτήματα ἡμῶν ἐννοοῦντες, καὶ τὸ κοινὸν τῆς ἀνθρωπίνης φύσεως, μελετῶμεν ἠρέμα πανταχοῦ φθέγγεσθαι, ἵνα ταπεινοὶ τῇ καρδίᾳ γενόμενοι, ταῖς ψυχαῖς ἡμῶν ἀνάπαυσιν εὕρωμεν, τήν τε παροῦσαν, τήν τε μέλλουσαν·
 [05222]  Ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς ὅτι οὐκ ἄνθρωπος, ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν αὐτούς.
 [05285]  Εἶδες πῶς ἠρέμα καὶ μετὰ πολλῆς τῆς σοφίας τό τε πάθος αὐτῶν κατεπράϋνε, καὶ τὴν βασκανίαν ἔσβεσε, καὶ ἀδυνάτοις ἐπιχειροῦντας ἔδειξεν, ᾧ μάλιστα παύεται κακία;
 [05516]  οὕτω πόλεις ἐδειμάμεθα, ἠρέμα καὶ κατὰ μικρὸν αὐτὰς συνιστῶντες·
 [05519]  Οὕτω γὰρ καὶ ἠδυνήθησαν ἀπαλλαγῆναι τῆς εἰδωλολατρείας Ἰουδαῖοι, ἠρέμα καὶ κατὰ μικρὸν ἐναγόμενοι, καὶ μηδὲν ἐξ ἀρχῆς ὑψηλὸν ἀκούοντες, μήτε δογμάτων, μήτε πολιτείας ἕνεκεν.
 [05826]  Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν σοφίαν, πῶς ἠρέμα ἀνάγει τὸ γύναιον.
000-00-00 Serial Number=0602349699
In Psalmos 101-107 Ante [Go Back]  
 [01089]  ἀλλὰ δι' ὧν εἶπεν ἐτιμωρεῖτο, καὶ αὐτοὺς ἠρέμα καλῶν εἰς μετάνοιαν·
000-00-00 Serial Number=0891113162
In Psalmum 050 Ante [Go Back]  
 [00042]  ∆ιὰ τοῦτο ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, ἀλλὰ ἠρέμα ἦλθε, καὶ μήτραν παρθενικὴν ᾤκησεν.
000-00-00 Serial Number=0612164080
In Psalmum 050 homilia 2 Ante [Go Back]  
 [00564]  ∆ιὰ τοῦτο σάρκα περιεβάλετο, ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, οὐδὲ αὐτοῦ τοῦ διαβόλου·
 [00565]  ἀλλ' ἦλθεν ἠρέμα, καὶ ᾤκησεν [55.584] εἰς μήτραν παρθενικήν.
000-00-00 Serial Number=0124487400
In Psalmum 705 Ante [Go Back]  
 [00048]  Καὶ ἐπὶ τοσοῦτον ἀπῃωρεῖτο κρεμαμένη τὸ ὕδωρ, ἕως τοῦ Ἰσραὴλ, ὡς ὅτε ἄνθρωπος ἠρέμα καὶ βάδην πορευόμενος, τὸ τῆς θαλάσσης ὑπήρ χετο πλάτος.
000-00-00 Serial Number=0248589218
In catenas sancti Petri Ante [Go Back]  
 [00252]  Ἐνταῦθα δὲ, καιροῦ καλοῦντος, ἐν ᾧ τὸ σωτήριον πάθος ἔμελλεν ἐνεργεῖσθαι ἠρέμα καὶ κρυφιομύστως τοῦτο ὑποσημαίνειν βούλεται, ὡς οὐ χρὴ καθεύδειν καὶ ἀναπεπτωκέναι, ἀλλὰ πρὸς Ἰουδαίους ἀνθοπλίζεσθαι πρὸς φονευτὰς ἀντιπαρατάσσεσθαι, πρὸς θεοκτόνους ἀνταγωνίζεσθαι, πρὸς τοὺς τὸν ἐμὸν διψῶντας θάνατον (ἀντιπολεμεῖν καὶ) ἀντιμάχεσθαι.
000-00-00 Serial Number=0830568433
In diem natalem Ante [Go Back]  
 [00286]  καὶ οὕτω διακαθάραντες ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν οὐρανῶν, οὕτω προσέλθωμεν·
000-00-00 Serial Number=0409276783
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00766]  Ταῦτα δὲ ἔλεγε, κἀκείνους παιδεύων ἐν ταῖς θλίψεσι μὴ καταπίπτειν, ἀλλὰ καὶ ἐναβρύνεσθαι, ὅταν καθαρὸν ἔχωσι συνειδὸς, καὶ ἠρέμα καθαπτόμενος τῶν ψευδαποστόλων.
 [06256]  Εἶτα ἐπειδὴ σφοδρῶς αὐτῶν καθήψατο, ἠρέμα πάλιν χαλᾷ τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως, λέγων·
000-00-00 Serial Number=0136713743
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00479]  Ὅρα πῶς ἠρέμα αὐτοὺς καταστέλλει.
 [01077]  ἀλλ' ἠρέμα αἰνίττεται.
000-00-00 Serial Number=0251216829
In epistulam I ad Corinthios Ante [Go Back]  
 [00482]  Ὅπερ ἀεὶ ἔλεγον, ὅτι ἠρέμα καὶ κατὰ μικρὸν δεῖ τὰς ἐπιπλήξεις ποιεῖσθαι, τοῦτο καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ.
 [01282]  ὅπου γε καὶ ὁ πρὸς αὐτὸν τὸν διδάσκαλον πόθος ἠρέμα κατεμαραίνετο τῷ φόβῳ τῶν ἐσομένων·
 [06125]  Τοῦτο δὲ εἰπὼν, ἠρέμα παρεμυθήσατο καὶ ἐπῆρε τούτους.
 [06212]  Ὁρᾷς πῶς ἠρέμα καὶ κατὰ μικρὸν εἰς αὐτὴν τῆς παρανομίας τὴν κορυφὴν ἀνήγαγε τὸ ἁμάρτημα;
 [08488]  Καὶ οὐκ εἶπεν, Ἀποσχίζει, ἀλλὰ, Προλαμβάνει, ἠρέμα καὶ εἰς λαιμαργίαν αὐτοὺς καὶ εἰς προπέτειαν διαβάλλων.
 [09927]  Τοῦτο δὲ εἰπὼν ἠρέμα ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάττονα λαμ-βάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα λαβεῖν.
 [09999]  οὕτω γὰρ χρήσιμον ἦν ἠρέμα καὶ κατὰ μικρὸν προϊέναι.
 [09999]  τουτέστι, κατὰ διάνοιαν, ἢ ἠρέμα καὶ ἀψοφητὶ, εἴ γε βούλεται.
000-00-00 Serial Number=0954765677
In epistulam ad Colossenses Ante [Go Back]  
 [00413]  Ἐνταῦθα καὶ τὴν ἀγάπην δείκνυσι, καὶ ἠρέμα αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας·
 [03628]  καὶ ὅταν γένηται, ἠρέμα.
 [03965]  ἀλλ' εἴ τις ἀπὸ τοῦ θεάτρου καὶ τῆς σκηνῆς ἀποσπάσας τινὰ τῶν ἀκολάστων ἐκκαιόμενον καὶ βακχευόμενον τῷ τῶν σωμάτων ἔρωτι, ἐδείκνυ κόρην παρθένον ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τά τε ἄλλα νικῶσαν τὰς ὁμήλικας, καὶ τῇ ὄψει ὑπὲρ τὰ λοιπὰ μέλη, ὀφθαλμὸν ἔχουσαν ἁπαλὸν καὶ μαλακὸν ἐγκαθήμενον ἠρέμα, περιστρεφόμενον ἠρέμα, ὑγρὸν, ἥμερον, γαληνὸν μειδιῶντα, καὶ πολλῇ μὲν περιεσταλμένον τῇ αἰδοῖ, πολλῇ δὲ τῇ χάριτι, βλεφαρίσι κυαναῖς κάτωθεν καὶ ἄνωθεν ἐστεφανωμένην, τὴν κόρην ἔμψυχον, ὡς εἰπεῖν, ἔχουσαν, λάμπον τὸ μέτωπον, κάτωθεν πάλιν τὴν παρειὰν εἰς ἀκριβῆ ἐρυθρότητα ἀφικνουμένην, μαρμάρου δίκην λείαν ὑποκειμένην, ὁμαλήν·
000-00-00 Serial Number=0890444815
In epistulam ad Galatas commentarius Ante [Go Back]  
 [00274]  Οἱ γὰρ ἀπατᾷν αὐτοὺς βουλόμενοι, οὐκ ἀθρόως τοῦτο ἐποίουν, ἀλλ' ἠρέμα αὐτοὺς τῶν πραγμάτων μεθιστῶντες, τῶν ὀνομάτων οὐ μεθίστων.
000-00-00 Serial Number=0381930351
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00146]  Καὶ τοῦτο δὲ ἠρέμα ᾐνίξατο ἐσόμενον καὶ αὐτὸ εἰς καιρὸν τὸν προσήκοντα.
 [00243]  Καθάπερ γὰρ εἰς ὑψηλὸν τόπον τινὰ, καὶ πρὸς αὐτὴν τοῦ οὐρανοῦ φθάνοντα τὴν κορυφὴν, εἴ τις παιδίον μικρὸν ἀναγαγεῖν βούλοιτο, ἠρέμα καὶ κατὰ μικρὸν τοῦτο ποιεῖ, διὰ τῶν κάτωθεν βαθμῶν αὐτὸ ἀνάγων·
 [00262]  Καὶ πρὶν ἢ σκοτωθῆναι, ὅρα πῶς πάλιν ἠρέμα κατάγει λέγων·
 [02132]  Ἐννόησον δή μοι παιδίον βασιλικὸν, ὅπερ ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται, εἰ δὲ συμβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν·
 [03160]  Ἐνταῦθά φησι τὸν Θεὸν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων τοὺς Ἕλληνας ἠρέμα, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γέννησιν ἐπιγράφοντας.
 [08844]  Μὴ θελήσῃς ὑφ' ἓν κατορθῶσαι τὸ πᾶν, ἐπεὶ οὐ δυνήσῃ, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν.
 [09460]  Ἐνταῦθα ἠρέμα αἰνίττεται τοὺς τὴν παρατήρησιν τῶν βρωμάτων εἰσάγοντας·
000-00-00 Serial Number=0699404895
In epistulam ad Philippenses Ante [Go Back]  
 [01006]  Κλαίωμεν τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω, κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττοντες, μὴ μελανειμονοῦντες, ἀλλὰ μόνον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφιέντες πικρόν.
 [04567]  Καὶ ὅρα πῶς ἠρέμα ἐπιτιμήσας ὑπὲρ τοῦ παρελθόντος χρόνου, ταχέως αὐτὸ συνεσκίασε, παιδεύων συνεχῶς καὶ διαπαντὸς ἐν εὐποιίᾳ εἶναι.
000-00-00 Serial Number=0308687806
In epistulam ad Romanos Ante [Go Back]  
 [01506]  Ἐνταῦθα δέ μοι ἠρέμα δοκεῖ εἰς ἀπόνοιάν τε αὐτοὺς σκώπτειν, [60.433] καὶ εἰς πολλὴν τὴν δοξομανίαν, ὅτι τῷ δώρῳ τούτῳ οὐκ εἰς τὴν σωτηρίαν τὴν ἑαυτῶν, ἀλλ' εἰς τὸ τῶν ἄλλων κατεξανίστασθαι καὶ ὑπερορᾷν κατεκέχρηντο.
 [03077]  νῦν δὲ τὸ θερμὸν αὐτοῦ τῆς ἀγάπης δείκνυται ἐντεῦθεν, ὅτι οὐκ ἠρέμα καὶ κατὰ μικρὸν ἡμᾶς ἐτίμησεν, ἀλλ' ἀθρόον τὴν πηγὴν τῶν ἀγαθῶν ἐξέχεε, καὶ ταῦτα πρὸ τῶν ἀγώνων, Ὥστε κἂν μὴ σφόδρα ᾖς ἄξιος, μὴ ἀπογίνωσκε, ἔχων μεγάλην συνήγορον τοῦ δικάζοντος τὴν ἀγάπην.
 [04137]  Ὁρᾷς πῶς κατὰ μικρὸν οὐχὶ μόνον κατήγορον αὐτὸν ὄντα δείκνυσι τῆς ἁμαρτίας, ἀλλὰ καὶ ἠρέμα κατασκευαστικόν;
 [07447]  καὶ δοκεῖ μὲν ἐπιπλήττειν τοῖς ἐξ ἐθνῶν, καὶ ταπεινοῦν αὐτῶν τὰ φρονήματα, ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον·
 [08463]  καὶ ἠρέμα πως ᾐνίξατο τὸ μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν·
 [09127]  Ἐνταῦθα δέ μοι δοκεῖ ἠρέμα καὶ περὶ νηστείας αἰνίττεσθαι.
 [09492]  Εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾷν, ἐπάγει λέγων·
 [09539]  Ἐνταῦθά μοι δοκεῖ ἠρέμα καὶ εἰς κενοδοξίαν αἰνίττεσθαι τὸν τελειότερον.
 [09999]  Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν, Ἀπὸ μέρους, τουτέστιν ἠρέμα.
000-00-00 Serial Number=0983219445
In epistulam ad Titum Ante [Go Back]  
 [01014]  Καὶ γὰρ ἡνίοχος ἐκεῖνος ἀκρατὴς μάλιστα ἂν λέγοιτο, οὐχ ὁ τὸν τραχὺν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἠρέμα ἐπιεικέστερον μὴ δυνάμενος ὑποτάξαι.
000-00-00 Serial Number=0889983416
In illud Ascendit dominus in templo Ante [Go Back]  
 [00057]  ἐπειδὰν δὲ ἔλθῃ πρὸς τόπον τινὰ τραχύτατον ἢ προσάντη καὶ δύσβατον, ἔνθα ἐστὶν ὄρος οὐρανόμηκες, σταθεὶς καὶ τὸν κάματον τοῦ ἀναφόρου ἀναλογισάμενος, ἠρέμα βαδίζειν ἄρχεται, ἵνα μὴ ταχεῖον ἀποκρίσῃ·
 [00059]  ὅταν δὲ ἐληλύθαμεν εἰς οὐρανόμηκες νόημα, ἠρέμα ἐπιβαίνειν τῇ οὐρανίῳ κλίμακι ἑρμηνείᾳ ἀρχόμεθα.
000-00-00 Serial Number=0066114843
In illud Credidi propter quod locutus sum Ante [Go Back]  
 [00006]  κούφῳ γὰρ τῷ πτερῷ τῆς διανοίας ἐπὶ τὸ καλλίχλοον ἔαρ τῶν γραφῶν ἐφιπτάμενοι καὶ τὴν ἐν τῷ γράμματι ἐγκειμένην νοτίδα τοῦ πνεύματος ἀρυόμενοι τὸ γλυκύτατον τῆς πίστεως μέλι εἰς τὰς τῶν ὑπηκόων καρδίας ἠρέμα ἐνραίνουσιν.
000-00-00 Serial Number=0785950541
In illud Ignem veni mittere in terram Ante [Go Back]  
 [00090]  ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸ χειραγωγεῖν.
000-00-00 Serial Number=0069253504
In illud In faciem ei restiti Ante [Go Back]  
 [00355]  Συνέβαινε δὲ εἶναι καὶ ἐν Ἀν τιοχείᾳ Ἰουδαίους, οἵτινες πιστεύσαντες τῷ Χριστῷ, διὰ τὸ τῶν Ἱεροσολύμων εἶναι πόῤῥω, καὶ πολλοὺς ὁρᾷν τοὺς ἐξ ἐθνῶν πεπιστευκότας ἀδεῶς καὶ χωρὶς Ἰουδαϊκῶν παρατηρήσεων βιοῦντας, ἠρέμα καὶ κατὰ μικρὸν ἐνήγοντο καὶ αὐτοὶ τῆς Ἰουδαϊκῆς ἀφίστα σθαι συνηθείας, καὶ καθαρὰν καὶ ἀνόθευτον ἔχειν τὴν τῆς πίστεως διδασκαλίαν.
000-00-00 Serial Number=0328414440
In illud Vidua eligatur Ante [Go Back]  
 [00133]  Πολλάκις γοῦν ἀνὴρ ἐπὶ τραπέζης καθήμενος, τῆς προτέρας γυναικὸς ἀναμνησθεὶς ἐπὶ τῆς δευτέρας, ἐδάκρυσεν ἠρέμα·
000-00-00 Serial Number=0911222160
In pharisaeum et meretricem Ante [Go Back]  
 [00147]  Ἐντεῦθεν οἱ Φαρισαῖοι ἠρέμα ἐψιθύριζον πρὸς ἀλλήλους λέγοντες·
000-00-00 Serial Number=0019427419
In principium Actorum Ante [Go Back]  
 [00806]  ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὰς φροντίδας ὑμῶν εἰδότες, τοὺς περισπασμοὺς, τὰς ἀσχολίας τὰς πολλὰς, ἠρέμα καὶ καταμικρὸν ὑμᾶς προσάγομεν τοῖς νοήμασι τῶν Γραφῶν, τῷ σχολαίῳ τῆς ἐξηγήσεως μόνιμον ποιοῦντες τῶν λεγομένων τὴν μνήμην.
 [00808]  ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου δίκην ἐνιζάνων τῷ προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς πρὸς τὸ βάθος διολισθαίνων, τὰς λαγόνας αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς τὴν τῶν καρπῶν φοράν.
 [00809]  ∆ιὸ καὶ ἡμεῖς τὸν πνευματικὸν τοῦτον ὄμβρον ἠρέμα ταῖς ὑμετέραις ἐνίεμεν ψυχαῖς·
000-00-00 Serial Number=0312426388
In ramos palmarum [3] Ante [Go Back]  
 [00050]  Πάλιν λύπης μέτρα τιθείς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς μέχρι ποῦ προβαίνειν δεῖ καὶ περαιτέρω μηκέτι.
000-00-00 Serial Number=0018085241
In sanctos Petrum et Heliam Ante [Go Back]  
 [00047]  Ἦν μὲν οὖν ὁ Πέτρος ἠρέμα πως καὶ ἀπότομος·
000-00-00 Serial Number=0834641397
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00018]  [8] Ναυατιανοὶ δοκοῦσιν ἄλλως πως τὰ καθ' ἡμᾶς ἠρέμα μιμεῖσθαι·
000-00-00 Serial Number=0521874785
Synopsis scripturae sacrae Ante [Go Back]  
 [00105]  Παραλαβοῦσα γὰρ τὸν ἄνθρωπον διὰ τῆς Παλαιᾶς ἡ Καινὴ, συμμέτρως πως καὶ τῆς κακίας ἠρέμα ἀπαλλαγέντα, πρὸς τὴν τῶν ἀγγέλων ἀνάγει πολιτείαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»